De symptomatum causis
Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος
- Scientific editors
- Karl Gottlob Kühn
- Edition reference
- Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1824
- CTS identifier
urn:cts:greekLit:tlg0057.tlg044.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
Τὰς αἰτίας τῶν συμπτωμάτων ἐν τοῖσδε τοῖς γράμμασι σκεψώμεθα, τὴν αὐτὴν τῷ λόγῳ τάξιν φυλάττοντες, ἣν κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν ἐποιησάμεθα. ἔστι μὲν οὖν τὰ σύμπαντα γένη τρία τῶν συμπτωμάτων. ἀλλὰ περὶ μὲν τούτου τοῦ πρώτου ὁ λόγος ἡμῖν ἐγένετο, καθὸ καὶ βεβλάφθαι τὴν ἐνέργειαν ἔφαμεν, οὕτως ἀκούειν ἀξιώσαντες, ὡς εἰ καὶ τελέως τις ἀπόλοιτο. διττῶν δ’ οὐσῶν κατὰ γένος ἐνεργειῶν, τῶν μὲν φυσικῶν, τῶν δὲ ψυχικῶν, ἀπὸ τῶν ψυχικῶν ἠρξάμεθα, καὶ ταύτας τριχῆ διελόμενοι, τὰς μὲν αἰσθητικὰς, τὰς δὲ κινητικὰς, τὰς δὲ ἡγεμονικὰς ἐκαλέσαμεν. ἐν τοίνυν ταῖς αἰσθητικαῖς ἐνεργείαις τριττὴ τῶν συμπτωμάτων ἐστὶν ἡ διαφορά· μία μὲν αὐτοῦ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου πεπονθότος· ἑτέρα δὲ τῆς αἰσθητικῆς δυνάμεως· ἡ τρίτη δὲ τῶν εἰς ὑπηρεσίαν τινὰ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου γεγονότων.
Chapter 2
Οἷον ἐν ὀφθαλμῷ τὸ μὲν πρῶτον ὄργανον αἰσθητικόν ἐστιν τὸ κρυσταλλοειδὲς, ἐδείχθη γὰρ τοῦτο μόνον ὑπὸ χρωμάτων ἀλλοιούμενον· ἡ δὲ αἰσθητικὴ δύναμις, ἡ ἐξ ἐγκεφάλου παραγινομένη διὰ τοῦ καθήκοντος εἰς αὐτὸν νεύρου· τὰ δ’ εἰς ὑπηρεσίαν αὐτοῦ γεγονότα σύμπαντά ἐστι τὰ ἄλλα τὰ κατὰ τὸν ὀφθαλμὸν μόρια. καὶ τοίνυν ἤτοι κακῶς, ἢ οὐδ’ ὅλως ὄψεται τὸ ζῶον, ἑνός γέ τινος ἐκ τῶν εἰρημένων βεβλαμμένου. τὰ μὲν οὖν τοῦ κρυσταλλοειδοῦς νοσήματα κατὰ τὰς ὀκτὼ δυσκρασίας ἐστὶ, τὰ δὲ τῆς δυνάμεως ἢ τῷ τὸ νεῦρον ἢ τῷ τὸν ἐγκέφαλον πεπονθέναι. ὀκτὼ δὲ καὶ τούτων ἑκατέρου τὰ γένη, τά γε ὡς ὁμοιομερέσιν αὐτοῖς γινόμενα νοσήματα, τὰ δὲ ὡς ὀργανικοῖς, ἐμφράξεις τε καὶ θλίψεις, ὅσα τε δι’ ἐπιῤῥοὴν ὑγρῶν ὄγκον ἐργάζεται παρὰ φύσιν. ἡ δὲ τῆς συνεχείας λύσις ἐπὶ πᾶσι τοῖς εἰρημένοις κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων ἐστὶν, οὐκ ἐγκεφάλῳ μόνον, ἢ νεύρῳ συμβῆναι δυνάμενον, ἀλλὰ καὶ τῷ κρυσταλλοειδεῖ. τούτῳ μέν γε καὶ τῷ μετακινηθῆναί τε καὶ μεταστῆναι τῆς οἰκείας ἕδρας ὀργανικὸν συμπίπτει νόσημα, τῆς μεταστάσεως, εἰ μὲν ἤτοι πρὸς τὸν μέγαν ἢ τὸν μικρὸν γίγνοιτο κανθὸν, οὐδὲν ἀξιόλογον βλαπτούσης, εἰ δ’ ἄνω καὶ κάτω, διπλᾶ ποιούσης ἅπαντα φαίνεσθαι τὰ ὁρώμενα. ταυτὶ μὲν οὖν ἐστι τά τε τοῦ πρώτου τῆς ὄψεως ὀργάνου νοσήματα καὶ τῶν τὴν δύναμιν αὐτῷ χορηγούντων. τὰ δὲ τῶν χρείαν τινὰ παρεχομένων, εἰ κατὰ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, ἢ καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ κρυσταλλοειδοῦς, ὑγρόν τε καὶ πνεῦμα συσταίη τηλικοῦτον, ὡς ἐμποδίσαι τὸ πρῶτον τῆς ὄψεως ὄργανον πρὸς τὴν τῶν αἰσθητῶν διάγνωσιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ πρὸ τῆς κόρης μοῖρα τοῦ κερατοειδοῦς ἐμποδίζει τὴν ὄψιν, ἄν τε κατὰ τὸν ἑαυτῆς λόγον, ἄν τε κατ’ ἄλλόν τινα τρόπον ἐξίστηται τοῦ κατὰ φύσιν. τὸ μὲν οὖν τρῆμα κατὰ τέσσαρας τρόπους ὑπαλλάττεται τῆς αὐτοῦ φύσεως, ἢ αὐξανόμενον, ἢ μειούμενον, ἢ παρασπώμενον, ἢ ῥηγνύμενον. ἀλλ’ ἡ μὲν αὔξησις ἀεὶ βλάπτει τὴν ὄψιν, ἄν τ’ ἐκ γενετῆς ᾖ, ἄν τε ὕστερον συμβαίνῃ. ἡ δὲ μείωσις, ἐκ γενετῆς μὲν, ὁράσεως ὀξυτάτης ἐστίν· αὖθις δὲ εἰ γίγνοιτο, μοχθηρᾶς. τῶν δὲ ἄλλων οὐδέτερον οὔτ’ ἐκ γενετῆς οὔθ’ ὕστερον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου παραβλάπτει τὴν ὄψιν. ἑωράκαμεν γὰρ ἤδη πολλάκις ἐπὶ προπτώσεσι βραχείαις τοῦ ῥαγοειδοῦς συνουλωθείσαις παρασπωμένην τὴν κόρην, οὐδὲν δὲ εἰς τὸ βλέπειν τὸν ἄνθρωπον ἐμποδιζόμενον, ὅταν γε δὴ τὴν πρὸ αὐτῆς μοῖραν τοῦ κερατοειδοῦς διαυγουμένην ἀμέμπτως ἔχῃ. ταυτὶ μὲν οὖν ἡ πεῖρά γε δείκνυσιν· ἡ δ’ αἰτία, δι’ ἣν μὲν εὐρύτης τοῦ τρήματος ἀεὶ βλαβερὸν εἰς εὐαισθησίαν ὄψεως, ἡ δὲ στενότης οὐκ ἀεὶ, σκέψεως ἀξία. δοκεῖ δέ μοι τὸ ἀπ’ ἐγκεφάλου καταφερόμενον ἐπὶ τὸν ὀφθαλμὸν νεῦρον, ὃ δὴ καὶ πόρον ὀνομάζουσιν οἱ περὶ τὸν Ἡρόφιλον, ὅτι τοῦτο μόνον φανερόν ἐστι τὸ τρῆμα, πνεύματος ὑπάρχειν ὁδὸς αἰσθητικοῦ. καὶ διὰ τοῦτο ἐπειδὰν ἐπιμύσαιμεν τὸν ἕτερον τῶν ὀφθαλμῶν, εὐρύνεσθαι συμβαίνει θατέρου τὴν κόρην, ὡς ἂν εἰς τὸν ἕνα μόνον ἰόντος τοῦ πνεύματος, ὃ πρότερον εἰς ἀμφοτέρους ἐμερίζετο. ταῦτά τοι καὶ ἡ τῶν ὑποκεχυμένων διάγνωσις, εἴτ’ ὄψονται παρακεντηθέντος καὶ κατενεχθέντος τοῦ ὑποχύματος, εἴτε μὴ, διὰ τούτου μάλιστα γίγνεται τοῦ σημείου. οἷς