The Greek Library Catalogue

Anonymous

Epistula

Edition reference
Epistula, ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 131.
CTS identifier
urn:cts:greekLit:tlg0038.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.}

1

Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρός

2

σε· διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα

3

ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵν' εἴ τι γένοιτο

4

ἀλλοῖον, μήτι σε ἠδικηκὼς ἀπίω, τὸν εἰς ἔμ' ἐκτενῶς

5

οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δ' εἶ

6

τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς διά τε τὴν ἡλικίαν

7

καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημέ-

8

νος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατί-

9

θεμαι, δίκαιος ἡμῖν εἶναι, ὅπως ὅσον ἐπὶ σοὶ τὰ

10

κατ' ἐμὲ εὐσχημόνως ᾖ μοι διῳκημένα. κεῖνται δὲ

11

Ἀθήνησιν αὗται παρά τισι τῶν γνωρίμων καὶ ἐν Ἐρε-

12

τρίᾳ παρ' Ἀμφικρίτῳ.