Μεγάρα
- Scientific editors
- J. M. Edmonds
- Edition reference
- The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
- CTS identifier
urn:cts:greekLit:tlg0035.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Μέγαρα
1Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
2ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθος
3σῴζετ’ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
4ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
5ἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;
6ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
7ἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
8δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
9τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
10ἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
11τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων,
12οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
13σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
14ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,
15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
16μαινόμενος κατὰ οἶκον, ὃ δ’ ἔμπλεος ἔσκε φόνοιο.
17τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
18βαλλομένους ὑπὸ πατρί, τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ.
19οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
20μητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
21ὡς δ’ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
22ὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
23θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺς
24πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
25οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇ
26ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
27ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
28μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
29ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
30κεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα,
31Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
32τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐνὶ χερσὶ τοκῆες
33πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
34καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
36νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
37Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
38αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
39πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
40αἰὲν ὁμῶς· δακρύων δὲ παρεστί μοι οὐδ’ ἴ ἐρωή.
41ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
42οἴκῳ ἐν ἡμετέρῳ· πολέων γάρ οἱ ἔργον ἑτοῖμον
43μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
44μοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρου
45καρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεαι ὕδωρ,
46νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα.
47ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς
48κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει·
49καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
50ναίουσ’ , οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
51οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
52νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴ
53ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
54σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
55γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
56ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
57κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
58μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
59ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινεν
60Ἀλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
61μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
62δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
63πευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφω
64κήδἐ ἄλαστα λέγουσα; τὰ δ’ οὐ νῦν πρῶτα κέκλαυται.
65ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαρ
66γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
67ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.
68θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
69καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
70ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
71ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί·
72καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,
73οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
74ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
75ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
76ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
77δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
78στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
79καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
80οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.
81τῷ μή μ’ ἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
82μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
83οὐδ’ ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
84μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
85πρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα,
86καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
87ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
88νῦν δέ μοι οἴχεται οἶος ἐπ’ ἀλλοτρίης νέον ἆθλον
89ἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις
90ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
91πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
92ὕπνον· δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
93ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
94εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
95παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
96τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
97τάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,
98γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
99αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
100καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
101ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
102ἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο·
103ἐξαπίνης δ’ ἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείης
104πῦρ ἄμοτον, περὶ δ’ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
105αὐτὰρ ὅγ’ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
106ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
107αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
108νώμασκεν μακέλην· περὶ δ’ ὄμμασιν ἔνθα καὶ ἔνθα
109πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
110τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
111Ἰφικλέης μεγάθυμος ἐπ’ οὔδεϊ κάππεσ’ ὀλισθὼν
112πρὶν ἐλθεῖν, οὐδ’ ὀρθὸς ἀναστῆναι δύνατ’ αὖτις,
113ἀλλ’ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ ἀμενηνός,
114ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
115καππεσέειν· κεῖται δ’ ὅγ’ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,
116εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
117αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
118ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·
119αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
120παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
121ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
122τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
123παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
124οἴκου ἄφ’ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
125θυμὸς ἐμός, μηδ’ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.