μὲν γὰρ εὐρύνεσθαι συμβαίνει τὴν κόρην, μύσαντος θατέρου τῶν ὀφθαλμῶν, τούτους μὲν ἐλπὶς ὄψεσθαι παρακεντηθέντας· οἷς δὲ οὐκ εὐρύνεσθαι, τούτων οὐδεὶς οὐδὲ πώποτε εἶδεν, οὐδ’ ἂν ἀνωδυνώτατά τε καὶ κάλλιστα χειρουργηθῶσιν. ἐξ ὧν ἁπάντων εὔδηλον, ὡς ἐπιῤῥεῖ τι πνεῦμα τοῖς ὀφθαλμοῖς ἐξ ἐγκεφάλου ψυχικὸν, εἴς τε τὸ κρυσταλλοειδὲς ὑγρὸν αὐτὸ καὶ τὴν προκειμένην ἅπασαν χώραν, ἣν διορίζει τὸ τρῆμα τοῦ ῥαγοειδοῦς. ὅταν οὖν ἡ κόρη γίγνεται μείζων, εἴτε κατὰ τὴν πρώτην διάπλασιν, εἴθ’ ὕστερον, οὐκ ἐκπληροῦται καλῶς ὑπὸ τοῦ πνεύματος ἅπασα· χεῖσθαι τοίνυν ἀναγκάζεται καὶ διαλύεσθαι καὶ σκεδάννυσθαι· κατὰ δὲ τοὐναντίον ἐν τῇ μικροτέρᾳ κόρῃ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ πνεῦμα. δέδεικται δ’ ἐν τοῖς περὶ χρείας μορίων, ὡς τὸ μὲν συνάγεσθαί τε καὶ σφίγγεσθαι πρὸς εὐαισθησίαν αὐτῷ συντελεῖ· τὸ δὲ διαλύεσθαί τε καὶ σκεδάννυσθαι πρὸς δυσαισθησίαν ἀπάγει. τί δή ποτ’ οὖν ἡ σμικρυνθεῖσα κόρη λόγῳ νοσήματος, οὐ φύσει, πολὺ χείρων ἀποτελεῖται τῆς συμμέτρου; ἢ διότι μοχθηραῖς διαθέσεσιν ἕπεται, δι’ ἃς ἐξ ἀνάγκης χεῖρον ὁρᾷ ὁ παθὼν οὕτως ὀφθαλμὸς, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης; τίνες οὖν αἱ διαθέσεις; ἔτι γὰρ τοῦτο λείπει τῷ λόγῳ. μία μὲν αὐτοῦ τοῦ ῥαγοειδοῦς χιτῶνος μόνου· δευτέρα δὲ ἡ ἐκ τῆς ὑγρότητος ἐκχεομένης τῆς λεπτῆς, ἣ μεταξὺ τέτακται τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ αὐτοῦ τοῦ ῥαγοειδοῦς. ἡ μὲν οὖν τοῦ χιτῶνος αὐτοῦ μόνου διάθεσις ἔκτασίς τίς ἐστι καὶ χάλασις, οἵα κᾀπὶ τῶν ἐκτὸς ὁρᾶται πολλάκις ἐν ἄρθροις, ὑγρότητι περιττῇ διαβραχέντων τῶν συνδέσμων· ἡ δὲ τῶν ὑγρῶν διάθεσις ἔλλειψίς τίς ἐστι, δι’ ἣν κενουμένης τῆς ἔνδον χώρας ὁ ῥαγοειδὴς ἐπ’ αὐτὴν καταπίπτων συστέλλεταί τε καὶ ῥυσσοῦται, καὶ διὰ τοῦτο καὶ τὴν κόρην σμικρύνει. χεῖρον οὖν ὁρᾷν ἢ καὶ μηδόλως ὁρᾷν ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης, ἀλλὰ διὰ τὴν τῆς ὑγρότητος ἔνδειαν συμβαίνει. δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς λόγοις, οὓς ἔν τε τῇ περὶ χρείας μορίων καὶ προσέτι ἐν τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐποιησάμεθα πραγματείᾳ, τὸ κρυσταλλοειδὲς ὑγρὸν ἀεὶ προβλήματός τινος δεόμενον, ἵνα ἀλύπως ὑπομένῃ τὴν ἔξωθεν αὐγήν. ἕν δὲ δή τι τῶν προβλημάτων αὐτοῦ καὶ τόδε τὸ ὑγρόν ἐστι, μετὰ τοῦ καὶ συνωφελεῖν τι τὴν οὐσίαν τοῦ κρυσταλλοειδοῦς. ὅταν οὖν ἐνδεέστερον γένηται τὸ ὑγρὸν τοῦτο, ξηρότερον μὲν δήπου καὶ αὐτὸ γίγνεται τὸ κρυσταλλοειδὲς, ὡς μηκέτι τεγγόμενον ὑγρότητι δαψιλεῖ· καταπίπτων δὲ καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπ’ αὐτὸ τὴν μεταξὺ χώραν ἑαυτοῦ τε κᾀκείνου βραχυτέραν ἐργάζεται, καὶ οὕτως ἀναγκαζόμενον τὸ κρυσταλλοειδὲς ὁμιλεῖν δι’ ὀλίγου τῇ κατὰ τὸν ἔξωθεν ἀέρα λαμπρότητι παραπλήσιόν τι πάσχει τὸ πάθος, οἷον καὶ τοῖς τὸν ἥλιον ἀσκαρδαμυκτὶ θεωμένοις συμβαίνει. ἐκείνων δ’ οὖν ἔνιοι μὲν ἐτυφλώθησαν, ἐβλάβησαν δὲ ἅπαντες, ὡς μόγις ἀνακτήσασθαι τὴν ὄψιν. ἐδείχθη γὰρ ἡμῖν, ὡς οὐχ οἷόν τέ ἐστι λαμπροῦ φωτὸς ἀλύπως ἀνέχεσθαι τὸ τῆς ὄψεως ὄργανον, καὶ ὡς διὰ τοῦτο καὶ ὁ ῥαγοειδὴς αὐτοῦ χιτὼν προβέβληται μέλας τε ἅμα καὶ κυανοῦς ὑπάρχων, ἐπειδὴ ταῦτα μάλιστα τὰ χρώματα παραμυθεῖται τὴν ὄψιν ὑπὸ λαμπροῦ κάμνουσαν φωτός. αὕτη μὲν οὖν ἡ αἰτία, δι’ ἣν ἔλαττον γενόμενον τὸ κατὰ τὴν κόρην γινόμενον ὑγρὸν αἴτιόν τε ἅμα τοῦ χεῖρον θεᾶσθαι γίγνεται καὶ σμικρότερον ἀποφαίνει τὸ τοῦ ῥαγοειδοῦς τρῆμα, καὶ διὰ τοῦτο δυσιατότατόν ἐστι τὸ τοιοῦτον νόσημα τῶν ὀφθαλμῶν· ἡ δ’ ἑτέρα διάθεσις, ἡ δι’ ὑγρότητα τοῦ ῥαγοειδοῦς μικροτέραν ἐργαζομένη τὴν κόρην, ἧττον ταύτης ἐστὶ μοχθηρά. χαλεπώτερον γὰρ ἐστι τῶν ὁμοιομερῶν τι τοῦ σώματος μορίων ἐξηρασμένον ὑγραίνειν, ἤπερ ὑγρασμένον ξηραίνειν. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῶν λογισμῶν, λέγωμεν δὲ ὅπερ ἐξ ἀρχῆς προὔκειτο. χαλεπὴ μὲν ἡ παρὰ φύσιν τῆς κόρης σμικρότης, ἀγαθὴ δὲ ἡ σύμφυτος. ἡ δὲ εὐρύτης οὐκ ἀγαθὴ μὲν ἡ σύμφυτος· ἡ δὲ παρὰ φύσιν οὐδ’ αὐτὴ μὲν ἀγαθὴ, μικρότερον δ’ ἐστὶ τῆς στενότητος κακόν. ἡ μὲν γὰρ, ὡς ἂν εἴποι τις, αἰτία συνεκτικὴ τῆς γενέσεως αὐτῆς τάσις ἐστὶ τοῦ ῥαγοειδοῦς χιτῶνος, ὥσπερ αὖ τῆς σμικρότητος ἡ χάλασις. ἐπεὶ δὲ καὶ κατὰ διττὸν τρόπον τείνεται, ὅτε κατὰ τὸν ἑαυτοῦ λόγον πάσχει, ἢ ξηραινόμενος ὡς ὁμοιομερὲς, ἢ ὑγραινόμενος ὡς ὀργανικόν· ἡ μὲν ξηρότης αὐτοῦ δυσίατος, ἡ δὲ ὑγρότης οὐ δυσίατός ἐστι. φλεγμοναὶ γὰρ καὶ σκίῤῥοι καὶ ἀποστήματα, καὶ ὅσα τοιαῦτα νοσήματα, τῶν ὀργανικῶν ἐστι μορίων ἐπὶ περιτταῖς ὑγρότησιν, ὧν ἁπάντων ἀγαθὸς ἰατρὸς