Epistulae
- Scientific editors
- Rudolf Hercher
- Edition reference
- Epistolographi Graeci · Paris · A. F. Didot · 1873
- CTS identifier
urn:cts:greekLit:tlg0053.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
α′. Λυκίνῳ.
Πολύκλειτος ὁ Μεσσήνιος, οὗ κατηγορεῖς παρὰ τοῖς πολίταις προδοσίαν, ἰάσατό μου νόσον ἀνήκεστον, οὐκ ἀγνοῶ δὲ λύπας εὐαγγελιζόμενός σοι καὶ δάκρυα σὲ δ᾽ οὐκ ἂν οὐδ᾽ αὐτὸς δ τῆς τέχνης ἡγεμὼν Ἀσκληπιὸς πιὸς μετὰ πάντων ἰάσαιτο τῶν θεῶν. σώματος μὲν γὰρ ἀρρωστίαν θεραπεύει τέχνη, ψυχῆς δὲ νόσον ἰατρὸς ἶᾶται θάνατος, ὃν ἐπαχθέστατον ἀντὶ πολλῶν καὶ μεγάλων ἀδικημάτων, οὐκ ἀκουσίων, ὧν ἐμοὶ προστρίβεις ἀλλ ἑκουσίων, ὧν αὐτὸς εἴργασαι, προσδέχου.
β′. Μεγαρεῦσι.
Οὐ μέμφομαι τὴν ἀχαριστίαν ὁμῶν πολλάκις εὐηργετημένων, ὅτι μου κρινομένου περὶ τῶν ὅρων πρὸς τοὺς ἀστυγείτονας κατεψευδομαρτυρήκατε, κατηγορῶ δὲ ἐμαυτοῦ τῆς ἀναλγησίας, ὅτι προπηλακιζόμενος ὑπὸ τῶν αὐτῶν πολλάκις οὐ σωφρονίζομαι. ὑμεῖς μὲν γὰρ οὐδέποτε χάριτος ἐμοὶ μνημονεύετε, ἐγὼ δ᾽ ὡς μηδέποτε ἐπιλελησμένοις χαρίζομαι.
γ′. Τυρσηνῷ.
Εἰ τοὺς μετ᾽ ἀνάγκης τι πράξαντας τῶν μὴ νομίμων χαλεπὰς ἔχειν δεῖ περὶ τοῦ μέλλοντος βίου τὰς προσδοκίας, ὡς ὑπέφαινες Αἰγεσταίοις, εἰς τὴν τοῦ δαιμονίου πρόνοιαν ἀναφέρων τὰ περὶ ἐμοῦ, τίνας ἐχρῆν ἐλπίδας ἔχειν σὲ περὶ σεαυτοῦ, τὸν μὴ μετ᾽ ἀνάγκης μηδὲν ὢν παρανενόμηκας, μετὰ γνώμης δὲ ἅπαντα ἠσεβηκότα;
δ′. Λυκίνῳ.
Οὐκ ὀρθῶς ἠρώτησας ἐν Δεοντίνοις ὡς παρόντα με καὶ δυνάμενον ἀποκρίνασθαί σοι, τίς εἰμὶ καὶ τίνων καὶ πόθεν. ἐγὼ γὰρ ὥσπερ ἐμαυτὸν οἶδα Φάλαριν Λεωδάμαντος υἱόν, Ἀστυπαλαιέα τὸ γένος, πατρίδος ἀπεστερημένον, τύραννον Ἀκραγαντίνων, ἔμπειρον πολέμων, ἀπτῶτα μέχρι τοῦ παρόντος, οὕτως οἶδα καὶ Δυκῖνον πόρνον μὲν ἐν παισί, λάγνον δ᾽ ἐν νέοις, μοιχὸν δ᾽ ἐν γυναιξίν, ἀκόλαστον δ᾽ ἐν νόμοις, ἀσελγῆ δ᾽ ἐν ἡδοναῖς, ἀργὸν δ᾽ ἐν εἰρήνη, λιποτάκτην δ᾽ ἐν τολέμῳ, δώσοντά μοι καὶ τῶν δημηγοριῶν καὶ τούτων ὧν ἐλέγχω σε δίκην, ἐὰν μὴ θᾶττον ἁλῷς, ἀλλ’ οὖν ὅταν ἔκδοτόν σε παραδῶσι Λεοντῖνοι, βουλόμενοι τοῦ πρὸς ἡμᾶς ἀπαλλαγῆναι πολέμου.
ε′. Λεοντίνοις.
Εἰ καταλῦσαί με τὸν πρὸς ὑμᾶς ὀρέγεσθε πόλεμον, μηδὲν αἰδεσθέντες ἔκδοτέ μοι Λυκῖνον, ἵνα τὴν ὀργὴν ἅπασαν εἰς τοῦτον ἀφεὶς παύσωμαι τοῦ πρὸς τὴν πόλιν θυμοῦ. χρήσομαι δ’ οὐδὲν αὐτῷ χαλεπώτερον ἢ πάντας ὑμᾶς ἐπίσταμαι βουλομένους.
ϛ′. Ζευξίππῳ.
Τῷ μὲν υἱῷ σου διὰ τὴν νεότητα συγγινώσκω, σοὶ δὲ διὰ τὸ γῆρας, καίπερ ἀσύγγνωστα πεποιηκόσιν. ἂν μέντοι μὴ παύσησθε τῆς αὐθαδείας, οὔτ’ ἐκεῖνον ἡ νεότης οὔτε σὲ τὸ γῆρας ἐξαιρήσεται, δι’ αὐτὰ δὲ ταῦτα καὶ μᾶλλον κολασθήσεσθε, δι’ ἃ νῦν συγγνώμης ἀξιοῦσθε.
ζ′. Ευήνῳ.
Γνώμης γενόμενος τὸ πρῶτον ἁλόντα αἰχμάλωτον ἀποκτεῖναί σου τὸν υἱὸν ἀνθ’ ὧν ἠδίκηκέ μου τοὺς ναυάρχους, μετέγνων ὕστερον καὶ σέσωκα. μᾶλλον γὰρ βούλομαι διὰ τῆς ἐκείνου ζωῆς σὲ λυπεῖν ἢ διὰ τῆς ἀναιρέσεως τὸν ἀποθανόντα.
η′. Σαμέᾳ.
Εἰδώς σου τὴν χρηστότητα τοῦ τρόπου καὶ τὴν ὑπερφυᾶ πρὸς ἅπαντας φιλανθρωπίαν, καὶ ὅτι τὰς τῶν πλησίον εὐτυχίας ἡμέρως καὶ συμπαθῶς ἰδίας ἀλγηδόνας καὶ συμφορὰς ἡγῇ, γέγραφά σοι συντόμως, ὅτι καὶ τὴν δίκην καὶ τὴν ναυμαχίαν καὶ τὴν παράταξιν καὶ τὸ τελευταῖον τὸν ἱππικὸν ἀγῶνα νενικήκαμεν, ἵν’ ἀκούσας, ὡς προσήκει καλῷ κἀγαθῷ, στένῃς ἀδιαλείπτως, λαμβάνων παρὰ τῆς σεαυτοῦ φύσεως τὰς ἀξίας καὶ πρεπούσας τοσαύτῃ κακοηθείᾳ βασάνους.
θ′. Κλεοστράτῳ.
Πάνυ μοι δοκεῖ μετὰ γέλωτος ἄξιον εἶναι θαυμάσαι τὸ σωφρονίζεσθαί τινας ὑπὸ σοῦ· τὸν γὰρ ἄλλοις ἐπιτιμᾶν ἐπιβαλλόμενον καὶ αὐτὸν ἀπηλλάχθαι χρὴ πάσης πονηρίας. σὺ δὲ ταῖς τῶν ὑπὸ σοῦ νουθετουμένων κακίαις ἔνοχος ὢν καὶ ταῖς ἄλλαις ἁπάσαις ὡς ἀνεπίληπτος εἰς πονηρίαν οὕτω νουθετεῖς.
ι′. Λακρίτῳ.
Ἀχθομένῳ σοι βαρέως ἐπὶ τῇ τοῦ παιδὸς τελευτῇ πᾶσα συγγνώμη, κἀγὼ δὲ σφόδρα συμπαθῶν, ὡσεὶ τῶν οἰκείων τὸ συμβεβηκὸς ἡγούμενος, μεῖζον ἄχθομαι, καίτοι στερροτέρᾳ φύσει πρὸς τὰ τοιαῦτα χρώμενος διὰ τὸ μηδὲν ὄφελος ὁρᾶν μηδὲ τοῖς ἀμέτρως ἀνιωμένοις. παραμυθία δέ σοι ἔστω μεγάλη τῆς ἐπ’ αὐτῷ συμφορᾶς πρῶτον μέν, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος ἐν πολέμῳ σὺν ἀριστείᾳ τέθνηκεν, εἶθ’ ὅτι νικῶν καλλίστου τέλους ὑπὸ τῆς εἱμαρμένης ἠξίωται, τὸ δὲ τελευταῖον ὅτι μηδὲν ἁμαρτὼν παρὰ τὸν βίον ἐπεσφράγισται τὴν ἰδίαν ἀρετὴν θανάτῳ. ὁ μὲν γὰρ ἐν τῷ ζῆν ἀγαθὸς ἄδηλον εἰ μὴ μεταβαλεῖ πρὸς τὸ χεῖρον· αἱ τύχαι γὰρ ἀνθρώπων τὸ πλεῖστον, οὐχ αἱ γνῶμαι κρατοῦσιν· ὁ δὲ τελευτήσας ἀκατηγόρητος ἐν τῷ καλλίστῳ σχήματι τῆς δόξης καθίδρυται. μίσας οὖν ἀξίας παρ’ αὐτοῦ χάριτας ἀπειληφέναι γενέσεως καὶ ἀνατροφῆς τὸ καλὸν κἀγαθὸν μέχρι τέλους αὐτὸν γεγονέναι, ταύτην αὐτῷ τὴν ἀμοιβὴν ἀντίδος, τὸ πράως καὶ μετρίως τὴν ἐπ’ αὐτῷ λύπην ἐνεγκεῖν.
