The Greek Library Author

Galen

De constitutione artis medicae ad Patrophilum

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Lipsiae · Knobloch · 1821
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΑΤΡΟΦΙΛΟΝ ΠΕΡΙ ΣΥΣΤΑΣΕΩΣ ΙΑΤΡΙΚΗΣ.

Ἐπεί μοι δοκεῖς, ὦ Πατρόφιλε, θεῖόν τι πεπονθέναι πάθος, ὀρεγόμενος ἅπαντα σὺν ἀποδείξει τε καὶ μεθόδῳ μανθάνειν, ὑπηρετῆσαί σου διέγνωκα τῇ προθυμία, καὶ γράψαι τῶν λόγων ὧν ἤκουσας, ἢ περὶ ὧν ἠπόρεις, ὑπομνήματά σοι. πῶς δ’ οὐκ ἂν ὑπέστην τὸν ἆθλον τοῦτον, ὁρῶν σε καθευρηκότα μὲν ἀρχήν τινα τῆς ἐπ’ ἀλήθειαν ἀγούσης ὁδοῦ, μόνον δ’ οὐ δυνάμενον αὐτῆς ἐφικέσθαι δι’ ὕψος τε καὶ μῆκος καὶ τραχυτῆτα. τοὺς μὲν γὰρ πολλοὺς ὁρῶ, μηδὲ μετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας, ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεπομένους, σὲ δ’ ἐκείνων ἔμπαλιν ἔχοντα· ἀποτρεπομένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατιδόντα τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ κάλλους αὐτῆς ἐραστὴν δριμύτατον γενόμενον, οὔτ’ ὀκνεῖν τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ μόνῳ τὴν πορείαν. ἐν μὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυμῶν ἐξευρεῖν ἀληθῆ, μεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’ ἐγὼ ὑποτοπάζω, μικρὸν ὕστερον ἐμπλησθήσῃ μείζονος ὀρέξεως, εἰ θεάσαιο τὸ τῆς ἀληθείας φῶς καταλαμπόμενον, ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουμένης. ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείμενον, ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, μυρίοις μὲν ὑποβεβληκέναι τὰ ὦτα μαθήσεως ἕνεκα τέχνης ἰατρικῆς, οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ μεθόδῳ παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ μᾶλλον οὐδὲ τὴν ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδὸν οὐδενὶ ἐπιδεικνύντι σοι συγγεγονέναι, δείξειν ὑπεσχόμην ὃ ποθεῖς, εἰ πρότερον ὑπομείναις καὶ ἐπ’ ἄλλων γυμνάσασθαι τεχνῶν τὸν λόγον. σοῦ δὲ, οὐχ ὅπως ἀποστάντος, οὐδ’ ὀκνήσαντος τὴν πρόσκλησίν, ἀλλ’ ἥδιον ἂν οὕτω φάντος ἢ ἐκείνως ἐπὶ τὸ προκείμενον ἐλθεῖν, εἰ μόνον ἐπαγγείλαιμί σοι τὴν αὐτὴν μέθοδον ἐν ἁπάσαις ἐπιδείξειν ταῖς τέχναις· εἶτ’ ἐμοῦ καὶ τοῦτ’ ἐπαγγειλαμένου, καὶ δεικνύντος ἐπὶ τῆς πρώτης προβληθείσης θεωρίας, ἑώρων σε γανύμενον ἐπὶ τῇ τῆς θεωρίας ἀληθείᾳ. καὶ τοίνυν ἐφεξῆς πολλὰς ὁμοίως διασκεψάμενος, καὶ μάλιστα αὐτῶν τὰς ποιητικὰς, ἐπειδὴ τοῦ γένους ἐστὶ τούτου καὶ ἡ περὶ τὴν ὑγίειαν ἔχουσα, τηνικαῦτα μετέβης ἐπ’ αὐτὴν, ἣν ἐξ ἀρχῆς ὥρμησο, καὶ θεασάμενος, ὡς ἐστὶ κᾀνταῦθα μία τε καὶ ἡ αὐτὴ μέθοδος, ἠξίωσας, ὑπὲρ τοῦ μηδέποτ’ ἐκρυῆναι τῆς μνήμης τὰ λεχθέντα, γραφῆναί τινα αὐτῶν ὑπομνήματα. κᾀγὼ χαίρων σου τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ, δύο ταῦτα ξυνέθηκα γράμματα· τὸ μὲν ἕτερον, ἐν ᾧ χρὴ πρότερον γυμνάσασθαι τὸν τεχνωθῆναι βουλόμενον, ἐπιδεικνύον, ὅπερ οἱ παλαιοὶ φιλόσοφοι λέγουσι, τὸ πάσῃ τέχνῃ τὴν σύστασιν ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας γίγνεσθαι· διῃρέθη δὲ διὰ τὸ μέγεθος εἰς δύο βιβλία· τὸ δ’ ἕτερον καὶ δεύτερον, οὗ νῦν ἀρχόμεθα, δεικνύον, ὅπως ἡ αὐτὴ καὶ μία μέθοδος, ὥσπερ τὰς ἄλλας ἁπάσας τέχνας, οὕτω καὶ τὴν ἰατρικὴν συνεστήσατο. καὶ δὴ ἀρκτέον ἤδη μοι τοῦ λόγου.

Chapter 1

Ἐπειδὴ τῶν τεχνῶν ἔνιαι μὲν ἐν μόνῳ τῷ θεωρῆσαι τὴν φύσιν, ὧν ἐπισκοποῦνται πραγμάτων, ἔχουσι τὸ τέλος, ὡς ἀριθμητικὴ, καὶ ἀστρονομία, καὶ φυσιολογία· τινὲς δὲ πράττουσι μέν τινας πράξεις, ὡς ὀρχηστική τε καὶ κηρυκτικὴ, δεῖξαι δ’ οὐδὲν ἔργον ἑαυτῶν ἔχουσι τοῦ πράττειν παυσάμεναι· τινὲς δ’ ἔμπαλιν τούτων ἐπιδείκνυνται δημιουργήματα, καθάπερ οἰκοδομική τε καὶ τεκτονική· τινὲς δ’ οὐδὲν αὗται δημιουργοῦσι, ἔργον δ’ αὐταῖς ἐστι καὶ σπούδασμα, θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θηρευτικὴ πᾶσα· πρόκειται δέ σοι συστήσασθαι μεθόδῳ τέχνην ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι μία τις, ἢ τῶν πρακτικῶν, ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύμησας κτήσασθαι τέχνην τοιαύτην, ἀναμνησθῆναί σε χρή. πρῶτον οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόμην, ἡνίκα ἡμῖν ἡ ἀρχὴ τοῦ τοιούτου ἐγίγνετο γυμνάσματος, ἀπεκρίνω δέ μοι, βούλεσθαι τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶμα, μάλιστα μὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτερον, ὅσοι τε ἰάσιμοι, καὶ ὅσοι μὴ, κτήσασθαί τινα γνῶσιν. ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε δὴ δεικνύειν ἔχεις τῆς τέχνης τοὖργον, ἤδη τοῦ πράττειν πεπαυμένος. εἰσὶ δὲ δήπου καὶ ἄλλαι πολλαὶ τέχναι ποιητικαὶ, χαλκευτικὴ, σκυτοτομικὴ, ναυπηγικὴ, τεκτονικὴ, πλαστικὴ, γραφικὴ, καὶ σχεδὸν ὅσος οὐκ ἄλλος ἀριθμὸς ἑτέρου γένους, αἱ ποιητικαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εἰσίν. ἣν οὖν ἐπὶ τῶν τοιούτων τεχνῶν ἔμαθες ἐν τῷ πρὸ τούτου γράμματι, ταύτην ἤδη σοι μεταφέρειν καιρὸς, ἐφ’ ἣν συστήσασθαι σπεύδεις, ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ τὴν αὐτὴν τιθέμενος, ἣν ἐπ’ ἐκείνων ἁπασῶν ἐτίθεσο, τὴν ἔννοιαν τοῦ τέλους, ἣν ὁπόθεν ἐκτησάμεθα, λέγειν ἤδη καιρός. πρώτη μὲν ἡμῖν ἐγένετο γνῶσις ἡμῶν τε αὐτῶν ὑγιαινόντων, καὶ τῶν ἄλλων ἀνθρώπων. δευτέρα δ’ ἐπὶ ταύτῃ νοσησάντων, ὅθεν περ καὶ ἡ ἐπιθυμία τοῦ θ’ ὑγιαίνειν εἰσῆλθεν ἡμῖν, καὶ τοῦ συστήσασθαί τινα τέχνην ὑγιαστικήν. ἀλλ’ ἐπεί περ ὑγείαν ἐργάζεσθαι βουλόμεθα τοῦ γένους, ἄν τις εἴη μία τῶν ποιητικῶν τεχνῶν, ἣν συστήσασθαι ποθοῦμεν. οὐσῶν δὲ διφυῶν, ὡς ἐδείχθη, τῶν ποιητικῶν, ἐκ τῶν ἐπανορθουμένων ἂν εἴη τὸ ἤδη γεγονὸς, ἣν ζητοῦμεν, οὐκ ἐκ τῶν δημιουργουσῶν ὃ μήπω πρόσθεν ἦν. ἔνιαι μὲν γὰρ τῶν τεχνῶν αὐτὰ τὰ πράγματα δημιουργοῦσιν, ὥσπερ αἱ κατὰ τὴν ὑφαντικὴν καὶ σκυτοτομίαν· ἔνιαι δὲ ἐπανορθοῦνται τὰ πονήσαντα, καθάπερ αἵ τε τὰ διεῤῥωγότα τῶν ἱματίων, καὶ τὰ διεσπασμένα τῶν ὑποδημάτων συῤῥάπτουσαι.

