The Greek Library Catalogue

Anonymous

Epistulae

Edition reference
Epistulae, ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 100.
CTS identifier
urn:cts:greekLit:tlg0043.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ἄμασις Πολυκράτει ὧδε λέγει. Ἡδὺ μὲν

πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα,

ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐχ ἀρέσκουσι

ἐπισταμένῳ τὸ θεῖον ὡς ἔστι φθονερόν· καί κως βού-

λομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυ-

χέειν τῶν πρηγμάτων, τὸ δὲ προσπταίειν, καὶ οὕτω

διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων, ἢ εὐτυχέειν

τὰ πάντα. οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις

ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρόρριζος, εὐτυχέων τὰ

πάντα. σὺ ὦν νῦν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς

εὐτυχίας τοιάδε· φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλεί-

στου ἄξιον, καὶ ἐπ' ᾧ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυ-

χὴν ἀλγήσεις, τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει

ἐς ἀνθρώπους. ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ

εὐτυχίαι τοι τῇσι πάθῃσι προσπίπτωσι, τρόπῳ τῷ ἐξ

ἐμεῦ ὑποκειμένῳ ἀκέο.

2

Βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι

σοφωτάτῳ. Ἑλλήνων. Βασιλεὺς Αἰθιόπων ἔχει πρὸς

ἐμὲ σοφίας ἅμιλλαν, ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ

πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκ-

πιεῖν με κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι

μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου,

μὴ λύσαντι δὲ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀπο-

στῆναι. Σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον.

Ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρ' ἡμῶν,

οὐ τἀμὰ κωλύσει.