ἐν τῷ ῥαγοειδεῖ συνισταμένων οὐ χαλεπῶς ἂν περιγίγνοιτο. προσγίνεται δέ ποτε τάσις τῷ ῥαγοειδεῖ καὶ κατά τι συμβεβηκὸς ἐκ τοῦ πλήθους τῶν ὑποκειμένων ὑγρῶν ὁρμηθεῖσα. πληρωθεὶς γὰρ ὥσπερ ἀσκὸς ἢ κύστις ἐκτείνεται καὶ περιτείνεται πανταχόθεν τοῖς ἀθροισθεῖσιν αὐτοῦ τε μεταξὺ καὶ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ. ἐπεὶ δὲ οὐ μόνον ὅσα τοῦ τρήματος ἐστι τοῦ κατὰ τὸν ῥαγοειδῆ νοσήματα διῆλθεν ὁ λόγος, ἀλλὰ καί τινων αὐτοῦ τοῦ ῥαγοειδοῦς ἐμνημόνευσε, καὶ προσέτι τῶν τῆς λεπτῆς ὑγρότητος, ἑξῆς ἂν εἴη τὰ λείποντα τῶν ἐν αὐτοῖς εἰπεῖν, ὑφ’ ὧν ἤτοι παραποδίζεται τὸ βλέπειν, ἢ καὶ παντάπασιν ἀπόλοιτο. τῶν μὲν δὴ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα συνισταμένων, ὅσα γε δὴ λυμαίνεται ταῖς ὄψεσιν, ἓν ἔτι παραλέλειπται νόσημα τὸ κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ἡ τῆς ἑνώσεως λύσις, ὅπερ ἐν τούτῳ τῷ μέρει τραῦμά τε καὶ ἕλκος ἐστίν. ὅταν οὖν γένηται μέγα τὸ τοιοῦτον, ὡς διαῤῥαγῆναι μὲν ἱκανῶς τὸν ῥαγοειδῆ, προχυθῆναι δὲ τὴν λεπτὴν ὑγρότητα πρὸς τὸ ἐκτὸς τοῦ χιτῶνος, ὡς ψαύειν ἤδη κερατοειδοῦς, ἀνάγκη συμπίπτειν ἄτοπα ἐν τῷδε δύο, καταπίπτειν μὲν ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸν ῥαγοειδῆ χιτῶνα, τὸ δ’ ἀπ’ ἐγκεφάλου πνεῦμα μηκέτι ὅλον ἐπὶ τὴν κόρην ἀφικνεῖσθαι δυνάμενον διὰ τοῦ τραύματος ἐκρεῖν. ὅτι δὲ οὐ μόνον ἄμφω ταῦτα συνελθόντα βλάβη τῆς ὄψεώς ἐστιν, ἀλλὰ καὶ τὸ ἕτερον αὐτῶν, εὔδηλον ὑπάρχειν ἡγοῦμαι τοῖς γε μὴ παρέργως ἀκηκοόσι τῶν προειρημένων. ἐμοὶ δ’ ἂν εἴη καιρὸς μεταβαίνειν ἤδη ἐπὶ τὴν λεπτὴν ὑγρότητα, περὶ ἧς εἴρηται μέν που καὶ πρόσθεν τό γε τοσοῦτον, ὡς εἴτε πλείων, εἴτε ἐλάττων γένοιτο, βλάπτει τὴν ὄψιν· ὅτι δὲ καὶ εἰ παχυτέρα ποτὲ κατὰ τὴν σύστασιν, ἢ ἀλλοιοτέρα κατὰ τὴν χροιὰν ἀποτελεσθείη, καὶ οὕτως ἐργάσεταί τι σύμπτωμα περὶ τὴν τοῦ βλέπειν ἐνέργειαν, ὅπερ οὐκ εἴρηται μὲν ἔμπροσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. εἰ μὲν δὴ παχύτερον ἑαυτοῦ γίγνοιτο τὸ ὑγρὸν τοῦτο, τήν τε ἀκρίβειαν τῆς ὄψεως ἀφαιρήσεται καὶ τὸ μῆκος κωλύσει, ὡς μήτε τὰ πόῤῥω βλέπειν, μήτε ἀκριβῶς τὰ πλησίον. εἰ δὲ ἱκανῶς ἀποτελεσθείη παχὺ, καθάπερ ἐν τοῖς ὑποχύμασι γίγνεται, διακωλύσει τὸ βλέπειν. εἰ δὲ μὴ πᾶν ἐπισκοτισθείη τὸ τρῆμα πρὸς τοῦ συστάντος αὐτόθι παχυμεροῦς σώματος, ἀλλά τι μέρος ἀπολείποιτο καθαρὸν, ὁρῶσι δι’ ἐκείνου τὰ ἐκτὸς, ἕκαστον μὲν αὐτὸ μόνον οὐδὲν χεῖρον ἢ πρόσθεν, οὐ μὴν οὐδ’ ὑφ’ ἕνα χρόνον ὁμοίως τὰ πολλὰ διὰ τὸ στενώτερον ἑαυτοῦ γεγονέναι τὸν τῆς ὄψεως κῶνον. κατὰ δὲ τὸ κέντρον τῆς κόρης εἰ γένοιτο σύστασις ὑποχύματος μικροῦ, τῶν ἐν κύκλῳ μενόντων καθαρῶν ἅπαντα φαίνεται τοῖς οὕτω πάσχουσιν οἷον θυρίδας ἔχοντα. τὸ γὰρ ἐν μέσῳ τὸ μὴ βλεπόμενον, ἐγκεκολάφθαι δοκεῖ. εἰ δὲ διεσπασμένα τε καὶ μὴ συνεστῶτα πρὸς ἄλληλα τὰ παχυμερῆ σώματα κατὰ τὸ προειρημένον ὑγρὸν ἐμφέροιτο, φαντασίαν ἐργάσεται τοῖς οὕτως ἔχουσιν, ὡς ἐκτὸς ὁρώμενά τινα περιφερόμενα κωνώπια. πολλάκις δὲ καὶ οἷον εἴδωλόν τι προφαίνεσθαι φαντάζονται διὰ τὰς τῶν παχυμερῶν ὑγρῶν συστάσεις. ἡ τοιαύτη δὲ τῶν εἰδώλων γένεσις μετὰ ἐξανάστασιν ὕπνου φαίνεται τὰ πολλὰ, μάλιστα δὲ παισὶ καὶ τοῖς πεπωκόσι πλέον, ἤ πως ἄλλως πεπληρωμένοις τὴν κεφαλήν. εἰ δὲ κατὰ τὴν χροιὰν ἐξαλλαχθείη τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς ὑγρὸν, ἐπὶ μὲν τὸ φαιότερον ἀποκλῖναν, ὡς δι’ ὁμίχλης ἢ καπνοῦ ποιήσει τὸν ἄνθρωπον ὁρᾷν· ἐπ’ ἄλλην δέ τινα χροιὰν ἐκτρεπόμενον, ἐκείνης τὸ φάντασμα προστρίψεται τοῖς ὁρατοῖς· εἰ δὲ ἀνωμάλως ἤτοι τῆς συστάσεως, ἢ τῆς χροιᾶς ἐξίσταιτο τῆς κατὰ φύσιν, ὅ τι περ ἂν αὐτοῦ μέρος οὕτω διακείμενον ἐπὶ τὸ τῆς κόρης ἀφίκηται χωρίον· ὅμοιον ἑαυτῷ καὶ τὸ φάντασμα παρέξει τοῖς ὁρατοῖς· καὶ μὲν γὰρ τὴν χροιὰν ἐκείνου καὶ τὴν σύστασιν καὶ τὸ σχῆμα δόξουσιν ὁρᾷν ἐκτός. ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συμπτωμάτων τά τε τῶν ὑποχεομένων φαντάσματα καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγεῖν ἢ ἐμεῖν μελλόντων, ὑφ’ Ἱπποκράτους γεγραμμένα. καὶ μὴν καὶ ὅσοις ἀκριβὴς μὲν ἡ ὄψις ἐστὶν, ὡς μηδὲ τὸ σμικρότατον αὐτὴν λανθάνειν τῶν αἰσθητῶν, ἀναθυμιάσεις δέ τινες ἀπὸ τῆς γαστρὸς ἀναφέρονται, καὶ μάλιστα ὅταν μηδὲ πέψωσι καλῶς, ὅμοια τοῖς ὑποχεομένοις γίγνεται τὰ συμπτώματα. καθαρώτατον μὲν γὰρ τούτοις ἐστὶ φύσει τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ τουτὶ δ’ αὐτὸ τὸ ὑδατοειδὲς, ὑπὲρ οὗ νῦν διεξερχόμεθα· τὸ δὲ μέγεθος τῶν συμπτωμάτων ἐν αὐτοῖς ἀεὶ κατὰ τὸ μέγεθος τοῦ πάθους ἐστὶν οὐ μόνον ἐφ’ ὧν ἄρτι