De temperamentis
Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος
- Scientific editors
- Karl Gottlob Kühn
- Edition reference
- Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1821
- CTS identifier
urn:cts:greekLit:tlg0057.tlg009.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
Ὅτι μὲν οὖν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα κέκραται, καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι’ ἑτέρου γράμματος, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δὲ, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, τῶν κράσεων ἁπάσας ἐξευρεῖν τὰς διαφορὰς, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι, κατ’ εἴδη τε καὶ γένη διαιρούμενος, ἐν τῷδε τῷ γράμματι δίειμι, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τοῦτ’ ἔστι τῶν στοιχείων αὐτῶν, ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ γῆς. ἐπειδὰν δὲ ζῶον, ἢ φυτὸν, ἢ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῶον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν, ὡς πῦρ, οὔτ’ ἄκροις ὑγρὸν, ὡς ὕδωρ· ὡσαύτως δὲ οὐδὲ ψυχρὸν ἢ ξηρὸν ἐσχάτως· ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν ᾧ πλείονος ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δὲ, ἐν ᾧ ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μὲν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δὲ, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν τῶν ὀνομάτων χρῆσις.
Chapter 2
Ὥρα δ’ ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶν τε καὶ φιλοσόφων, ὑγρὰν εἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηρὰν καὶ ψυχρὰν, ἑτέραν τῆς ξηρᾶς τε ἅμα καὶ θερμῆς. ἔνιοι δ’ ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ, θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν· οὐ μὴν οὔτε τὴν ὑγρὰν ἅμα καὶ θερμὴν, οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐ γὰρ ἐγχωρεῖν οὔθ’ ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν, οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα, καὶ οὕτως θερμὸν ἅμα καὶ ξηρὸν γίνεσθαι τὸ σῶμα, μένειν δὲ ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἶς ἂν σώμασιν ἀῤῥωστῇ τὸ θερμὸν, ὥστ’ ἀναγκαῖον εἶναι, θερμότητος μὲν ἐπικρατούσης, ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης, ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν οὖν κατὰ τάδε πεπείκασι σφᾶς αὐτοὺς, ὡς δύο εἰσὶ πᾶσαι τῶν κράσεων αἱ διαφοραί. ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν· ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν· ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν, ὥσπερ καὶ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ’ αὖ τὸ ξηραίνειν, ὥσπερ καὶ τοῦ ὑγροῦ τὸ ὑγραίνειν. καὶ διὰ τοῦτο, ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ, καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμὰ, θερμαίνει, ᾗ δὲ ξηρὰ, ξηραίνει. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ, καθάπερ ὕδωρ θερμὸν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν πέφυκεν ἀεὶ, ἓν ἑκατέρας κᾀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὐκ οὖν συγχωροῦσιν, εἴ τι θερμαῖνόν ἐστιν, εὐθὺς τοῦτο καὶ ξηραίνειν· ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν, ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων· εἰ δ’, ὥσπερ θερμὸν, οὕτω καὶ ξηρὸν εἴη, καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθὺς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβὸν, ἀλλ’ ἐκ τῆς συνούσης αὐτῇ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπιπλέον, εἶθ’, ὡς εἰκὸς, αὐανθέντων, ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων, καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλὰ εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι καὶ γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος, εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς δρᾷν δυναμένης, ὑγραίνειν γὰρ τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βοῤῥᾶν, ξηρὸν καὶ ψυχρὸν ἄνεμον τυγχάνοντα, ξηραίνειν ἅπαντα καὶ ψύχειν. καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον,
Ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης νεοαρδέ’ ἀλωὴν
Αἶψα ξηραίνει.
Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τοῦ μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’ οὐκ ἀναγκαῖον, οὔτ’ εἴ τι ψυχρὸν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμὸν, εὐθὺς καὶ ξηρόν· οὔκουν οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηρὰν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζώου, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν, καὶ τὴν ἀλλοίωσιν, καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίνεσθαι. τίς γὰρ οὖν εἰπὼν, ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμὸν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος, οὐ τὴν κατὰ ψυχρὸν καὶ θερμὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα μεταβολήν· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ καὶ τὸ μέλαν εἰς τὸ λευκὸν, καὶ τὸ θερμὸν αὖ εἰς τὸ ψυχρὸν, ὥσπερ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν. οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρὸν, τὸ δ’ αὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκει τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι νῦν λευκὸν, ἢ τῷ τέως ξηρὸν ὂν τὸ νῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν τὸ νῦν ξηρὸν φαίη γενέσθαι, ἢ τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν, ἢ ἐκ θερμοῦ ψυχρὸν, ἢ ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν ἂν δόξειεν ὁ τοιοῦτος, καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται μουσικὸς ὅδε, φαμὲν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ, καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ· τὸ δ’ ἐκ μουσικοῦ γραμματικὸν, ἢ ἐκ γραμματικοῦ μουσικὸν, ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίνεσθαί τι λέγειν ἄτοπον. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν γεγονέναι, προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικὴν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι, μένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον. ὥστ’ οὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ’ ἐξ ἀμούσου μουσικός· οὐ γὰρ ἔτ’ ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον, μουσικόν γε ἤδη γεγονότα. πασῶν γοῦν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίων τε κᾀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων, δηλονότι καὶ τὸ ὑγρὸν, εἰ μεταβάλλει ποτὲ, καθ’ ὅσον ὑγρὸν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. μὴ τοίνυν λεγόντων, φασὶν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν, ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ’ ἓν καὶ ταὐτὸ σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ’ ὑγρόν τι καὶ θερμὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατὸν, ὡς ὅ τε λόγος ἀπέδειξε καὶ τὰ σμικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν οὖν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν, ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ὅταν ἐς ταὐτὸ ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου. ὁ δὲ λόγος ἐκείνων οὐχ, ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ ἓν καὶ ταὐτὸ σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ, δείκνυσιν, ἀλλ’ ὡς οὐκ ἂν διαμείναι τοιοῦτο ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα· καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρὸν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δ’ οὖν πάλιν τοῦτο, τὸ θερμὸν καὶ ξηρὸν, ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρὸν ἔσται καὶ ψυχρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμὸν, ἄρχεται τοὐντεῦθεν ἤδη, φασὶ, καὶ αὐτὸ μαραίνεσθαι, μηκέτ’ εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι, καὶ κατ’ ἀρχὰς μὲν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου συνδραμεῖν εἰς ταὐτὸ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον, ἢ τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κᾀν τῷ χρόνῳ προϊόντι γίνεσθαι τὴν τέως θερμὴν καὶ ὑγρὰν κρᾶσιν αὖθις θερμὴν καὶ ξηρὰν, ὥσπερ γε καὶ αὖθις πάλιν τὴν ξηρὰν καὶ θερμὴν, ἀποσβεννυμένου τοῦ θερμοῦ, ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. ὅτι μὲν οὖν ἐγχωρεῖ καὶ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα, καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἀποδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γὰρ, φασὶ, τεττάρων ποιοτήτων, εἰς ἀλλήλας τε τὸ δρᾷν καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος, καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’ ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν, οὔτε ψυχρὸν ἅμα καὶ θερμὸν δύναται γενέσθαι σῶμα. λείπεται γοῦν τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς μὲν δύο, ξηρὰς δὲ δύο, θερμότητι καὶ ψυχρότητι διῃρημένας. ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτά ἐστιν. ἃ δ’ ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός.
Chapter 3
Ἕν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον φύσιν, ὥσπερ οὐκ ἀρετῇ τε ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ μηδ’ ὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν, ἢ ἐν τῇ ψυχρᾷ τὸ ψυχρὸν, οὐδ’ ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ πρότερον ἐπιθέσθαι τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν, ἢ τὴν εὔκρατον ἐκείνην φύσιν· τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ’ αὖ ψυχρότερον θερμαίνειν· ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσιν, καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρῶτον λέγεσθαι πρὸς αὐτῶν. οἳ δ’ ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι ταύτης, ὥσθ’ ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’ οὐ παραλέλειπται, φασὶν ἐξ αὐτῶν ἔνιοι, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, ἢ τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν, ἢ τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας, ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν, καὶ ψυχρὰν καὶ ὑγρὰν, ἤ τινα ἄλλην λέγωσι κρᾶσιν, οὐ τῶν ἄκρων ἀκούειν ἡμᾶς χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίνεσθαι προσηγορίαν. εἰ δ’ οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμὴν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα σαφῶς τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν ᾗ τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’ αὐτὴ, φασὶν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα τὸ θερμὸν καὶ μὴ πλεονεκτεῖν, καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ’ αὐτὸ τοῦτο, φασὶν, ἴδιόν ἐστι τῆς εὐκράτου, τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ· κρατήσαντος γὰρ τοῦ ψυχροῦ, μετρίως μὲν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον· οὕτω δὲ κᾀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος, θάνατον· ὥσπερ οὐχὶ κᾀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ ἂν οὐχ ὁμολογήσειεν, ὡς, ἐπειδὰν μὲν ἐπ’ ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχοι πλεονεκτῆσαν, ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτως γιγνομένην· ἐπειδὰν δ’ ἐπὶ πλέον, νόσον· ἐπειδὰν δ’ ἐπὶ πλεῖστον, θάνατον. ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. ἢ μηδὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα, μηδ’ ὅσα μεθ’ ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμὰ, μηδὲ ταῦτ’ ὁμολογῶμεν εἶναι νοσήματα. πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν, οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες, οὔθ’ εὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμὸν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὡς τὸν πυρετὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ὡς τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν, ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος, καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν καλοῦσι τὸ ἔαρ· οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατόν τε καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασι. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κᾀκ τῶν ἐνεργειῶν τῆς φύσεως, ἐῤῥωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψύξιν ἄγειν τὰ τῶν ζώων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς, ὡς ἂν μηκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας ἅμα διὰ τὴν ἀποχώρησιν τοῦ θερμοῦ, καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ’ εἴπερ ὁ θάνατος, φασὶ, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωὴν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωὴ, φασὶ, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα, καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν, ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου, καὶ Θεοφράστου γε μετ’ αὐτὸν, καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἂν, εἰ δεηθείη, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.
Chapter 4
Τὸ δέ γε νῦν εἶναι, πειράσομαι πρῶτον ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῆ ποτε σοφίζονται σφᾶς αὐτοὺς, εἶτ’ ἐφεξῆς ἐπιδεῖξαι τὸν ἅπαντα λόγον, εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐντεῦθεν σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς χειμὼν, οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’ οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων, καὶ κατ’ αὐτοὺς ἐκείνους, δηλωτικόν. διχῶς δ’ ἐσφάλησαν, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ ἐκ τοῦ καὶ θερμότερον ἢ κατὰ τὸν χειμῶνα, καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπάρχειν αὐτό. ἀλλ’ οὔτ’ ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ψυχρὸν ἀποδείξει καὶ ξηρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ ὑγρὸν καὶ τὸ θερμὸν, οὐκ ἀληθεύεται κατ’ αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δ’, ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμὸν, οὐδὲν ἦττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δὲ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέραις γὰρ ἀμφοτέρων διαφέρον, οὐκ ἐξ ἡμίσεως ὀφείλει τὴν παραβολὴν, ἀλλ’ ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτως γίνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτῷ. θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρὸν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’ αὖ καὶ ὑγρὸν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’ οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γινομένην ὑγρὸν καὶ θερμὸν ἔσται. εἰ δ’ ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμὸν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσιν ξηρὸν καὶ ψυχρὸν ἀποφῇναι, ξηρὸν μὲν ὡς πρὸς, τὸν χειμῶνα, ψυχρὸν δὲ ὡς πρὸς τὸ θέρος. ἅπαντα οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν, ξηρὸν, θερμὸν, ψυχρόν. ἀλλ’ οὐδὲ κατ’ αὐτοὺς ἐκείνους οἶόν τέ ἐστιν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας· οὔκουν οὔτε θέρει παραβαλεῖν· οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρὸν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατος καὶ ψυχρότατος. ἀλλὰ τοῦτο μὲν καὶ ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦτο ψυχρὸς εἶναι καὶ ὑγρὸς λέγεται. κατὰ ταὐτὸ δὲ καὶ τὸ θέρος, ὅτι κᾀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῠ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ δίκαιον, ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, οὐ πρὸς ἄλλην τινὰ παραβαλλομένην, ἢ θερμὴν, ἢ ψυχρὰν, ἢ ξηρὰν, ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσων ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ, οὔθ’ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ, μήθ’ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ, μήθ’ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ. διὰ τοῦτο ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους, ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες. ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμὸν, ἧττον δὲ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς, οὔτε ψυχρὸν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακὸν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν ἀφορισμοῖς λέγων· ὁκόταν τῆς αὐτῆς ἡμέρης, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψύχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. καὶ τοῦτό ἐστι τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρὸν, οὐ γάρ ἐστι ψυχρὸν αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὥσπερ ὁ χειμὼν, ἀλλὰ τῷ θέρει παραβαλλόμενον, ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ’ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ ὅτι μάλιστα τούτῳ διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν, ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητι δὲ καὶ ξηρότητι μέσον μὲν οὐκ ἔστιν ἀκριβῶς, ὡς τὸ ἔαρ, ἀλλ’ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κᾀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γε, ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτως ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόν τε εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ. καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρὸν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. ὥστ’ εἴπερ τὰς τέσσαρας συζυγίας τῶν κράσεων εἰς τὰς τέσσαρας ὥρας διανεῖμαι σπεύδουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. καίτοι γε, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρὸν, οὐκ ἦν ἀναγκαῖον εὐθέως, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ, εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι τῶν ἀμέτρων κράσεων εἰσὶν, ἤδη πάσας ἀναγκαῖον εἰς τὰς τέσσαρας ὥρας νενεμῆσθαι. ἀλλ’ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ, καὶ κατὰ τὸ βέλτιον, οὐ κατὰ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γεγενῆσθαι, μίαν δὲ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον. οἱ δέ γε τοὐναντίον ἀποδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ θερμὸν, αὖθις δὲ τὸ ψυχρὸν, καὶ νῦν μὲν, εἰ τύχῃ, τὸ ξηρὸν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω τοῦ ὑγρὸν καὶ θερμὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ, ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι, χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἀέρος τὴν θερμὴν καὶ ὑγρὰν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσί τε καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ ὁ Ἱπποκράτης ἐμνημόνευσε, λέγων· ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. τοῦτο γάρ ἐστιν ἴδιον ὑγρᾶς καὶ θερμῆς καταστάσεως, ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕει μὲν, ἀλλ’ ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἶόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’ οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησὶν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου; καὶ μὴν ἄνθρακας ἐν αὐτῷ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων, καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δὲ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν. ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον Νότῳ· καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο, καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. ἀλλ’ ἐνταῦθα μὲν, ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης, ἧττον τὸ κακόν· εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν, ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμὸν, οἶον ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτον μὲν ἅ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγινομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’ αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι, πρῶτον μὲν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δὲ, ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς διηγήσεως ὧδε. ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’ αὖθις τὸν σύμπαντα λόγον εἰς ἕν ἐπὶ τέλει κεφάλαιον ἀγαγὼν οὕτως. γενομένου δὲ τοῦ ἔτεος ὅλου, φησὶ, νοτίου, καὶ ὑγροῦ, καὶ μαλακοῦ, τάδε καὶ τάδε συνέπεσεν, ἃ ξύμπαντα μὲν ἀναγράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν· ἔνεστι δὲ τῷ βουλομένῳ, λαβόντι τὸ τρίτον τῶν ἐπιδημιῶν, ἀναγινώσκειν τὰ κατὰ μέρος, εἰς ἕν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδί πως λέγων· ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πολὺ καὶ ποικίλον· ὁτὲ δὲ πάλιν ὡδί· καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος, καὶ ἄλλα, ἃ σῆψις καλέεται, καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖσι μὲν βραχίων καὶ πῆχυς ὅλως ἀπεῤῥύη, πολλοῖσι δὲ μηρὸς ἢ τὰ περὶ τὴν κνήμην ἀπεψιλοῦτο, καὶ ποῦς ὅλος. ἀλλὰ καὶ ὀστῶν, καὶ σαρκῶν, καὶ νεύρων, καὶ ἄρθρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδέν ἐστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔγγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ τοῦ ξηροῦ τι σήπεσθαι πέφυκεν, οὔθ’ ὑπὸ τοῦ ψυχροῦ. μάθοις δ’ ἂν, εἰ θεάσαιο τά τε κρέα καὶ τὰ ἄλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσὶ, τὰ δ’ ἅλμῃ, τὰ δ’ ὄξει, τὰ δ’ ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δὲ καὶ ὡς ἐν τῷ βοῤῥᾷ, ξηρῷ καὶ ψυχρῷ τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλεῖστον διαμένει πάντα· σήπεται δ’ ἑτοίμως ταῖς νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός. ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτό ἐστιν, οὔθ’ ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτο. οἱ δὲ καὶ τοιοῦτο εἶναί φασιν αὐτὸ, καὶ διὰ τοῦθ’ ὑγιεινὸν ὑπάρχειν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι, καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτὸ, τῷ λόγῳ δ’ ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἔστιν ὑγιεινὸν, διότι μηδὲν ἐν αὐτῷ τῶν τεττάρων ἐπικρατεῖ. εἰ δέ γ’ ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ, ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τε ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν νοσωδέστατον. ἀλλ’ ἡ τῆς τῶν τεττάρων κράσεων ἰσομοιρία τῆς τε εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφῄνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’ αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων, καὶ φαρμάκων, ἁπάντων τε τῶν ὄντων, εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.
Chapter 5
Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως ἀνθρώπου λογισμοὶ, σφαλέντες τῆς ἀληθείας, εἰς τὰς ἰάσεις βλάπτουσι, καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν, ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμὸν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτὴν, ἀσκῆσαι πρεπόντως, ἀναγκαῖον ἀπάγειν εἰς τὰ τοιαῦτα σοφίσματα, καὶ περί γε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι, μάρτυρά τε καλεῖν Ἀριστοτέλη, παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς, ἀλλ’ ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτό ἐστιν, ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν, ἢ ἐπικτήτῳ καὶ ἀλλοτρίῳ, διῆλθεν Ἀριστοτέλης· οἱ δέ γε καὶ τούτου παρακούουσιν. ἔτι τε πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, ἐς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν. οἱ δ’ οὐδὲ τοῦτο γινώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσι λεγόντων αὐτῶν, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῶον, ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμὴν, οὔθ’ ὅπως εἴρηται ταῦτα συνίασιν, ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας, ὥσπερ ταὐτὸ ὂν, ἀλλ’ οὐ μακρῷ διαφέρον, ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν, ἢ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτό ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ καὶ θερμὴ ζώου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. τί δ’ ἦν τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι, καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς. ἀλλ’ οἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δὲ ὡς ἐν τῇ πρὸς τὸ ἐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν, ἐπιλανθάνονται καὶ τοῦδε. καὶ μὴν οὕτω τὰ ζῶα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς γε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων ζῶα καὶ τῶν φυτῶν ἐστι θερμότερα καὶ ὑγρότερα. καὶ μὲν δὴ καὶ τῶν ζώων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων, ξηρότερον μὲν ὁ κύων, ὑγρότερον δὲ ὁ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸ ζῶον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχειν, ὑγρὸν δ’ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν, ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’, ὡς πρὸς λέοντα. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὸ πρὸς ἕτερόν τι λεγόμενον τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸ σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρὸν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτό. οὐ γὰρ, ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον· εἰ δέ γε πρὸς ἄλλον μὲν δεξιὸς, πρὸς ἄλλον δὲ ἀριστερὸς, οὐδὲν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς, καὶ θερμὸς ἅμα καὶ ψυχρὸς ἀλλ’ οὐ πρὸς ταὐτό· πρὸς μὲν γὰρ ἄνθρωπον ξηρὸς, ὑγρὸς δ’ ὡς πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμὸς, ψυχρὸς δ’ ὡς πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν, ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζώων γένει καθ’ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ κατ’ εἶδος ζώου. κύων γὰρ, ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν, ὑγρὸς, ὡς δ’ ἐν ζώων γένει, ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος, ὁδὶ μὲν ξηρὸς, ὁδὶ δὲ ὑγρὸς, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.
Chapter 6
Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν. ἀνάγκη δὲ, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρὸν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ· καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν. οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν, ἀλλ’ ἢ τὰ στοιχεῖα μόνον. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται, καὶ διὰ τοῦτο τὸ δεύτερον σημαινόμενον οὐκ ἔθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν, ὡς ἄμικτόν τε καὶ εἰλικρινὲς, ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον, ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν, ἁπλῶς λεγόντων ἡμῶν, ἄμικτόν τε καὶ εἰλικρινές· ἕτερον δὲ, μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτως μὲν οὖν ὑγρὸν αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ οἶνος, ἔλαιόν τε καὶ μέλι, καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ κέρατα, καὶ τρίχες, καὶ λίθοι, καὶ ξύλα, καὶ ψάμμος, καὶ κέραμος, ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἕχει, πλείονα δὲ ξηροῦ, καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν, καὶ σκώληξ ὑγρὸν, ὡς ζῶα. καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δὲ ὑγρότερος, ἢ ἁπλῶς ὡς σκώληξ, ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. αὐτὸ δὲ τοῦτο τί δή ποτέ ἐστιν, ὅταν οὕτως λέγωμεν, ὡς σκώληξ ξηρὸς, ὡς ἄνθρωπος θερμὸς, ὡς κύων ψυχρὸς, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειε πρότερον, ἀνάγκη συγκεχύσθαι τὸν λόγον ἅπαντα. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται, τὸ κατὰ γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον, οὐ θερμὸν μόνον, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἀλλὰ καὶ μέγα, καὶ μικρὸν, καὶ βραδὺ, καὶ ταχὺ, καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, ἢ ζῶον θερμὸν, ὅταν ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῶον, ἢ ἵππος θερμὸς, ὅταν ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ δ’ ἐν ἑκάστῳ γένει τε καὶ εἴδει μέσα τὰ σύμμετρά ἐστιν. ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῶον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζώων ὁ ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς ἐν ἀνθρώποις κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος. οὗτος δ’ ἐστὶν, ὃν οὔτε λεπτὸν, οὔτε παχὺν ἔχομεν εἰπεῖν, οὔτε θερμὸν, οὔτε ψυχρὸν, οὔτ’ ἄλλῳ τινὶ τῶν τὴν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν, ἢ ψυχρότερος, ἢ ξηρότερος, ἢ ὑγρότερος. ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ ἁπλῶς. ἁπλῶς μὲν, ὅτι θερμὸς ἢ ψυχρὸς, ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῶον ξηρὸν ἁπλῶς μὲν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχῃ, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει παντὸς τοῦ εἴδους τῶν ζώων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται. πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἢ ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν πρὸς ἐκεῖνο λέγομεν, ἢ τῷ μέσῳ, καθ’ ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον· οἷον εἶδος μὲν ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ πλάτανον, καὶ κυπάριττον, καὶ συκῆν, γένος δὲ ζῶον, ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας, ὀνομάζεσθαί τε στοιχεῖα. καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν, ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων, ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν, ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας, ἄνευ τοῦ προσθεῖναι λέοντος, ἢ κυνὸς, ἢ ἀνθρώπου. δῆλον γὰρ, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων αὐτὸ ξηρὸν εἶναί φησι. ἂν δέ γε τὸ τοῦ λέοντος, ἢ τὸ τοῦ κυνὸς, ἢ τὸ τοῦ ἀνθρώπου ὀστοῦν εἴπῃ ξηρὸν εἶναι, δῆλον ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζώων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κᾀνταῦθά τι νοῆσαι πάντων τῶν ζώων, τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον ἐχόντων ὀστᾶ ξηρὰ, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζώων, οἷον ἀνθρώπου, εἰ τύχοι, καὶ τούτῳ τἄλλα παραβαλλόμενα, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κᾀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρὸν, ὁ δ’ ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστὶ τὸ σύμμετρον καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κᾂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτῇ. καὶ μὲν δὴ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν, ἢ θερμὴν, ἐρωτᾷν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνὶ, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν, ἢ εἶδος. ἢ γὰρ ὡς ἄνθρωπον, ἢ ὡς ζῶον, ἢ ὡς οὐσίαν ἁπλῶς. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστῳ τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν. ὥστε, τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου, τῶν δύο μόνων ἡμᾶς χρήζειν εἰς τὴν περὶ κράσεων πραγματείαν, ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας, ἢ πρὸς τὸ σύμμετρον ὁμογενές. ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸ σῶμα καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτὸν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον, ὁμογενὲς ἢ ὁμοειδὲς, ἐνταῦθ’ ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπός ὑγρὸς ἅμα καὶ θερμὸς εἷναι δύναται, καὶ ξηρὸς καὶ ψυχρός· ξηρὸς μὲν καὶ ψυχρὸς, ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς, ὡς πρὸς ἄλλο τι ζῶον, ἢ φυτὸν, ἢ οὐσίαν ἡντιναοῦν· οἷον ὡς πρὸς μὲν ζῶον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν, ἐλαίαν, ἢ συκῆν, ἢ δάφνην, πρὸς οὐσίαν δὲ τινα ἑτέραν, ἣ μήτε ζῶόν ἐστι, μήτε φυτὸν, οἷον λίθον, ἢ σίδηρον, ἢ χαλκόν ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν, πρὸς ὁμοειδές ἐστιν ἡ παραβολὴ, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενὲς, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζώου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη σύμπασα παραβολή· τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὴ μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέλεκται, καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα, καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ’ ἤτοι φυτὸν ἢ ζῶον εὔκρατον ὁτιοῦν εἴπωμεν, οὐκ ἔθ’ ἁπλῶς ἐν τῇ τοιαύτῃ τάξει τἀναντία παραβάλλομεν ἀλλήλοις, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν…
Chapter 7
…
The complete text is available when the reading interface loads.