Chapter 2

Ἐδείχθη δὲ κᾀπὶ τῆς οἰκοδομικῆς οὕτως ἔχειν. ἔστι γὰρ οὖν δὴ καὶ ταύτῃ ἔργα διττὰ, γένεσίς τε τῆς οὐκ οὔσης οἰκίας, ἐπανόρθωσίς τε τῆς πεπονθυίας. ἐδείχθη μὲν γὰρ πρὸς ἀμφοτέρας τὰς ἐνεργείας ἀναγκαῖον ὂν τῷ δημιουργικῷ γιγνώσκειν ἅπαντα τῆς οἰκίας τὰ μόρια, τίνα τε κατὰ τὴν οὐσίαν ἐστὶ, καὶ ὁποῖα κατὰ τὴν διάπλασιν, καὶ πηλίκα τε κατὰ τὸ μέγεθος, ὁπόσα τε τὸν ἀριθμὸν, καὶ ὅπως ἀλλήλοις συγκείμενα. καὶ τοίνυν τῷ συνισταμένῳ τὴν περὶ τὸ σῶμα τέχνην, ἣν ἐν τῷ παρόντι συγχωρείτωσαν ἡμῖν οἱ περὶ ὀνόματα ἐρίζοντες ὀνομάζειν ἰατρικὴν, ἀναγκαῖον ἔσται γιγνώσκειν ἕκαστον τῶν ἁπλῶν μορίων, ὁποῖόν τι κατὰ τὴν οὐσίαν ἐστὶ καὶ τὴν διάπλασιν, πηλίκον τε τὸ μέγεθος, ἔτι τε τὸν ἀριθμὸν αὐτῶν ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. ὥσπερ οὖν ὁ τὴν ἤδη γεγενημένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι βουλόμενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡμεῖς ἐξ ἀνατομῆς ἀνθρώπου σῶμα γνωσόμεθα. θεὸς μὲν γὰρ καὶ φύσις, ὡς ὁ πρῶτον οἰκίαν ἐργασάμενος, οὕτω προγιγνώσκουσι τὰ μέρη, τῆς χρείας αὐτοῖς τὸ παράδειγμα γεννώσης· ἡμεῖς δὲ, ὡς ὁ τὴν ἤδη γεγενημένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡμεῖς εἰ μὴ, καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίμεθα τὴν γνῶσιν, ἀδύνατον ἡμῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ χρείαν τινὰ γέγονεν, ἣ μάτην ἔνια. καὶ γὰρ ταῦτα ἄμφω δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ τινα γεγονέναι. καὶ μέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα κατεσκευασμένων σωμάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ μὲν τούτων αὖθις. ἐξ ἀνατομῆς δὲ τὰ ὁμοιομερῆ προσαγορευόμενα σώματα μαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκαστον αὐτῶν ἐστιν, πηλίκον τε τὸ μέγεθος, ὅσα τε τὰ σύμπαντα, καὶ ὅπως συγκείμενα, τῶν συνθέτων μορίων ἐπιστήμην ἔχομεν, ἃ δὴ καὶ προσαγορεύομεν ὀργανικά· τοιοῦτό ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλμὸς, γλῶττα, πνεύμων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν μορίων, ἑτέρας μὲν τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν, ἑτέρας δὲ τῶν συνθέτων τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν κινούμενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ μυῶν ἕκαστον. καὶ καθ’ ἕκαστόν τε τῶν μυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κίνησίν τινα διαφθειρομένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστοροῦντα τὰ κατὰ τὸ σῶμα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν μῦν νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος μὲν αὐτὸς ὁ μῦς ἀναίσθητός τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούμενον ἄρθρον. ὅθεν, οἶμαι, καὶ ἀναγκαῖόν ἐστι συνισταμένοις ἡμῖν τὴν τέχνην, οὐ μόνον γνῶναι τὰ μόρια καὶ τὴν σύνθεσιν, ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσομεν οἰκοδομησάντων. ἐκεῖνοι μὲν γὰρ τὰ μόρια μόνα καὶ τὴν σύνθεσιν ἴσασιν, οὐδὲν γὰρ αὐτῶν ἐνεργεῖ, διότι μηδὲ ζῶόν ἐστιν ἡ οἰκία· ἡμῖν δὲ καὶ τὰς ἐνεργείας ζητητέον ἐστί. ἀρχὴ δὲ κᾀνταῦθα διττὴ ζητήσεως, ἤτοι τῆς ἐνεργείας γνῶσις, καὶ τοῦ μορίου. τῆς ἐνεργείας μὲν, οἷον τοῦ λογίζεσθαι, τοῦ μεμνῆσθαι, τοῦ προαιρεῖσθαι. τοῦ μορίου δὲ, οἷον ἐγκεφάλου, καὶ νωτιαίου, καὶ καρδίας. πασῶν οὖν ὧν ἴσμεν ἐνεργειῶν ζητήσωμεν τὰ μόρια, τῶν τε μορίων ἁπάντων τὰς ἐνεργείας. ἡ ζήτησις δὲ πάντως ἡμῖν κᾀνταῦθα διά τινος ἔσται μεθόδου, περὶ ἧς αὖθις σκεψόμεθα.

Chapter 3

Νυνὶ δ’, ὅτι διττὴ μὲν ἡ τῶν μορίων ἐστὶ φύσις, διττὴ δὲ καὶ ἡ τῶν ἐνεργειῶν, ἤδη λέλεκται, καὶ αὖθις ἀκριβέστερον λεγέσθω. τοῦ σύμπαντος σκέλους ἐνέργεια βάδισίς ἐστι. γίνεται δὲ, τῶν ἐν αὐτῇ διαρθρώσεων ἐναλλὰξ ἀλλήλων ἐκτεινομένων τε καὶ συγκαμπτομένων, οἷον αὐτίκα κατὰ γόνυ τῶν μὲν ἔμπροσθεν μυῶν ὑπερβαινόντων τὴν ἐπιγονατίδα, καὶ διὰ τενόντων εἰς τὸ τῆς κνήμης ὀστοῦν ἐμφυομένων, ἐπειδὰν ἐκεῖ ἐπισπάσωνται τὴν κνήμην, ἡ ἔκτασις γίνεται τοῦ σκέλους· τῶν δ’ ἐντὸς ὁμοίως ἐνεργησάντων ἡ κάμψις. οὕτω καὶ κατ’ ἰσχίον καὶ πόδα καμπτομένης ἢ ἐκτεινομένης τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνεται μὲν οὖν ὁ μῦς ἐναργῶς, ὅταν τοῦ περικειμένου δέρματος γυμνωθῇ, συναγόμενός τε καὶ ἀνασπώμενος, ὡς ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. οὐ μὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον αἰσθητήν τινα κίνησιν κινούμενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάμεως. αὐτὸς δ’ ὁ ἐγκέφαλος ὅτι μὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύτης δυνάμεώς ἐστιν, ἐναργῶς ἐμάθομεν ἐκ τοῦ διαιρεθέντος ὁτουοῦν νεύρου, ἐν μὲν τοῖς ἄνω μέρεσιν. ὃ συνεχές ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω ἐκείνῳ πάλιν ἕτερόν τι μόριον ἐπιπέμπει τὰς δυνάμεις, ἢ πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον· ἡ γὰρ τοιαύτη σκέψις ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωμεν, ὅθεν ὁ λόγος ἀπετράπετο. βάδισις μὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός. ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι μορίων τὸ μυῶδες γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιμελὴ, καὶ ἀδὴν, καὶ ἀρτηρία, καὶ δέρμα, καὶ φλέβες, ὑμένες τε καὶ σύνδεσμοι, τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν μυῶν. πρῶτα μὲν γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται. ἡ μὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ μυὸς ἐστίν· ἡ δὲ ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν μορίων αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαμεν εἶναι τῶν ἐνεργειῶν τὸ γένος· ἕν μὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν ἁπλῶν μορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συμβεβηκὸς, ἢ δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων ὀνομάζειν ἐθέλῃ.

