De differentiis febrium
Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος
- Scientific editors
- Karl Gottlob Kühn
- Edition reference
- Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1824
- CTS identifier
urn:cts:greekLit:tlg0057.tlg045.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΠΥΡΕΤΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
Αἱ διαφοραὶ τῶν πυρετῶν αἱ μὲν οἰκειόταται καὶ κυριώταται κατὰ τὴν οὐσίαν αὐτῶν εἰσιν· αἱ δ’ ἄλλαι κατά τι τῶν συμβεβηκότων. ἐπεὶ δὲ καὶ αὐτῶν τῶν συμβεβηκότων οὐ μία φύσις, ἀλλὰ τὰ μὲν ἐγγυτέρω τε καὶ οἰκειότερα τῆς διαιρουμένης οὐσίας ἐστὶ, τὰ δὲ ποῤῥωτέρω τε καὶ ἀλλοτριώτερα, διὰ τοῦτο καὶ τῶν ἐνθένδε λαμβανομένων διαφορῶν οὐχ ἓν τὸ γένος ἐστί. μάλιστα μὲν οὖν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων τε καὶ κυριωτάτων ἀποχωροῦντες· ἐφεξῆς δὲ ὅσοι τούτων ἐπιμνησθέντες ἀνέμιξαν αὐταῖς ὁμοτίμως ἁπάσας τὰς κατὰ τὸ συμβεβηκὸς, οὐ διακρίναντες ἀπὸ τῶν χρησίμων τὰς ἀχρήστους. οὐ μόνον δὲ ἐν τοῖς γένεσι τῶν διαφορῶν ἥμαρτον οἱ πλεῖστοι τῶν ἰατρῶν, ἤτοι πλεονάσαντες, ὡς καὶ τῶν ἀχρήστων μνημονεύειν, ἢ ἐλλιπόντες, ὡς καὶ τῶν χρησίμων ἐνίας παρελθεῖν· ἀλλὰ κατὰ τὴν ἐν αὐτοῖς τοῖς γένεσι τομὴν εἰς τὰς οἰκείας διαφορὰς ὡσαύτως ἐσφάλησαν. αὐτίκα γέ τοι τοῦ πρώτου τε καὶ κυριωτάτου γένους τῶν διαφορῶν ἀπὸ τῆς τοῦ τεμνομένου πράγματος οὐσίας λαμβανομένου, τινὰς μὲν τῶν ἰατρῶν ἔστιν ἰδεῖν ὅλον παρελθόντας τὸ γένος τοῦτο· τινὰς δὲ ἤτοι πλεονάσαντας, ἢ ἐλλιπόντας ἐν τῇ διαιρέσει, καίτοιγε Ἱπποκράτους ἄριστα πεποιημένου τὴν διαίρεσιν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρί· οἱ δὲ πρηέες· οἱ δὲ οὐ δακνώδεες, ἐπαναδιδόντες δέ· οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως· οἱ δὲ διὰ παντὸς βληχροὶ, ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες, ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ ἔξωχροι· οἱ δὲ πελιοὶ, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἐναργέστατα γὰρ ἐν τούτοις ἀπό τε τῆς οὐσίας τοῦ πράγματος ἅμα καὶ ἀπὸ τῆς διαγνώσεως εἰς τὰς οἰκείας διαφορὰς ἐποιήσατο τὴν διαίρεσιν. ἡ μὲν γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος· αἱ διαφοραὶ δὲ τῆς θερμασίας, αἵ τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττόν εἰσι, καὶ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ φύσιν τοῦτο θερμὸν, καὶ αἱ παρὰ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως, ἃς ἁπάσας συμπλέξας τῷ τρόπῳ τῆς διαγνώσεως ἔγραψεν, ὡς ἐπὶ προήκοντι τῷ λόγῳ δείξομεν. αἱ μέντοι δὴ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον εὔδηλοί τε καὶ σύνηθες ἤδη τοῖς ἰατροῖς ὀνομάζειν ἐν τούτῳ τῷ γένει τῆς διαφορᾶς τὸν μέγαν τε καὶ μικρὸν πυρετὸν, οὐ κυρίως μὲν ἐπὶ ποιοῦ πράγματος ὄνομα ποσότητος ἐπιφέρουσιν, ὅμως δὲ οὖν εἰθισμένοι οὕτω ποιεῖν οὐκ ἐπὶ τοῦ πυρετοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων μυρίων ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων τε καὶ μικρῶν. αἱ δὲ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ φύσιν τοῦτο θερμὸν, οἰκειόταται διαφοραὶ τῆς παρὰ φύσιν θερμασίας εἰσὶν, ἤτοι τὸ σῶμα τῆς καρδίας αὐτὸ κατειληφυίας αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίας αὐτῆς χυμούς. λοιπὴ δὲ καὶ τρίτη τις ἐπ’ αὐταῖς διαφορὰ, τῆς ἀερώδους οὐσίας μόνης ἐκτεθερμασμένης ἱκανῶς, τῶν δὲ ὑγρῶν καὶ στερεῶν σωμάτων θερμαινομένων μὲν ἔτι, ἐκτεθερμασμένων δὲ οὐδέπω. διαφέρει γὰρ οὐ σμικρῷ τὸ θερμαίνεσθαί τι τοῦ τεθερμάνθαι. μάθοις δ’ ἂν ἐναργέστατα τὸ λεγόμενον ἐπὶ παραδειγμάτων τοιῶνδε. νόησόν μοι θερμὸν ὕδωρ ἐμβεβλημένον λέβητι ψυχρῷ, κᾄπειτα θερμαινόμενον ὑπ’ αὐτοῦ τῇ γειτνιάσει τὸ τοῦ λέβητος σῶμα, θερμὸν δὲ ἀκριβῶς ὅλον μηδέπω γεγενημένον· αὖθις οὖν μοι νόησον εἰς θερμὸν καὶ διάπυρον λέβητα ψυχρὸν ὕδωρ ἐγκεχυμένον, εἶτα θερμαινόμενον ἔτι, θερμὸν μηδέπω μηδὲ αὐτὸ γεγενημένον. ἐπὶ ταύταις ταῖς εἰκόσι κατὰ μὲν τὴν δευτέραν ἡ πρώτη διαφορὰ τῶν πυρετῶν ἐστιν, οὓς ἔφαμεν αὐτὸ τῆς καρδίας τὸ σῶμα κατειληφέναι· κατὰ δὲ τὴν προτέραν ἡ τῶν ἐν τοῖς χυμοῖς τοῖς κατ’ αὐτό· ἡ δὲ λοιπὴ καὶ τρίτη πάντη μὲν οὐκ ἔχει ὅμοιον παράδειγμα, σαφηνείας δ’ ἕνεκα φύσαν ἐννόησόν μοι χαλκευτικὴν ἕλκουσαν εἰς ἑαυτὴν ἀέρα πάνυ θερμὸν, εἶτα θερμαινομένην ἔτι πρὸς αὐτοῦ, ἐκτεθερμασμένην δὲ οὐδέπω. μᾶλλον δ’ ἂν ἔτι τὸ παράδειγμα τὴν τοῦ δηλουμένου πράγματος ἐνδείξεται φύσιν, εἰ περιεχόμενον ὑγρὸν ἐν τῇ φύσῃ νοήσῃς, καὶ μᾶλλον ἔτι, εἰ τὰς ὀπὰς τῆς φύσης, δι’ ὧν ἕλκει τε καὶ ἐκπέμπει τὸν ἀέρα, στεγνὰς οὕτως ἐργασάμενος, ὡς ὑγρῷ μὲν ἀβάτους ὑπάρχειν, ἀέρι δὲ βασίμους· ἐν ᾧ δὴ καὶ μάλιστα διαφέρει τὰ τῆς φύσεως ἔργα τῶν ὑπ’ ἀνθρώπου γινομένων. ἀναμέμικται γὰρ ἔν τε ταῖς ἀρτηρίαις ἁπάσαις διὰ πολλῶν ὀπῶν ἅμα πνεούσαις ἡ ἀερώδης οὐσία τῷ αἵματι, καὶ κατὰ τὴν καρδίαν οὐδὲν ἧττον, ὡς ἂν σύῤῥους ὑπάρχουσα πάσαις αὐταῖς.