πέπαυμαι λέγων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν προειρημένων. οἷον αὐτίκα τῶν ὁμοιομερῶν αἱ δυσκρασίαι βραχεῖαι μὲν οὖσαι σμικρὰν τὴν βλάβην τῆς ἐνεργείας ἐργάζονται· μείζονες δὲ γενόμεναι καὶ τὴν βλάβην ἑαυταῖς ἀνάλογον ἐπαυξάνουσιν· ἐπὶ πλεῖστον δ’ ἐξιστάμεναι τοῦ κατὰ φύσιν ἄρδην ἀπολλύουσι τὴν ἐνέργειαν. οὕτω δὲ καὶ ὅσα περὶ ποσότητος εἴρηται καὶ συστάσεως καὶ χροιᾶς τῆς ὑδατώδους ὑγρότητος, ἐπ’ ὀλίγον μὲν ἐξιστάμενα τοῦ κατὰ φύσιν ὀλίγον τι καὶ τὴν ἐνέργειαν ἀδικεῖ· ἐπὶ πλέον δὲ ἀποχωροῦντα πρὸς λόγον τῆς σφετέρας βλάβης καὶ τὴν τῆς ἐνεργείας βλάβην αὐξάνει· ἐπὶ πλεῖστον δὲ ἐκτρεπόμενα τελέως ἀναιρεῖ τὴν ἐνέργειαν. ὡσαύτως δὲ καὶ ὅσα περὶ τὰς ῥήξεις εἴρηται τοῦ ῥαγοειδοῦς καὶ τὸ τῆς κόρης ποσὸν, ἤτοι βραχύ τι παραβλάπτει τὴν ἐνέργειαν, ἢ πλέον, ἢ καὶ παντάπασιν ἀπόλλυσιν. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκριβῶς ἐστι καθαρὸν, οἷός περ ὁ αἰθὴρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον, ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται· ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δὲ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόῤῥωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλείστου ὁρᾷ. καὶ περὶ μὲν τούτου ἱκανὰ καὶ ταῦτα πρός γε τὰ παρόντα. τοῦ δὲ κερατοειδοῦς ἡ πρὸ τῆς κόρης μοῖρα παχυτέρα καὶ πυκνοτέρα καὶ ὑγροτέρα γεννηθεῖσα βλάπτει τὴν ὄψιν· οὕτω δὲ καὶ εἰ κατὰ τὴν χροιὰν ὑπαλλαχθείη, καὶ εἰ ἕλκος ἀξιόλογον σχοίη, καὶ εἴ τι τῶν ἔξωθεν αὐτοῦ προκειμένων αὐξηθὲν ἐπισκοτήσειεν. ὁ μὲν οὖν παχύτερος καὶ πυκνότερος κερατοειδὴς ἀμβλυωπίας ἐργάζεται, ὁ δὲ ὑγρότερος καὶ πυκνότερος, εἴτε ὁμοιομερῶς, εἴτε ὀργανικῶς, οὐ μόνον ταύτας, ἀλλὰ καὶ δι’ ἀχλύος ἢ ὁμίχλης ἢ ἀτμοῦ τινος ἢ καπνοῦ θεᾶσθαι δοκεῖ. εἰ δὲ μὴ πολλὰ μὲν εἴη τὰ ὑγρὰ, τῇ χρόᾳ δ’ ἐξηλλαγμένα, κατὰ τὴν ἐκείνων φύσιν παρόρασις γίγνεται. διὰ τοῦτο γοῦν οἱ μὲν ἰκτεριῶντες ὠχρὰ πάντα θεᾶσθαι δοκοῦσιν, οἱ δὲ ὑπόσφαγμα πεπονθότες ἐρυθρά. ἕλκος δὲ ἀξιόλογον οὐ μόνον τῷ περιττὴν ἀθροίζειν ὑγρότητα βλάπτει τὴν ὄψιν, ἀλλὰ καὶ τῷ δι’ ὀλίγου τὸ κρυσταλλοειδὲς ἀναγκάζειν ὁμιλεῖν τῷ περιέχοντι φωτί. διασχὸν δὲ εἴσω τὸ κατὰ τὴν κόρην ἕλκος ἀποχεῖ τι καὶ τῆς ὑδατώδους ὑγρότητος ἐκτὸς, ὥστε καὶ κατὰ τοῦτο κίνδυνος εἰς ἐσχάτην ἀφικέσθαι τυφλότητα τὸν οὕτως παθόντα. διὰ τοῦτο δὲ καὶ οἱ τρωθέντες εἰς τὸ πρὸ τῆς κόρης μέρος τοῦ κερατοειδοῦς, ὅταν εἴσω διασχῇ τὸ τραῦμα, τυφλοῦνται τὰ πολλά. παράδοξον μέν τοί τι καὶ οὐκ εἰθισμένως γιγνόμενον ἐπὶ παιδὸς ἐθεασάμεθα νυγέντος γραφείῳ κατὰ τὴν κόρην. ἐκρυέντος γὰρ εὐθέως τοῦ ὑδατώδους ὑγροῦ, καὶ ἡ κόρη μὲν ἐγένετο μικροτέρα, καὶ ὅλος δὲ ὁ κερατοειδὴς ἐφάνη ῥυσσότερος, ἀλλ’ ὕστερον θεραπευόμενος ὀρθῶς ἔβλεψεν, ἀθροισθείσης δηλονότι κατὰ βραχὺ τῆς πρότερον ἐκρυείσης ὑγρότητος. ἀλλὰ ταῦτα μὲν σπάνια, τυφλότητες δὲ ὡς τὰ πολλὰ ταῖς τοιαύταις ἕπονται τρώσεσιν, ὥσπερ καὶ τοῖς προειρημένοις αἰτίοις ἅπασιν ἐπὶ πλεῖστον αὐξηθεῖσιν. εἴτε γὰρ ἱκανῶς πυκνὸς, εἴτε παχὺς ἐσχάτως, εἴτε ὑγρὸς ἀμέτρως ὁ κερατοειδὴς ἀπεργασθείη, παντάπασιν ἐπισκοτεῖ ταῖς ὄψεσιν, ὡς μηδ’ ὅλως ὁρᾷν τὸν οὕτω διακείμενον. καὶ τί θαυμαστὸν, εἰ τῶν εἰρημένων ἕκαστον αὐξανόμενον ἀφαιρεῖται τοῦ ζώου τὴν ὄψιν, ὅπου γε καὶ αὐτὸς ὁ κερατοειδὴς ἐνίοτε μόνος ῥυσσούμενος ὁμοίως ἐνοχλεῖ; γίγνεται δὲ τὸ πάθημα τοῦτο τοῖς εἰς ἔσχατον γῆρας ἀφικομένοις. ἐπισκεπτέον δὲ ἀκριβῶς ἐν τῷδε τὸ μέγεθος τῆς κόρης. εἰ μὲν γὰρ ἔλαττον γένοιτο, καὶ τὸ ὑδατῶδες ὑγρὸν ἐπὶ μὲν τοιούτων ἐμειώθη· μένοντος δὲ ἴσου, μόνου τοῦ κερατοειδοῦς τὸ πάθημά ἐστιν. ἀλλὰ τῶν μὲν τούτων διορισμῶν οὐδὲν ἡ νῦν ἐνεστῶσα δεῖται πραγματεία. τὰ δὲ τοῦ κερατοειδοῦς χιτῶνος γινόμενα νοσήματα μεγάλα παντελῶς ἐμποδίζει τὰς ὄψεις, καὶ μάλιστα ὅταν ἤτοι φλεγμαίνων, ἢ ἐκπυϊσκόμενος, ἢ σκιῤῥούμενος, ἤ τι τοιοῦτον ἕτερον πάσχων, ὡς ὀργανικὸν μόριον, ὑγρὰ νοσήματα πάσχῃ. τοιαῦτα μὲν δή τινα καὶ τοσαῦτα τὰ τοῦ κερατοειδοῦς ἐστι νοσήματα βλάπτοντα τὴν ὄψιν. ὁ δὲ ἐπιπεφυκὼς ὑμὴν φλεγμαίνων μὲν κατὰ συμβεβηκὸς ἐμποδίζει τὴν ὀπτικὴν ἐνέργειαν· ἐν δὲ ταῖς καλουμέναις χημώσεσι καὶ προσέτι τοῖς πτερυγίοις οὐ κατὰ συμβεβηκὸς, ἀλλ’ ἤδη καὶ πρώτως ἐπισκοτεῖ τῇ κόρῃ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν βλεφάρων μεγάλαι φλεγμοναὶ, καὶ εἴ τινες ἐπ’ αὐτῶν ἔφυσαν ὄγκοι παρὰ φύσιν εἰς τοσοῦτον μεγέθους ἥκοντες, ὡς ἐπισκοτεῖν τῇ κόρῃ. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ μὴ βλέπειν ἢ τοῦ φαύλως βλέπειν ἐστὶν αἰτία.