Chapter 4

Ἐπεὶ δὲ τοῦτο ἡμῖν διώρισται, μετὰ τοῦτο ζητητέον ἐστὶν, ἐκ τίνων μὲν ἡ τῶν ὀργανικῶν μορίων, ἐκ τίνων δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συμπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐμνημονεύσαμεν. εἰ μὴ τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως διαπεπλασμένα, καὶ ὡδί πως συνταττόμενα, τῶν μυῶν ἡ κίνησις οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ μὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐμβαίνειν, τοὺς συνδέσμους δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐτῶν τὴν σύνταξιν, ὅπως μὴ παραλλάττῃ· οὐ μὴν οὕτως συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι, οὐ μὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ διαρθρούμενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσμοι δεόμενοι μεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθμοῦ, καὶ συνθέσεως. ἐάν τε γὰρ ἐλάττους ἢ μείζους γίνωνται, ἐάν τε πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήματι, καὶ καθ’ ἕτερον ἐμφυόμενοι χωρίον, οὐκ ἔτ’ ἄμεμπτος ἡ τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσμων τε καὶ ὀστῶν καὶ μυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς χρείας. εἰ μὲν γὰρ εὑρίσκοντο μόριον μηδὲν ἀργὸν ἐνεργείας ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος, ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κατεσκευασμένον, οἶόν περ ἐστὶ, φυλακτέον αὐτό· διημαρτημένον δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἶόν τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν κατασκευὴν ἑκάστου γνῶναι τῶν μορίων. ζητητέον οὖν αὐτὰ, καὶ οὐκ ἀποκνητέον, εἰ μέλλοιμεν ἕξειν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσεροῦ σώματος.