Chapter 2
Ἄρχεται μὲν οὖν ἡ παρὰ φύσιν αὕτη θερμότης, ἥν περ καὶ πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων, ἐπινέμεται δὲ καὶ συνδιατίθησι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένη. ῥᾴστη μὲν οὖν ἡ ἐκ τῶν ὑγρῶν εἰς τὸ πνεῦμα μετάληψις τῆς θερμότητος, ἧττον δ’ ἑτοίμως τῷ πνεύματι συνεκπυροῦται τὰ ὑγρά. καὶ μέν γε καὶ τὸ στερεὸν σῶμα τοῖς ὑγροῖς τε καὶ ἀερώδεσιν ἑτοιμότερον μεταδίδωσι· τῆς θερμασίας ἢ αὐτὸ παρ’ ἐκείνων λαμβάνει· πᾶσα μὲν γὰρ ἡ λεπτομερὴς οὐσία ῥᾷον ἀλλοιοῦται τῆς παχυμεροῦς· ἔστι δὲ λεπτομερεστάτη μὲν ἡ τοῦ ἀέρος, παχυμερεστάτη δὲ ἡ τῶν στερεῶν σωμάτων, ἐν τῷ μεταξὺ δὲ ἀμφοῖν ἡ τῶν ὑγρῶν, οὐδὲν δὲ διαφέρει ἔν γε τῇ παρούσῃ διδασκαλίᾳ πνεῦμα λέγειν ἢ ἀέρα· διώρισται γὰρ ὑπὲρ αὐτῶν ἀκριβεστέρως ἑτέρωθι. νῦν δὲ ἀρκεῖ τό γε τοσοῦτον γινώσκειν, ὅπερ, οἶμαι, καὶ ὁ Ἱπποκράτης ἐνδεικνύμενος ἔλεγε, τὰ ἴσχοντα καὶ τὰ ἐνισχόμενα καὶ τὰ ἐνορμῶντα· ἴσχοντα μὲν αὐτὰ τὰ στερεὰ μόρια τοῦ σώματος, ἐνισχόμενα δὲ τὰ ὑγρὰ, ἐνορμῶντα δὲ τὰ πνεύματα προσαγορεύων. ἄρχεται μὲν γὰρ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων ἡ πυρετώδης διάθεσις, οὐ καταμένει δὲ ἐν τῷ πρώτῳ γένει τοῦ βλαβέντος, ἀλλ’ ἐπινέμεται τὰ λοιπὰ δύο, καὶ εἰ μὴ φθάσειε λυθῆναι, συνδιατίθησιν ὡσαύτως κᾀκεῖνα τῷ χρόνῳ. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δὲ ἀποδεῖξαί τε ἅμα τὰ εἰρημένα καὶ τὰς διαγνώσεις ἑκάστου γένους τῶν πυρετῶν ἐπελθεῖν. εὐθὺς δὲ ἀναγκαῖον εἰπεῖν τι καὶ περὶ τῆς γεννήσεως αὐτῶν.
Chapter 3
Ὅτι μὲν οὖν ἐπὶ κόποις, καὶ θυμοῖς, καὶ λύπαις, ἐγκαύσεσί τε καὶ ἐμψύξεσι, καὶ ἀγρυπνίαις, καὶ ἀπεψίαις, καὶ μέθαις, καὶ πλησμοναῖς ὁρῶνται πυρέττοντες ἔνιοι, πᾶσιν ἀνθρώποις ἐστὶν ἤδη τοῦτό γε πρόδηλον, ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς ἐναργείας δεδιδαγμένοις. καὶ μὲν δὴ καὶ ὅτι λοιμώδους ἀέρος κατάστασις ἤνεγκε πυρετὸν, οὐδὲ τοῦτο ἀγνοοῦσιν, οἷς μέτεστι συνέσεως, ὥσπερ γε καὶ ὅτι συνδιατρίβειν τοῖς λοιμώττουσιν ἐπισφαλές· ἀπολαῦσαι γὰρ κίνδυνος ὥσπερ ψώρας τινὸς ἢ ὀφθαλμίας. ἐπισφαλὲς δὲ καὶ τοῖς ὑπὸ φθόης συνεχομένοις συνδιημερεύειν, καὶ ὅλως ὅσοι σηπεδονῶδες ἐκπνέουσιν, ὡς καὶ τοὺς οἴκους, ἐν οἷς κατάκεινται, δυσώδεις ὑπάρχειν. ἔγνωσται δὲ πρὸς τῆς μακρᾶς πείρας, καὶ ὡς οἱ καταλύσαντες ἔθος γυμνασίων ἄλλοις τέ τισιν ἁλίσκονται νοσήμασι καὶ οὐχ ἥκιστα τοῖς πυρετώδεσι. καὶ μέν γε καὶ ὡς ἡ καλουμένη πληθώρα φέρει πυρετοὺς, ἐδέσματά τέ τινα μοχθηρὰ, καὶ φάρμακα, καὶ τὰ περὶ κυνὸς ἐπιτολὴν καύματα, καὶ ἄλλα τινὰ τοιαῦτα, γινώσκεται μὲν ἅπασιν ἀνθρώποις, ὡς ἔπος εἰπεῖν· ἥτις δὲ ἀπ’ αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται διάθεσις, ἀφ’ ἧς πυρέττομεν, οὐκ ἔτι γε τοῦτό γε ἴσασιν οὔθ’ οἱ πολλοὶ τῶν ἀνθρώπων οὔτ’ ἔνιοι τῶν ἰατρῶν. διττὸν δὲ τὸ γένος τῶν ἀγνοούντων τὰ τοιαῦτα, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενον, ὡς οὐδενὸς τῶν ὄντων τῆς φύσεως εὑρεθῆναι λόγῳ δυναμένης, τὸ δ’ ἕτερον χορὸς ἀνθρώπων ἐστὶ δοξοσόφων, ἀγνοούντων μὲν ὁμοίως τοῖς προτέροις, οἴησιν δ’ ἐπιστήμης ἐχόντων. ἀγνοῆσαι μὲν αὐτοὺς συνέβη διὰ τὸ μὴ γεγυμνάσθαι πρότερον ἐν ταῖς λογικαῖς μεθόδοις, ἐξ ὧν γνωρίζεταί τε καὶ διακρίνεται τῶν ἀποδεικτικῶν λημμάτων τὰ πιθανὰ μὲν, οὐδὲν δὲ ἀληθὲς οὔθ’ εὑρεῖν οὔτ’ ἀποδεῖξαι δυνάμενα. τῇ δὲ ἀγνοίᾳ ταύτῃ προσγενομένης ἀλαζονείας, ἔνιοί τέ τινες ἐξ αὐτῶν εἰς τοσοῦτον ἀναισθησίας ἢ τόλμης ἧκον, ὡς μηδὲ ἃ πάντες ἄνθρωποι γινώσκουσι τῇ πεῖρᾳ δεδιδαγμένοι, μηδὲ ταῦθ’ ὁμολογεῖν αἴτια πυρετῶν· ὑπὲρ ὧν ἐν τῷ περὶ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων αὐτάρκως διειλεγμένος οὐδὲν δέομαι τό γε νῦν μεμνῆσθαι τῆς ματαίας φλυαρίας αὐτῶν. οὔτε γὰρ ἀντιλογητικὸν οὔτε σοφισμάτων ἐπιλυτικὸν ἐνεστησάμην τόνδε τὸν λόγον, ἀλλ’ ἐπιστημονικὸν καὶ διδασκαλικὸν, ὑποθέσεις μὲν ἔχοντα τὰς δι’ ἑτέρων ἀποδεδειγμένας, διδάσκοντα δὲ τὰς διαφορὰς τῶν πυρετῶν. αἱ μὲν οὖν ὑποθέσεις αὗται· τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἶναι τὰ στοιχεῖα τῶν σωμάτων, καὶ γίνεσθαι τὰς πρώτας νόσους ἐπὶ τῇ δυσκρασίᾳ τούτων, ὧν μίαν εἶναι καὶ πυρετὸν, ἐπειδὰν ἐν τῇ καρδίᾳ θερμότης τις γίνηται παρὰ φύσιν. αἱ διαφοραὶ δὲ κατὰ γένος τῆς θερμότητος, ὑπὲρ ὧν ὁ προκείμενος περαίνεται λόγος, ἀπὸ τῆς τῶν ὑλῶν διαφορᾶς ἐλαμβάνοντο τῶν δεχομένων τὴν πυρετώδη θερμασίαν, τριῶν οὐσῶν κατὰ γένος. ἤτοι γὰρ ἐν αὐτῷ τῷ σώματι τῆς καρδίας ἀνάπτεσθαι πρώτην αὐτὴν ἐλέγομεν, ἢ ἐν τοῖς χυμοῖς, ἢ ἐν τῷ πνεύματι· προκατάρχειν δὲ τῆς συστάσεως ἁπάντων τῶν πυρετῶν αἰτίας ἐναργῶς ἅπασι γινωσκομένας, ἃς ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐφ’ αἷς ὁ μὲν ἐμπειρικὸς ἰατρὸς ἐκ τῆς τηρήσεώς τι καὶ πρὸς τὴν θεραπείαν εὐπορεῖ· ὁ δὲ λογικὸς ἐπὶ τὴν φύσιν αὐτὴν τοῦ πράγματος ἐρχόμενος ἐνδεικτικῶς ἀπ’ ἐκείνης εἴς τε τὴν τῶν ἐσομένων πρόγνωσιν καὶ εἰς τὴν τῆς θεραπείας εὕρεσιν ὀνίναται, χρώμενος μὲν ἅπασι καὶ τοῖς διὰ πείρας εὑρισκομένοις, προστιθεὶς δὲ αὐτοῖς ἐκ τῆς λογικῆς μεθόδου πολλά. τίνα μὲν οὖν ἐστι τὰ καθ’ ἑκάτερον μέρος εὑρισκόμενα (τήν τε ἐμπειρίαν λέγω καὶ τὸν λόγον) ἑτέρωθι δηλοῦμεν· ἥτις δὲ ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων ἑκάστου διάθεσις ἐν τῷ σώματι συνίσταται πυρετὸν ἀνάπτουσα, νῦν πρόκειται λέγειν.
