The Greek Library Author

Moschus

Fragmenta

Scientific editors
J. M. Edmonds
Edition reference
The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
CTS identifier
urn:cts:greekLit:tlg0035.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Poem 4

1Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ,

2τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ’ ἔτι μοι γᾶ

3ἐστὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ ἅλς.

4ἀλλ’ ὅταν ἀχήσῃ πολιὸς βυθός, ἁ δὲ θάλασσα

5κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ,

6ἐς χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ’ ἅλα φεύγω,

7γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα,

8ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος, ἁ πίτυς ᾅδει.

9ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,

10καὶ πόνος ἐστὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα.

11αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,

12καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν,

13ἃ τέρπει ψοφέοισα τὸν ἀγρικόν, οὐχὶ ταράσσει.

Poem 5

1Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’ Ἀχὼ

2σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ ἐπεμήνατο Λύδᾳ.

3ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ,

4καὶ Λύδα Σατυρίσκον· Ἔρως δ’ ἐσμύχετ’ ἀμοιβᾷ.

5ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,

6τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ’ ἃ ποίει.

7ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·

8στέργετε τὼς φιλέοντας, ἵν’ ἢν φιλέητε φιλῆσθε.

Poem 6

1Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,

2ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,

3ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,

4καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαν

5νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,

6ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.

7κῶρος λινοθέτας κακομάχανος αἰνὰ διδάσκων

8καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.

ΕΙΣ ΕΡΩΤΑ ΑΡΟΤΡΙΩΝΤΑ

1Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον

2οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην,

3καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων

4ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.

5εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· πλῆσον ἀρούρας,

6μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ ἄροτρα βάλω.