Chapter 5

Ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονεν ὁ λόγος, ἀναμνησθῆναι χρὴ τῆς μεθόδου τὴν δύναμιν. οὔτε γὰρ οἰκίας, οὔτε νεὼς, οὔτε σκίμποδος, οὔτε ἄλλου τῶν ἁπάντων οὐδενὸς, ἑτέρως ἄν τις ἐξετάσειε τὴν κατασκευὴν, εἴτ’ ἄμεμπτός ἐστιν, εἴτε μεμπτὴ, χωρὶς τοῦ τὰ συνθετικὰ διασκέψασθαι μόρια, πόσα τε τὸν ἀριθμόν ἐστι, καὶ πηλίκον ἕκαστον, ὅπως τε διαπέπλεκται, καὶ ὅπως κεῖται· ἀλλ’ ἐν τούτοις ἐστιν ἥ τ’ ἀρετὴ καὶ ἡ κακία τῶν συνθέτων ἁπάντων σωμάτων. ἐν αὐτοῖς δὲ τούτοις ἐδείκνυτο καὶ τὰ πάθη τῆς οἰκίας εἶναι, καὶ τῆς νεὼς, ἤτοι μεγέθει, καὶ διαπλάσει, καὶ ἀριθμῷ, καὶ θέσει τῶν μορίων, εἴπερ γε καὶ ἡ ἀρετὴ καὶ ἡ κακία. σκίμποδος δὲ οὐκ ἐν τούτοις· ἱματίων δὲ ἄρα ἐν ἄλλοις τισίν· ὑποδήματος δὲ οὐκ ἐν τοῖς αὐτοῖς. ἐν ἅπασιν οὖν τοῖς ὀργανικοῖς σώμασιν, οἷς οὐσία κατὰ σύνθεσιν, ἐν τέτταρσι γένεσι ἡ ἀρετὴ, καὶ ἡ κακία, καὶ τὸ πάθος ἐστίν. εἰ δὲ καὶ κατὰ φύσιν ἕνωσιν λαμβάνοι τὰ μόρια, πέμπτον τι γένος τοῦθ’ ὑπάρξει τοῖς τοιούτοις σώμασιν, ὥστε τὸν μὲν ἄριστον ἀρίστας ἔχειν τὰς ἐνεργείας, τὸν δὲ μοχθηρότατον χειρίστας. εἰ δὲ καὶ λυθείη τις σύμφυσις, οὐ μεμπτὴ μόνον ἡ τοιαύτη διάθεσις, ἀλλ’ ἤδη καὶ νόσημά ἐστι. καλείσθω δ’ ἕνεκα σαφοῦς διδασκαλίας τὸ τοιοῦτον γένος ἑνώσεως λύσις, οὐδὲν διαφέρον, εἰ καὶ συνεχείας τις εἴποι λύσιν. ἀλλ’ ὅτι γε καὶ τοῖς ὁμοιομερέσιν ἐγγίγνεται τὸ πάθος τοῦτο, γιγνώσκεσθαι χρή. καὶ γὰρ ὀστοῦ, καὶ νεύρου, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ σαρκὸς ἐν τῷ νύττεσθαί τε καὶ διαβιβρώσκεσθαι, καὶ τέμνεσθαι, καὶ διασπᾶσθαι, καὶ ῥήγνυσθαι, διαφθείρεται τὸ συνεχές. ἀλλ’ ἐν μὲν ὀστῷ κάταγμα καλεῖται τὸ πάθος· ῥῆγμα δὲ ἐν τοῖς σαρκώδεσι μορίοις τῶν μυῶν ἐκ διατάσεως γιγνόμενον. αἱ δ’ ἶνες ὅταν ὁμοίως ταθεῖσαι ῥαγῶσι, σπάσμα καλεῖται τὸ πάθος. ὡσαύτως δὲ τῷ ῥήγματι τὸ τραῦμα συνεχείας ἐστὶν ἐν σαρκὶ λύσις, οὐκ ἐκ διατάσεως, ἀλλ’ ἐντομῆς. εἰ δ’ ὀξὺ καὶ λεπτὸν εἴη τὸ τιτρῶσκον, ὀνομάζεται νύγμα καὶ νύξις· εἰ δὲ βαρὺ, θλάσμα καὶ θλάσις. τῶν δ’ ἐξ ἀναβρώσεως, ὅσα μὲν ἐν ὀστῷ γίγνεται, τερηδών· ὅσα δὲ ἐν τοῖς ἄλλοις, ἕλκος. ἀλλ’ ὀνομάζειν μὲν ἐξέστω καὶ ἄλλως. αἱ διαφοραὶ δὲ αἱ σύμπασαι τοιαῦταί εἰσι καὶ τοσαῦται τοῦ πέμπτου γένους τῶν νοσημάτων, ὅταν ἐν τοῖς πρώτοις συνίστηται μέρεσιν. ἐν ὀργανικοῖς δὲ, ὡς εἴρηται, κατὰ τὰς τῶν ἑτερογενῶν γίγνεται συμφύσεις, καὶ καλεῖται πάντα ἀποσπάσματα. διαιρεθέντος μέντοι τινὸς ὅλου τῶν ὁμοιομερῶν, εἴη μὲν ἄν καὶ αὐτοῦ τοῦ διῃρημένου τὸ πάθος, εἴη δ’ ἂν καὶ τοῦ σύμπαντος ὀργάνου, ποτὲ μὲν κατὰ συμβεβηκὸς, ὡς ἐπειδὰν ἤτοι μῦς, ἤ τι τοιοῦτον ἕτερον πάθῃ, ποτὲ δὲ καὶ πρῶτον, ἐπειδὰν σύνδεσμος. ὥσπερ οὖν ἐφ’ ἑνὸς γένους νοσήματος, ἐν ᾧ τὸ συνεχές τῶν μορίων βλάπτεται, τὰς διαφορὰς ἐγὼ νῦν ἐπῆλθον, οὕτω καὶ σὺ πειράθητι τῶν ἄλλων τεττάρων γενῶν, ὡσαύτως διελθεῖν. ἀναμιμνήσκειν γὰρ αὐτῶν ἐν τῷδε τῷ λόγῳ περιττὸν ἐδόκει μοι, γεγραμμένων γε ἁπάντων ἀκριβῶς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς.

Chapter 6

Πάλιν οὖν ἀναμνήσομαι ἡμᾶς αὐτοὺς, ὡς κᾀν τοῖς ἄλλοις ἅπασιν, ὧν ἐν συνθέσει τὸ τῆς οὐσίας εἶδός ἐστιν, ἐδείχθη τὰ σύμπαντα γένη τέτταρα, τῆς ὅλης οὐσίας αὐτῶν αἴτια, καὶ προσέτι τοῦ κατωρθωμένου τε καὶ διημαρτημένου σχήματος ἐν αὐτοῖς· ἔπειτα δ’ , ὅτι καὶ αὐτῶν τῶν ἁπλῶν ἑκάστου μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι τὴν φύσιν, εἰ καὶ τὴν τούτων τις ἀρετήν τε καὶ κακίαν ἱκανός ἐστι γνωρίζειν, ἐπανορθοῦσθαί τε τὰ παθήματα. πεπονθυίας γοῦν ἐν οἰκίᾳ κεραμίδος ἢ πλίνθου τινὸς, ὠμῆς ἢ ὀπτῆς, ἐπίστασθαι χρὴ τὸν τεχνίτην, ὅπως τε δημιουργήσει τοιαύτην ἑτέραν, ὅπως τε τὴν μὲν πεπονθυῖαν ἐξαιρήση, καταθήσεται δ’ εἰς τὸν ἐκείνης τόπον ἑτέραν ἀπαθῆ. τῷ μέντοι γε τὴν περὶ τὸ σῶμα τἀνθρώπου τέχνην συνισταμένῳ πρὸς τοῖς ἄλλοις καὶ ἀναγκαῖον τοῦτο ἔσται, γιγνώσκειν, εἴτε δυνατόν ἐστιν ἀντιτιθέναι τι μόριον, εἴτε ἀδύνατον ἀντ’ ἄλλου τίθεσθαι. σάρκα μὲν ἐκκόψας πεπονθυῖαν, ἑτέραν ἐργάσασθαι δύνασαι. νεῦρον δὲ ἢ σύνδεσμον κόψας, ἕτερον ἀποτελέσαι τοιοῦτο οὐ δυνήσῃ. τῇ μὲν γὰρ ἐξ αἵματος ἡ γένεσις, τοῖς δὲ ἐκ σπέρματος. ἔστι δὲ καὶ ὀστοῦν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαπλάσει συνισταμένων, ἀλλ’ εἰς τὴν χώραν αὐτοῦ καταθεῖναί τι δυνάμεθα παραπλήσιον ὀστῷ. καὶ ταῦτα ἐγὼ μὲν νῦν ἀπεφηνάμην ἐκ προχείρου λαβὼν ἕνεκα παραδείγματος. ὁ δὲ λόγος αὐτόν γε κελεύει ζητῆσαι τὸν συνιστάμενον τὴν τέχνην, καὶ ἤδη γε τὰς ἀρχὰς τῆς εὑρέσεως ὑπεγραψάμην, ἐπὶ τὴν πρώτην τοῦ ζώου γένεσιν ἀναπέμψας, καὶ συμβουλεύσας ζητῆσαι, τίνα μὲν ἐκ σπέρματος ἐγένετο, τίνα δ’ ἐκ τροφῆς ἀεὶ γίγνεται. ἔτι δὲ δὴ μᾶλλον ἡ μέθοδος ἀναγκάζει τε καὶ κελεύει ζητεῖν ἡμᾶς, εἴθ’ ἕν ἐστιν ἕκαστον τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν φαινομένων μορίων, εἴτ’ ἐκ πλειόνων σύγκειται, καὶ τίς ὁ τρόπος αὐτοῖς ἐστι τῇ συνθέσει. εὔδηλον γὰρ, ὡς καὶ ταῦτα τοῖς ὀργανικοῖς ὀνομαζομένοις ἀνάλογα, ἔν τε τῇ ποσότητι καὶ διαπλάσει καὶ μεγέθει καὶ θέσει τῶν συνιστάντων αὐτὰ, τήν τ’ ἀρετὴν ἕξει καὶ τὴν κακίαν, εἴπερ ἀνάλογος ὁ τρόπος αὐτῶν ἐστι τῆς γενέσεως. εἰ δ’ οὐχ οὕτως, ἀλλ’, ὡς ἡ τετραφάρμακοσὀνο μαζομένη, δι’ ὅλων κερασθέντων ἁπάντων ἐγένετο, καθ’ ἕτερον τρόπον ἐξευρήσεις αὐτῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ τὴν νόσον. ὥσπερ, οἶμαι, εἰ μὴ κερασθέντων, ἀλλ’ ἐκ παραθέσεως ἀκριβοῦς ἡ ἕνωσις αὐτῶν ἐστιν, ὁμοίως τῷ κεφαλικῷ τῷ καλουμένῳ φαρμάκῳ ξηρῷ, καὶ οὕτως ἐξεύροις τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγματος. εἰ δὲ μήτε ἐκ πολλῶν διαφερόντων κατ’ εἶδος, ἀλλ’ ὁμοειδῶν ἁπάντων σύγκειται, καθάπερ εἰ οὕτως ἔτυχεν οἰκία τις ἐξ ὀπτῆς πλίνθου μόνης, ἢ λίθων, ἐν τῇ συνθέσει μόνῃ δηλονότι ἐξευρήσεις τῶν ὁμοιομερῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγματος. ὅτι μὲν δὴ τῶν εἰρημένων ἕν τι τοῖς ὁμοιομερέσιν ὑπάρχει σώμασιν, ὁ λόγος ἡμῖν ὑφηγεῖται. τί δ’ ἐξ αὐτῶν ἐστιν ἀληθὲς, ἀκριβοῦς δεῖται σκέψεως. ὁρῶμέν γέ τοι καὶ τοὺς φιλοσόφους, ἐπὶ τὴν τοιαύτην μὲν ἀφικομένους ζήτησιν, ὥσπερ καὶ τῶν ἰατρῶν ἐνίους, ἐπιπλέον ἀλλήλων διενεχθέντας. διό μοι καὶ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ἀπογνόντες εὑρήσειν τὸ ζητούμενον. ἔνιοι δ’ οὐ μόνον ὡς ἀδυνάτου τῆς εὑρέσεως ἀπέστησαν, ἀλλὰ καὶ ὡς ἀχρήστου. ὅτι μὲν οὐκ ἄχρηστος, εἰ μέλλοι τις οὐ διὰ πείρας τινὸς, ἀλλὰ μεθόδῳ συστήσασθαι τὴν τέχνην, ἤδη μοι δοκεῖ πρόδηλον ὑπάρχειν· ὅτι δὲ οὐδ’ ἀδύνατος, ἐφεξῆς σκοπῶμεν, ὀλίγον τι πρότερον ἡμῖν διαλεχθέντες. εἰ γάρ τί μοι πιστεύεις, ὥσπερ οὖν πιστεύεις, ὁρῶν με οὐδὲν πρὸς δόξαν ἀνθρώπων, ἀλλὰ καὶ πρὸς ἀλήθειαν ἅπαντα πράττοντα, μὴ καταπληττέτω σε τὸ πλῆθος τῶν διαφωνησάντων ἰατρῶν τε καὶ φιλοσόφων. εἰ μὲν γὰρ ἐξ ὧν χρὴ γνῶναι τἀληθὲς, ἅπασιν ὑπῆρξεν, εἶτ’ οὐχ εὗρον, εὔλογον ἦν ἀπογνῶναι τῆς εὑρέσεως. εἰ δὲ τινὰ μὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν ὁμολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡμεῖς δὲ σύνισμεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ μὴ γνοὺς οὐκ ἀπογνῷ τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον μὲν ὀξεῖα φύσις, ὥστε ὅπερ ἂν ἐκδιδάσκηται μάθημα λογικὸν ἑτοίμως ἕπεσθαι. δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκησις, ὡς ἐν τοῖς πρώτοις γενέσθαι μαθήμασι. μάλιστα δ’ αὐτὸν ἐν ἀριθμητικῇ τε καὶ γεωμετρίᾳ γυμνάσασθαι δεῖ, καθάπερ καὶ Πλάτων συμβουλεύει. τρίτον ἐπὶ τούτοις ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρίστοις εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώτατον, ὡς μηδὲν μήθ’ ἡμέρας, μήτε νυκτὸς ἐκμελετᾷν ἄλλο πλὴν τῶν μαθημάτων. εἶτα πέμπτον, ὅπερ ὀλιγίστοις ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι μόνον ἐν ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς πολλοῖς διεσπούδασται. πρὸς τούτοις ἕκτον, ἐκμαθεῖν τινα μέθοδον, ᾗ διακρίνεται τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. οὐ γὰρ δὴ ἀποχρήσει γε μόνον εἰς τὴν εὕρεσιν ὧν ζητοῦμεν ἐπιθυμῆσαι τῆς ἀληθείας, ἀλλὰ χρὴ καὶ δύναμίν τινα τῆς εὑρέσεως πορίσασθαι. ἕβδομον ἐπὶ τούτοις ἅπασιν, ἀσκῆσαι τὴν μέθοδον, ὡς μὴ γιγνώσκειν μόνον, ἀλλὰ κεχρῆσθαι δύνασθαι. εἰ γὰρ δὴ τοῖς μὲν ῥήτορσιν ἐλάττονα τέχνην μετερχομένοις οὐχ ἱκανὸν εἶναι δοκεῖ τὸ γνῶναι τὴν μέθοδον, ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ τὴν ἄσκησιν αὐτῆς μεταχειρίζονται, πολὺ μᾶλλον τοῖς οὕτω μεγάλα ζητοῦσιν οὐκ ἀποχρήσει μόνως ἐκμαθεῖν τὴν μέθοδον. εἰ μὲν οὖν ἕν τι τῶν εἰρημένων ἐνδέοι τῷ καθηγουμένῳ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ, δίκαιόν ἐστι μὴ πάνυ τι τυχεῖν ἐλπίζειν, ὧν ἐφίεται. εἰ δὲ ἅπαντα ὑπάρχει, τί κωλύει ζητεῖν τὸ ἀληθὲς ἐπ’ ἐλπίσιν ἀγαθαῖς;