Chapter 4
Ἐπεὶ τοίνυν ὁρῶμεν οὐχ ἕνα τρόπον οὔτε γενέσεως οὔτε αὐξήσεως τῆς θερμασίας, ὅτι μηδὲ αὐτοῦ τοῦ πυρὸς, ἀλλ’ ἤτοι διὰ κίνησιν, ἢ διὰ σῆψιν, ἢ διὰ ὁμιλίαν ἑτέρας θερμότητος, ἢ δι’ ἐπίσχεσιν ἀποῤῥοῆς θερμῆς, ἢ δι’ ἐπιμιξίαν οὐσίας θερμῆς ὥσπέρ γε ἐκ πηγῆς τινος ἀναζεούσης, ἤτοι γεννωμένης, ὥς γε πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἢ αὐξανομένης τὴν θερμασίαν, ἀνάγκη πάσας καὶ τὰς τῶν πυρετῶν αἰτίας εἰς τοὺς εἰρημένους ἀνάγεσθαι τρόπους. οἷον αὐτίκα ἡ ἔγκαυσις, εἴθ’ ἡ ἀπὸ τοῦ ἡλίου ἐνέργεια ταύτην ἔχει τὴν προσηγορίαν, εἴτε τὸ γιγνόμενον ἐν τῷ σώματι πάθος, εἴτε τὸ ἤδη γεγενημένον. ἔστι μὲν δήπου καὶ αὐτὸ τοῦτο παρὰ φύσιν θερμότης, οὐ μὴν ἤδη γέ πω πυρετὸς, εἰ μὴ συνεκθερμαίνῃ τὴν καρδίαν. ἅπαν γέ τοι τοῦτο τὸ γένος τῆς αἰτίας ἐξ ὁμιλίας γίνεται τοῦ θερμαίνοντος, εἴτε ἥλιος, εἴτε φάρμακον εἴη τὸ θερμαῖνον, ἔξωθεν ἁπτόμενον, ἢ πλησιάζον, ἢ ὁμιλοῦν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. ὁ δέ γε θυμὸς οἷον ζέσις τις καὶ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως ἐν τῷ σώματι τῆς καρδίας αὐτῷ καθιδρυμένης. συνεκθερμαίνεται δὲ αὐτῇ ποτὲ μὲν ἡ τοῦ πνεύματος, ἔστιν ὅτε δὲ ἡ τοῦ αἵματος οὐσία, καὶ ἢν ἐπιτηδείως ἔχοντα τύχῃ πρὸς τὸ τὰ δεξάμενα κατασχεῖν ἐπὶ πολὺ τὴν θερμότητα, κᾂν τῆς καρδίας ἡ κίνησις καταστῇ, διαμένει ταῦτα παρὰ φύσιν θερμὰ, κᾀν τῷδε πυρέττειν ἀνάγκη τὸν ἄνθρωπον. ὁ μὲν οὖν τοιοῦτος πυρετὸς ἀρχὴν ἔχει τὴν κίνησίν τε καὶ ζέσιν τῆς ἐμφύτου θερμασίας· ὁ δὲ ἐπὶ λύπαις οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν μόνον· ὁ δ’ ἐπὶ κόποις, ἀρχὴν μὲν καὶ αὐτὸς ἔχει κίνησιν πλείονα μυῶν καὶ νεύρων καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ πρῶτα θερμαίνεται, διαδίδοται δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν εἰς τὴν καρδίαν ἡ θερμασία, κᾀν τούτῳ πυρέττουσιν. ὁ δ’ ἐπὶ πυκνώσει τοῦ δέρματος ἀναπτόμενος πυρετὸς, ὁποῖος μάλιστα τοῖς γε στυφθεῖσι καὶ ψυχθεῖσιν εἴωθε συμπίπτειν, ἀθροιζομένης ἐν τῷ σώματι τῆς δακνώδους ἀποῤῥοῆς γίνεται. διαπνεῖται μὲν γὰρ ἀεὶ τὰ τῶν ζώων σώματα κατὰ διττὸν τρόπον, ἀπερχομένων μὲν εἰς τοὐκτὸς ὁσημέραι τῶν ἀτμωδῶν καὶ λιγνυωδῶν περιττωμάτων, ἑλκομένης δὲ εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας. ἐπειδὰν οὖν αἰτία τις ἰσχυρὰ πυκνώσασα τὸ δέρμα τὰς εἰρημένας διόδους στεγνώσῃ, πολλάκις μὲν εἰς πληθωρικὴν ἐνέβαλε διάθεσιν, ὅταν ἀτμῶδές τε καὶ χρηστὸν ᾖ τὸ ἀποῤῥέον· ἔστι δ’ ὅτε εἰς πυρετὸν, ὅταν δριμὺ καὶ δακνῶδες εἴη, ἡνίκα μάλιστα κᾀκ τοῦ μηδὲν εἴσω τοῦ σώματος ἕλκεσθαι τὸ ἀναψύχον ἡ θερμασία συνεπαύξεται. δριμὺ δ’ ἀποῤῥεῖ καὶ δακνῶδες περίττωμα τοῖς ἤτοι κακοχυμοτέροις, ἢ ἐδέσματα μοχθηρὰ προσφερομένοις, ἢ πολλάκις ἀπεπτοῦσι, καὶ μάλιστα εἰ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασιν ἢ ἰλυῶδες καὶ πηλῶδες καὶ βορβορῶδες καὶ τελματῶδες, ἢ λιμναῖον, ἢ ὁπωσοῦν διεφθαρμένον τε καὶ σεσηπὸς ὕδωρ πίνουσιν· ὡσαύτως δὲ καὶ τοῖς ὑπερπονοῦσιν, ἢ ἀγρυπνοῦσιν, ἢ φροντίζουσιν, ἢ φάρμακα δριμέα συνεχῶς προσφερομένοις. ἐδέσματα μὲν οὖν λέγω μοχθηρὰ τά τε φύσει τοιαῦτα, καθάπερ κρόμμυά τε καὶ σκόροδα καὶ κάρδαμα καὶ πράσα καὶ κράμβας ὤκιμά τε καὶ ἀκαλήφας, ὅσα τ’ ἄλλα καλοῦσιν ἄγρια, καθάπερ καὶ τὰς λαψάνας παρ’ ἡμῖν, τά τε φύσει μὲν χρηστὰ, διὰ σηπεδόνα δέ τινα τὴν ἴσην τοῖς εἰρημένοις ἢ καὶ μείζονα πολλάκις ἐπικτησάμενα κακίαν, ὥσπερ καὶ πυροὶ καὶ κριθαὶ καὶ τἄλλα γεύματα σύμπαντα σιτηρὰ, τὰ μὲν ὑπὸ χρόνου μήκους εἰς σηπεδονώδη διάθεσιν ἀχθέντα, τὰ δὲ εὐρῶτος ἐμπλησθέντα διὰ μοχθηρὰν ἀπόθεσιν, ἔνια δὲ καὶ κατὰ τὴν πρώτην γένεσιν ὑπ’ ἐρυσίβης κακωθέντα. τοιαῦτα γοῦν ἐδέσματα καὶ νῦν ἀναγκασθέντες ἐσθίειν πολλοὶ διὰ λιμὸν οἱ μὲν ἀπέθανον ἀπὸ σηπεδονωδῶν τε καὶ λοιμωδῶν πυρετῶν, οἱ δὲ ἐξανθήμασιν ἑάλωσαν ψωρώδεσί τε καὶ λεπρώδεσιν. ὅταν μὲν οὖν ἀνάμεστον ᾖ τὸ σῶμα τοιούτων χυμῶν, ἔμφραξις δὲ μηδεμία κατὰ μηδὲν τῶν σπλάγχνων ᾖ, ἀκωλύτως δὲ διαπνέηται καὶ ἀναψύχηται κατὰ τὸ δέρμα σύμπαν τὸ ζῶον, ὑγιαίνει μὲν, ἀλλ’ ἐπίκαιρόν τε καὶ σφαλερὰν ἔχει τὴν ὑγείαν. ἐπειδὰν δὲ ἤτοι τὸ ἐκτὸς πέρας στεγνωθῇ, ἢ ἐμφραχθῇ τὰς ἐν τῷ βάθει διόδους, ἐπὶ μὲν ταῖς στεγνώσεσι τὸ νῦν εἰρημένον, ἐπὶ δὲ ταῖς ἐμφράξεσι τὸ μετ’ ὀλίγον εἰρησόμενον ἕπεται γένος τῶν πυρετῶν. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τῶν ἀπεπτησάντων οἱ μὲν ἐπύρεξαν, οἱ δὲ οὔ. τοῖς μὲν ἤδη κακοχύμοις οὖσι καὶ κακῶς διαπνεομένοις, ἢ πονήσασιν ἀκαίρως, ἢ λουσαμένοις προπετέστερον, ἕτοιμον πυρέξαι· τοῖς δὲ εὐχύμοις καὶ καλῶς διαπνεομένοις, ἡσυχάσασι καὶ θάλψασι τὰ κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀδύνατον πυρέξαι· μένει γὰρ αὐτόθι πᾶν αὐτοῖς τὸ διεφθαρμένον κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, καὶ ἐν τῷ χρόνῳ δὲ πέττεται κατὰ βραχὺ, καὶ γίνεται χρηστόν· ὥσπερ καὶ τοῖς ἐπὶ κινήσεσι σφοδροτέραις ἀφικομένοις ἢ εἰς ἥλιον θερινὸν, ἢ λουτρὸν θερμὸν γλυκέων ὑδάτων, ἀναλαμβάνεται πάντῃ εἰς τὴν τοῦ σώματος ἕξιν τὰ διεφθαρμένα σιτία· οὕτω δὲ καὶ οἷς ἐπῆλθε κάτω τὰ διεφθαρμένα σιτία, πυρετὸς οὐκ ἠκολούθησεν, εἰ μὴ κατ’ ἄλλην τινὰ αἰτίαν, οἱονεὶ κοπωθεῖσιν ἐπὶ ταῖς πολλαῖς ἐξαναστάσεσιν ἢ φλεγμήνασι τὰ κατὰ τὴν γαστέρα.
