The Greek Library Author

Galen

De dignoscendis pulsibus

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1824
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg060.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Α.

Τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας εἰς τέτταρα μέρη νενεμημένης τὸ μὲν πρῶτον ἐξαριθμεῖται τὰς κατ’ εἴδη τε καὶ γένη διαφορὰς αὐτῶν, τὸ δὲ δεύτερον αὐτὸ δὴ τοῦτο, ὃ νῦν ἐστιν ἡμῖν προκείμενον, τὸ περὶ τῆς διαγνώσεως αὐτῶν, τὸ δὲ τρίτον τὰς αἰτίας τῆς γενέσεως ἑκάστου διδάσκει, τὸ δὲ τέταρτόν τε καὶ ἔσχατον, οἷόν τι δηλοῦν πέφυκεν ἰατροῖς μὲν ἁπάντων τὸ τιμιώτατον, ὥστε καὶ τἄλλα διὰ τοῦτο μεταχειρίζονται, φιλοσόφοις δ’, ὅσοι τὴν περὶ φύσεως ἐπιστήμην ἐζήτησαν, οὐ παντελῶς ἄτιμον· ὅθεν εἰκότως τὸ μὲν πρῶτον ἁπάντων μόριον κοινὸν ἐξ ἴσου ἰατροῖς τε καὶ φιλοσόφοις, τὸ δὲ δεύτερόν τε καὶ τέταρτον ἰατρῶν μᾶλλον ἴδιον, ὥσπερ τὸ τρίτον φιλοσόφων. ταῦτ’ ἄρα τὸ μὲν τρίτον ἱκανῶς ἀμφοτέροις ἐσπούδασται, τοῖς μὲν αὐτὸ δὴ τὸ τιμιώτατον ὑπάρχον, τοῖς δ’ ἐγγύτατα τοῦ τιμιωτάτου, τὸ δὲ τέταρτον ἧττον μὲν τούτου, μόνων ἰατρῶν ὑπὲρ αὐτοῦ γραψάντων, μᾶλλον δὲ τῶν ἄλλων. τὸ δὲ πρῶτον ὑπὸ μὲν τῶν σοφιστῶν ἀμετρότερον, ἰατροῖς δὲ, ὅσοις τῶν ἔργων τῆς τέχνης πλείων φροντὶς ἢ τοῦ ληρεῖν ἐν διατριβαῖς, αὐτάρκως ἐσπούδασται. λοιπὸν δὲ τὸ δεύτερον, οὔτε φιλοσόφων τις ἔγραψεν, οὐ γὰρ δὴ τῷ τρίτῳ γε, ἀλλὰ τῷ τετάρτῳ χρήσιμον ἦν, οὔτε ἰατρῶν, πλὴν ἐπὶ βραχὺ παντελῶς οἱ περὶ τὸν Ἀρχιγένην. δεῖται δὲ λόγου μὲν ἥκιστα συχνοῦ τοῦτο, χρόνου δ’ ὁμοῦ τῶν ἄλλων ἁπάντων μακροτέρου. πρὸς γὰρ τὸ χρῆναι τὴν ἁφὴν ἀσκῆσαι, ὥστε τῆς παρὰ μικρὸν ἀκριβῶς αἰσθάνεσθαι διαφορᾶς, οὐδ’ ἐφ’ ἡμῖν ἐστιν ἡ ἄσκησις αὐτῆς. τὴν μὲν γὰρ τῶν ἀρμένων τε καὶ ὀργάνων χρῆσιν, ἔτι τε τὰς ἀνατομὰς, καὶ τὴν περὶ τοὺς ἐπιδέσμους τε καὶ βρόχους ἐμπειρίαν, ὅσαι τ’ ἄλλαι χειρουργίαι τοῖς ἰατροῖς ἀναγκαῖαι, τάχ’ ἄν τις καὶ χωρὶς τῶν ἔργων ἐκμάθοι. καὶ τά γε πολλὰ οὕτω δρῶμεν, μιμήματα τῶν ἀληθινῶν μηχανώμενοι, δι’ ὧν εἰς μὲν τὸ τέλειον ἐλθεῖν οὐχ οἷόν τε, πλεῖστον δ’ οὖν προελθεῖν καὶ πλησίον τοῦ τέλους ἀφικέσθαι δυνατόν. ἐν δὲ τῇ περὶ τοὺς σφυγμοὺς τριβῇ, τί ἄν τις ἐξεύροι μίμημα δορκαδίζοντος, ἢ σκωληκίζοντος, ἤ τινος τῶν σπανίως μὲν γινομένων, μέγα δέ τι δηλούντων; οὐδὲν οὐδ’ ἐγγύς· ἀλλὰ λόγῳ μὲν αὐτῶν τὴν φύσιν ἑρμηνεῦσαι δυνατώτερος ἕτερος ἑτέρου. ὥστε δ’ ἀσκῆσαι γνωρίζειν ἐντυχόντα ῥᾷστα καὶ ἀκριβέστατα, χωρὶς τῆς ἐπ’ αὐτῶν τῶν ἔργων τριβῆς, οὐδὲν ἂν εὕροις τοιοῦτο μηχάνημα τοῖς ἰατροῖς ἐπινενοημένον, οἷα περὶ τὰς ἄλλας χειρουργίας. διά τε οὖν τοῦτο χρόνου δεῖται μακροῦ καὶ προσέτι διὰ τὴν τῆς φύσεως τῶν πραγμάτων ἀκρίβειαν. εἰ γὰρ οἱ πλαστικοὶ μὲν καὶ γραφικοὶ τὴν ὄψιν, οἰνοτροπικοὶ δὲ καὶ μαγειρικοὶ τὴν γεῦσιν, τὴν ὄσφρησιν δὲ οἱ περὶ τὴν τῶν μύρων σκευασίαν, καὶ τὴν ἀκοὴν οἱ μουσικοὶ, καίτοι τὴν ὕλην τῆς τέχνης ἄφθονον ἔχοντες, οὐχ ἡμέραις, οὐδὲ μησὶν, ἀλλ’ ἔτεσι συχνοῖς εἰς ἀκρίβειαν ἀσκοῦσιν, πόσου χρὴ δοκεῖν δεῖσθαι χρόνου τὸν ἰατρὸν εἰς τὴν τῆς ἁφῆς ἄσκησιν; ὃν καθ’ ἕνα χρόνον πάμπολλα χρὴ γνωρίσαι παθήματα τῆς ἀρτηρίας, οὐχ ὡς οἱ πλαστικοὶ τὰ σχήματα μόνον, ἢ οἱ γραφικοὶ τὰς χρόας, ἀλλὰ πρῶτον μὲν τὸ ποσὸν τῆς διαστάσεως, εἶτα τήν τε ποιότητα καὶ τὸν χρόνον τῆς κινήσεως, κᾄπειθ’ οὕτω τὸν τόνον τῆς κινούσης αὐτὰ δυνάμεως, εἶτ’ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας, ὅπως ἔχει. ταῦτα γὰρ πάνθ’ ἅμα γνωρίζειν χρὴ, διαστελλομένης αὐτῆς. καὶ μὲν δὴ καὶ τὴν τῆς θερμασίας ποιότητα σαφέστερον ἡ διὰ τῆς κινήσεως προσβολὴ τῆς ἀρτηρίας γνωρίζει, καὶ εἰ ὁμαλῶς, ἢ ἀνωμάλως ἅπαντα τὰ εἰρημένα γίγνεται καθ’ ἕν τι μόριον καὶ κατὰ διαφέροντα. ταῦτα μὲν ἐν τῷ διαστέλλεσθαι χρὴ γνωρίσαι, παραπλήσια δ’ αὐτοῖς ἐν τῷ συστέλλεσθαι καὶ τὸν μεταξὺ χρόνον ἀμφοῖν ὃν ἠρεμεῖ διττὸν ὄντα, τὸν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὸν δ’ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ τὸν τούτων πρὸς ἀλλήλους λόγον, τοῦ τε τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς κινήσεως καὶ τοῦ τῆς ἡσυχίας πρὸς τὸν τῆς ἡσυχίας καὶ συναμφοτέρου πρὸς συναμφότερον, ἃ σύμπαντα πρὸ τοῦ δεύτερον πλήττειν τὴν ἀρτηρίαν ἐγνῶσθαι χρὴ τοῦ πρώτου συμπληρουμένου σφυγμοῦ. τοῦ γὰρ δὴ δευτέρου ὑπαρξαμένου ταῦτά τε χρὴ σκοπεῖσθαι περὶ ὧν ἐπὶ τοῦ πρώτου δεδήλωται καὶ παραβάλλειν τὰ κατ’ ἐκεῖνον ῥηθέντα τοῖς κατὰ τοῦτον, ἵν’ ὁμαλότητα καὶ ἀνωμαλίαν αὐτῶν γνωρίσῃς καὶ ἁπάσας τὰς