Αδώνιδος επιτάφιος
- Scientific editors
- J. M. Edmonds
- Edition reference
- The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
- CTS identifier
urn:cts:greekLit:tlg0036.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΑΔΩΝΙΔΟΣ ΕΠΙΤΑΦΙΟΣ
1Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις·
2ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες.
3μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε·
4ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
5στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.
6αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
7κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
8λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
9λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
10χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,
11καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ
12θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
13Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
14ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.
15αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
16ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·
17μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
18τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
19καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα
20λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
21πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν
22ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·
23ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται
24Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
25ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο,
26στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ
27χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
28αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
29ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
30Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·
31κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ
32ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.
33καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
34καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
35ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα
36πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
37αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
38Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
39Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
40ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
41ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
42πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
43δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
44ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
45ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον,
46τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
47ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
48πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
49ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
50ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
51φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
52πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
53ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
54λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
55πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
56ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,
57καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
58θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
59χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.
60σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
61καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
62ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες
63αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
64δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
65αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
66αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
67αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
68μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
69οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
70λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
71καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
72κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
73ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
74παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
75βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
76ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
77ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
78ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
79κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
80ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
81κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
82ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
83χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
84χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
85ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
86αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
87ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
88καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν,
89Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει
90αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
91αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
92ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
93αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
94χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
95καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
96οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
97λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·
98δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.