Chapter 5
Κατὰ μέντοι τὰς ἐμφράξεις τῶν πόρων καὶ σφηνώσεις τῶν χυμῶν, ἀνεβαλόμην γὰρ ἐρεῖν τὰ περὶ τοῦδε, πυρέττει τὰ ζῶα τὸν ἐπὶ σηπεδόνι πυρετόν. ἑτοιμότατα γὰρ σήπεται πάνθ’ ὅσα θερμὰ καὶ ὑγρὰ καὶ πολλὰ κατὰ θερμὸν χωρίον, εἰ μὴ τύχῃ διαπνοῆς τε ἅμα καὶ ἀναψύξεως. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί πληθώραις ἕπονται πυρετοί. καὶ γὰρ ἐμφράξεις πολλαὶ καὶ δυσανάπνευστον ὅλον γίνεται τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις· ὥσπερ οὖν κατὰ θάτερον πλῆθος τὸ πρὸς δύναμιν ἐπὶ διαφθορὰν ἀφικνοῦνται ταχέως οἱ χυμοὶ, μηκέτι κρατούμενοι μηδὲ πεττόμενοι χρηστῶς, ὡς ἂν τῆς κατεργαζομένης αὐτοὺς δυνάμεως ἀσθενεστέρας ὑπαρχούσης. διὰ τοῦτο καὶ ὅσα γλίσχρα καὶ παχύχυμα τῶν ἐδεσμάτων, νοσωδέστερα· ἐμφραχθῆναί τε γὰρ καὶ σφηνωθῆναι τὸν ἐξ αὐτῶν χυμὸν ἑτοιμότερόν ἐστιν. καὶ τί δή ποτ’ οὖν; οὐχὶ κατὰ τἀναντία, νοσώδη τὰ λεπτύνοντα καὶ δριμέα; φαίνονται γὰρ ὁμοίως ἁλισκόμενοι πυρετοῖς οἱ πλεονάζοντες ἐν ἑκατέρῳ τῷ γένει διαίτης, ὅτι καὶ πρόσθεν εἴρηται κακόχυμα πάντ’ εἶναι τὰ τοιαῦτα. τῷ μὲν οὖν τῆς κακοχυμίας λόγῳ ταῦτα· τῷ δὲ τῆς σήψεως, ὅσα γλίσχρα καὶ παχέα πυρετῶν ἐστιν αἴτια. καὶ τὰ φλεγμαίνοντα δὲ μέρη τῆς σήψεως λόγῳ ἀνάπτει πυρετούς. σφηνωθὲν γὰρ ἐν αὐτοῖς τὸ ἐπιῤῥυὲν, ὅταν ᾖ φύσει θερμὸν, ὑπὸ τοῦ μὴ διαπνεῖσθαι καλῶς σήπεται. ὅταν μὲν οὖν ἀκριβῶς ᾖ πικρόχολον τὸ ῥεῦμα, θερμότης ἐρυσιπελατώδης καταλαμβάνει τὸ μέρος· ὅταν δὲ αἱματικὸν, φλεγμονώδης· τὸ δὲ ἐξ ἀμφοῖν μικτὸν ἢ ἐρυσίπελας γίνεται φλεγμονῶδες, ἢ φλεγμονὴ ἐρυσιπελατώδης, τὸ μὲν ὄνομα παρὰ τοῦ ἐπικρατοῦντος χυμοῦ λαμβάνον, τὴν δὲ ἐπωνυμίαν ἐπικτώμενον ἀπὸ θατέρου. πυρετὸς δὲ ἐπὶ πᾶσι τούτοις ἀνάπτεται τῷ λόγῳ τῆς κοινωνίας. συνεκθερμαίνεται γὰρ ἀεὶ τῷ θερμανθέντι τὸ συνεχὲς, ἄχρις ἄν ἐπὶ τὴν καρδίαν ἡ διάθεσις ἀφίκηται. συνεκθερμαίνεται γὰρ καὶ τοῖς ἄνθραξι τὸ συνεχὲς, ἐπὶ θερμῷ μὲν ἱκανῶς αἵματι, μελαγχολικωτέρῳ δὲ διὰ τὸ κατοπτᾶσθαι, τὴν γένεσιν ἔχουσιν.
Chapter 6
Αἱ δὲ θερμότεραι τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις, οἷαι περὶ κυνὸς ἐπιτολὴν γίνονται μάλιστα, διὰ μὲν τῆς εἰσπνοῆς ἄντικρυς αὐτὴν θερμαίνουσι τὴν καρδίαν· ἔξωθεν δὲ περικεχυμέναι τῷ σώματι σύμπαν αὐτὸ θερμὸν ἀποφαίνουσι, καὶ μάλιστα τὰς ἀρτηρίας, ὡς ἂν ἑλκούσας τι καὶ τῆς οὐσίας αὐτῆς τοῦ περιέχοντος ἡμᾶς ἀέρος, οἷς ἅπασι συνδιατίθεσθαι τὴν καρδίαν ἀναγκαῖόν ἐστι, καὶ θερμὴν ἀμέτρως γινομένην αὐτὴν πρώτην τε καὶ μάλιστα τὴν πυρετώδη διάθεσιν ἴσχειν, ἐπιπέμπειν τε παντὶ τῷ σώματι. κατὰ δὲ τὰς λοιμώδεις καταστάσεις ἡ εἰσπνοὴ μάλιστα αἰτία. γίνεται μὲν γάρ ποτε καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς ἐπιτηδείους πρὸς σῆψιν ὑπάρχοντας, ὅταν ἀφορμήν τινα βραχεῖαν ἐκ τοῦ περιέχοντος εἰς ἀρχὴν πυρετοῦ λάβῃ τὸ ζῶον· ὡς τὰ πολλὰ δὲ ἐκ τῆς ἀναπνοῆς ἄρχεται τοῦ πέριξ ἀέρος ὑπὸ σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ ἀρχὴ τῆς σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστι μὴ καυθέντων, ὡς ἐν πολέμοις εἴωθε συμπίπτειν· ἢ ἐκ τελμάτων τινῶν, ἢ λιμνῶν ἀναθυμιάσεις ὥρᾳ θέρους· ἔστι δ’ ὅτε κατάρχει μὲν ἄμετρος θερμασία τοῦ περιέχοντος, ὡς ἐπὶ τοῦ καταλαβόντος Ἀθηναίους λοιμοῦ, καθά φησιν ὁ Θουκυδίδης· ἀλλ’ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ θέρους διαιτωμένων ὁ φθόρος κατὰ τὸ σῶμα ἐγίνετο. τῷ δ’ εἶναι τοὺς ἐν τῷ σώματι χυμοὺς ἐκ μοχθηρᾶς διαίτης ἐπιτηδείους εἰς σῆψιν ἀρχὴ τοῦ λοιμώδους γίνεται πυρετοῦ. τάχα δὲ καὶ κατὰ τὸ συνεχὲς ἐξ Αἰθιοπίας ἐῤῥύη τινὰ σηπεδονώδη μιάσματα τοῖς ἐπιτηδείως ἔχουσι σώματα βλαβῆναι πρὸς αὐτῶν, αἴτια πυρετοῦ γενησόμενα. χρὴ γὰρ μεμνῆσθαι τούτου ἀεὶ παρ’ ὅλον αὐτὸν τὸν λόγον, ὡς οὐδὲν τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκεν· ἢ οὕτως ἂν οἵ τ’ ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἅπαντες ἐπύρεττον οἵ τ’ ἐπὶ πλέον κινηθέντες, ἢ οἰνωθέντες, ἢ θυμωθέντες, ἢ λυπηθέντες. οὕτω δ’ ἂν, οἶμαι, καὶ περὶ κυνὸς ἐπιτολὴν ἅπαντες ἐνόσουν ἔν τε τοῖς λοιμοῖς ἀπέθνησκον· ἀλλ’, ὡς εἴρηται, μεγίστη μοῖρα γενέσεως νοσημάτων ἐστὶν ἡ τοῦ μέλλοντος πάσχειν σώματος ἑτοιμότης. ὑποκείσθω γοῦν ὡς ἐν παραδείγματι, κατὰ μὲν τὸ περιέχον ἐμφέρεσθαί τινα λοιμοῦ σπέρματα; τῶν δ’ ὁμιλούντων αὐτῷ σωμάτων τὰ μὲν εἶναι περιττωμάτων παντοίων μεστὰ ἑτοίμων ἤδη καὶ καθ’ ἑαυτὰ σήπεσθαι, τὰ δὲ ἀπέριττα καὶ καθαρά· καὶ προσκείσθω τοῖς μὲν προτέροις ἔμφραξις τῶν πόρων πολλαχόθεν, καὶ ἡ καλουμένη πληθώρα καὶ βίος ἀργὸς ἐν ἀδδηφαγίαις καὶ μέθαις καὶ ἀφροδισίων ἀμέτροις χρήσεσι καὶ ταῖς ἐξ ἀνάγκης ἅπασι τοῖς εἰρημένοις ἀκολουθούσαις ἀπεψίαις· τοῖς δ’ ἄλλοις ἅπασι σώμασι τοῖς καθαροῖς καὶ ἀπερίττοις ὑπαρχέτω πρὸς τοῖς οὖσιν ἀγαθοῖς εὔπνοια μὲν ἅπασι τοῖς πόροις ἀφράκτοις τε καὶ ἀθλίπτοις ὑπάρχουσι, γυμνάσια δὲ σύμμετρα καὶ σώφρων δίαιτα· κᾄπειτα ἐπὶ ταύταις ταῖς ὑποθέσεσιν ἐννόησον, ὅπως ἑκάτερα τῶν σωμάτων εἰκός ἐστι διατίθεσθαι πρὸς τῶν ἀναπνεομένων εἰς αὐτὰ σηπεδονωδῶν ἀέρων. ἆρ’ οὐκ εἰκὸς τὰ μὲν εὐθὺς ὑπὸ τῆς πρώτης εἰσπνοῆς ἀρχήν τε τοῦ σήπεσθαι λαμβάνειν, ἐπὶ πλεῖστόν τε προσέρχεσθαι κακώσεως· ὅσα δὲ ἀπέριττα καὶ καθαρὰ, τὰ μὲν μηδόλως, τὰ δὲ ἐπ’ ὀλίγον πάσχειν, ὡς ῥᾴστην αὐτοῖς γίγνεσθαι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον; οὕτω δὲ κᾀπειδὰν ἡ κατὰ τὸν ἀέρα κρᾶσις ἀμέτρως ἐκτραπῇ τοῦ κατὰ φύσιν ἐς ὑγρότητά τε καὶ θερμότητα, λοιμώδη μὲν ἀνάγκη γενέσθαι νοσήματα, πάσχειν δ’ ἐν αὐτοῖς μάλιστα τοὺς ἤδη προπεπληρωμένους ὑγρότητος περιττῆς· ὡς ὅστις γε συμμέτροις τε πόνοις καὶ βίῳ κεκοσμημένῳ χρῆται, τὸ πάμπαν ἀπαθὴς διαμένει κατὰ πάσας τὰς τοιαύτας διαθέσεις. οὗτος ὁ λόγος ἐφ’ ἑνὸς μὲν εἴρηται παραδείγματος, ἀληθεύεται δὲ ὅμως ἐπὶ παντὸς γένους αἰτίας. καὶ ὅστις γε προῄρηται τελέως ἐν αὐτῷ γυμνάσασθαι, τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων ἀναγινωσκέτω βιβλίον· ἐγὼ δὲ ἐν τῷ παρόντι μήκους φειδόμενος ἑνὶ κεφαλαίῳ σύμπαντα περιλαβὼν αὐτὸν ἀπαλλάξομαι. χρὴ γὰρ ἐφ’ ἑκάστου τῶν αἰτίων, ᾗ τινι μάλιστα ἐπισκεψάμενον δυνάμει νοσάζειν πέφυκεν, ἑξῆς ἐπισκοπεῖσθαι τὰς ὁμολογούσας τε καὶ ἀντιβαινούσας αὐτῷ διαθέσεις τῶν σωμάτων, εὖ εἰδότα ὡς ταῖς μὲν ὁμολογούσαις ἑτοίμη βλάβη, ταῖς δὲ ἐναντιουμέναις τε καὶ ἀπομαχομέναις, εἰς ὅσον ἂν ἥκῃ δυνάμεως καὶ μεγέθους ἡ ἐναντίωσις, εἰς τοσοῦτον ἀηττήτοις ὑπάρξει διαμένειν. οἶδα γοῦν ἔγωγέ ποτε τοιαύτης καταστάσεως γενομένης, οἵαν Ἱπποκράτης ἐν Κρανῶνι γενέσθαι φησὶν, ἄνθρακας ἐπιδημήσαντας οὐκ ὀλίγους, ὧν ἥ τε γένεσις καὶ ἄλλα σύμπαντα καθ’ ὃν ἐκεῖνος ἔγραψε τρόπον ἠκριβοῦτο. καὶ μέντοι καὶ ὅσα κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν ἐπὶ τῆς λοιμώδους ἔγραψε καταστάσεως, καὶ ταῦτα σύμπαντα καθ’ ἑτέραν ὁμοίαν ἐκείνῃ κατάστασιν ὡσαύτως ἐγίνετο. κεφάλαιον δὲ αὐτῶν ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἡ σηπεδὼν, καὶ ἡμεῖς τοῦτο προγινώσκοντες εὐθὺς ἀρχομένης τῆς καταστάσεως, ὅσα μὲν ὑγρὰ τῶν σωμάτων ἑωρῶμεν, εὐθὺς ἐκ παντὸς τρόπου ξηραίνειν ἐπεχειροῦμεν· ὅσα δὲ ξηρότερα, τὴν ἀρχαίαν φύσιν ἐπὶ τούτων ἐφυλάττομεν· ὅσα δὲ περιττωματικὰ, καθάρσεσιν ἐξιώμεθα· τὰς δὲ ἐμφράξεις τῶν πόρων ἐξεφράττομέν τε καὶ διεῤῥύπτομεν. ἀλλὰ ταῦτα μὲν ἤδη πως ἔχεται τῆς θεραπευτικῆς μεθόδου, καὶ δῆλον ὅτι δι’ ἐκείνης τῆς πραγματείας ἐπὶ πλεῖστον εἰρήσεται. νῦν δὲ ἐπεμνήσθην αὐτῶν ἀκολουθήσας τῷ λόγῳ διδάσκοντι, καθ’ ὅν τινα τρόπον ὑπὸ μιᾶς αἰτίας δυναστευούσης ἔνιοι μὲν ἁλίσκονται πυρετοῖς, ἔνιοι δὲ ἀπαθεῖς διαμένουσιν. αἱ γὰρ τῶν σωμάτων διαθέσεις ἀνόμοιοί τε καὶ πολυειδεῖς ὑπάρχουσαι, τινὲς μὲν εὐνίκητοί τε καὶ παθεῖν ἑτοιμόταται πρὸς τῆς ἐνεργούσης αἰτίας εἰσὶ, τινὲς δὲ ἀήττητοι καὶ τὸ πάμπαν ἀπαθεῖς ὑπάρχουσιν, ἢ δυσκόλως πάσχουσιν. εἰς ἀπόδειξιν δὲ τοῦ πράγματος ἠναγκάσθημεν ὑπομνησθῆναι καὶ τῆς θεραπείας, ὅμοιόν τι παθόντες Ἱπποκράτει προγράψαντί που κατά τινα τρόπον ἐκεῖνο τὸ πολυθρύλλητον ῥῆμα, τὸ δηλοῖ δὲ ἡ ἴησις.
