The Greek Library Catalogue

Anonymous

Epistula

Edition reference
Epistula, ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 490.
CTS identifier
urn:cts:greekLit:tlg0049.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Σόλωνι.}

1

Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην οὔτε οὐ

2

προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον

3

γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ

4

τῷ ἐκείνου γένει ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω

5

οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους, ἀλλὰ καθ' ὅ τι

6

σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις ἐπιτρέπω πολι-

7

τεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημο-

8

κρατίαν· οὐκ ἐῶ γὰρ οὐδένα ὑβρίζειν, καὶ ὁ τύραννος

9

ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς,

10

ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα.

11

ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκά-

12

την, οὐκ ἐμοί, ἀλλ' ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυ-

13

σίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν πό-

14

λεμος ἡμᾶς καταλάβῃ. σοὶ δ' ἐγὼ οὔτι μέμφομαι

15

μηνύσαντι τὴν ἐμὴν διάνοιαν· εὐνοίᾳ γὰρ τῆς πόλεως

16

μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες, ἔτι τε ἀμαθίᾳ

17

τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μα-

18

θὼν τάχ' ἂν ἠνέσχου καθισταμένου, οὐδ' ἔφυγες.

19

ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ

20

ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου· ἴσθι

21

γὰρ μηδ' ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ

22

δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώ-

23

τους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε

24

ἄλλως Ἀθήνῃσιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕ-

25

νεκα μὴ ἐστέρησο τῆς πατρίδος.