Chapter 3
Καὶ περὶ μὲν ὀφθαλμῶν ἱκανὰ καὶ ταῦτα. παραδείγματος γὰρ ἕνεκα μᾶλλον, ἢ ὥστε τὰ κατὰ μέρος ἐπελθεῖν ἅπαντα, τὸν ὑπὲρ αὐτῶν ἐποιησάμεθα λόγον, ἐπεὶ τό γε σπούδασμά ἐστί μοι νῦν διὰ τῶν γενικωτέρων λόγων ἐπιδεικνύναι τὴν μέθοδον, ᾗ χρώμενος ἄν τις ἐξευρίσκοι τὰς τῶν συμπτωμάτων αἰτίας. ἐπεὶ δὲ οὐ μόνον ἐπίστασθαι χρὴ τὰς μεθόδους, ἀλλὰ καὶ γυμνάζεσθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος, ὅπερ οὐ πράττειν πάντες εἰσὶν ἕτοιμοι, διὰ τοῦτο νῦν ἐπὶ ὀφθαλμῶν ὑπέδειξα τὸν τρόπον τῆς ἀσκήσεως, ὁποίαν τινὰ προσήκει ποιεῖσθαι. κατὰ γὰρ δὴ τὸν αὐτὸν τρόπον ἡκέτω τις ἐπὶ τὰς ἄλλας αἰσθητικὰς δυνάμεις, ἐπισκοπούμενος ἐν ἑκάστῃ τό τε πρῶτον αὐτῆς ὄργανον καὶ τὰ ἄλλα τὰ χρείαν τινὰ τούτῳ παρέχοντα, καὶ διαιρείσθω, καθάπερ ἀρτίως εἴρηται, τίνα μέν ἐστι νοσήματα τῆς δυνάμεως αὐτῆς πεπονθυίας, τίνα δὲ τῶν ὀργάνων ἑκάστου, δι’ ἃ βλάπτεσθαι τὴν ἐνέργειαν συμβήσεται. βαρυηκοΐαι γοῦν καὶ κωφότητες ἤτοι διά τι τῶν κατὰ τὰ ὦτα μορίων, ἢ διὰ τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον, ἢ διὰ τὸν ἐγκέφαλον ἐν ἐκείνῳ τῷ μέρει βεβλαμμένον, ὅθεν αὐτοῦ τὸ νεῦρον ἀποφύεται, συμπεσοῦνται τῷ ζώῳ. τὰ μὲν γοῦν κατὰ τὸ νεῦρόν τε καὶ τὸν ἐγκέφαλον ὡσαύτως τοῖς κατὰ τοὺς ὀφθαλμούς· τὰ δ’ ἐν τοῖς ἄλλοις μορίοις ἀνάλογον μὲν, οὐ μὴν πάντη γε ὡσαύτως βεβλάψεται. ὃν γὰρ ἐν ὀφθαλμῷ λόγον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρὸν, τοῦτον ἐν ὠσὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον τὸ ἔνδον πέρας, ἔνθα συνάπτει τῷ νεύρῳ πλατυνομένῳ· τὰ δ’ ἐκτὸς τοῦδε πάντα τὰ κατὰ τὴν ἕλικα τοῦ πόρου ταῖς προκειμένοις ἐν ὀφθαλμῷ τοῦ κρυσταλλοειδοῦς ἀνάλογον ἔχει. καὶ τοίνυν καὶ τὰ νοσήματα αὐτῶν ἐξ ἐκείνων ἐνταῦθα μεταφέρειν, ὅσα μὲν τῶν ὁμοιομερῶν ἐστι, κατὰ τὰς δυσκρασίας τε καὶ τὴν τῆς ἑνώσεως λύσιν· ὅσα δὲ τοῦ πόρου, κατὰ τὰς ἐμφράξεις, εἴτε δι’ ὄγκον τινὰ παρὰ φύσιν αὐτῶν τῶν μορίων, ἐμφράττοντα τὸν πόρον, ἀπόστημα λέγω καὶ φλεγμονὴν καὶ σκίῤῥον καὶ οἴδημα· εἴτε δι’ ἐπίκτητόν τινα καὶ ὅλως ἅπαντα ὄγκον παρὰ φύσιν, οἷος ἐν τῷ αὐτῷ πόρῳ γίνεται πολλάκις, ἢ πωρώδους τινὸς, ἢ σαρκώδους βλαστήματος ἐπιτραφέντος ἐκ τῶν παρὰ φύσιν ἐμφραττόντων τὸν πόρον, ὧν ἐστι καὶ ὁ ῥύπος ὁ συνήθως ἐν ὠσὶ γιγνόμενος.
Chapter 4
Ὥσπερ οὖν ἐν τούτοις ἡ κατασκευὴ τῶν μορίων ἐνεδείξατο τὰς τῶν συμπτωμάτων αἰτίας, οὕτω καὶ κατὰ τὴν γλῶττάν τε καὶ τὴν ῥῖνα ἐνδείξεται, γιγνωσκόντων γε ἡμῶν κᾀκεῖ τό τε πρῶτον αἰσθητικὸν μόριον καὶ τἄλλα τὰ συμπληροῦντα τὸ σύμπαν ὄργανον. ἐδείχθη γὰρ ἡ μὲν γλῶττα διὰ τὸ δυοῖν ὑπηρετεῖν δυνάμεσιν αἰσθητικῇ τε καὶ προαιρετικῇ, δύο καὶ τὰς ἐνεργείας ἔχουσα, καὶ νῦν αὐτὴν ὡς αἰσθητικήν ἐπισκοπούμεθα· τὸ δὲ τῶν ὀσμῶν αἰσθητήριον αὐτὰς ἐπεδείκνυμεν εἶναι τὰς κοιλίας τοῦ ἐγκεφάλου. τὰ μὲν οὖν τῆς γευστικῆς αἰσθήσεως συμπτώματα, τό τε μηδὲ ὅλως αἰσθάνεσθαι χυμῶν ἐστι καὶ τὸ κακῶς αἰσθάνεσθαι. διττοῦ δὲ τοῦ κακῶς ὑπάρχοντος, ὡς ἐδείκνυτο, τοῦ μὲν ἀμυδρῶς, τοῦ δὲ ὡς ἄν τις εἴποι παρατυπωτικῶς, τὸ μὲν ἀμυδρῶς ἀνάλογόν ἐστι τῇ κατὰ μὲν τὴν ὄψιν ἀμβλυωπίᾳ, κατὰ δὲ τὴν ἀκοὴν βαρυηκοΐᾳ· τὸ δὲ παρατυπωτικῶς, ὅταν ὑπηλλαγμένα ταῖς χρόαις ἢ τοῖς σχήμασιν ἢ τοῖς μεγέθεσιν ἢ ταῖς σχέσεσιν ὁρῶντες τύχωσιν, ὅπερ ἐν ἀκοῇ παράκουσις ὠνόμασται. τὰ δὲ τῶν εἰρημένων συμπτωμάτων αἴτια νοσήματα κατὰ τὴν γευστικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔν τε τῷ τῆς γλώττης ἐστὶν ὁμοιομερεῖ σώματι καὶ τῷ περὶ αὐτὴν χιτῶνι, καὶ τοῖς νεύροις τοῖς μαλακοῖς, καὶ τῇ χώρᾳ μάλιστα ἐκείνῃ τοῦ ἐγκεφάλου, καθ’ ἣν ἀποφύεται ταῦτα. τὰ μὲν οὖν ἄλλα νοσήματα τῶν εἰρημένων ἁπάντων εὔδηλα· τὸ δὲ οἷον παρατυπωτικῶς αἰσθάνεσθαι τῶν χυμῶν, ὅταν ἀλλοκότου τινὸς ὑγρότητος ἡ γλῶττα πληρωθῇ, συμβαίνειν εἴωθεν, ἤτοι πάντων ὧν ἂν γεύσηταί τις ἁλμυρῶν φαινομένων, ἢ πάντων πικρῶν, ἤ τινα ἄλλην ἀτοπίαν ἔχειν δοκούντων ἄῤῥητον ἢ ῥητήν. ὡς γὰρ ἐπὶ τῶν ὑποχεομένων ἡ ὀπτικὴ δύναμις ἐκτὸς ἐδόκει θεᾶσθαι τὰ κατὰ τὸν ὀφθαλμὸν ἐμφαινόμενα, τὸν αὐτὸν τρόπον ἡ γευστικὴ τὰ κατὰ τὴν γλῶτταν τοῖς αἰσθητοῖς ἀναφέρει τὰ τῶν ὀργάνων συμπτώματα, ἐπὶ μὲν τῶν ἰκτεριώντων τὴν πικρότητα τῆς χολῆς οὐ τῆς γλώττης πάθος, ἀλλ’ ὧν γεύεται, ὑπολαμβάνουσα, καὶ κατὰ τὰς ἄλλας δέ τινας διαθέσεις ἁλυκότητας ἢ ὀξύτητας ἐν τοῖς ἐδέσμασι περιέχεσθαι φανταζομένη, τοῦ μὲν προσελθόντος ἔξωθεν αἰσθητοῦ τὴν τέως ἡσυχάζουσαν ἐν τῇ γλώττῃ κακοχυμίαν ἀνακινοῦντος, αἰσθανομένης δὲ τῆς γευστικῆς δυνάμεως οὐ τοῦ προσελθόντος, ἀλλὰ τοῦ πλεονάζοντος ἐν αὐτῇ. σπανιάκις δέ ποτε καὶ πρὸ τοῦ γεύσασθαί τινος αἴσθησις γίνεται τῶν ἐν τῇ γλώττῃ χυμῶν, ἀκριβεία τῆς γευστικῆς αἰσθήσεως. ὅμοιόν τι τούτῳ σύμπτωμα τὸ κατ’ ὀφθαλμοὺς ἐπὶ στομαχικαῖς διαθέσεσιν ἢ φαντασίαν ὑποχύσεως συμπίπτειν, ἢ ἐν ὠσὶν ἤχους, οὐδενὸς ἔξωθεν ψοφοῦντος, ἀλλ’ αὐτῆς τῆς κατὰ τὰς μήνιγγας κινήσεως τὸ φάντασμα πεμπούσης· ἢ κατὰ τὰς ῥῖνας ὀσμῆς τινος ἀπὸ τῶν αὐτόθι περιεχομένων χυμῶν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τῆς ῥινὸς ἐμνημονεύσαμεν διτταῖς ὑπηρετούσης δυνάμεσιν, ὥσπερ καὶ ἡ γλῶττα (καὶ γὰρ καὶ τῶν ὀσφρητικῶν ὀργάνων οἱονεὶ πέρας τι καὶ τῶν ἀναπνευστικῶν ἐστιν) ἄμεινον ἂν εἴη καὶ περὶ ταύτης ὡσαύτως τοῖς εἰρημένοις διελθεῖν. εἰ γὰρ τι συμβαίη κατ’ αὐτὴν νόσημα τῷ πόρῳ λυμαινόμενον, ἤτοι χεῖρον ἢ οὐδ’ ὅλως αἰσθήσεται τῶν ὀσμῶν ἡ ὀσφρητικὴ δύναμις. ἰσχυρῶς τε οὖν συντριβεῖσα καὶ πολύπουν ἤ τινα ὄγκον παρὰ φύσιν ἔχουσα, τὴν ὁδὸν τοῦ πνεύματος ἐμφράξει. τούτου τοῦ γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γένοιτο τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκούσας. ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως ἐν ὅσοις ὑπ’ ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθησαν αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμφραξις γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχοντος ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴσθησις ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον, ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμπίπτει πίπτει τὴν δύναμιν, οἷόν τι καὶ κατὰ τὴν γευστικὴν ἐν ἰκτέροις ἐῤῥέθη συμβαίνειν.