ια′. Μεγακλεῖ.
Καὶ τοὺς ἵππους ἐκπέπομφά σοι κεκοσμημένους ἐπὶ τὸν ἀγῶνα καὶ τὰ χρήματα δοῦναι Τεύκρῳ προστέταχα. κἂν ἄλλου του δέῃ, μὴ κατόκνει γράφειν· οὐδὲν γὰρ οὕτως ἔσται μέγα τῶν αἰτημάτων, ὃ μὴ πάντως αἰτησαμένῳ χαριούμεθα.
ιβ′. Ἀγλάῳ.
Τεθησαυρίκαμεν τοῦ πλούτου ὅσον παρέσχεν ὁ θεὸς εἰς μεταβολὰς τῆς τύχης οὐκ ἐν τοῖς κόλποις τῆς γῆς, ὡς παρῄνεις, ἀλλ’ εἰς τοὺς βουληθέντας τῶν φίλων τὰς δωρεὰς λαμβάνειν. σὺ δ’ οὐδ’ εἰς τοῦτο πρόθυμον ἡμῖν σεαυτὸν ἐχαρίσω, τὸ κατά γε ὑμᾶς τοὺς φίλους, κἂν ἀποσφαλῶμεν τῆς ἀρχῆς, ἔχεσθαι τῶν ἐλπίδων. οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γε λαβὼν ὡς παρακαταθήκην ἐμοὶ φυλαχθησομένην φίλου τι ποίησον ἔργον· πιστὸν γὰρ οὐδὲν ἡγησόμεθα γῆς μέρος παρελθόντες ὡς κόνεως ἀπιστοτέρους τοὺς ἐξ ὑμῶν τῶν ἑταίρων κρατίστους. ὧν εὐτυχούντων, κἂν αὐτὸς ἑτέρῳ συμπλακῶ δαίμονι, ἡσθεὶς οὐδὲν ἧττον εὐτυχεῖν δόξω.
ιγ′. Ἡροδίκῳ.
Ἄλλου μὲν ἦν κακῶς πεπονθότος μηδὲν ὁμολογῆσαι πρὸς τὸν δεδρακότα περὶ ἀμύνης, ἵν’ ὡς ἥκιστα πρὸς αὐτὸν ὕποπτος ἁλῴη, ἐγὼ δὲ τοῦτο μὲν ἀγεννοῦς ἀνδρὸς ἔργον ἡγοῦμαι τὸ τὸν ἀγνοοῦντα χειρώσασθαι. προηδικημένος δ’ ὑπὸ σοῦ μεγάλα μηνύω σοι φυλάτ- τεσθαι τὴν ἐπιοῦσαν ἐξ ἡμῶν ἄμυναν, ἵνα πρὸ τοῦ μὲν παθεῖν ἡ προσδοκία κολάζῃ σε, μετὰ δὲ τὴν προσδοκίαν αὐτὸ τὸ παθεῖν.
ιδ′. Εὐμήλῳ.
Οὔτε δοκοῦντος οὔτε ὄντος ἀδίκου τὸν ἄρξαντα πλημμελεῖν ἀμύνεσθαι, τοῦ πρώτου γεγονότος ὑπὸ τοῦ τὸ δεύτερον παρ’ ἡμῶν ἔσεσθαι προσδέχου.
ιε′. Τεύκρῳ.
Ταυρομενείταις τὰ λύτρα τῶν αἰχμαλώτων, ἅπερ ἔλαβον ἀπόδος, μὴ ποιούμενος ἐμὴν τὴν χάριν ἀλλὰ Στησιχόρου. ζῇ γὰρ ἐκεῖνος εἰς τὴν τῶν ληψομένων εὐεργεσίαν ὁ παρ’ ἐμοῦ ταύτην ᾐτημένος, τέθνηκε μέντοι ἡ περὶ τούτων αὐτῷ χάρις εἰς ἀμνήμονας ἀνθρώπους δεδομένη.
ϛ′. Ἀριστοφῶντι.
Τὰ μὲν σὰ καὶ τούτων ὧν πεπόμφαμεν καὶ πλειόνων ἔτι καὶ μειζόνων ἀγαθῶν ἄξια, τὰ δ’ ἐμὰ μὴ βούλου μαθεῖν· οὐδὲν γὰρ ἐπ’ αὐτοῖς ἔχομεν σιγῆς κρεῖττον.
ιζ′. Ἀμφινόμῳ.
Οὐ διδόναι χάριτας οἶμαι δωρούμενος ἀγαθοῖς ἀνδράσιν, ἀλλὰ πολὺ μᾶλλον παρ’ αὐτῶν λαμβάνειν. ὅθεν, ἀξιῶ, μὴ ὡς πρὸς δεδωκότα με χάριν, ἀλλ’ ὡς πρὸς ὀφείλοντά σοι διὰ τὸ βουληθῆναί σε λαβεῖν ἃ ἐπέμψαμεν γράφε.
ιη′. Ἐρυθείᾳ.
Καί περ ἐμαυτοῦ πλείστην οἶδά σοι χάριν καὶ περὶ τοῦ κοινοῦ παιδός, ὃν ἐπὶ σοὶ κατέλιπον, Ἐρύθεια· περὶ μὲν ἐμαυτοῦ, ὅτι φεύγοντός μου χηρεύειν ὑπέμεινας μᾶλλον ἢ γήμασθαί τινι, πλείστων ἀγαγέσθαι σε βουλομένων, περὶ δὲ τοῦ παιδός, ὅτι σὺ ἀμφότερα καὶ πατὴρ αὐτῷ καὶ μήτηρ ἐγένου, οὔτ’ ἄνδρ’ ἕτερον ἀντὶ Φαλάριδος, οὔθ’ υἱὸν ἀντὶ Παυρόλα προτμήσασα, ἀλλ’ ἀντὶ μὲν ἀνδρὸς δευτέρου τὴν ἐπὶ τῷ πρώτῳ μονὴν ἑλομένη, ἀντὶ δὲ παιδὸς ἄλλου τὸν ὑπὸ τοῦ πρώτου σπαρέντα σώζουσα. τελείωσον οὖν ἀνδρὶ καὶ υἱῷ τὴν ὑπὸ σεαυτῆς αὐτῷ δεδομένην χάριν, ἄχρις ἂν φρονήσας τὰ ἁρμόζοντα τοῖς χρόνοις μήτε πατρὸς ἔτι μήτε μητρὸς προσδέηται. λιπαρῶ δέ σε μετὰ τοσαύτης δεήσεως, οὐχ ὡς ἀπιστῶν μητρὶ περὶ τέκνου καὶ ταῦτα τοιαύτῃ, ἀλλ’ ὡς πατὴρ ὑπὲρ ἑνὸς υἱοῦ φοβούμενος. δύναιο δ’ ἂν ἀπὸ τῶν σεαυτῆς παθῶν καὶ τὸ παρὰ πατέρων ἐπὶ τέκνοις ἐνθυμηθεῖσα δέος συγγνώμης ἀξιοῦν τὸν οὕτως ἐπιστέλλοντά με.
ιθ′. Παυρόλᾳ.
Μάλιστα μὲν ἀμφοτέρους τοὺς γονέας, ὦ παῖ, στέργειν σοι προσήκει καὶ περὶ πλείστου ποιεῖσθαι· τοῦτο γὰρ καὶ σεμνὸν καὶ ἄλλως εὐσεβὲς υἱῷ, μεμνῆσθαι τῆς τῶν γεγεννηκότων καὶ τοσαῦτ’ εὐηργετηκότων χάριτος. ἐπεί τοι πατρὸς ἀμέλησον μᾶλλον ἢ μητρός· οὐ γὰρ ἀπὸ τῶν ἴσων καὶ ὁμοίων τὰ πατρὸς ἂν εἴη δίκαια πρὸς τέκνων αὔξησιν καὶ τὰ μητρός, ἀλλ’ ἣ μὲν γὰρ σὺν τῷ κυῆσαι καὶ γεννῆσαι καὶ τιθηνῆσαι μυρίους ἄλλους ἀνήντλησε πόνους, ὃ δ’ ἐκτραφέντος ὑπὸ τῆς τεκούσης καὶ τελειωθέντος ἀπολαύσεως μετέχειν ἀξιοῖ, δυσκόλου πειραθεὶς οὐδενός.
(2) ἰδιαίτερον δὲ τῶν ἄλλων ἡ σὴ μήτηρ διὰ τὰς ἐμὰς φυγὰς περὶ τῆς σῆς κεκοπίακε τελειώσεως, τὰς ὑπὲρ ἀμφοῖν μόνη φροντίδας ὑποστᾶσα, ὥστε καὶ σὺ τὰς εἰς ἑκατέρους τοὺς γονέας εὐχαριστίας μιᾷ μητρὶ τῇ πάντα πονησάσῃ ἀπόδος. πεπληρώσεται γάρ σοι καὶ τὰ πρὸς τὸν πατέρα δίκαια διὰ τῶν εἰς τὴν μητέρα φιλανθρώπων· οὐδὲν γὰρ ἀπαιτήσω πλεῖον εἰς ἐμαυτόν, ἂν εἰς ταύτην εὐσεβήσῃς, μᾶλλον δὲ καὶ προσειληφέναι παρὰ σοῦ πολὺ μέρος εὐεργεσίας ὁμολογήσω. πρέποι δ’ ἄν σοι μητρὶ περὶ πολλῶν χάριν ἀποδόντι μεγάλης εὐεργεσίας ἀρχὴν ποιήσασθαι πρὸς πατέρα.
κ′. Τῷ αὐτῷ.
Τὰ μὲν παρὰ πατρὸς εἰς υἱὸν ἔσχηκας δίκαια, Παυρόλα, τὰ δ’ ἐκ σοῦ πατρὶ δυνάμενος οὐκ ἀντιπαρέχων ἁμαρτάνεις· πυνθάνομαι γάρ σε παιδείας, ὃ πολλάκις ἐμεμψάμην, οὐκ ἐπιμελεῖσθαι. ἄλλην δὲ χάριν οὐκ ἐπιζητῶ λαβεῖν παρὰ σοῦ ταύτης ὑστερήσας. ἴσθι δέ, ὅτι καὶ τὸ παιδείας συμφέρον ἂν χαρίσασθαι βουληθῇς, οὐχ ὁ ληψόμενος τὴν χάριν ἀλλ’ ὁ δώσων μᾶλλον καθέξει.