Chapter 7
Ἔστι μὲν οὖν καὶ ἡ προφυλακὴ λεγομένη κατά τινα τοιοῦτον τρόπον ἴασις. ἀμέλει καὶ συγκέχυται πολλαχόθι τὰ ὀνόματα παρὰ τοῖς ἰατροῖς. ὥσπερ γὰρ ἐν ἑτέρῳ δέδεικται γράμματι, πᾶν ἔργον ἰατροῦ τῶν περὶ τὸ σῶμα σφαλμάτων ἐπανορθωτικόν ἐστιν. ἀλλ’ οὐδὲν εἰς τὰ παρόντα τῆς τοιαύτης δεῖ λεπτολογίας, εἴτε γὰρ εἰς δύο τέμνεις ὀνόματα τὸ σύμπαν, ἴασιν καὶ προφυλακὴν, εἴτε εἰς ἓν ἄμφω συνάγεις, ἴασιν ὀνομάζων, οὐ μικρὸν τεκμήριόν ἐστι τοῦ μὴ πάσχειν ὁμοίως ὑπὸ τῆς τοιαύτης αἰτίας ἅπαντας ἡ τῶν κωλυθέντων ἁλῶναι τοῖς ἐπιδημίοις τε καὶ λοιμώδεσι νοσήμασι διάθεσις. εἷς μὲν γὰρ καὶ πρῶτος σκοπός ἐστιν ἐπὶ πάντων κοινὸς, ἀπέριττον ὅτι μάλιστα καὶ εὔπνουν εἶναι τὸ σῶμα· δεύτερος δὲ ἐφεξῆς τῷδε, ὡς πρὸς τὴν δυναστεύουσαν αἰτίαν ἀπομάχεσθαι ὡς δυνατόν. ὅσοις δὲ τἀναντία τούτων ὑπάρχει, τάχιστά τε πάσχουσι καὶ μάλιστα κάμνουσιν. ἐπεὶ δὲ τῶν λοιμωδῶν ἐμνημόνευσα πυρετῶν ὑπὸ σηπεδόνος ἁπάντων γινομένων, ἄξιον ἐπιστάντα τὸν λόγον ἐν τῷδε διασκέψασθαι περὶ παλαιοῦ δόγματος, ἅπαντα πυρετὸν ἐπὶ τῇ τῶν χυμῶν σήψει φάσκοντος γενέσθαι. κινδυνεύει γὰρ οὖν δοξάζειν ὧδε καὶ ὁ τῶν ἀπ’ Ἀθηναίου χορὸς, ἄνδρες οὐχὶ φαυλότατοι τά τ’ ἄλλα τῆς τέχνης καὶ οὐχ ἥκιστα πυρετῶν ἐπιστήμης, περὶ ὧν κᾀγὼ τό γε πλεῖστον αὐτοῖς σύμφημι, πλὴν ἕν τι παρίημι, τοὺς ἐφημέρους ὀνομαζομένους πυρετούς. οὐ γάρ μοι δοκοῦσιν οὗτοι σήψεσιν ἕπεσθαι χυμῶν, ἀλλ’ ὁ μὲν ἐπ’ ἐγκαύσει πυρέξας ὑπὸ τῆς τοῦ δρῶντος αἰτίου θερμασίας ἀλλοιοῦσθαι πέφυκε· τῷ δ’ ἐπὶ θυμῷ πυρέττοντι, καὶ τούτῳ ζέσιν μέν τινα γενέσθαι τοῦ κατὰ τὴν καρδίαν αἵματος ἀναγκαῖον, οὐ μὴν ἤδη γε καὶ σῆψιν. οὕτω δὲ καὶ τῷ γυμνασαμένῳ πλείονα θερμασίαν ἀνῆφθαι παρὰ φύσιν ἄνευ σήψεως χυμῶν· καὶ ὅστις ἐπυκνώθη τὸ δέρμα, δριμύτερα περιττώματα δι’ αὐτοῦ κενούμενος, ἀθροισθέντων ἐκείνων, ἐπύρεξεν ἄνευ σηπεδόνος χυμῶν, καὶ μὲν δὴ καὶ οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων, Ἱπποκράτης πού φησι, καίτοι καὶ ὁ βουβὼν ἐκ τοῦ γένους ἐστὶ τῶν φλεγμονῶν· καὶ σύμφημι κατά γε τοῦτο τῷ τῆς σήψεως λόγῳ, διὰ τοῦτο γὰρ ἐπὶ ταῖς φλεγμοναῖς πυρέττουσιν, οὐχ ὡς Ἐρασίστρατος ὑπελάμβανεν. ἀλλ’ ὅμως εἰσί τινες ἐπὶ βουβῶσι πυρετοὶ τοῦ γένους τῶν ἐφημέρων, ὥσπερ ἕτεροί τινες ἀγγέλλουσιν, οὐκ εὐμεταχείριστα νοσήματα, φλεγμονῆς ἢ ἕλκους ἢ ἀποστάσεως ἤ τινος ἑτέρας τοιαύτης ἐν σπλάγχνῳ διαθέσεως ἔγγονα. διαφέρουσι δὲ οἱ ἐπὶ βουβῶσιν ἐφήμεροι πυρετοὶ τῶν ἐπὶ ταῖς σήψεσι συνισταμένων ἤτοι κατά τι σπλάγχνον, ἢ κατὰ κοῖλα καὶ μέγιστα τῶν ἀγγείων, ὅτι τοῖς μὲν ἐπὶ βουβῶσι συνεκθερμαίνουσιν ἀεὶ τὸ συνεχὲς, ἡ μὲν θερμασία διαδίδοται μέχρι τῆς καρδίας, οὐκ ἀφικνεῖται δὲ εἰς αὐτὴν ἡ σηπεδονώδης λιγνὺς, ἀλλ’ αὐτόθι μένει περιγεγραμμένη κατὰ τὸ τοῦ βουβῶνος χωρίον, ἀλλοιώσει μόνῃ τῇ κατὰ τὸ συνεχὲς ἐπὶ τὴν καρδίαν ἀφικνουμένης τῆς θερμότητος, ᾧ μάλιστα τρόπῳ κᾀπὶ τῶν ἐγκαιομένων τε καὶ κοπουμένων ἐκ τῶν πρώτων θερμανθέντων ἐπὶ τὴν ζωτικὴν ἀρχὴν ἡ διάδοσις γίνεται· ἐπὶ δὲ τῆς κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων σηπεδόνος οἷον καπνὸς ἐκ τῶν σηπομένων χυμῶν εἰς τὰς κοιλίας ἀφικνεῖται τῆς καρδίας. καὶ τοίνυν καὶ σήπεσθαι συμβαίνει τοὺς μὲν ἐν τῷ βουβῶνι χυμοὺς ἀθρόως ἅπαντας, εἴτε κατὰ μίαν ἡμέραν, εἴτε κατὰ δύο συνεχῶς, ἅτε ὁμιλοῦντάς τε ἀλλήλοις καὶ κατακεκλεισμένους ἐν ἑνὶ χωρίῳ· τοὺς δὲ κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων, ἅτε διαῤῥέοντας ἀεὶ καὶ συνδιασήποντας ὅσων ἂν ἐφάψωνται, χρόνῳ πλείονι τὸ σηπεδονῶδες ἀνάπτειν θερμόν. ἑνὶ δὲ λόγῳ καθάπερ ἐπὶ τῶν ἐκτὸς ἁπάντων, ὅσα θερμαίνεται παρὰ φύσιν ὑφ’ ἡστινοσοῦν αἰτίας, εἰ μὲν ἄσηπτον εἴη τὸ θερμανθὲν, οἷον ἤτοι λίθος ἢ ξύλον ἤ τι τοιοῦτον ἕτερον, ἄχρι τοσούτου μένει θερμὸν, ἄχρι πέρ ἂν ἀποψυχθῇ κατὰ βραχύ· τὸ δὲ σήπεσθαι πεφυκὸς ἐπινεμομένην ἀεὶ κατὰ τὸ συνεχὲς ἴσχει τὴν θερμασίαν, ὥσπερ ποτὲ κατ’ ἀγρὸν ἐθεασάμην κόπρον κτηνῶν τε ἅμα καὶ περιστερῶν ἔκ τινος μέρους ὑφ’ ἡλίου θερμανθεῖσαν οὕτως ἰσχυρῶς, ὥστε παμπόλλην ἀναθυμίασιν ἀφιέναι καπνοῦ δίκην ἀναφερομένην, ἰσχυρῶς δάκνουσαν καὶ ἀνιῶσαν, εἴ τις πλησιάζοι, ὡς τούς τε ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας βλάπτεσθαι· ἦν δὲ ἄρα καὶ τοῖς ἁπτομένοις ἡ κόπρος οὕτω δήπου θερμὴ, ὥστε κατακαίειν τοὺς ἐπὶ πλέον ἐντιθέντας αὐτῇ τὰς χεῖρας ἢ τοὺς πόδας· οὐ μὴν εἰς ἀεί γε τὸ σύμπτωμα τοῦτο παρέμενεν, ἀλλὰ κατὰ τὴν ἑξῆς ἡμέραν ἀπεψύχετο μὲν, ὅσον ἀκμαίως ἔζεσε τῆς κόπρου κατὰ τὴν προτεραίαν· τὸ συνεχὲς δ’ αὐτῷ τὸ τέως ὑποτυφόμενον, ἡνίκ’ ἀκμὴν εἶχεν ἡ πρώτη ζέουσα, τοῦτ’ ἐν τῷ παρακμάζειν ἐκείνην αὐτὸ πάλιν ἀνεθερμαίνετό τε καὶ ἀνέζει καὶ ὀλίγον ὕστερον ἤκμαζε, τῆς πρώτης ἀπεψυγμένης, καὶ τοῦτο αὖθις παρήκμαζεν ὑποτυφομένου τοῦ συνεχοῦς αὐτῇ, καὶ μικρὸν ὕστερον ἀνήπτετο μὲν ἐκεῖνο καὶ ἤκμαζεν, ἀπεψύχετο δὲ τὸ πρότερον. ἦν δὲ περίοδος σχεδόν τι χρόνος ἡμέρας καὶ νυκτὸς, ὡς ἀμφημερινοῦ μάλιστα πυρετοῦ παράδειγμα τὸ γινόμενον οἰκειότατον ὑπάρχειν. εἰ δέ γε καὶ δυσὶν ἡμέραις καὶ νυξὶν ἡ εἰρημένη περίοδος ἐγίνετο, παράδειγμα ἦν οὕτω τριταίου πυρετοῦ· καὶ μέν γε καὶ εἰ τρισὶ, τεταρταίου· καὶ εἰ τέτταρσι, πεμπταίου, εἴπερ γε πεμπταῖός τίς ἐστι πυρετός· ἐγὼ μὲν γὰρ οὔπω σαφῶς εἶδον οὔτε ταύτην τὴν περίοδον οὔτ’ ἄλλην τινὰ ἐξωτέρω τῆς τεταρταίας. ἀλλὰ περὶ μὲν τῶν κατὰ τὴν περίοδον παροξυνομένων αὖθις εἰρήσεται· ἡ δὲ σῆψις τῶν χυμῶν ἡ ἐν τοῖς ἀγγείοις γινομένη παραπλησία τῇ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἀποστάσεις ἐστὶ καὶ τὰ ἄλλα τὰ φύματα, διττὴ μὲν κατὰ γένος, ἐξ ἐπιμιξίας δὲ τῶν δύο γενῶν ἄλλη τις τρίτη ποικίλη κατ’ εἶδος, ὅτι καὶ τὸ τῆς μίξεως ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι θάτερον τῶν γενῶν, οὐκ εὐαρίθμητόν ἐστιν. ἀλλὰ τά γε δύο γένη, τὸ μὲν ἕτερον ἐπικρατούσης τῆς φύσεως γίγνεται, τὸ δὲ ἕτερον νενικημένης· ἐπικρατούσης μὲν, ὡς ἐπὶ ταῖς φλεγμοναῖς τε καὶ τοῖς φυματώδεσιν ὄγκοις ἅπασι τὸ πύον· ἐν δὲ τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας χυμοῖς ἀνάλογον τῷ πύῳ τὸ τοῖς οὔροις ὑφιστάμενον. ἡ μὲν δὴ τοιαύτη σῆψις οὐχ ἁπλῶς σῆψίς ἐστιν, ἀλλά τι καὶ πέψεως ἔχει. μενούσης γὰρ ἔτι τῆς πεπτικῆς δυνάμεως τῶν ἀγγείων, ὁ διασηπόμενος τέως χυμὸς εἰς τοιαύτην ἀλλοίωσιν ἀφικνεῖται. ἑτέρα δέ ἐστί τις σηπεδὼν, ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως, ὡς μηδεμίαν ἐπὶ τὸ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ σηπομένου περιττώματος. ὃ καὶ γίνεται ποτὲ μὲν ἐσχάτως ἀσθενούσης ἐκείνης, κᾂν τὸ σηπόμενον μετρίως ᾖ μοχθηρόν· ἐστὶ δὲ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς ἔσχατον ἀῤῥωστίας ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν ὑπάρχει. τοῦ τοιούτου περιττώματος ἡ σηπεδὼν οὔτε σύστασιν οὔτε χρόαν οὔτε ὀσμὴν ἴσχει μίαν, ἀλλὰ κατὰ τὴν οὐσίαν ἀεὶ τὸ σηπόμενον ἐξαλλάττεται καὶ ποικίλλεται. ἡ δὲ ἑτέρα σῆψις, ἣν καὶ πέψιν ἔφαμεν ὑπάρχειν, εἰς ἓν εἶδος ἀεὶ μεταβάλλει πύου καὶ χρόαν καὶ σύστασιν καὶ ὀδμήν.
Chapter 8
Κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθεν, λεῖον δ’ ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες. εἰ δὲ οἷον ἡμισαπὲς εἴη, τὸ τρίτον γένος ἐν τῇ τοιαύτῃ μεταβολῆ, ὃ μικρὸν ἔμπροσθεν ἔφαμεν, συνίσταται. εἴρηται δὲ καὶ ὡς πολυειδέστατόν ἐστι τὸ τοιοῦτον γένος· ἐν γὰρ τῷ μᾶλλόν τε καὶ ἧττον δεδέχθαι τὴν πέψιν ἀναρίθμητος ἡ διαφορά. πολλάκις μὲν γὰρ λευκὸν ἀποτελεσθὲν, ἤτοι δυσῶδές ἐστιν ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δὲ οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται, κᾀν τούτοις ἅπασι τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἄπειρον. ὅσαι δὲ ἐν τοῖς ἀποστήμασι τῆς σηπεδόνος διαφοραὶ, τοσαῦται κᾀν τοῖς ὑπὸ σηπεδόνος ἀναπτομένοις πυρετοῖς αἱ τῶν ἐμφερομένων τοῖς οὔροις ἰδέαι. τὸ μὲν γὰρ ἄριστον, ὅπερ ἐκ τοῦ σηπομένου χυμοῦ τὴν ἐκ τοῦ περιέχοντος ἀγγείου καταδεξαμένου πέψιν ἀποτελεῖται, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ ἥκιστα δυσώδη τὴν ὑπόστασιν ἔχει· τὸ δὲ χείριστον ἐναντιώτατόν ἐστιν τῷδε κατὰ πάντα· τὸ δ’ ἐν τῷ μεταξὺ καθ’ ὅσον ἂν ὁποτέρου πλησιαίτερον ὑπάρχῃ, κατὰ τοσοῦτον χεῖρον ἢ βέλτιον γίνεται. ἀλλὰ περὶ μὲν τῆς τῶν οὔρων διαφορᾶς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. τοὺς δὲ ἐπὶ σήψει χυμῶν ἀναπτομένους πυρετοὺς ἑτέρους χρὴ νομίζειν τῶν ἐφημέρων. καὶ ἥ γε διάγνωσις αὐτῶν οὐ χαλεπὴ, κᾄν τισιν ἀδύνατος εἶναι δοκῇ, καὶ τοῦτο ἔργῳ μυριάκις ἐδείξαμεν ἐπὶ τῷ πρώτῳ παροξυσμῷ παυσαμένῳ, λουσάμενόν τε καὶ μετρίως διαιτηθέντα τῶν συνηθῶν ἔχεσθαι κελεύσαντες, ὡς οὐκέτι πυρέξοντα, καὶ οὕτως ἀπέβη. ἓν μὲν δὴ καὶ πρῶτον γνώρισμα τῶν ἐφημέρων πυρετῶν τὸ ἀπό τινος ἄρξασθαι προκαταρχούσης αἰτίας προσφάτου τε καὶ φανερᾶς, ἥνπερ ἤδη συνήθως ὀνομάζουσιν οἱ νεώτεροι πάντες ἰατροὶ προκαταρκτικὴν αἰτίαν. ἀλλὰ τοῦτο μὲν εἰ καὶ ἀχώριστόν ἐστι τῶν τοιούτων πυρετῶν, ἴδιον αὐτῶν οὐκ ἔστιν· ἄρχονται γὰρ καὶ τῶν ἄλλων ἔνιοι, φανερᾶς προηγησαμένης αἰτίας. ἀχώριστον δὲ καὶ ἴδιον ἡ τῶν οὔρων πέψις ἐστὶν εὐθέως ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, καὶ πρὸς τούτοις εἰς μέγεθος καὶ τάχος ἐπιδιδόντων τῶν σφυγμῶν ἀξιόλογον, ὡς ἀπολείπεσθαι τῆς ἀναλογίας τὴν πυκνότητα κατὰ τὴν ἐκτὸς ἡσυχίαν. ἔτι τε μᾶλλον ἴδιον καὶ ἀχώριστον αὐτῶν ἐστι τὸ μηδ’ ὅλως εἰς τάχος ἐπιδιδόναι τὴν συστολήν ἢ εἰ καὶ ἐπιδιδοίη ποτὲ, μικρότατον εἶναι τοῦτο καὶ δυσγνώριστον καὶ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον ἀλλὰ μὴν καὶ τὸ τῆς θερμασίας ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιόν τέ ἐστι καὶ ἀχώριστον· ἀχώριστον δὲ καὶ ἡ ὁμαλότης, καὶ ἄθλιπτος ἀνάβασις ἔν τε τῇ θερμασίᾳ καὶ τοῖς σφυγμοῖς, οὐ μὴν ἴδιόν γε· καὶ γὰρ καὶ τῶν ἄλλων ὑπάρχει τισὶν, ὥσπερ γε καὶ τὸ τῆς ἀκμῆς ἐπιεικές· οὐδὲ γὰρ τοῦτο ἴδιον, εἰ καὶ μάλιστα τούτοις ὑπάρχει. καὶ κάλλιόν γε τὰ κοινὰ ταῦτα κατὰ τὰς ἀναβάσεις τε καὶ τὰς ἀκμὰς ἐν τῷ μάλιστα ὑπάρχειν τοῖς ἐφημέροις ἴδια τίθεσθαι. γένοιτο γὰρ ἂν οὕτως εἰ καὶ μὴ τοῦ πράγματος εἶδος, ἀλλὰ τὸ κάλλιστόν γε καὶ ἀπηκριβωμένον τῶν τοιούτων πυρετῶν ἴδιόν τε ἅμα καὶ ἀχώριστον σημεῖον, ὥσπερ γε καὶ ἡ παρακμὴ μεθ’ ἱδρῶτος, ἢ νοτίδος, ἢ πάντως γε σὺν ἀτμῷ τινι χρηστῷ γινομένη, τελείας ἀπυρεξίας ἐκδεχομένης αὐτήν. αὕτη μὲν ἡ κοινὴ διάγνωσις τῶν πυρετῶν· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ κατ’ εἶδος ἐν τοῖς ἑξῆς διοριοῦμαι.