Chapter 5
Ἐπεὶ δὲ περὶ τῶν ἐν τοῖς ἰδίοις μέρεσι τοῦ ζώου γιγνομένων αἰσθήσεων αὐτάρκως εἴρηται, περὶ τῆς ἐν ἅπασι τοῖς ὁπωσοῦν αἰσθανομένοις κοινῆς ἤδη λέγωμεν, ἣν ὀνομάζουσιν ἁφήν. ἔστι δὲ δήπου καὶ ταύτης ἀνάλογον μὲν ταῖς ἄλλαις τὰ συμπτώματα· κέχρηται δὲ οὐκ ἰδίαις, ἀλλὰ κοιναῖς ταῖς προσηγορίαις, ὥσπερ καὶ τῶν εἰρημένων ἔνιαί τινες· οὔτε γὰρ ἐπὶ τῆς γευστικῆς, οὔτ’ ἐπὶ τῆς ὀσφρητικῆς δυνάμεως ἔχομεν ὄνομα τοιοῦτον, οἷον ἐπὶ μὲν τῆς ὀπτικῆς ἀμβλυωπίας τε καὶ τυφλότητας καὶ παροράσεις τινάς· ἐπὶ δὲ τῆς ἀκουστικῆς, βαρυηκοΐας τε καὶ κωφότητας, ἔτι τε παρακούσεις, ἢ παρακοὰς, ἢ παρακούσματα, διαφέρει γὰρ οὐδὲν εἴς γε τὰ παρόντα χρῆσθαι τοῖς ὀνόμασιν ὅπως ἂν θέλῃ τις. τὸ μέν τοι τῆς αἱμωδίας ὄνομά τε καὶ σύμπτωμα τῆς ἁπτικῆς δυνάμεως ἐξαίρετον ὑπάρχει. ἀλλὰ τοῦτο μὲν ἐν τῷ στόματί τε καὶ κατὰ τοὺς ὀδόντας μάλιστα συμπίπτειν εἴωθεν ἐπ’ ὀξέσι τε καὶ στρυφνοῖς ἐδέσμασιν· ἡ νάρκη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα καὶ μάλιστα κατὰ τὰ κῶλα, σύνθετος ἐκ δυσαισθησίας τε καὶ δυσκινησίας ὑπάρχουσα, φαίνεται προφανῶς μὲν ἐπὶ ψύξεσι καὶ θλίψεσι νευρωδῶν σωμάτων γιγνομένη, καὶ πρὸς τούτοις ἔτι τῆς νάρκης τοῦ θαλαττίου ζώου ψαυσάντων· αὐτομάτως δ’ εἰ συμβαίη μηδενὸς αἰτίου τοιούτου προσγινομένου, βίος ἀργὸς καὶ πλῆθος ἐδεσμάτων ἤτοι παχέων ἢ γλίσχρων, ἤ τις ἐποχὴ συνήθων ἐκκρίσεων προηγεῖται ἐξ ἀνάγκης. τὸ μὲν οὖν συνέχον αἴτιον ἢ συνεκτικὸν ἢ προσεχὲς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τοιαύτη τίς ἐστιν ἐν τῷ νεύρῳ ἡ διάθεσις, ὡς ἐμποδίζεσθαι τὴν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένην αὐτῷ δύναμιν. ἐμποδίζεται δὲ, εἰ μὲν ἔχοι τινὰ πόρον τὸ νεῦρον, ὥσπερ ἐναργῶς ὁρᾶται τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔχοντα δι’ ἔμφραξιν ἢ θλίψιν· εἰ δ’ οὐκ ἔχει, διὰ πίλησιν ἢ ψύξιν ἢ θλίψιν. ὅτι μὲν οὖν, εἴπερ ἔχει τινὰ πόρον οἷον ὁδὸν ἀπὸ τῆς ἀρχῆς διὰ τοῦ νεύρου τεταμένην ἡ ψυχικὴ δύναμις, ἐμφραχθείσης ταύτης ἐμποδισθήσεται, πρόδηλον παντί· καὶ μὲν δὴ καὶ ὡς θλιβέντος ἔξωθεν τοῦ νεύρου στενοχωρία τις ἕπεται κατὰ τὸν πόρον, οὐδὲ τοῦτο ἄδηλον· ὅτι δὲ καὶ εἰ μηδεὶς εἴη πόρος, ἀλλ’ ὥσπερ δι’ ὕδατος ἢ ἀέρος αἱ ἀκτῖνες τοῦ ἡλίου διεξέρχονται, τὸν αὐτὸν τρόπον ἡ ἀπὸ τῆς ἀρχῆς δύναμις αὐτὸ τὸ σῶμα τῶν νεύρων εἰ διέρχοιτο, παρεμποδισθήσεται κατὰ τὴν δίοδον ἐπὶ τὸ παχυμερέστερον ἀλλοιωθέντων αὐτῶν, οὐδὲ τοῦτο δοκεῖ μοι δεῖσθαι μακρῶν πίστεων ἀναμνησθέντι τῶν περί τε τὸ ὕδωρ καὶ τὸν ἀέρα συμβαινόντων. ὁμίχλη μὲν γὰρ καὶ καπνὸς καὶ νέφος ἐν ἀέρι συνιστάμενα, βόρβορος δὲ καὶ ἰλὺς ἐν ὕδατι, παραποδίζουσί τε καὶ κωλύουσιν εἰλικρινῆ φέρεσθαι πρόσω τὴν ἡλιακὴν αὐγήν· οὕτως οὖν καὶ τὸ νεῦρον εἰ παχυμερέστερόν τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, παραβλάψει τι τὴν φορὰν αὐτῆς τῆς δυνάμεως. ἔσται δὲ δή που παχυμερὲς, ἤτοι γλίσχροις τε καὶ παχέσι τρεφόμενον χυμοῖς, ἢ ψύξει βιαίᾳ πιληθέν. εἰ δὲ δὴ καὶ θλίβοιτο πρός τινος ἔξωθεν ὁμιλοῦντος αὐτῷ σκληροῦ σώματος, οὐδ’ οὕτως ἀκώλυτον παρέξει τὴν φορὰν τῇ δυνάμει. ταῦτ’ ἄρα καὶ ὅσα βρόχοις ἢ χερσὶ διαλαμβάνεται νεῦρα, καὶ ὅσα πρός τινος ἔξωθεν ἤτοι φλεγμαίνοντος ἢ σκιῤῥουμένου θλίβεται, καὶ ὅσα διακινηθέντων ὀστῶν ἐν ἐξαρθρήμασιν ἢ κατάγμασι στενοχωρεῖται, ναρκώδη μὲν τὸ πρῶτον, ὕστερον δὲ παντάπασιν ἀναίσθητά τε καὶ ἀκίνητα γίγνεται. καὶ καλεῖται μὲν ἡ τοιαύτη κάκωσις αὐτῶν παράλυσις· ἐν ταὐτῷ δὲ γένει οὖσα τῇ νάρκῃ, τῷ μεγέθει διαλλάττει. καὶ εἰ κατὰ πάντα συμβαίη τὰ νεῦρα, παραχρῆμα μὲν ἀναίσθητόν τε καὶ ἀκίνητον ἐργάζεται τὸ σύμπαν σῶμα, θάνατον δὲ ὀξὺν ἐπιφέρει στερήσει τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἡ ἀρχὴ τοῦ νωτιαίου βλαβείη, τοῖς κατὰ τὴν κεφαλὴν μορίοις αἰσθάνονταί τε καὶ κινοῦνται μόνοις, ἄχρι περ ἂν ζῶσιν· εἰ δὲ καὶ κατὰ τὸν ἐγκέφαλον ἡ βλάβη συμπέσοι, πάντων