κα′. Μεσσηνίοις.
Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβών, δυνάμενος ἀποκτεῖναι, χαλεπωτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἔπαινον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦθ’ ὁμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνῄρηκεν, ἀλλ’ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδ’ ὁτιοῦν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὅμοια τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα γοῦν, ὅτι διὰ τὴν δόσιν τῶν χαριστηρίων πάντες εὔχεσθε προδόται μᾶλλον Ἀκραγαντίνων ἢ τυραννοκτόνοι Φαλάριδος ἀκουσθῆναι.
κβ′. Ἀνδροκλεῖ.
Κἀγὼ μὲν ἐσπουδασμένως ἐπέσταλκα Στησιχόρῳ μηδὲν ἀχθεσθῆναι περὶ τῆς διαβολῆς, ἣν κατ’ αὐτοῦ πεποίηνται πρός με οἱ περὶ Εὔβουλον, καὶ σὺ δὲ δός μοι ταύτην τὴν χάριν, ἀνάδοχος αὐτῷ γενόμενος περὶ τοῦ μηδὲν ἐμὲ κατ’ αὐτοῦ πονηρὸν πεπιστευκέναι. μᾶλλον γὰρ ἂν πεισθείην, ὡς τὴν ἀρχὴν νὴ Δία οὐδὲ ἐπεβουλεύθην ὑπ’ αὐτῶν, ὅπερ ὡμολογήκασιν, ἢ ὡς διὰ τὰς ἐκείνου ποιήσεις, ἀλλ’ οὐ διὰ τὰς ἰδίας κακουργίας εἴησαν ἐπιβεβουλευκότες.
κγ′. Πυθαγόρᾳ.
Ἡ Φαλάριδος τυραννὶς τῆς Πυθαγόρου φιλοσοφίας πλεῖστον ὅσον δοκεῖ κεχωρίσθαι, κωλύει δὲ ὅμως οὐδὲν καὶ τούτων οὕτως ἐχόντων συγγενομένους ἡμᾶς τὴν ἀτρεκῆ διάπειραν ἀλλήλων λαβεῖν· δύναιτο γᾶρ ἂν καὶ τὰ πόρρωθεν διεστῶτα συναγαγεῖν εἰς ταῦτὸν ὁμιλία. ἐγὼ μὲν οὖν ἀκοῇ τὰ περὶ σοῦ πυνθανόμενος ἄριστον ἄνδρα πέπεισμαί σε εἶναι, σὺ δὲ περὶ ἐμοῦ μὴ κρῖνε· ψευδὴς γάρ με δόξα λυπεῖ. οὐ μὴν ἀλλ᾽ ἐμοὶ μὲν οὐκ ἔστιν ἀσφαλὲς ἀφικέσθαι πρὸς σὲ δι᾽ ἥν κατηγοροῦμαι τυραννίδα· ἄνευ μὲν γὰρ ὅπλων καὶ δορυφόρων ἐρχόμενος εὐεπιχείρητος ἔσομαι μεθ᾽ ὅπλων δὲ καὶ φρουρᾶς ὕποπτος, σοὶ δὲ πᾶσα ἀσφάλεια κινδύνων ἀπηλλαγμένῳ καὶ παραγενέσθαι πρός με καὶ μεθ᾽ ἡσυχίας συμβιῶναι.
(2) λαμβάνων δέ μου διάπειραν, ἐὰν μὲν ὡς τύραννον ἐξετάζῃς, ἰδιώτην εὑρήσεις με μᾶλλον ἢ τύραννον· ἐὰν δὲ ὡς ἰδιώτην, ἔχοντά τι διὰ τὴν ἀνάγκην καὶ τυράννου. κρατεῖν γὰρ οὐχ οἷόν τε τοιαύτης ἀρχῆς ὠμότητι μὴ χρώμενον, οὐδ ᾽ ἔστιν ἐν τυραννίδι χρηστότης ἀκίνδυνον. διά τε οὖν τἄλλα καὶ διὰ τοῦτό σοι ποθῶ συγγενέσθαι· πείσομαι γάρ σοι τὴν ἡμερωτέραν ὁδὸν πορευθῆναι, ἐὰν τὸ πιστὸν εἰς σωτηρίαν τῷ πεισθησομένῳ μετὰ τῶν Πυθαγόρου λόγων ἡ ἀλήθεια προσβεβαιώσῃ.
κδ′. Θώρακι.
Πότερον ἐμαυτὸν ὡς ἀσαφῶς γράφοντα μέμψωμαι ἢ σὲ ὡς ἑκουσίως μαθεῖν μὴ βουλόμενον αἰτιάσωμαι ἁγνοῶ· δύο γάρ σοι μυριάδες ἐκλογισμῶν λελοίπασιν. εἰ δὲ σαφέστερον ἐπιζητεῖς διδαχθῆναι, τοὺς ἄλλῳ σε τρόπῳ διδάξοντας ἢ σὺ μαθεῖν ἂν ἠθελήσας ἐν τάχει παρ᾽ ἡμῶν προσδέχου.
κε′. Λέοντι.
Οὐ νῦν ἀλλὰ πολλάκις ἤδη σοι γέγραφα, μηδεμίαν ἄλλην εὐχαριστίαν ἡμῖν ἀποδοῦναι περὶ τῆς γυναικός, εἰ ἄμα νομίζεις ὑφ᾽ ἡμῶν εὖ πεπονθέναι διὰ τὸν γάμον, ἢ τὸ στέργειν ἐκείνην, δι᾽ ἣν ἡμῖν οἴει δεῖν χάριτας ἀπονέμειν, ἐξ ἧς ἡ συνάφεια τοῦ πρὸς ἡμᾶς γένους ἀρχὴν εἰληφέναι σοι φαίνεται.
κϛ′. Ἀριστοφῶντι.
Αὐθάδεὶα καὶ νεότητος ἀβουλία πολλοὺς ἀνθρώπων ἀπώλεσεν, οἷς ἀμφοτέροις τοῖς πάθεσιν ἴσθι σου τὸν υἱὸν κεχρημένον. ἀδικούμενος δ᾽ ὑπ αὐτοῦ μεγάλα δι᾽ ἃς προείρηκα αἰτίας τὴν ἄμυναν ἐπέσχηκα, σοὶ μᾶλλον βουλόμενος καὶ οὐκ ἐκείνῳ χαρίζεσθαι· μαρτυρῇ γὰρ ὑπὸ πολλῶν ἀρίστην ἐπιείκειαν ἔχων παρὰ σεαυτῷ, διόπερ οὐκ ἐδοκίμαζον δι’ υἱοῦ πονηρίαν λυπεῖν γῆρας πατρὸς οὐδὲν ἀδικήσαντος. ἕνα γὰρ ἔχων παῖδα τοῦτον, εἰ καὶ πάντως φαῦλός ἐστι, δι ᾽ ἐρημίαν ἄλλου διαδόχου στέργεις κακίαν γὰρ υἱοῦ πατρὸς εὔνοια νικᾷ. ἂν μέντοι μὴ παύσηται πλεονάζων, ἀπειθῇ δὲ καὶ τοῖς σοῖς παραγγέλμασι καὶ τοῖς ἐμοῖς λόγοις, μὴ ἀγνοήσῃς ὅτι καὶ περὶ ἐμαυτοῦ καὶ περὶ σοῦ τὰς πρεπούσας λήψομαι παρ’ αὐτοῦ δίκας. ἵνα δὲ ὅταν ἐπ’ αὐτῷ γἑνηται τῷ κακῷ, μὴ προσποιηθῇ ἠγνοηκέναι τὰ ὑπ’ ἐμοῦ γεγραμμένα πρὸς σέ, καὶ πρὸς αὐτὸν ἐκεῖνον περὶ τῶν αὐτῶν ἐπέσταλκα.
κζ′. Ἀντιμάχῳ.
Εἰ μὲν ἔχων οὐκ ἀποδίδως τὸ δάνειον, ἑκὼν εἶ πονηρός· εἰ δ’ οὐκ ἔχων, ἀδικεῖς μέν, τὸ δ’ ἀκούσιον παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις συγγνώμης ἀξιοῦται. ἡ δὲ συγγνώμη γίνωσκε ὅτι μέλλησίς ἐστιν ἀπολήψεως, οὐ παντελὴς χρημάτων ἀπόγνωσις.
κη′. Ἀριστομένει.
Μὴ συνάχθου μοι περὶ τῶν τραυμάτων ὧν τέτρωμαι κατὰ τὸν πόλεμον· τὸ μὲν γὰρ εὔνουν καὶ συμπαθές σου ἄγαμαι, τοσοῦτον δ’ ἀπέχω τοῦ βαρέως φέρειν ἐπὶ τοῖς τοιούτοις, εἰ καὶ παρ’ ὀλίγον ἦλθον ἐξ αὐτῶν ἀποθανεῖν, ὥστε, ἀπευκτοῦ τοῦ θανάτου ὄντος πᾶσιν ἀνθρώποις, εὐξαίμην ἂν καὶ τῆς εἱμαρμένης θᾶττον, εἰ καὶ πλείονά μοι χρόνον ἐπιτρέποι ζῆν, ἐν πολέμῳ τελευτῆσαι. τί γὰρ ἀνδρὶ γενναίῳ μεῖζον ἀγαθὸν ἢ περὶ ἀρετῆς καὶ νίκης ἀγωνιζομένῳ ἀπερεύξασθαι τὸν βίον;
κθ′. Ξενοπείθει.