διαφορὰς, εἶτα καὶ τρεῖς καὶ τέτταρας καὶ πέμπτους καὶ πολλοὺς ἑξῆς ἰδεῖν σφυγμοὺς, ἵνα σοι τάξις τε καὶ ἀταξία γνωρισθῇ. ταῦτ’ οὖν ἅπαντα πόσης οἴει δεῖσθαι τριβῆς; ἐμοὶ μὲν γὰρ, εἰ χρὴ μὴ ψευσάμενον εἰπεῖν, ἅπαντος τοῦ ἀνθρωπίνου βίου δεῖσθαι δοκεῖ πρός γε τὴν τελειοτάτην ἐπιστήμην, εἰς δὲ τοσαύτην ὅση καὶ ἡμῖν ἤδη ἐστὶν οὐχ ἓξ μηνῶν μόνον, ἐν ὅσοις οἱ σοφώτατοι μεθοδικοὶ τὴν ἰατρικὴν ὅλην ἐπαγγέλλονται διδάξειν, ἀλλ’ ἐτῶν πάνυ πολλῶν. ἐγὼ μέν γε ἀφ’ οὗ τὸ πρῶτον εἰς ἰατροὺς φοιτᾷν ἠρξάμην παῖς ἔτι ὢν, θαυμαστήν τινα ἐπιθυμίαν ἔσχον τῆς περὶ τοὺς σφυγμοὺς τέχνης· εἶτ’ ἐξ ἐκείνου μέχρι καὶ εἰς τόδε μελετῶν οὐδέπω μοι δοκῶ πᾶσαν αὐτὴν ἐκμεμαθηκέναι. πολλοῖς μὲν γὰρ ἔτεσιν οὐδ’ εἰ σαφῶς ἐστι τῇ ἁφῇ διαγνῶναι τὴν συστολὴν τῆς ἀρτηρίας ἠπιστάμην, ἀλλ’ ἦν ἄπορόν μοι πότερον οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόφιλον, ἢ οἱ περὶ τὸν Ἀγαθῖνον καὶ σχεδὸν ἅπαντας τοὺς ἐμπειρικοὺς ἀληθεύουσι, τοσοῦτον ἀπελειπόμην τοῦ πότερον ὅλης αὐτῆς αἰσθάνεσθαι δυνατόν ἐστιν, ἢ μορίου τινὸς, καὶ πόσου τούτου, σαφές τι γινώσκειν. ἀλλὰ καὶ περὶ τῶν τῆς διαστολῆς οὐδὲν ἧττον ἠπόρουν παραπλήσια. καίτοι ταῦτά γε τὰ πρῶτα καὶ οἷον στοιχεῖα τῆς ἐν τοῖς σφυγμοῖς τέχνης ἐστὶν, ὧν ἀγνοουμένων οὐδὲ τῶν ἄλλων οὐδὲν οἷόν τ’ ἦν γνῶναι βεβαίως. τοσοῦτον δὲ μόνον ἠπιστάμην αἰσθήσει διαγινώσκειν, ὅτι διαστέλλεται ἡ ἀρτηρία καὶ οὐκ ἀνέρχεται καὶ κατέρχεται, καθάπερ οἱ ἐμπειρικοὶ καλούμενοι λέγουσιν ἐνδέχεσθαι, καὶ τοῦτ’ ἀληθὲς εἶναι. μὴ γὰρ διαστολῆς, ἀλλὰ πληγῆς μόνον αἰσθάνεσθαι τὴν ἁφήν· εἴτε δ’ ἀνιόντος τινὸς, εἴτε διαστελλομένου, μηκέτι φαίνεσθαι. μόνον δὲ σχεδὸν τοῦθ’ ἡμῖν ἐν πολλοῖς ἔτεσιν ἔγνωστο, κᾀπὶ τῶν ἐφεξῆς ἓν, ἡ τοῦ σφοδροῦ σφυγμοῦ διάγνωσις, τῶν δ’ ἄλλων οὐδὲν οὐδέπω γνώριμον ἦν, ἀλλ’ ἐν βαθείᾳ τινὶ κυλινδουμένοις ἀπορίᾳ συχνῶν ἐτῶν, οὐ μὴν ἀφισταμένοις γε τῆς ζητήσεως, ἀλλ’ ἀεὶ καὶ μᾶλλον λιπαρῶς ἐγκειμένοις ἐφαντάσθη ποτὲ συστολὴ σαφὴς τῇ ἁφῇ. τοὐντεῦθεν ἀσκοῦσιν ἐπὶ πλέον οὐ φάντασμα ἔτι ἀμυδρὸν, ἀλλ’ ἐναργὴς ἡ διάγνωσις αὐτῆς οὐδὲν ἧττον τῆς διαστολῆς ἐγίνετο. ἐπὶ ταύτῃ δ’ εἰπεῖν οὔτ’ ἔχω τὸ τάχος τῆς τῶν ἄλλων διαγνώσεως, ἐπιῤῥεῖ γὰρ ἅπαντα, καὶ σαφῶς λοιπὸν ἐφαίνετο καθάπερ ἐν σκότῳ λαμπροῦ φωτὸς ἀθρόως ἐκλάμψαντος. εἴ τις δὲ τοῦτον τὸν λόγον ὡς ἀληθῆ λόγον καὶ μὴ μῦθον δέξαιτο, κερδανεῖ μεγάλα μὴ προαπογινώσκων τῆς τῶν ζητουμένων εὑρέσεως, μηδὲ προαφιστάμενος, κᾂν ὅτι μάλιστα παμπόλλῳ χρόνῳ ζητῶν ἔτ’ ἀγνοῇ. λεληθυῖα γάρ τις ἐν αὐτῷ τῷ ζητεῖν ἕξις ὑποτρέφεται κατὰ βραχὺ προϊοῦσα, πρὸ μὲν τοῦ τελειωθῆναι μηδ’ εἰ ἄρχεταί πω δήλη τυγχάνουσα, τελειωθεῖσα δ’ ἀθρόως ἐκφαίνεται πάντων τῶν προπονηθέντων τὸν καρπὸν ἀποδιδοῦσα διὰ ταχέων, καὶ εἰ ἀγροικότερον φάναι, σὺν αὐτοῖς τοῖς τόκοις. προσγεγενημένης δὲ τοῖς μεθ’ ἡμᾶς ἀνθρώποις οὐ σμικρᾶς μοίρας τῆς ἐμῆς εἰς ταῦτα προθυμίας ἄχρι τοῦ καὶ λόγῳ πάντα τὰ τῆς αἰσθήσεως ἐπιχειρεῖν ἑρμηνεῦσαι πάθη, ἐν ἐλάττονι ἂν χρόνῳ καὶ ἀταλαιπωρότερον ἡ περὶ τοὺς σφυγμοὺς ἀσκοῖτο τέχνη. ἐγὼ γὰρ τά τ’ ἄλλα καὶ τὰς ὁδοὺς πειράσομαι ἐνδεῖξαι δι’ ὧν ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, μόνον εἴη τῆς ἀπλήστου περὶ πλοῦτόν τε καὶ δόξαν σπουδῆς τῆς νῦν κατεχούσης χαλάσαι τοὺς ἀνθρώπους. καὶ οὐδὲν οὐδὲ τῆσδε τῆς πραγματείας πλέον, ἔστ’ ἂν ἀπορῇ τῶν σπουδαζόντων ἀλήθειαν. ἀπορήσει δὲ μέχρις ἂν ἡδονὴ μὲν κρατῇ καὶ βασιλεύῃ, τὸ καλὸν δ’ ἀπεῤῥιμμένον τε καὶ ἄτιμον ᾖ. οὐ γὰρ τρυφώντων ὅδε ὁ λόγος, ἀλλ’ ἱκανῶς συντεταμένων τε καὶ προθύμων δεῖται. τοιοῦτοι δ’ εἰσὶ παντελῶς ὀλίγοι τῶν νῦν. ἀλλὰ κατὰ τὸν Ἡράκλειτον εἷς ἐμοὶ μύριοι, καὶ ἥδιον ἂν τοὺς λόγους πρὸς τοῦτον τὸν ἕνα ποιησαίμην ἢ πρὸς τοὺς μυρίους τοὺς ἑνὸς ἢ οὐδενὸς ἀξίους. οὐ γὰρ δὴ πλήθει τὸ ἀληθὲς, ἀλλὰ φρονήσει κρίνεται. λέγωμεν οὖν ἤδη πρὸς τοῦτον τὸν ἕνα τὸν τῆς ἀληθείας ἐραστὴν, ὅστις πότ’ ἂν ἢ νῦν ᾖ τοιοῦτος ἢ αὖθις γενήσεται, πρῶτον μὲν, ὡς οὐδ’ ἀδύνατόν ἐστι λόγῳ πολλὰ τῶν τῆς αἰσθήσεως ἑρμηνεῦσαι παθῶν, ἔπειτα δ’, ὅτι κᾂν ἀδύνατον ᾖ, οὐ χρὴ τούτου γ’ ἕνεκα τῆς ἡμετέρας σπουδῆς καταγινώσκειν. εἰ γὰρ καὶ μὴ κατὰ πᾶν ἀκριβῶς, ἀλλ’ ἐγγυτέρω γε τοῦ μηδόλως ἀφίκοιτ’ ἄν τις διὰ τοῦ λόγου πρὸς τὴν ἐπίγνωσιν αὐτῶν. τίς γοῦν ἀκριβῶς τὴν ἰδέαν ἑκάστου τῶν ἀνθρώπων διδάξαι λόγῳ δύναται; οὐδ’ εἷς δήπουθεν· ἀλλ’ ὅμως καὶ τοὺς ἀποδιδράσκοντας οἰκέτας κηρύττουσιν ὁσημέραι κατὰ τὰ τῆς ἰδέας γνωρίσματα· καί τινι καὶ τοῦτο μόνον ἤρκεσεν ἀκοῦσαι,

Γυρὸς ἔην ὤμοισι, μελάγχροος, οὐλοκάρηνος.