παραχρῆμα τῶν μορίων ἀκρατεῖς καὶ ἀναίσθητοι γίγνονται· ζῶσι δὲ ἑκάτεροι τοσοῦτον χρόνον, ὅσον ἂν ἔζησαν οἱ ἀγχόνῃ συσχεθέντες. ὅσοις δὲ κατωτέρω τῆς ἐκφύσεως τῶν διαστελλόντων τὸν θώρακα νεύρων ἔπαθεν ὁ νωτιαῖος, ἤτοι σπονδύλου τινὸς ἐκστάντος ἢ καὶ ἄλλως, ἐπὶ μὲν ταῖς μεγάλαις διαθέσεσιν ἀναίσθητοί τε καὶ ἀκίνητοι τὰ κάτω πάντα παραχρῆμα γίγνονται, ναρκώδεις δὲ ἐπὶ ταῖς σμικροτέραις· οὐ μὴν ἀποθνήσκουσιν οὗτοι, διὰ τὸ φυλάττεσθαι τὴν ἀναπνοὴν αὐτοῖς. ἡ μέντοι τῶν χειρῶν αἴσθησις, οἷς μὲν ὁ νωτιαῖος ἔπαθε κατὰ τὸν πέμπτον σπόνδυλον, ἀπόλλυται πᾶσα μετὰ τῆς κινήσεως· οἷς δὲ κατὰ τὸν ἕκτον, οὐ πᾶσα· τὰ γὰρ πρῶτα μέρη τοῦ βραχίονος ἀπαθῆ διαφυλάττεται· πολὺ δὲ δὴ μᾶλλον, εἰ κατὰ τὸν ἕβδομον σπόνδυλον ὁ νωτιαῖος πάθοι· εἰ δὲ κατὰ ὄγδοον, ὀλίγιστον· εἰ δὲ ὁ μετ’ αὐτὸν, οὐδὲ ὅλως ἔτι πάσχουσιν αἱ χεῖρες οὐδέν. ἀπόλλυται μέν τοι ἡ φωνὴ πᾶσιν, οἷς ἂν ὁ ἐν τραχήλῳ πάθοι νωτιαῖος· οὐ μὴν ἐπί γε τοῖς τοῦ νώτου σπονδύλοις ἅπασιν, ἀλλ’ ὁπόσον τι καθ’ ἕκαστον ἐν τοῖς περὶ φωνῆς διώρισται. νυνὶ γάρ μοι δοκῶ καὶ πλείω τοῦ δέοντος εἰρηκέναι. οὐ γὰρ ἐπελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἐν τῷδε τῷ γράμματι συμπτώματα προὐθέμην, ἀλλ’ εἰς τὰς γενικωτέρας αἰτίας ἀναγαγεῖν. κοινῇ τοίνυν εἰρήσθω μοι κατὰ πάσης βλάβης αἰσθήσεως, ὡς ὑφ’ ὧν ἕκαστα χορηγεῖται νεύρων ἐῤῥωμένων, ὑπὸ τούτων βλάπτονται παθόντων. εἰ δέ τις ἑκάστου νεύρου τὴν δύναμιν ἐπίστασθαι ποθεῖ, τῶν μὲν εἰς ἀναπνοὴν συντελούντων ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων διώρισται· τῶν δὲ εἰς τὰς φωνὰς, ἐν τῇ περὶ φωνῆς πραγματείᾳ λέλεκται. ταῦτα μὲν οὖν ἠκρίβωται πρὸς ἡμῶν ἑτέρωθι. τὰ δὲ τοῖς κατὰ τράχηλόν τε καὶ κεφαλὴν ἐπιγάστριόν τε καὶ χεῖρας καὶ σκέλη χορηγοῦντα νεῦρα καὶ ἄλλοι τινὲς ἔμπροσθεν οὐ φαύλως ἔγραψαν ἡμεῖς τε ἐγράψαμεν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ὁ μὲν οὖν ἐνεστηκὼς λόγος περὶ τῶν κατὰ τὰς αἰσθήσεις συμπτωμάτων ἦν. ἐπεὶ δὲ ὅσα μόρια καθ’ ὁρμὴν κινεῖται διὰ νεύρου τινὸς, εὐθὺς ταῦτα καὶ τὴν αἴσθησιν ἔχει δι’ αὐτοῦ, διττὴν ἀναγκαῖον αὐτοῖς γενέσθαι βλάβην ἐπὶ τῷ τοῦ νεύρου νοσήματι, τὴν μὲν ἑτέραν τῆς αἰσθήσεως, τὴν δὲ ἑτέραν τῆς κινήσεως. πῶς οὖν ἔνια μὲν μόρια παραλελύσθαι δοκεῖ τῆς κινήσεως τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, αἰσθάνεσθαι δέ; καὶ πῶς πάλιν ἕτερα κινεῖσθαι μὲν, οὐκ αἰσθάνεσθαι δέ; κατὰ μὲν δὴ τὴν γλῶτταν καὶ τοὺς ὀφθαλμοὺς οὐδὲν ἄπορον, ἐπειδὴ διττὰ νεύρων γένη τούτοις ἐστί· ἐν οἷς δὲ μέλεσι τὰ σκληρὰ μόνον ἐστὶ, διοριστέον ὡδὶ τὸν λόγον. εἰ μὲν ἀφῃρημένου τοῦ δέρματος ὁ ὑποκείμενος μῦς γυμνὸς ὢν ἀκίνητος μὲν φαίνεται, ψαυόντων δὲ αἰσθάνοιτο, μικρὰν ἡγητέον αὐτῷ συμπεπτωκέναι τὴν βλάβην, ὡς μέρος τοσοῦτον δυνάμεως δέχεσθαι ψυχικῆς, ὅσον αἰσθάνεσθαι μὲν ἱκανόν ἐστιν, κινῆσαι δὲ τὸν μῦν οὐχ ἱκανόν. ἐν γὰρ τῷ πάσχειν μᾶλλον ἤπερ ἐν τῷ ποιεῖν ἐστιν ἡ τῆς ἁφῆς αἴσθησις, ὥστ’ ἐγχωρεῖ καὶ δι’ ὀλίγης αὐτὴν ἐπιτελεῖσθαι δυνάμεως· ἡ δὲ τῶν μυῶν κίνησις ἐν τῷ ποιεῖν, οὐκ ἐν τῷ πάσχειν, ἔχουσα τὴν ἐνέργειαν (ὅλον γὰρ ὑπὸ ταύτης μεταφέρεται τὸ σῶμα) πολλῆς δεῖται δυνάμεως ψυχικῆς. ἔμπαλιν δὲ οὐκ ἂν εὕροις ποτὲ γεγενημένον ὡς κινεῖσθαι μὲν, ἀναίσθητον δὲ εἶναι τὸν γυμνὸν μῦν. εἰ δὲ τὸ μὲν περικείμενον αὐτῷ δέρμα τὴν αἴσθησιν ἀπολέσειεν, ὁ δὲ μῦς κινοῖτο, θαυμαστὸν οὐδέν· ὥσπερ οὐδὲ εἰ δυοῖν μυοῖν ὁ μὲν εἴη κινούμενος, ὁ δὲ ἀκίνητος· ἢ ὁ μὲν αἰσθανόμενος, ὁ δὲ ἀναίσθητος. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἐγχωρεῖ τοῦ μὲν ἑτέρου βεβλάφθαι τὸ νεῦρον, ἀβλαβὲς δὲ εἶναι θατέρου, κατὰ τὸν αὐτὸν τρόπον ἐνδέχεται τὸ μὲν εἰς τὸ δέρμα διασπειρόμενον βεβλάφθαι, τὸ δὲ εἰς τὸν μῦν μὴ βεβλάφθαι· οὕτω δὲ καὶ τοὐναντίον ἀβλαβὲς μὲν εἶναι τὸ τοῦ δέρματος νεῦρον, οὐκ ἀβλαβὲς δὲ τὸ τοῦ μυός. περὶ μὲν οὖν τῶν προτεθέντων συμπτωμάτων ἱκανὰ καὶ ταῦτα.