Οὐκ ἄχθομαι ταῖς διαβολαῖς οὐδὲ ταῖς δόξαις αἷς ἔχουσιν ἐφ’ ἡμῖν οἱ μὴ δικαίως κατηγοροῦντες, καὶ τοῦτο δι’ οὐδὲν ἕτερον πέπονθα ἢ διὰ τὸ γινώσκειν, ὅτι τοῖς μὲν ἄλλοις φύσει κακοῖς, ἐμοὶ δὲ διὰ τὴν καὶ θεῶν πλεῖον ἰσχύουσαν ἀνάγκην τοιούτῳ γενέσθαι συνέβη. διαφέρει δέ, καθ’ ὅσον ἐγὼ μὲν τύραννος ὢν ἐξουσίαν διὰ τὴν ἀρχὴν ἔχων ὁμολογῶ, ὑμεῖς δʼ ἰδιῶται γεγονότες παρʼ ὅσον δεδοίκατε τοὺς νόμους ὁμολογεῖν δέον ἀρνεῖσθε.
λ′. Καταναίοις.
Ἀχθέντας αἰχμαλώτους ἐπ’ ἐμὲ τῶν ὑμετέρων πολιτῶν τινάς, οὐδεμίαν ἐκ τῶν μυρίων ἔχοντας ἐλπίδα τοῦ σωθήσεσθαι διὰ τὸ μὴ σφόδρα ἀνιᾶσθαι ὑμᾶς ἀναιρεθέντων αὐτῶν, σέσωκα, οὐκ ἐπιλελησμένος τῆς πρὸς ὑμᾶς ἔχθρας· πάντων γὰρ ἂν εἴην ἐπιλησμονέστατος, εἰ τοῦ θυμοῦ μικροτέραν δίκην παρ’ ὑμῶν λαβεῖν καταφρονήσαιμι. ὅταν δὲ τὴν κατ’ ἀξίαν ὑπόσχητέ μοι, τόθ’ ὑμᾶς τὸ μέγεθος τῆς συμφορᾶς ὧν ἐδράσατε κακῶν ἀναμνήσει.
λα′. Ταῖς Στησιχόρου θυγατράσι.
Ταυρομενεῖται μέν, ὑπὲρ ὧν γράφετε πρός με, ἐντολὴν ἔχειν λέγουσαι παρὰ τοῦ πατρός, ὅτε μετήλλαττε τὸν βίον, οὐδεμιᾶς ἦσαν ἐπιτήδειοι τυχεῖν ἐπιει κείας· οὐδὲν γὰρ ὑπ’ ἐμοῦ πώποτε πλημμεληθέντες οὔτε μεῖζον οὔτ’ ἔλαττον ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον. Στησίχορος δ’ οὐ μόνον ταύτης τῆς χάριτος ἄξιός ἐστι παρ’ ἐμοῦ τυχεῖν, ἧς αἰτεῖται δι’ ὑμῶν, τὰ λύτρα τῶν αἰχμαλώτων αὐτοῖς ἅπερ εἰσεπραξάμην ἀποδοθῆναι, ἀλλ’ εἰ καί τι τῶν δυνατῶν ἐστὶ μεῖζον. καὶ γὰρ εἰ τεθνάναι δοκεῖ τισίν, ὅπερ οὐδεὶς ἂν εὖ φρονῶν εἴποι, ἐμοὶ γοῦν ὁ τοιοῦτος οὐ τέθνηκεν. μὴ γὰρ τοσοῦτον ἰσχύσειε τὸ κατὰ Ταυρομενειτῶν μῖσος, ὥστε Στησίχορον αἰτησάμενόν τι μὴ λαβεῖν ὧν Φάλαρις ἔχει τὴν ἐξουσίαν. πάντας μὲν γὰρ ἀνθρώπους ὑπ’ ἐκείνου πρέπει νικᾶσθαι, περιττότερον δὲ πάντων ἐμὲ τὸν ἐν τοσαύταις μυριάσιν ἀνθρώπων, ὧν ἐπειράθην, ἀνδρὸς ἀρετὴν ἐπιφανεστέραν οὐκ εἰδότα. διὸ τά τε χρήματα αὐτοῖς ἀποδοῦναι προστέταχα, καὶ τὴν χάριν ταύτην οὐ δεδωκέναι τῷ πατρὶ ὑμῶν, μὰ τοὺς θεούς, ἀλλ’ αὐτὸς παρ’ ἐκείνου μᾶλλον εἰληφέναι νομίζω.
λβ′. Κριτοδήμῳ.
Ἀγαθοῦ μὲν ἔργον φίλου καὶ σὺ ποιεῖς καὶ πάντες, ὅσοι πλεῖόν τί μου τοῦ μετρίου περὶ ἀνδρείας μαρτυρεῖτε, πεπεισμένοι ταῖς ἐμαῖς βουλαῖς καὶ πράξεσιν ἡττῆσθαι Λεοντίνους. ἐγὼ δὲ σαφῶς οἶδα τὴν μὲν ἀναγκαίαν ἄμυναν ὑπ’ ἐμοῦ πεπραγμένην, τὴν δ’ εὐκταιοτάτην νίκην ὑπὸ τῆς τύχης κατωρθωμένην· οὐδὲν γάρ ἐστιν, ὦ φίλτατε, τῶν ἐν ἀνθρώποις οὔτε μεῖζον οὔτε ἔλαττον, ὃ μὴ ταῖς ἐκείνης ῥοπαῖς βεβαιοῦται.
λγ′. Κτησίππῳ.
Οὔτε πρότερον, ὁπηνίκα Ταυρομενεῖται ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον, ἀπολυτρώσας τοὺς αἰχμαλώτους ἐκείνοις ἐχαρισάμην, τῷ κοινῷ δὲ νόμῳ τῶν Ἑλλήνων οὐκ ἠναντιώθην, οὔθ’ ὕστερον ἀποδιδοὺς ἃ τότε ἔλαβον, εὐεργετῶν τοὺς ἀποληψομένους, ὅπερ ὠνείδιζες, αὐτοῖς ἀπέδωκα, Στησιχόρῳ δὲ πρεσβευσαμένῳ διὰ τῶν θυγατέρων περὶ αὐτῶν ἐπείσθην. Ταυρομενεῖται μὲν οὖν καὶ τεθνηκότι Στησιχόρῳ χάριν ἴστωσαν ὧν ἔτυχον, Στησίχορος δὲ τοῖς ἑαυτοῦ τρόποις, ἐγὼ δὲ περὶ πολλῶν καὶ μεγάλων ἐκείνῳ χάριτας εἰδὼς οὐδὲ περὶ τῆς πρεσβείας ἀμνημονήσω· γινώσκω γάρ ὅτι δι’ αὐτῆς αἰτησάμενός τι παρ’ ἐμοῦ καὶ τυχὼν Ταυρομενείτας μὲν εἰς χρήματα εὐηργέτησεν, ἐμὲ δ’ εἰς ἐπίδειξιν ἧς ἔχειν ὑπ’ ἀνθρώπων ἀπιστοῦμαι χρηστότητος.
λδ′. Πολυδεύκει.
Θαυμάζειν διὰ τῆς ἐπιστολῆς ἔοικας τὴν παρὰ πολύ μου μεταβολὴν τοῦ βίου, ὅτι τὸν ἄλλον χρόνον θρασυτέρως ἢ κατὰ τύραννον ἐμφανὴς ὢν τὰ νῦν οὐδὲ τοῖς ἀναγκαιοτάτοις ὁρῶμαι. ἐγὼ δὲ ἐνδεέστερον ἢ δεῖ φεύγω πάντας ἀνθρώπους· πίστιν γὰρ οὔτε παρ’ ἄλλοις τισὶν οὔτ’ ἐν φίλοις βεβαίαν εὗρον. διὸ πάντα πολυπόνως ἐπιγνοὺς τὴν ἀοίκητον ἐρημίαν ἐν Λιβύῃ τοῦ μετ’ ἀνθρώπων βίου αἱρετωτέραν ὑπολαμβάνω καὶ τὰ θηρόβοτα Νομάδων ἐνδιαιτήματα. μᾶλλον γὰρ ἐμπελασθεὶς λέουσιν ἀκινδύνως συναυλισαίμην ἂν καὶ συνευνηθείην ἑρπετοῖς πᾶσιν ἢ τοῖς νῦν οὖσιν ἀνθρώποις. τοσοῦτον ἡμῖν αἱ πολλαὶ καὶ ποικίλαι καὶ συνεχεῖς τύχαι ἐμπειρίας [καὶ πονηρίας] μεταδεδώκασιν.
λε′. Πολυγνώτῳ.
Καὶ τοῦ δωρεῖσθαί τί σοι πρὸς τὸ μέλλον καὶ τοῦ γράφειν πεπαύσομαι, Πολύγνωτε, πέπαυσο δὲ καὶ σὺ τῶν ὑπὲρ ἐμοῦ πολλῶν ἐπαίνων. τοῖς γὰρ ἔργοις μου κατηγορῶν, δι’ ὧν οὐδὲν ἀποδέχῃ τῶν πεμπομένων ὑπ’ ἐμοῦ, τοῖς λόγοις με ἐγκωμιάζεις, οὐδὲ τοῦτο συνείς, ὅτι λόγος ἔργου σκιὰ παρὰ τοῖς σοφωτέροις δεδόξασται.
λϛ′. Κλεομενίδῃ.
Τῶν δώρων ὅσα μέν σοι πρὸς τὴν γυμνασιαρχίαν ἥκει, πεπόμφαμεν, ἐλαίου μετρητὰς διακοσίους καὶ πυρῶν μεδίμνους τετρακοσίους, ὅσα δὲ νεότητός ἐστι, τῷ υἱῷ σου, τόν τε οἶνον καὶ τοὺς γραμματεῖς καὶ τὰ Στησιχόρου ποιήματα, εἰ μὴ καὶ ταῦτά τις τὰ δῶρα Συρακουσίων ὑποπτεύσειε νεωτέρων ἕνεκα πραγμάτων ὑπὸ τυράννου πεπέμφθαι.
λζ′. Γοργίᾳ.
