The Greek Library Catalogue

Anonymous

Fragmentum epistulae ad Clearetam

Edition reference
Fragmentum epistulae ad Clearetam, ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period, Åbo: Åbo Akademi, 1965: 115–116.
CTS identifier
urn:cts:greekLit:tlg0051.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

115

{Letter to Kleareta}

Hercher, Epistologr. Gr. p. 607 Αὐτομάτως ἐμὶν φαίνῃ πλέονα

τῶν καλῶν ἔχεν· τὸ γὰρ ἐσπουδασμένως ἐθέλεν τὺ ἀκοῦσαι περὶ γυναικὸς

εὐκοσμίας καλὰν ἐλπίδα διδοῖ ὅτι μέλλεις πολιοῦσθαι κατ' ἀρετήν.

χρὴ ὦν τὰν σώφρονα καὶ ἐλευθέραν τῷ κατὰ νόμον ἀνδρὶ ποτῆμεν

116

ἁσυχᾶ κεκαλλωπισμέναν ἀλλὰ μὴ πολυκερδῶς, ἦμεν δὲ τᾷ ἐσθᾶτι

λευκοείμονα καὶ καθάριον καὶ ἀφελῆ, ἀλλὰ μὴ πολυτελῆ καὶ περισσάν·

παραιτητέον γὰρ αὐτᾷ τὰν διαυγῆ καὶ διαπόρφυρον καὶ τὰ χρυσόπαστα

τῶν ἐνδυμάτων. ταῖς ἑταίραις γὰρ τάδε χρήσιμα ποττὰν τῶν πλεόνων

θήραν, τᾶς δὲ ποθ' ἕνα τὸν ἴδιον εὐαρεστούσας γυναικὸς κόσμος ὁ

τρόπος πέλει καὶ οὐχ αἱ στολαί· εὔμορφον γὰρ τὰν ἐλευθέραν ἰδέσθαι

τῷ αὑτᾶς ἀνδρί, ἀλλ' οὐ τοῖς πλασίον. ἔχοις 〈δ'〉 ἂν ἐπὶ τᾶς ὄψιος

ἐρύθαμα μὲν σαμεῖον αἰδοῦς ἀντὶ φύκιος, καλοκαγαθίαν δὲ καὶ κοσμιό-

τατα καὶ σωφροσύναν ἀντὶ χρυσῶ καὶ σμαράγδω. οὐ γὰρ ἐς τὰν τᾶς

ἐσθᾶτος πολυτέλειαν φιλοκαλεῖν δεῖ τὰν γλιχομέναν τᾶς σωφροσύνας,

ἀλλ' ἐς τὰν οἰκονομίαν τῶ οἴκω, ἀρέσκεν δὲ αὐτὰν τῷ αὑτᾶς ἀνδρὶ

ἐπιτελέας ποιεῦσαν τὰς ἐκείνω θελήσιας· αἱ γὰρ τῶ ἀνδρὸς θελήσεις

νόμος ὀφείλει ἄγραφος εἶναι κοσμίᾳ γυναικί, ποθ' ὃν χρὴ βιῶν αὐτάν·

νομίζεν δὲ προῖκα κατενηνέχθαι ἅμα αὑτᾷ καλλίσταν καὶ μεγίσταν

τὰν εὐταξίαν. πιστεύεν γὰρ χρὴ τῷ τᾶς ψυχᾶς κάλλει τε καὶ πλούτῳ

μᾶλλον ἢ τῷ τᾶς ὄψιος καὶ τῶν χρημάτων· τὰ μὲν γὰρ φθόνος καὶ

νοῦσος παραιρέεται, τὰ δὲ μέχρι θανάτω πάρεντι ἐκτεταμένα.