Chapter 7

Ἐστὶ μὲν δὴ τὸ προκείμενον, ὥσπερ τοῦ σύμπαντος σώματος ἐξ ἀνατομῆς ἐμάθομεν ἅπαντα τὰ μόρια μέχρι τῶν ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ. πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος ἡμῖν γιγνέσθω. τῆς σαρκὸς ἐπισκεπτομένης, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον. εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερμαινομένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ, οὐ μὴν οὐδὲ λευκὴ τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. καὶ τί διατρίβω, καὶ καταμηκύνω κατακερματίζων τὸν λόγον; ὅλως γὰρ οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων φαίνονται διεληλυθέναι τῶν σωμάτων· ὡς ἥ γε κατὰ τὸ σχῆμα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείμενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρημένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁμοιομέρειαι τοῖς ἐκείνας ὑποτιθεμένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεμένοις ταῦτα. φησὶν οὖν ὁ Ἱπποκράτης, ἐγὼ δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν· ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον. εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ μὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων, καὶ τὴν τῶν ἀνάρμων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι καθέξουσι τὸ προκείμενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συμπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισμὸς ὀδύνην ἐργάσεται. τὸ μὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώμασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ μὴν οὐδὲ τὸ ἄναρμον τὸ Ἀσκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται θραυόμενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης, ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιμελῇ, καὶ συνδέσμῳ, καὶ θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει μὲν, οὐκ ὀδυνᾶται δὲ, διότι μηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ μέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ μὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἷναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν μόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, μεταβάλλον τε καὶ ἀλλοιούμενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ μέρος σωμάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλὰ, καὶ τῶν αἰσθανομένων τὸ μὲν μᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δεδήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστημονικὸς γένοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς μηδ’ εἴ τίς ἐστιν ἀποδεικτικὴ μέθοδος, ζητῆσαι πρότερον ἐθέλειν, ἢ παρ’ ἄλλου μαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινωνοὺς τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόμεθα. τῷ γὰρ βουλομένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγραπται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπισκεπτόμεθα.