Τὰ μὲν ἄλλα τῆ ἐπιστολῆς σου πάντα καλῶς ἡγοῦμαι γεγράφθαι, τὴν δὲ παράκλησιν τὴν ἐπὶ τοῖς μέλλουσι περιττεύειν νυνὶ μάλιστα λογίζομαι. ἐγὼ γὰρ οὔτε τελευτὴν οὔτε τελευτῆς εἶδος φεύγω σωφρονεῖν ὑπολαμβανόμενος· εἱμαρμένη γὰρ οὐχ ὑπ’ ἀνθρώπων νομοθετεῖται. καθόλου δὲ τὸν ἐξετάζοντα περὶ τῶν ἐσομένων καλῶν ἢ κακῶν λίαν εὐήθη νομίζω, εἴ τις ἢ προγνῶναι τὸ μέλλον δύνασθαι πέπεισται ἢ προγνοὺς φυλάξασθαι. εἰ δέ τις τὸ μὲν προγνῶναι δυνατὸν ἡγεῖται, τὸ δὲ φυλάξασθαι ἀδύνατον, τοῦ χάριν ἐσπούδακεν εἰδέναι τὸ γενησόμενον, ὅπερ καὶ ἀγνοοῦντος καὶ γινώσκοντος ἔσται;
(2) οὐ μὴν ἀλλ’ εἰ σὺν τῷ γνῶναι καὶ τὸ φυλάξασθαι τοὐπιὸν ἀνυστὸν εἶναι φήσει τις, οἷός τε ἔσται καὶ διατάξαι καὶ μεταθεῖναι ἄλλον ἀντὶ τοῦ προγνωσθέντος χείρονος ἐπιεικέστερον τρόπον, ᾧ τελευτῆσαι δύναιτ’ ἆν; ἐγὼ μὲν οὐκ οἶμαι· θεοῦ γὰρ ἔργον τὸ τοιοῦτον, οὐκ ἀνθρώπου. ἐνθυμηθεὶς δέ τις τοὺς λεγομένους ἀπὸ τοῦ Διός, Αιακὸν καὶ Μίνω καὶ Ῥαδάμανθυν, καὶ τοὺς ἄλλους ἡμιθέους οὔτε ἀθανάτους γενομένους οὔτε ἄλλως ἀποθανόντας ἢ κατὰ τὴν ἰδίαν ἑκάστου εἱμαρμένην ἢ περὶ μοίρας ἢ θανάτου δυσανασχετῶν ἢ φοβούμενος ἐμπεδόφρων εἶναί σοι δοκεῖ; μάλιστα μὲν οὖν πειρῶ καὶ σὺ τοιαύτην διάνοιαν ἐν τοῖς ἰδίοις περὶ τῶν ἀφανῶν ἔχειν, ὠς μηδὲν περὶ αὐτῶν φροντιζεῖν, ἐπεί τοι περὶ ἡμῶν ὡς μηδὲν μεριμνώντων ἐπίστασο.
λη′. Δημοτέλει.
Συγγνώμην ἔχω σοι τῶν παραινέσεων· τύραννος γὰρ οὐ γεγονὼς τυράννῳ συμβουλεύεις καταθέσθαι τὴν τυραννίδα, θεῶν μὲν οὐδένα μοι διδοὺς ἐγγυητὴν τῆς ἀσφαλείας, ᾧ τάχα ἄν καὶ ἐπείσθην, ἀξιόπιστον δὲ σαυτὸν ἡγούμενος ἀνάδοχον ὑπὲρ τηλικούτου πράγματος, σχεδὸν οὐκ εἰδώς, ὅτι τοῦ κτήσασθαι τὴν τοιαύτην ἀρχὴν ἐπισφαλέστερόν ἐστι τὸ καταθέσθαι. ὥσπερ γὰρ ἰδιώτῃ τοῦ τυραννῆσαι πολλῷ λυσιτελέστερόν ἐστι τὸ μὴ τυραννῆσαι, οὕτω τυράννῳ τοῦ καταθέσθαι τὸ μὴ καταθέσθαι τὴν ἀρχὴν τῆς τυραννίδος. καθόλου δὲ τὸ περὶ τυραννίδος οὕτως ὡς περὶ γενέσεως καὶ ζωῆς ἀνθρώπου φρονητέον· οὔτε γὰρ ἄνθρωπος ἀκούσας πρὸ τῆς ἑαυτοῦ γενέσεως, εἴ πως γένοιτο δυνατόν, ὅσοις μέλλει δυσκόλοις ἐγκυρήσειν παρὰ τὸν βίον, γεννηθῆναι βουληθείη ποτ’ ἄν, οὔτ’ ἰδιώτης ἐσπουδακὼς τυραννῆσαι, προπυθόμενος τὰς ἐν τυραννίδι κακοδαιμονίας, τύραννος ἄν, ἀλλ’ οὐκ ἰδιώτης ἐθελήσειε καταβιῶναι.
(2) οὕτω, Δημότελες, ἀνθρώπῳ τοῦ μὲν γενέσθαι συμφορώτερον ὁρῶ τὸ μὴ γενέσθαι, τοῦ τυραννῆσαι δὲ τὸ μεῖναι μέχρι ζωῆς ἰδιώτην. εἰ μὲν οὖν πρὸ τῆς τυραννίδος τὰ περὶ αὐτῆς μοι διηγησάμενος κακὰ συνεβούλευες, πάντως ἂν ἐπείσθην μὴ τυραννῆσαι, τύραννος δ’ ὢν καὶ διὰ τὴν ἀνάγκην τῆς ἀρχῆς εἰς πολλὰ προπεπτωκὼς οὐχ οἷον ἀνθρώπῳ τινὶ πεισθείην ἂν καταθέσθαι τὴν ταύτης ἐξουσίαν, ἀλλ’ οὐδὲ θεῶν τῷ δυναστεύοντι. καταθέμενον γὰρ τὴν ἀρχὴν οἶδ’ ὅτι δεῖ πολλὰ καὶ δεινὰ παθόντα πρὸς τῶν τυραννηθέντων οὕτω καταστρέψαι τὸν βίον.
λθ′. Πολυστράτῳ.
Καὶ τοῖς ἄλλοις ἅπασι φίλοις ἐπέσταλκα διὰ ταχέων ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ σοῦ δέομαι παραγενέσθαι πρὸ Ὀλυμπίων. βούλομαι γὰρ τῶν μάλιστα εὐνουστάτων σύλλογον ἀγαγὼν τὴν πρέπουσαν ἐπιμέλειαν ὥσπερ ἄλλοτε καὶ νῦν ποιήσασθαι καὶ περὶ πραγμάτων ἐπισφαλῶν καὶ μεγάλων γνώμην λαβεῖν, ἀτόπου μὲν ἢ δυσκόλου μεταδώσων οὐδενός (ἀρκέσω γὰρ ἐγὼ τοῖς ἐμαυτοῦ), πεισθησόμενος δὲ οἷς ἂν εἴποιτε, ἵνα μενούσης μὲν τῆς ἀρχῆς ἐν οἷς ἐστὶ πολλάκις ὑμᾶς δεξιώσωμαι, πιπτούσης δὲ ταύτης, ἂν δοκῇ τῷ δαίμονι, τὴν ὑστάτην λαβόντες προσαγόρευσιν μνήμονες εὐσεβεῖς ὧν ἐφιλοτιμήθημεν εἰς ὑμᾶς γένησθε. ἥκετε οὗν ἀνυπερθέτως τῇ προτέρᾳ προθυμίᾳ κεχρημένοι πρὸς Φάλαριν, ὃν μάλιστα ὑμεῖς γινώσκετε.
μ′. Παυρόλᾳ.
Ἐδεξάμην τὸν ὑπὸ σοῦ πεμφθέντα μοι στέφανον ὁλκῆς χρυσῶν ἑξακοσίων. ὃν τέχνης μὲν ἕνεκα καὶ τῆς τοῦ πέμψαντος φιλοτιμίας εἴληφα, στεφανωσάμενος δ’ αὐτὸν ἡμέραν μίαν, ἐν ᾗ τοῖς πατρῴοις θεοῖς ἐπινίκια τῆς πρὸς Λεοντίνους μάχης ἐβουθύτουν, τὸν αὐτὸν ἀπέσταλκα δῶρον Ἐρυθείᾳ τῇ μητρί σου. οὐδένα γὰρ εὗρον ἀξιώτερον τοιαύτῃ κοσμηθῆναι πολυτελείᾳ ἢ μητέρα. γένοιο δ’ ἂν ἡμῖν καλλίων σὺ καὶ πρεπωδέστερος στέφανος, εἰ τῆς τῶν γονέων εὐχῆς ἄξια φρονῶν εὑρεθείης.
μα′. Ἰππολυτίωνι.
Ἐπιτρέπω σοι πρός με παραγενέσθαι, καθὼς ἀξιοῖς, ὅρκον δ’ οὐδένα σοι δίδωμι τοῦ μηδέν σε πείσεσθαι κακόν, ἀλλὰ πίστιν. εἰ δέ μου τῇ τῶν λόγων ἀπιστεῖς ὑποσχέσει, νῦν με ταῖς ἀληθείαις ἀδικεῖς, οὐχ ὅτε κατηγορήθης· εἰδὼς γάρ με μηδενὶ πώποτε παραβεβηκότα πίστιν ὡς κατεγνωκὼς ὅρκῳ μετέρχῃ. καίτοι τί διαφέρει πρὸς εὐσέβειαν, ὅρκον ἢ πίστιν συγχέαι; ἀμφότερα γὰρ ἡ γνώμη βεβαιοῖ.
μβ′. Τῷ αὐτῷ.
Εἰ μὲν ἀπὸ τῶν σεαυτοῦ τρόπων στοχαζόμενος ἀπιστεῖς ἐμοί, σύνεσιν ἐμοῦ καταδικάζεις, οὐ πονηρίαν· εἰ δ’ ἀπὸ τῶν ἐμῶν, ἀγνοίᾳ μου πολὺ διημάρτηκας. τοσοῦτον γὰρ ἀπέχω τοῦ παραβῆναι πίστιν, ὥστ’ ἀπ’ ἐμαυτοῦ καὶ τοῖς ἄλλοις πέρα τοῦ δέοντος προσέχων ὡς βεβαιοτέραν πίστεως ἔχουσιν εὐσέβειαν πολλάκις ἐσφάλην. ἧκε οὖν ἐμοὶ πεισθεὶς ἄνευ δόλου καὶ ἀπάτης, πεισόμενος μὲν ἄτοπον οὐδέν, μαρτυρήσων δὲ πρὸς ἅπαντας, ὅτι Φάλαρις οὐ ψεύδεται πίστιν.