Chapter 6
Ἥδεσθαι δὲ καὶ ἀλγεῖν ἁπάσαις μὲν ἐγγίγνεται ταῖς αἰσθήσεσιν, οὐχ ὁμοίως δὲ ἐναργῶς, ἀλλ’ ἐν μὲν τῇ τῆς ὄψεως ἥκιστα, μάλιστα δὲ ἐν τῇ τῆς ἁφῆς τε καὶ γεύσεως· ἐφεξῆς δὲ τούτων ἐν ὀσφρήσει· καὶ μετὰ ταύτας ἐν ἀκοῇ. τίς οὖν ἥ τε κοινὴ πάντων αἰτία καὶ τίς ἡ καθ’ ἕκαστον ἰδία; κοινὴ μὲν, ἥνπερ καὶ Πλάτων ἐν Τιμαίῳ φησὶ γράφων οὕτως· τὸ μὲν παρὰ φύσιν καὶ βιαίως γιγνόμενον ἀθρόως ἐν ἡμῖν πάθος, ἀλγεινόν· τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον, ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ μικρὸν, ἀναίσθητον. οὕτω μὲν ὁ Πλάτων· ὁ δὲ Ἱπποκράτης ἔτι παλαιότερος ὢν, τοῖς τὴν φύσιν, ἔφη, διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. τὸ μὲν γὰρ διαφθειρομένοισι τάχος τε ἅμα καὶ μέγεθος ἐνδείκνυται τῆς μεταβολῆς. εἰσὶ δὲ καὶ κατὰ τὴν ἁφὴν αἱ μεγάλαι μεταλλαγαὶ τῆς φύσεως ὑπὸ ψυχροῦ καὶ θερμοῦ βιαίας προσβολῆς, ὅσα τε θλᾷν, ἢ τέμνειν, ἢ διατείνειν, ἢ διαβιβρώσκειν πέφυκε. τὸ γὰρ ὑγρὸν ἢ ξηρὸν ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἀβίαστον ἔχει τὴν ὁμιλίαν, ὡς ἔνεστί σοι μαθεῖν ἀναλεξαμένῳ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἔνθα καὶ τὸ ψυχρὸν ἐδείχθη καθ’ ἕτερον μὲν τρόπον ἧδον ἢ τὸ θερμὸν, ἀλλὰ καὶ αὐτὸ τῷ διασπᾷν τὴν οὐσίαν ὀδυνηρὸν γίγνεσθαι. φαίνεται δὲ καὶ τὰ θλῶντα καὶ τὰ τείνοντα κίνδυνον τοῦ ῥαγῆναι φέροντα τοῖς σώμασιν ἀλγημάτων αἴτια γίγνεσθαι, καθάπερ γε καὶ τὰ νύττοντα καὶ τὰ τέμνοντα. οὐ γὰρ δὴ μετὰ τὸ τμηθῆναί τε καὶ ῥαγῆναι τὴν ὀδύνην ἐπιφέρει, ἀλλ’ ἐν τῷ γίγνεσθαι τὰ τοιαῦτα πάντα πόνων αἴτια καθίσταται, πλὴν εἰ μὴ κατά τι συμβεβηκὸς ἀκολουθήσειε τοῖς οὕτω παθοῦσιν ὀδύνη, ποτὲ μὲν ὑγρῶν δριμέων δακνόντων τὸ ἡλκωμένον σῶμα, ποτὲ δὲ φλεγμονῆς ἐπιγενομένης, ἥ τις καὶ αὐτὴ διαπαντὸς μὲν τῷ διατείνειν ὀδυνᾷ, πολλάκις δὲ καὶ διὰ τὴν θερμασίαν ἢ διὰ τὴν τῶν ὑγρῶν δριμύτητα. διασπᾶται δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον, ᾗ μὲν τῆς ἁφῆς μετέσχηκεν, ὑπὸ τῶν εἰρημένων, ᾗ δὲ καὶ τῆς γεύσεώς ἐστιν ἴδιον, ὑπό τε τῶν ὀξέων καὶ πικρῶν καὶ στρυφνῶν καὶ δριμέων, ὅτι καὶ τούτων ἕκαστον, ὡς ἀποδέδεικται, διαιρεῖ τὸ συνεχές. ἀνιαροὶ δέ εἰσι καὶ κατὰ τὴν ὄσφρησιν οἱ τῶν εἰρημένων χυμῶν ἀποῤῥέοντες ἀτμοὶ, διότι καὶ οὗτοι διασπῶσι τὸ συνεχές. ἐν ἀκοῇ δὲ ἥ τε τραχεῖα καὶ ἡ μεγίστη καὶ ἡ ταχίστη φωνὴ, ὧν καὶ συνελθουσῶν εἰς ταὐτὸν ἐν ταῖς φοβερωτάταις βρονταῖς, ἀνάπηροι παντάπασιν ἔνιοι τὴν ἀκουστικὴν αἴσθησιν ἐγένοντο τῷ διασπασθῆναι τῇ βίᾳ τοῦ ψόφου τὸ ὄργανον αὐτῆς. καὶ μέντοι γε καὶ τὴν ὄψιν αἱ λαμπρόταται τῶν αὐγῶν ἀνιῶσί τε ἅμα καὶ διαφθείρουσι τῷ διακρίνειν ἐπὶ πλεῖστον. ἔστι δὲ δήπου καὶ τὸ διακρίνειν ἐκ τοῦ τῶν διαιρούντων γένους, καὶ φαίνεται κοινὸν ἐν ἁπάσαις ταῖς αἰσθήσεσι τὸ ἀνιαρὸν πάθος, ἐκ διακρίσεώς τε καὶ διαιρέσεως τοῦ συνεχοῦς καὶ ἡνωμένου σώματος ἀποτελούμενον, ἐπειδὰν ἀθρόως συμπίπτῃ. καλῶ δὲ ἀθρόως τὸ κατὰ τὰ μεγάλα ἅμα καὶ ταχέως. τοῦτο δὲ δήπου καὶ ὁ Πλάτων ἐβούλετο, σύνθετον ἐκ βιαίου τε ἅμα καὶ ἀθρόου παθήματος ἐγγινομένου τοῖς αἰσθητικοῖς σώμασι τὴν ἀνιαρὰν αἴσθησιν ἀποτελεῖσθαι φάσκων. οὐδὲν γὰρ διοίσει λέγειν ἀνιαρὰν ἢ λυπηρὰν ἢ ἀλγεινὴν ἢ ὀδυνηρὰν ἢ ἐπίπονον αἴσθησιν· ὥσπερ οὐδὲ αὐτὸ τὸ πάθος, ἀνίαν ἢ λύπην ἢ ὀδύνην ἢ πόνον ἢ ἀλγηδόνα. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων ὁμοτίμως χρώμενος ἐπὶ ταὐτοῦ πράγματος ἅπασι τοῖς εἰρημένοις ὀνόμασιν ἔν τε Τιμαίῳ καὶ Φιλήβῳ καὶ καθ’ ὅ τι ἂν ἕτερον αὐτῷ σύγγραμμα περὶ τῶν αὐτῶν ὁ λόγος ἦν. ὅτι δὲ καὶ ἡ Ἱπποκράτους δόξα τῆς αὐτῆς ἔχεται διανοίας ἔν τε τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὔδηλον ἔκ τε τῶν ἔμπροσθεν ὀλίγον εἰρημένων καὶ τῶν ἐν ἅπασι τοῖς βιβλίοις αὐτοῦ γεγραμμένων. οὕτω μὲν δὴ πᾶν πάθος λυπηρὸν ἐν ἁπάσαις γίγνεται ταῖς αἰσθήσεσι· τὸ δ’ ἐναντίον αὐτῷ τὸ ἡδὺ διὰ τὴν ἐναντίαν αἰτίαν. τοῦ γὰρ κινδυνεύοντος διασπασθῆναι ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἀθρόα τὴν ἡδονὴν ἀπεργάζεται. διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἥδιστον θέαμα τὸ κυανοῦν, ὥσπερ ὀδυνηρότατον τό τε λαμπρὸν ἅμα καὶ λευκὸν, οἷον ὁ ἥλιος. ἐφεξῆς δὲ τούτων ἐν μὲν τοῖς λυποῦσι τὸ λευκὸν, ἐν δὲ τοῖς ἥδουσι τὸ φαιόν. τὸ μὲν γὰρ τῷ διακρίνειν τε ἅμα καὶ διαλύειν τὴν οὐσίαν αὐτῆς, τὸ δὲ τῷ ἀβιάστως συνάγειν. οὐ γὰρ δή που τὸ συνάγειν γε μόνον ἱκανὸν καὶ αὔταρκες· οὕτω γὰρ ἂν ἦν που καὶ τὸ μέλαν ἡδὺ, νῦν δ’ οὐκ ἔστιν· ἐναντίον γὰρ ὑπάρχον τῇ τῆς ὄψεως οὐσίᾳ συνάγει βιαιότερον αὐτὴν, ἢ ὡς εἰς τὴν φύσιν ἐπανάγειν. ἧττον δέ ἐστι τὸ μελάντατον τοῦ λαμπροτάτου ἀνιαρὸν, οὐχ ὅτι τὸ ἐναντίον ἧττον λυπεῖ τῆς κατὰ τὸ συγγενὲς ἀμετρίας, (κατὰ τοῦτο μὲν γὰρ μᾶλλον ἀνιαρὸν ἦν τοῦ λαμπροτάτου τὸ μέλαν) ἀλλ’ ὅτι τὸ μὲν τῆς ὄψεως ὄργανον αὐγοειδὲς, αὐγὴ δὲ πᾶσα λεπτομερὴς οὐσία· τὸ δὲ μέλαν ἀεὶ παχυμερές· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς τοῦ παχυμεροῦς. ὅταν μὲν οὖν εἰς ταὐτὸν ἀλλήλοις ἥκῃ τὸ λεπτομερὲς καὶ παχυμερὲς, ἧττον εἰς τὸ λεπτομερὲς ἐνεργεῖ τὸ παχυμερὲς,…
Chapter 7
Ὑπ…
The complete text is available when the reading interface loads.