The Greek Library Author

Bion Of Phlossa

Fragmenta

Scientific editors
J. M. Edmonds
Edition reference
The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
CTS identifier
urn:cts:greekLit:tlg0036.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

III. ΚΛΕΟΔΑΜΟΣ ΚΑΙ ΜΥΡΣΩΝ

ΚΛΕΟΔΑΜΟΣ

1Εἴαρος ὦ Μύρσων ἢ χείματος ἢ φθινοπώρω

2ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν;

3ἢ θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μογεῦμες;

4ἢ γλυκερὸν φθινόπωρον, ὅτ’ ἀνδράσι λιμὸς ἐλαφρά;

5ἢ καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοὶ

6θαλπόμενοι θέλγονται ἀεργείᾳ τε καὶ ὄκνῳ·

7ἤ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπέ, τί τοι φρήν

8αἱρεῖται; λαλέειν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἄμμιν.

ΜΥΡΣΩΝ

9κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι·

10πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι

11ἐξερέω Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων.

12οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ’ ἅλιος ὀπτῇ.

13οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει.

14οὖλον χεῖμα φέρειν· νιφετὸν κρυμώς τε φοβεῦμαι.

15εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι παρείη,

16ἁνίκα μήτε κρύος μήθ’ ἅλιος ἄμμε βαρύνει.

17εἴαρι πάντα κύει, πάντ’ εἴαρος ἁδέα βλαστεῖ,

18χἀ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς

IV.

1Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι

2ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα

3ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε,

4χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,

5τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτων

6τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.

7χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,

8τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν,

9ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ,

10καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς

11μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα·

12φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ.

13φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ,

14εἰσόκα μή νιν ἕλῃς· ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς,

15οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶ

16ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.

V.

1Ἁ μεγάλα μοι Κύπρις ἔθ’ ὑπνώοντι παρέστα,

2νηπίαχον τὸν Ἔρωτα καλᾶς ἐκ χειρὸς ἄγοισα

3ἐς χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον·

4μέλπειν μοι φίλε βοῦτα λαβὼν τὸν Ἔρωτα δίδασκε.

5ὣς λέγε· χἂ μὲν ἀπῆνθεν, ἐγὼ δ’ ὅσα βουκολίασδον,

6νήπιος ὡς ἐθέλοντα μαθεῖν τὸν Ἔρωτα δίδασκον,

7ὡς εὗρε πλαγίαυλον ὁ Πάν, ὡς αὐλὸν Ἀθάνα,

8ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἁδὺς Ἀπόλλων.

9ταῦτά νιν ἐξεδίδασκον· ὃ δ’ οὐκ ἐμπάζετο μύθων,

10ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ’ ἐδίδασκε

11θνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα.

12κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτ’ ἐδίδασκον,

13ὅσσα δ’ Ἔρως μ’ ἐδίδαξεν ἐρωτύλα πάντ’ ἐδιδάχθην.

VI.

1Ταὶ Μοῖσαι τὸν Ἔρωτα τὸν ἄγριον οὐ φοβέονται

2ἐκ θυμῶ δὲ φιλεῦντι καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται.

3κἢν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἀείδῃ,

4τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν·

5ἢν δὲ νόον τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ,

6ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.

7μάρτυς ἐγών, ὅτι μῦθος ὅδ’ ἔπλετο πᾶσιν ἀλαθής.

8ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,

9βαμβαίνει μοι γλῶσσα καὶ ὡς πάρος οὐκέτ’ ἀείδει·

10ἢν δ’ αὖτ’ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,

11καὶ τόκα μοι χαίροισα διὰ στόματος ῥέει αὐδά.

VII.

1Οὐκ οἶδ᾽, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.

2εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα

3κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα·

4εἰ δ’ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν;

5εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν

6ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ’ ἀνύεσθαι

7τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα, τὸν δ’ ἐπὶ μόχθῳ,

8ἦν τάχα μοχθήσαντί ποθ’ ὕστερον ἐσθλὰ δέχεσθαι.

9εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν

10ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,

11ἐς πόσον ἆ δειλοὶ καμάτως κεἰς ἔργα πονεῦμες,

12ψυχὰν δ’ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας

13βάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;

14λαθόμεθ’ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα,

15χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;

VIII.

1Ὄλβιοι οἱ φιλέοντες, ἐπὴν ἴσον ἀντεράωνται.

2ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος,

3εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο.

4ὄλβιος ἦν χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας,

5ὥνεκά οἱ ξυνὰς Πυλάδας ᾅρητο κελεύθως.

6ἦν μάκαρ Αἰακίδας ἑτάρω ζώοντος Ἀχιλλεύς·

7ὄλβιος ἦν θνᾴσκων, ὅτι οἱ μόρον αἰνὸν ἄμυνεν.

IX.

1Ἕσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Ἀφρογενείας,

2Ἕσπερε κυανέας ἱερὸν φίλε νυκτὸς ἄγαλμα,

3τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,

4χαῖρε φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντι

5ἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνα

6σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωρὰν

7ἔρχομαι, οὐδ’ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω·

8ἀλλ’ ἐράω· καλὸν δέ τ’ ἐρασσαμένω συναρέσθαι.

X.

1Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας,

2τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χάλεπτες;

3τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ,

4ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι,

5ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;

6ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν,

7ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;

XI.—ΕΙΣ ΤΟΝ ΥΑΚΙΝΘΟΝ

1ἀμφασία τὸν Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα.

2δίζετο φάρμακα πάντα, σοφὰν δ’ ἐπεμαίετο τέχναν,

3χρῖεν δ’ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν

4ὠτειλάν· Μοίραισι δ’ ἀναλθέα φάρμακα πάντα

XII.

1αὐτὰρ ἐγὼν βασεῦμαι ἐμὰν ὁδὸν ἐς τὸ κάταντες

2τῆνο ποτὶ ψάμαθόν τε καὶ ἀϊόνα ψιθυρίσδων,

3λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας

4ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ

XIII.

1οὐ καλὸν ὦ φίλε πάντα λόγον ποτὶ τέκτονα φοιτᾶν,

2μηδ’ ἐπὶ πάντ’ ἄλλω χρέος ἰσχέμεν· ἀλλὰ καὶ αὐτὸς

3τεχνᾶσθαι σύριγγα· πέλει δέ τοι εὐμαρὲς ἔργον

XIV.

1Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν.

2μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν,

3τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.

XV.

1ἐκ θαμινᾶς ῥαθάμιγγος, ὅπως λόγος, αἰὲς ἰοίσας

2χἀ λίθος ἐς ῥωχμὸν κοιλαίνεται

XVI.

1μηδὲ λίπῃς μ’ ἀγέραστον, ἐπεὶ χὠ Φοῖβος ἀείδων

2μισθοδοκεῖ. τιμὰ δὲ τὰ πράγματα κρέσσονα ποιεῖ

XVII.

1μορφὰ θηλυτέραισι πέλει καλόν, ἀνέρι δ’ ἀλκά

XVIII.

1πάντα θεοῦ γ’ ἐθέλοντος ἀνύσιμα, πάντα βροτοῖσιν

2ἐκ μακάρων ῥάϊστα καὶ οὐκ ἀτέλεστα γένοντο.