μγ′. Τεύκρῳ.
Ἀριστομένει τῷ σῷ τὸ χωρίον παρεδόθη καὶ Ἱππολυτίων ἀφείθη τῶν ἐγκλημάτων. σὲ δ’, ὡς ἐπαγγελλῃ, προσδοκῶμεν. ἐγὼ δ’ ἔρρωμαι, εἰ τοῦτ’ ἐστὶν ἐρρῶσθαι, τὸ πολλοῖς ἐπιχειρήσαντα καὶ τῶν πλείστων περιγενόμενον διὰ τὰ χείρω μεταμέλεσθαι καὶ τῶν βελτιόνων.
μδ′. Νικίᾳ.
Ἐφ’ οἷς μισεῖς σου τὸν υἱόν, ὅτι τοὺς σοὺς οὐ μιμεῖται τρόπους, ἐπὶ τούτοις ὑπὸ τῶν ἄλλων ἁπάντων φιλεῖται. σύνες οὖν, ὅτι πάντες οἱ τοῦτον φιλούντων σὲ μισοῦσιν.
με′. Ἀδειμάντῳ.
Ἀκούω σε διαφέρεσθαι πρὸς τὸν ἀδελφόν, ὁπότερος ὑμῶν ἐστὶ χείρων, σοῦ μὲν ἐκεῖνον λέγοντος, ἐκείνου δὲ τοὔμπαλιν σέ. ἐγὼ δ’ οἴομαι, μᾶλλον δὲ καλῶς πέπεισμαι, τῶν μὲν ἄλλων ἁπάντων ἐκεῖνον εἶναι κακίω, σοῦ δὲ οὔτε ἐκεῖνον οὔτε ἄλλον ἀνθρώπων οὐδένα.
μϛ′. Ἐγεσταίοις.
Παύσασθέ μου τοὺς φυγάδας ὑποδοχόμενοι· Φάλαριν γὰρ οὔτ’ εὖ ποιῶν τις οὔτε κακῶς ἐνίκησε. μάθοιτε δ’ ἂν τὸ τοιοῦτον, εἰ τὰ Μελιταίων καὶ Λεοντίνων ἴδοιτε. τοῖς μὲν γὰρ ἐλευθερίας, Λεοντίνοις δὲ δουλείας παραίτιος ἐγενόμην· τοῖς μέν, ὅτι τριήρη μου κατέδυσαν, Μελιταίοις δέ, ὅτι καταδυομένην ἐβούλοντο σῶσαι.
μζ′.
Τῶν ὑπ’ ἐμοῦ πεμφθεισῶν δωρεῶν Ἀντισθένης μὲν τὸ μέρος ἐδέξατο, Θεότιμος δ’ οὔ. διὸ τῷ μὲν οἶδα χάριν, τὸν δ’ οὐ μέμφομαι· ὃ μὲν γὰρ οὐδὲν ἠλάττωσέ με λαβών, ὃ δ’ οὐδὲν ἐζημίωσεν.
μη′. Μενεμάχῳ.
Μὴ μεταμέλου χρηστὸς γενόμενος, εἰ βούλει τῆς τοῦ πατρὸς πονηρίας ἀπολιμπανόμενος νομισθῆναι, ἐπεὶ καὶ τοῦ πρώτου χρόνου τὴν πρὸς Καμαριναίους ὑπόληψιν προσαπολεῖς· δόξεις γὰρ ὑποκρίσει καιροῦ καὶ οὐκ ἀληθείᾳ χρηστὸς γεγονέναι.
μθ′. Ἐπιστράτῳ.
Ὡς πρὸς εὐτυχῆ τινὰ ἔοικας γράφειν, ἐγὼ δέ σοι ἃ οἶδα περὶ ἐμαυτοῦ συνελὼν ἐν βραχεῖ δηλώσω. εἰ τοῦτ’ ἔστιν εὐτυχεῖν, τὸ γεννηθέντα μὲν ὀρφανίας πειραθῆναι, νεάζοντα δὲ κατὰ περίστασιν ἐκπεσεῖν τῆς πατρίδος, ἀπολέσαι δὲ τὰ πλεῖστα τῆς οὐσίας, φθαρῆναι δὲ εἰς βάρβαρα ἔθνη, φεύγειν δὲ ἐξ ἁπάσης γῆς ἀδικούμενον, ἐπιβουλεύεσθαι δὲ μὴ μόνον ὑπ’ ἐχθρῶν, ἀλλὰ καὶ τῶν εὐεργετουμένων, τυραννήσαντα δὲ ἀπεύχεσθαι καὶ τὸν ἐν τυραννίδι βίον, εὐτυχοῦμεν.
ν′. Ὀνήτορι.
Καὶ σὺ καὶ πάντες οἱ φίλοι τοῦτ’ ἄν μοι χαρίζοισθε, μήτε ἐξετάζοντες περὶ ἐμοῦ μηδὲν μήτε πολυπραγμονοῦντες, εἰ μή τι βουλοίμην· τοιαῦτα γάρ ἐστι τὰ κατὰ τύχην περὶ ἡμᾶς, ὡς μᾶλλον ἡσθῆναι τοὺς ἐχθροὺς ἀκούσαντας ἢ λυπηθῆναι τοὺς φίλους μὴ συνυπακούσαντας.
να′. Ἐτεονίκῳ.
Τῆς μὲν τῶν ἄλλων ἔχθρας, ὅσοι τι κακόν με δεδράκασιν, ὡς παρακαλεῖς, κἂν ἐπιλαθοίμην· θνητοὺς γὰρ ὄντας ἀθάνατον ὀργὴν ἔχειν, ὥς φασιν, οὔτοι προσήκει· τῆς μέντοι Πύθωνος εἰς ἐμαυτὸν δυσμενείας οὐ μόνον ζῶν, ἀλλ’ οὐδ’ ἀποθανών, ὃ πᾶσι συμβαίνει τοῖς τελευτήσασιν, ἐπιλαθοίμεν ἄν. ὁ γὰρ τὰ μέγιστά με τῶν κακῶν ἐργάσάμενος οὑτός ἐστιν ὁ μετὰ τὴν ἐμὴν φυγὴν Ἐρύθειαν τὴν γυναῖκα, βουλομένην ἐμὲ διώκειν, ἀναινομένην δὲ τούτῳ γήμασθαι, φαρμάκῳ διαφθείρας.
νβ′. Μεγαρεῦσι.
Οὐκ ἐλπίζων παρ’ ὑμῶν ἀπολήψεσθαι χάριν τὰς τριήρεις ὑμῶν ἁλούσας μεθῆκα προφανῶς κατ’ ἐμοῦ πλεούσας. εἰ γὰρ ἐμνημονεύετε χάριτος, οὐκ ἂν ἐπελάθεσθε ὅτι πρότερον τρὶς ὑμᾶς ἀποθνήσκοντας ἐν σιτοδείᾳ σέσωκα.
νγ′. Λεοντίνοις.
Λεωνίδαν, ὃν ἐξεπέμψατε κατάσκοπον τῶν ἐμῶν πραγμάτων, ἁλόντα δυνάμενος ἀποκτεῖναι σέσωκα, οὐχ ὑμῖν χαριζόμενος, ἀλλ’ ἵνα μὴ ζητῶ τίς ὑμῖν σαφῶς ἀπαγγείλῃ τὴν παρασκευὴν τοῦ καθ’ ὑμῶν πολέμου. καὶ γὰρ ἐμοὶ πάνυ πιστῶς ἄνευ βασάνου τὰ παρ’ ὑμῖν ἐδήλωσεν, ὅτι πάντων ἐνδεεῖς ἐστὲ πλὴν λιμοῦ καὶ φόβου· τούτων δ’ ὑμᾶς φησὶ καὶ λίαν εὐπορεῖν.
νδ′. Ἱμεραίοις.
Ἐγὼ πάντα μὲν ὑπὲρ Στησιχόρου πράττειν ἕτοιμός εἰμι, κἂν εἰ πρὸς αὐτὴν ἔδει με τὴν Μοῖραν ὅπλα ἀράμενον περὶ τοῦ θανάτου διαγωνίσασθαι, οὐκ ἂν ὤκνησα, ἐφ’ ᾧ τε θεῖον ἄνδρα περὶ κάλλους ὑμνῳδίας ἐπαινούμενον ὑμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις περισώσασθαι, ὃν ἐξ ἁπάντων αἱ καθαρώταται θεαὶ Μοῦσαι προυτίμησαν ὑμνοπόλων, δι’ ὧν μέλη καὶ χοροὺς ἀνθρώποις ἐξήνεγκαν. λογίσασθε δὲ ὡς, ὅπου ποτ’ ἂν ταφῇ Στησίχορος, Ἱμεραῖός ἐστι, καὶ πάσης μὲν πατρίδος κληθήσεται διὰ τὴν ἀρετήν, μενεῖ δὲ ὑμέτερος. ἅμα δὲ μηδὲ οἴεσθε ἕνα τῶν νεκρῶν Στησίχορον, ἀλλ’ ἐν τοῖς ποιήμασιν εἶναι, ἃ κοινὰ πάντων ἀνθρώπων πεποίηται.
