Μύρσων καὶ Λυκίδας
- Scientific editors
- J. M. Edmonds
- Edition reference
- The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
- CTS identifier
urn:cts:greekLit:tlg0036.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΜΥΡΣΩΝ ΚΑΙ ΛΥΚΙΔΑΣ
ΜΥΡΣΩΝ
1Λῇς νύ τί μοι Λυκίδα Σικελὸν μέλος ἁδὺ λιγαίνειν,
2ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον ὁ Κύκλωψ
3ἄεισεν Πολύφαμος ἐπᾳονίᾳ Γαλατείᾳ;
ΛΥΚΙΔΑΣ
4κἠμοὶ συρίσδεν, Μύρσων, φίλον· ἀλλὰ τί μέλψω;
ΜΥΡΣΩΝ
5Σκύριον ὦ Λυκίδα ζαλώμενον ἁδὺν ἔρωτα,
6λάθρια Πηλείδαο φιλάματα, λάθριον εὐνάν,
7πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ’ ἐψεύσατο μορφὰν
8κἠν κώραισιν ὅπως Λυκομηδίσιν ἁπαλέγοισα
9ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.
ΛΥΚΙΔΑΣ
10Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν,
11Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,
12πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην
13οὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,
14μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
15λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
16εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ
17παρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ’ ἠΰτε κώρα·
18καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος
19χιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμα
20παρθενικῆς ἐβάδιζε, κόμας δ’ ἐπύκαζε καλύπτρᾳ.
21θυμὸν δ’ ἀνέρος εἶχε, καὶ ἀνέρος εἶχεν ἔρωτα·
22ἐξ ἀοῦς δ’ ἐπὶ νύκτα παρίζετο Δηϊδαμείᾳ,
23καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ’ αὐτᾶς
24στάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ’ ἄτρἰ ἐπῄνει·
25ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίει
26σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·
27ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,
28αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.
29αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·
30ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες· ἁ δὲ πονηρὰ
31Νυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.
32οὐ γὰρ ἐγὼ σέο ...