Chapter 8

Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείμενον, ἐπιθῶμεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησάμενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαμένοις ὧν πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν μεταβολὴν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ μὴν εἰ ἁψάμενον ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος μεταστῆσαι. θερμότης μέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται μεταλλάττουσι τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν δυναμένην; ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μόνας ὀνομάζεσθαί τε καὶ νομίζεσθαι προσήκει τὰς εἰρημένας ποιότητας δραστικὰς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα, δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ μία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέμνει, καὶ νύττει, δρᾷ μέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ μεθίστησιν, ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαιρῶν μὲν εἰς ἐλάχιστα μόρια, φυλάξεις χιόνα, θερμήνας δὲ παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατός αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις μὲν γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναντίων, ἡ μὲν εἰς σμικρὰ διαίρεσις, μείωσις τῆς οὐσίας ἐστὶν, ἡ δὲ θέρμανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώματα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα, γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ μὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωμένων τε καὶ φθειρομένων ἔφασαν εἶναι. καὶ μεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ, καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείμενον. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁμαρτανόντων τῆς ἀληθείας, ἀλλ’ εἰ μὲν ἔχει τις ἀπόδειξιν, ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως, ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁμολογοῦσι, μὴ τολμᾷν ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε τῷ βούλεσθαι μαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν ἡλίου, πρὶν ἐπ’ ἀριθμῶν καὶ γραμμῶν γυμνάσασθαι. φευκτέον οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα· συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάντως γε ῥυπαίνουσι, εἰ μή τις ἱκανῶς εἴη γεγυμνασμένος ἐν θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡμῖν οὕτως, ὡς οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο μὲν οἷδ’ ὅτι πάρεργον.

Chapter 9

Ἐπὶ δὲ τὸ προκείμενον ἐπανίωμεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυμένων ἓν ὁμοιομερὲς γίγνεται σῶμα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθητικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ μέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπονται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ μὲν γίγνεται ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα μὲν γὰρ καὶ θερμοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου· μέση δ’ ἀμφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ μὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερμοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφορὰς τῶν ὁμοιομερῶν σωμάτων ἁπλᾶς μὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερμοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅμα καὶ ψυχροτέρας, θερμοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅμα καὶ θερμοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅμα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώτην ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ μὲν τούτων ὁ λόγος ἱκανὸς ἐξείργασται σύμπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁμοιομερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συμμετρίᾳ τε καὶ ἀμετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει. διορίσαι τῆς κακίας αὐτῶν τὴν νόσον. ὁ διορισμὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων τῶν πραγμάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώματος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ μὲν οὖν ὑγιαίνουσα κατασκευὴ τοῦ σώματος ἀβλαβεῖς ἔχει τὰς κατὰ φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαμμένας. ὥστ’, ἐπειδάν τις ὑγιαίνων ἀσθενεστέρας μὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, μηδέπω δ’ ἤδη βεβλαμμένας, δυσκρατότερος μέν ἐστι, νοσεῖ δ’ οὐδέπω. μία μὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ εὔκρατος μὲν οὐδεμία, δύσκρατοι δὲ σύμπασαι, τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς μὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογμάτων ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ μίαν ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκμαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν, ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν τρίτον εἷναί τι πλάτος ὑγείας, ὡς παμπόλλας ἐν αὐτῷ περιέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωμάτων, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίμπους, καὶ κιβωτὸς, ἱμάτιόν τε, καὶ ὑπόδημα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατασκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡμῖν ἐστι κατασκευὰς σώματος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ μὲν ἀρίστη μία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀμφοῖν οὐκ εὐαρίθμητον μὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.

Chapter 10

Ὁπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναμεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωμεν ἐν κεφαλαίοις τὰ εἰρημένα. γνωσόμεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουμένου τὸ εὑρημένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόμενόν. ἐστι. προὔκειτο μὲν ἡμῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδομικὴ τῆς οἰκίας δημιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειρομένου μέρους αὐτῆς ἐπανορθωτική. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούμενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόμῳ τὰ σφάλματα τοῦ σώματος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην μεταχειριζόμενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώματος, οὗ τὰ σφάλματα μέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαμεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ μορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συμπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαμεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς μορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσημάτων σκεψόμεθα. καὶ σχεδὸν ἡμῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἰδός τι μόνον αὐτῆς, καὶ οἷον παράδειγμα. τὴν δὲ σύμπασαν οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐπιστήμης ἕξομεν, ἐπειδὰν ταῖς ὕλαις ἐμβιβάσωμεν τὰ εἴδη. χρὴ γὰρ οὐ μόνον, ὅτι θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται μόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς μὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου μορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύμονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσημάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήμην ἂν ἔχοιμεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώματος, οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναμφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχομένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήματα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον μὲν ἐν δύο πραγματείαις διερχόμεθα, τῇ τε τῆς θεραπευτικῆς μεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν μέθοδον, αὐτῶν ἀρκεῖ μνημονεῦσαι.

Chapter 11

Ἡ μὲν οὖν θεραπευτικὴ μέθοδος ἐκ τῆς τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων ἄρχεται διαθέσεως. ἐπειδὴ γὰρ τὸ μὲν ὑγιαῖνον, καθ’ ὑπερβολὴν, ἄν θ’ ὁμοιομερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύμμετρον πάντα ἐστὶν, ἄμετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀμετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν αὐτῇ ἀμετρίαν. κατὰ μὲν τὰς τῶν ὁμοιομερῶν καὶ ἁπλῶν σωμάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ μὲν εἴη κατὰ μέγεθος ἡ ἀμετρία τοῦ νοσήματος, ἕτερον ἐναντίον μέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθμόν. ἐπὶ πάντων οὖν ἡ εἰς τὸ…

Chapter 12

Σ…

The complete text is available when the reading interface loads.