(2) δέξασθε δέ, ὦ Ἱμεραῖοι, παρὰ μὲν ὑμῖν γεννηθέντα τραφῆναι τὸν ἥρωα καὶ παιδευθέντα καταβιῶναι, γηράσκοντα ἐν ὕμνοις καὶ μέλεσι, παρὰ δὲ Καταναίοις τοῦτο βουληθεῖσιν, εἰς ἄλλο τι τῆς φύσεως μεταβαλούσης, τελευτῆσαι. καὶ ἐν μὲν Ἱμέρᾳ νεὼς ἱστάσθω, Στησιχόρου μνημεῖον ἀρετῆς ἀθάνατον, ἐν δὲ Κατάνῃ τὸ σπουδαζόμενον ὑπ’ αὐτῶν, τάφος. περὶ μὲν οὖν τούτου ὅπως ἂν ἄμεινον δόξῃ ὑμῖν αὐτοῖς πράσσετε, μήτε χρημάτων τὸ ἐπ’ ἐμοὶ μήθ’ ὅπλων ἐνδεεῖς εἶναι νομίζοντες μήτ’ ἀνδρῶν, ἓν δὲ προνοεῖσθε, ὡς οὔτε ἑλοῦσιν ὑμῖν πόλιν ἐν Σικελίᾳ Σικελιώταις οὖσιν εὐπρεπές, οὔτε μὴ ἑλοῦσιν ἀσφαλές.
(3) τὸν δ’ ἄνδρα μὴ στένετε μηδ’ ὀλοφύρεσθε, κινοῦντές τι τῆς ἐπ’ αὐτῷ τύχης· τέθνηκε μὲν γὰρ τὸ σῶμα τὸ Στησιχόρου, τοὔνομα δὲ παραλαβὼν ὁ ἀνήνυτος αἰὼν εὐκλεὲς μὲν ἐν βίῳ, μακάριον δ’ ἐν μνήμαις ἀναθήσει. τὰ μέντοι μέλη καὶ ἔπη καὶ παντοῖα ἄλλα ποιήματα παραινῶ καὶ δημοσίᾳ ἐν ἅπασι τοῖς ἱεροῖς ἀναγράψασθαι καὶ ἰδίᾳ ἕκαστον ἐν τῷ σφετέρῳ οἴκῳ· τότε γὰρ ἂν ἀφανίζοιτο Στησίχορος, ὅταν τούτων τι μὴ φυλάττηται. εἴς τε τοὺς ἄλλους ἀνθρώπους διαπέμψασθε ἐπιμελῶς, εἰδότες ὅτι μᾶλλον τοῦ γράψαντος ἀνδρὸς ἡ θρέψασα πόλις τὸν τοιοῦτον ὑπὸ πάντων θαυμασθήσεται.
νε′. Τιμοσθένει.
Τὸ φρούριον, ὃ σὺ πορθῶν ἐγκατέλιπες, ὑπὸ τῶν περὶ Τεῦκρον ἐξ ἐπιδρομῆς ᾑρέθη, τοῦ δὲ περὶ τὴν ἐπιστολὴν τάχους συντομώτερον ἴσθι ληφθὲν τὸ χωρίον.
νς′. Ἀβάριδι.
Πυνθάνομαί σε χάριν ὁμιλίας ἀνδρῶν ἐπιφανῶν ἐξ Ὑπερβορέων εἰς τοὺς καθ’ ἡμᾶς ἀφῖχθαι τόπους. Πυθαγόρᾳ μὲν οὖν τῷ φιλοσόφῳ καὶ Στησιχόρῳ τῷ ποιητῇ καί τισιν ἄλλοις τῶν ἐλλογίμων Ἑλλήνων συμμεμιχέναι καὶ πολλὰ παρ’ αὐτῶν προσμεμαθηκέναι, ζητεῖν δὲ καὶ πλείοσιν ἱστορίας χάριν ὧν οὐκ οἶσθα ἐντυχεῖν. εἰ μὲν οὖν προκατέσχησαι ταῖς ἐμαῖς διαβολαῖς καὶ πέπεισαι τοιοῦτον εἶναί με, ὁποῖον οἱ διαβάλλοντες εἰσάγουσι, μεταπείθειν οὐ ῥᾴδιον· εἰ δὲ τὸ ἀληθὲς ἐξετάζεσθαι δικαιοῖς παρὰ πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ παρὰ σοφοῖς ἀνδράσιν, ἐλθὲ πρός με συγγενησόμενος, ὥσπερ ἄλλοι πολλοὶ τῶν ἀξίων λόγου. γνώσῃ γὰρ ἐκ πείρας τά τε ἄλλα πάντα παρ’ ἐμοὶ κάλλιον καὶ σεμνότερον, εἰ δὲ δεῖ εἰπεῖν μηδὲν ὀκνήσαντα, καὶ φιλανθρωπότερον ἢ πρὸς τὴν κατέχουσαν φήμην ἐσχηματισμένα καὶ τὸν ταῦτα διέποντα καὶ κοσμοῦντα Φάλαριν οὐδενὸς τῶν σφόδρα ἐπὶ τούτοις θαυμαζομένων δεύτερον.
νζ′. Ἄβαρις Φαλάριδι τυράννῳ.
Ἐδειξας φύσιν σὴν οἰκείαν ὕβρεως καὶ ὠμότητος, καί σε ἔτεκεν οὐ γυνὴ καὶ ἀνήρ, ἀλλὰ λέαινα καὶ σῦς ἄγριος· ποιεῖς γὰρ πάντα βίᾳ καὶ προσέτι δόξῃ κακῇ καὶ ἀγριότητι. μὴ σύ γε κάλει Ἄβαριν, εὐσεβῆ ἄνδρα, εἰς πόλιν Ἀκράγαντα· ἀλλότρια γὰρ ἐμοὶ φόνος καὶ χαλεπότης καὶ κακὴ ἄγνοια. εἰ δὲ προθύμως με θέλεις ἐλθεῖν εἰς τὸν οἶκον, νόμοις Ἑλληνικοῖς χρώμενος προσκαλοῦ με εἰς τὴν συνήθειαν, καθαρεύων χερσὶ καὶ ψυχῇ πρὸς πάντα πολίτην σὸν καὶ ξένον· εἰ δὲ μή, χαίρειν σοι Ἄβαρις λέγει.
νη′. Πολυστράτῳ καὶ Δαίσκῳ.
Ἐγχειρεῖτε καὶ μὴ μέλλετε διὰ τάχους ἐμοὶ πολεμεῖν· ἐπὶ τοιούτοις γὰρ ἄθλοις οἷς δημηγοροῦντες ἐλέγετε, διαβάλλοντές με πρὸς Λεοντίνους, οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.
νθ′. Ναυσικλει.
Ἐγὼ μέν, ὅπερ ἤδη πολλάκις ἐπεσταλκώς σοι τυγχάνω, κἂν Ἑρμοκράτης ἤ τις ἄλλος εἴρξῃ τὰς παρ’ ἐμοῦ δωρεὰς λαβεῖν τὴν Φιλοδήμου θυγατέρα γαμουμένην, ἃ πέμπω δέδωκα, καὶ τὸν ἔπαινον ἴσον, μᾶλλον δὲ εὐκλεέστερον ἔχω, παρ’ ὅσον τοιούτοις συγγενέσιν ὁ τύραννος καὶ μηδὲν προσήκων ἀντεξετάζομαι. πρὸς δὲ τοὺς ὀνειδίζοντας, ὅτι χαριζόμενοι πείθομεν, ταύτην ἔχω τὴν ἀπολογίαν, τὸ μὴ δύνασθαι τοὺς εὐεργετουμένους ἀντὶ φιλοφροσύνης βίᾳ χρήσασθαι.
ξ′. Ἀριστολόχῳ.
Ἐπιλαθόμενος ἧς ἔχειν ἠρνοῦ πονηρίας καὶ γενόμενος ἄλλος τις πρὸς ἡμᾶς ἢ οἷος εἶ, χαλεπὸν ὑπόλαβε μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ καθ’ ἑκάστην γε κατηγορίαν εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω χρηστότητα τὴν δοκοῦσαν εἶναί τισι τῆς κατ’ ἐμαυτοῦ πονηρίας ἐνέγκασθαι δευτέραν αἰτίαν), ἀλλ’ εἰ μηδὲ σὺ σεαυτοῦ πρός με εὐεργετεῖν βεβουλημένον φείδῃ. ἡμῶν γοῦν οὕτως ἐχόντων ἐπὶ τὸ πλεῖστον τάχ’ ἂν ἐπιεικέστερος ὀφθείης.
ξα′. Ἐπιχάρμῳ.
Περὶ τῶν αὐτῶν σὺ καὶ Δημοτέλης ἡμῖν συνεβουλεύετε, ἀποστῆναι τῆς τυραννίδος· ταῦτα δ’ οὐ δυσνοοῦντες, ἀλλ’ ἀγνοοῦντες δι’ ἀπειρίαν οὕτω συνεβουλεύετε· τὸ μὲν γὰρ ἄρξασθαι ῥᾷόν ἐστι τυραννίδος ὀρεγομένῳ, τὸ παύσασθαι δ’ οὐκέτι διὰ τὸ πολλὰ μὴ δεόντως πρᾶξαι, ὥσπερ οὐδὲ τοξότῃ μεθέντι τὸν οἰστὸν ἀναλαβεῖν τὸ βεβλημένον. ἀλλ’ εἰ μὲν δυνατὸν ὑμῖν ἐστὶν ἀνελεῖν τὴν ἀρχὴν τῆς τυραννίδος, καὶ δὴ ποιεῖτε· εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, ἀδυνατωτέραν ἴστε τὴν ὑμετέραν παραίνεσιν ἐμοὶ δόξαι συμφέρειν.
ξβ′. Τιμοσθένει.
Τῶν στρατιωτῶν οἱ μὲν ἡμίσεις τὸ φρούριον ἐπιμείναντες ἐκκοψάτωσαν, οἱ δ’ ἄλλοι τὰς ἐπιδρομὰς τῆς θαλάσσης διαχωσάτωσαν, ἵνα τῆς πλημμυρίδος διαψυγείσης ἐνεργὸν ἀντὶ ἀργοῦ γένηται τὸ πεδίον. ἀνακείσθω δ’ ἡ περὶ ἑκατέρων αὐτῶν χάρις τοῖς πρώτοις τὸ καθ’ ἑαυτοὺς ἔργον ἀποτελέσασιν.
ξγ′. Ἀριστολόχῳ.