Chapter 9
Τοῦ δὲ ἄλλου γένους τῶν πυρετῶν, ὅπερ ἀντιδιαιρεῖται τοῖς ἐφημέροις, οὐδὲν μὲν ὄνομα κοινὸν ἁπάντων ἐστὶν, αἱ διαφοραὶ δὲ αἱ πρῶται δύο εἰσὶν οὐκ ἀσαφέσιν ἰδέαις ἀφωρισμέναι· τινὲς μὲν γὰρ αὐτῶν ἐπὶ σήψει χυμῶν ἀνάπτονται· τινὲς δὲ αὐτὰ κατειλήφασι τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ καλοῦσιν αὐτοὺς ἑκτικοὺς πυρετοὺς, εἴθ’ ὅτι μόνιμοί τ’ εἰσὶ καὶ δύσλυτοι, καθάπερ αἱ ἕξεις, εἴθ’ ὅτι τὴν ἕξιν τοῦ σώματος αὐτὴν κατειλήφασιν. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν τὰ στερεὰ, τοῖς ὑγροῖς ἀντιδιαιρούμενοι. αἱ διαγνώσεις δὲ τῶν ἐπὶ σήψει χυμῶν πυρετῶν αἱ τοιαίδε. πρώτη μὲν ἁπασῶν οὐκ ἀχώριστος μὲν, ἴδιος δὲ, τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, οὐδετέρῳ γὰρ τῶν ἄλλων γενῶν τοῦθ’ ὑπάρχει, διὰ τὸ τοὺς ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δ’ ἑκτικοὺς, ὅταν ἄνευ τούτων γένωνται, μηδέποτε ἐξ ἀρχῆς εἰσβάλλειν, ὥσθ’ ὅταν ἄνευ προκαταρχούσης αἰτίας ὑπάρξηταί τις πυρέττειν, εἰδέναι τούτου τὴν αἰτίαν τοῦ πάθους ἐν τοῖς χυμοῖς ὑπάρχειν. ἔστι μὴν ὅτε προκαταρξαμένη τις αἰτία φανερὰ τὸν ἐφήμερον, ὅσον ἐφ’ ἑαυτῆς, συνιστῶσα πυρετὸν, διεδέξατο δ’ αὐτὸν ὁ ἐπὶ σήψει χυμῶν, ὅταν οὕτως ἔχῃ τὸ πάσχον σῶμα, τουτέστιν ὅταν ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ. θερμανθέντα γὰρ ἐπὶ πλέον ἐν τοῖς ἐφημέροις πυρετοῖς τὰ περιττώματα, κᾄπειτ’ ἀρχὴν σηπεδόνος ἐντεῦθεν λαβόντα, θάτερον εἶδος ἀνάπτει τῶν πυρετῶν ἐπὶ τῷ προτέρῳ παυσαμένῳ. διάγνωσις δὲ τῆς διαδοχῆς μία μὲν ἴδιός τε ἅμα καὶ ἀχώριστος ἁπάντων τὸ μὴ τελευτῆσαι τὸν ἐφήμερον πυρετὸν εἰς ἀπυρεξίαν ἀκριβῆ συμβαίνει μὴν ἔστιν ὅτε καὶ κατ’ αὐτὴν τὴν ἀκμὴν ἐφημέρων πυρετῶν ἐμφαίνεσθαί τι τῆς μεταπτώσεως, καὶ πολὺ δὴ μᾶλλον ἐν ταῖς παρακμαῖς, ὅταν ὅπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν ἐν τῷ μάλιστ’ εὐφόρως τετάχθαι τοῦτ’ ἀπῇ. ταῦτά τοι μὲν μεταπτώσεως σημεῖα. τὸ δ’ ἀπὸ ῥίγους ἄρξασθαι τὸν πυρετὸν, οὔτ’ ἐγκαύσεως οὔτε καταψύξεως ἰσχυρᾶς προηγησαμένης, ὁποῖαι μάλιστα τοῖς διὰ χιόνος ὁδοιπορήσασι συμπίπτουσιν, ἢ ἄλλως ἐν ἰσχυρῷ κρύει διατρίψασιν ἐπὶ πλέον, ἴδιόν ἐστι καὶ αὐτὸ τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένων πυρετῶν, οὐ μὴν ἀχώριστόν γε. οὐ γὰρ ἅπασιν αὐτοῖς ὑπάρχει, καθάπερ οὐδὲ αἱ φρῖκαι· αὗται μέν γε οὐ μόνον οὐκ εἰσὶν ἀχώριστοι τῶν τοιούτων πυρετῶν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἴδιαι. τὸ δὲ τῆς ἀνωμαλίας τῶν σφυγμῶν καὶ τῆς θερμασίας, εἴτ’ ἐν ταῖς εἰσβολαῖς εἴτ’ ἐν ταῖς ἀναβάσεσι γίγνοιτο, τοῦ γένους μέν ἐστι τῶν τοιούτων πυρετῶν ἴδιον, οὐ μὴν ἀχώριστόν γε οὐδ’ αὐτό· πολλοὶ γὰρ χωρὶς ἀνωμαλίας αἰσθητῆς ἐσβάλλουσί τε καὶ ἀναβαίνουσιν ἐπὶ τὴν ἀκμήν. ἔτι δὲ δὴ μᾶλλον οὐδὲ τὸ πολλὰς οἷον εἰσβολὰς ἴσχειν τοὺς παροξυσμοὺς, ὅπερ ἐπιπαροξύνεσθαι καλοῦμεν· ὥσπέρ γε καὶ τὸ τῆς θλίψεως τῶν σφυγμῶν (οὕτω δὲ ὀνομάζουσιν, ὅταν ἀρχομένου τοῦ παροξυσμοῦ μικροὺς ἱκανῶς ἔχωσι καὶ ἀνωμάλους αὐτοὺς) οὐδ’ αὐτὸ τῶν τοιούτων πυρετῶν ἀχώριστον, οὐ μὴν οὐδὲ κοινόν ἐστιν ἑτέρῳ τινὶ γένει πυρετῶν, ἀλλ’ ἴδιον ἐξαίρετον τούτων, ὥσπερ καὶ τὸ τῆς ἀνωμαλίας, ὅταν γε μὴ κατά τι σύμπτωμα γίνηται. πολλάκις γὰρ. ἐν αὐτῷ στόματι τῆς κοιλίας ἠθροισμένου τινὸς χυμοῦ μοχθηροῦ καὶ δάκνοντος ἤ ψύχοντος αὐτὸ, μικροί τε ἅμα καὶ ἀνώμαλοι γίνονται. πλεονάζει μὲν ἐπὶ μὲν τῶν ψυχόντων ἡ μικρότης, ἐπὶ δὲ τῶν δακνόντων ἡ ἀνωμαλία, ἀλλὰ ἐμεσάντων γε ταῦτ’ ἄμφω παραχρῆμα καθίσταται. ὅτε δὲ οὐδὲν ἡ γαστὴρ πέπονθε, τοῦ γένους τῶν προκειμένων εἰσὶ πυρετῶν οἱ τοιοῦτοι σφυγμοί. μέγιστον δὲ γνώρισμα τῶν ἐπὶ σήψει πυρετῶν ἐστι καὶ ἡ τῆς θερμασίας ποιότης. οὐδὲν γὰρ ἔχει χρηστὸν, οὐδὲ μέτριον, οὐδ’ ὅμοιόν τι τῶν ἐφημέρων, ἀλλ’ ὥσπερ εἴρηται καὶ τοῖς ἀρίστοις τῶν πρὸ ἡμῶν ἰατρῶν, δακνώδης πώς ἐστι μᾶλλον, ὡς ἀνιᾷν καὶ διαβιβρώσκειν τὴν ἁφὴν, ὥσπερ ὁ καπνὸς τοὺς ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας. ἀλλ’ ἐν μὲν ταῖς ἐπιβολαῖς τῶν παροξυσμῶν, ὡς ἄν ἔτι καταπνιγομένου τε τοῦ θερμοῦ καὶ τυφομένων ἔνδον τῶν περιττωμάτων, οὐκ εὐθέως ἐπιβαλλόντων τὴν χεῖρα διαγινώσκεται, χρονισάντων δὲ, τὸ εἰρημένον εἶδος τῆς θερμότητος ἐκ βάθους ἀναφέρεται. καί μοι δοκεῖ τοιοῦτόν τι κατιδὼν Θεμίσων ἴδιόν τε καὶ ἀχώριστον ὑπάρχειν ἅπασι τοῖς πυρέττουσιν ὑπελάμβανεν. ἀλλὰ περὶ μὲν…
Chapter 10
Γίνοντ…
The complete text is available when the reading interface loads.