Εἰ τὸ Στησίχορον ἀδείας ἀξιωθῆναι παρ’ ἡμῖν αἰχμάλωτόν ποτε γενόμενον ἐπαίρει σε κατ’ ἐμοῦ γράφειν τραγῳδίας, ὡς πᾶσι τοῖς ποιηταῖς ἡμέρως προσενεχθησομένου μου, πολὺ τῆς ἀληθείας διαμαρτάνεις. οὐ γὰρ ἀποδέχομαι κοινότητι ποιητάς, ἀλλὰ τοὺς ἀγαθοὺς τῶν ποιητῶν, οὐδὲ τοὺς εἰς ἔχθραν ἐμοὶ καταστάντας, ἀλλὰ τοὺς γενναίους τῶν ἐχθρῶν. σὺ δὲ κακὸς μὲν ποιητὴς ἄναλκις δ’ ἐχθρὸς ὢν καὶ κατ’ ἀνδρείαν καὶ κατὰ δύναμιν ποιητικὴν Στησιχόρῳ σεαυτὸν προσεικάζεις. γνώσῃ δὲ τὴν τῶν λεγομένων διαίρεσιν οὐκ εἰς μακράν, οὐ παρ’ ὅ τι εἰς ἡμᾶς γράφεις (πάντων γὰρ ἂν εἴην ἀψυχότατος, εἰ καὶ τῶν σῶν ἐπιστραφείην δραμάτων), ἀλλ’ ὅτι τοιοῦτος ὢν ἐχθρὸς καὶ ποιητὴς τῶν αὐτῶν σεαυτὸν καὶ Στησίχορον ἀξιοῖς.
ξδ′. Ἀμφιδάμαντι καὶ Θρασυβούλῳ.
Ὑμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ἃ ἐδανείσασθε, Τεύκρῳ λέγετε, ὃ δ’ οὔ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἡρακλέα οὔθ’ ὑμῖν ἀπιστεῖν οὔτ’ ἐκείνῳ μὴ πιστεύειν· ὃ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὑμᾶς ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. δι’ ἅς γ’ αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῶν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδέδεγμαι. εἴη μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τἀληθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστί, πονηρὸν εὔρεθῆναι. κρεῖττον γὰρ ἡγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν ζημίαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὑρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.
ξε′. Πελοπίδῃ.
Οὔτ’ ἂν ἐγὼ γράψαιμι πρὸς Στησίχορον περὶ ὧν ἀξιοῖς, οὔτ’ ἂν ἐκεῖνος ἐπινεύσειεν εἴς τινα τῶν οὐκέτι ζώντων ἐξενεγκεῖν μέλος, εἰ καὶ γράψαιμεν ἡμεῖς. ἀπόχρη δέ μοι χάριν εἰληφέναι παρ’ αὐτοῦ τὴν ἐπὶ τῇ Νικοκλέους γυναικὶ ποίησιν. εἰ δέ τι βούλει παρ’ ἡμῶν αἰτεῖν, οὗτινος ἡ ἐξουσία οὐκ ἐπ’ ἀλλοτρίαν ἀλλ’ ἐπὶ τὴν ἐμὴν ἄνεισι γνώμην, ἐπίστελλε.
ξς′. Τηλεκλείδῃ.
Ἰδίᾳ τινὶ χρώμενος γνώμῃ πρὸς πολλοὺς ἤδη τῶν ἐμῶν ἑταίρων διείλεξαι, τοῦτ’ ἴσως διαπραττόμενος ὃ καὶ γέγονεν, εἰς ἐμὲ κομισθῆναι τοὺς λόγους, ὡς οὐκ ἐχρῆν με μετὰ τὸν δημιουργὸν τοῦ ταύρου Περίλαον ἄλλους κατεργάσασθαι τῷ τρόπῳ τῆς αὐτῆς αἰκίας· τὸν γὰρ ἴδιον λύειν ἔπαινον. ἐγὼ δ’ οὔτε τῆς ἐπὶ Περιλάῳ τιμωρίας ἐπαινούμενος ἐπιστρέφομαι (τιμωρὸς γὰρ οὐκ ἐγενόμην ἐπαίνου χάριν ), οὔτε τῆς ἐπὶ τοῖς ἄλλοις κολάσεως διαβαλλόμενος ἄχθομαι. δόξης γὰρ αἰσχρᾶς ἢ καλῆς ἄμυνα κεχώρισται.
(2) εὖ μέντοι καὶ τοῦτο ἴσθι, ὅτι τοῦ μέλλειν καὶ ἄλλους τινὰς ἐν τῷ ταύρῳ διαφθείρεσθαι χάριν ἐκολασάμην αὐτόν, ἐπεὶ τῆς τοῦ χαλκοῦ κατασκευῆς ἕνεκα δωρεᾶς οὐκ ἀπωλείας ἦν ἄξιος. δίκαιον μὲν οὖν ἐκείνῳ τὰς περὶ τούτων αἰτίας καὶ τοῖς εἰς τοῦτο τύχης ἥκειν βιαζομένοις ἀνακεῖσθαι· εἰ δὲ καὶ εἰς ἡμᾶς ἀναφέροιντο ὑπὸ τῶν ἀγνωμόνως κρινόντων, οὐκ ἀχθόμεθα, ἕως ἔχομεν ἀξίους ἀποδεικνύναι τῆς κολάσεως τοὺς ἀναιρουμένους. ἀρξάμενοι γὰρ ἀπὸ τοῦ πρώτου κολασθέντος, ὅν ὑπὲρ ἁπάντων ἀνθρώπων, μᾶλλον δ’ αὐτῆς τῆς ἀνθρωπίνης φύσεως ἐπυρπόλησα, τὸν αὐτὸν τρόπον τῆς ἐξετάσεως ἐπὶ πάντων ποιήσασθε.
(3) εἰ γὰρ τὴν ἐπὶ Περιλάῳ κόλασιν ὡς δικαίαν ἐπαινεῖτε, καὶ τῶν ἄλλων, ὅσους ὑπὲρ ἀλλοτρίων ἐκολασάμην ἀδικημάτων, οὐ δήπου μέμφοισθ’ ἂν προσηκόντως, οὐδὲ ὅσων ἀνῃρήκαμεν ἐκσπόνδων ἐμοὶ γεγενημένων δι’ οὓς ἐμηχανήσαντο ὀλέθρους. ἦπου σφόδρα γε ἂν ἄβουλος εἴην, εἰ τοὺς ὑπὲρ ἄλλων κακούργους, ἐάν με καὶ εὖ ποιῶσι, τι- μωρούμενος τοὺς εἰς ἐμαυτὸν ἐπιβουλεύοντας ἀζημίους ἐάσαιμι καὶ τὴν δύσκλειαν ὑπὲρ τῶν μὴ προσηκόντων ἐπὶ τῷ φοβερὸς δοκεῖν εἶναι τοῖς ἐπιβουλεύουσιν ἀναδεχόμενος ὑπὲρ τῶν ἰδίων κινδύνων ὀκνήσαιμι. πέπαυσο δὴ καὶ σεαυτῷ κἀμοὶ πράγματα παρέχων.
ξζ′. Παυρόλᾳ.
Ἀφικόμενος εἰς Ἱμέραν ἀναγκαίας ἕνεκα πραγματείας ἤκουσα τῶν Στησιχόρου θυγατέρων ποιήματα λυριζουσῶν, ἃ μὲν αὐτοῦ Στησιχόρου γεγραφότος, ἃ δὲ τῶν παρθένων ἴδια. ἦν δὲ τῶν μὲν Στησιχόρου τὰ τῶν θυγατέρων ἥττονα, τῶν δὲ ἄλλων εἴ τινα κατὰ σύγκρισιν ἐξετασθείη, κατὰ πολὺ βελτίονα. ὥστε με τρισόλβιον ἡγήσασθαι τὸν διδάξαντα, τρισολβίους δὲ καὶ τὰς παρὰ φύσιν εἰς τοσοῦτον βάθος παιδείας ἀχθείσας. εἶεν δή, Παυρόλα (σφόδρα γὰρ καὶ διὰ ταῦτα ἐπιζητῶ μαθεῖν), τίνα δή ποτε γνώμην ἔχων τὸ μὲν σῶμα γυμνάζεις ὅπλοις τε καὶ κυνηγεσίοις καὶ ταῖς ἄλλαις κακοπαθείαις, τὴν δὲ ψυχὴν ἀγύ- μναστον ἐᾷς λόγου τε καὶ παιδείας Ἑλληνικῆς, ἣν ἐχρῆν πρώτην ἐπὶ τὰ τοιαῦτα συνησκῆσθαι καὶ μόνην;
(2) σώ- ματος μὲν γὰρ ἐπιμελητέον ὑγιείας χάριν, οὐκ ἰσχύος, εἰ μή τις τῶν ἱερῶν ἀγώνων ἕνεκα ἀθλοίη· ψυχῆς δὲ πάντας τρόπους προνοεῖσθαι χρὴ τὸν μέλλοντα μετὰ ἀρίστης τιμῆς ἐν δημοκρατουμένῃ ζήσεσθαι πόλει, εἴ γε μὴ σύ, τοῦθ’ ὃ κατηγοροῦσί τινες, ὥρμηκας ἐπὶ τὸ ζηλοῦν καὶ μιμεῖσθαι τὸν ἐν τυραννίδι βίον ὡς προσή- κοντά σοι κατὰ νόμους, καὶ διὰ τοῦτο σωματικὴν ἐπα- σκεῖς ῥώμην, οἰόμενος ἁρμόζουσαν εἶναί σοι τὴν ἰσχὺν εἰς τοιαύτης δυναστείας κατάκτησιν. ὅπερ ἐὰν εὖ φρονῶν τυγχάνῃς, παρὰ τοῦ μεταμελομένου περὶ ναρχίας, οὐχ ἑκουσίως, ἀλλ’ ἐξ ἀνάγκης τοῦτον ἐπα-…
(3) ὃ…
ξη′. Τῷ αὐτῷ.
…
The complete text is available when the reading interface loads.