κᾀγὼ μηδέποτε τοῦ γλυκέος Φαλερίνου πρὶν εἰς τὴν Ῥώμην ἀφικέσθαι γευόμενος, ἡνίκα πρῶτον ἐνέτυχον οὐκ ἠγνόησα δι’ ὧν ἀνεγνώκειν αὐτοῦ γνωρισμάτων ἐξευρών. ἡμέτερος δέ τις ἑταῖρος τὸν ἐν τῇ Λυδίᾳ γεννώμενον οἶνον γλυκὺν, τὸν Καρύϊνον ὑπὸ τῶν ἐπιχωρίων καλούμενον, ἐγνώρισε ῥᾳδίως τοσοῦτον μόνον παρ’ ἡμῶν προακηκοὼς, ὡς ἔοικε τῷ τε γλυκεῖ τῷ Κρητικῷ καὶ τῷ Σκυβελλίτῃ καλουμένῳ κατά τε τὴν χρόαν καὶ γλυκύτητα καὶ πάχος, στύψιν δέ τινα θαυμαστὴν καὶ ἡδίστην παρ’ ἐκείνους εἰσφέρεται. τοιαῦτ’ οὖν καὶ ἡμεῖς ἐρεῖν ἐπαγγελλόμεθα τῆς τῶν σφυγμῶν διαγνώσεως σημεῖα· καὶ προσέτι, πῶς ἄν τις ἐπιβάλλοι τὴν χεῖρα καθ’ ἕκαστον· ἐπὶ τινῶν μὲν γὰρ χρὴ βιαίως ἐρείδειν, ἐπὶ τινῶν δὲ μαλακῶς ἅπτεσθαι, καθάπερ ἐπὶ τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ, τὸν μὲν γὰρ οὐκ ἂν γνωρίσαις, εἰ μὴ θλίβοις τὴν ἀρτηρίαν, τὸν δ’ οὐχ ὅπως ἂν γνοίης θλίβων, ἀλλὰ καὶ παντάπασιν ἀκίνητος εἶναί σοι δόξει τοῦτο δρῶντι. καὶ μὲν δὴ καὶ ὅσοι μεγάλοι θ’ ἅμα καὶ ἀμυδροὶ σφυγμοὶ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν, καὶ τούτων τὸ μέγεθος οὐκ ἂν γνοίης, εἰ μὴ πάνυ μαλακῶς ἅπτοιο. ὅτι δὲ καὶ τοὺς ὑψηλοὺς τῶν ἁδρῶν καὶ μεγάλων καὶ σκληρῶν καὶ σφοδρῶν ἱκανὸς ὁ λόγος διδάξαι διακρίνειν, εἰ μέγαν εἴποιμί σοι τοῦτον ὑπάρχειν, ὃς ἂν εἰς τὰς τρεῖς διαστάσεις ἀνάλογον ηὐξημένος ᾖ, εἰς μῆκος καὶ πλάτος καὶ βάθος, ἁδρὸν δὲ τὸν εἰς τὰς δύο μόνας, πλάτος τε καὶ βάθος, ὑψηλὸν δὲ τὸν εἰς μίαν μόνην τὴν ἄνω, καὶ τὸν μὲν σκληρὸν βίαιον ποιεῖσθαι τὴν πληγὴν τῇ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητι, τὸν δὲ σφοδρὸν τῇ ῥώμῃ τοῦ ζωτικοῦ τόνου, οὐκ ἂν εἴποις ὡς οὐκ ἀρκεῖ τινι συνετῷ καὶ μὴ ῥᾳθύμῳ παντάπασιν ἀπὸ τούτων ὁρμωμένῳ κτήσασθαί ποτε βεβαίαν ἐπιστήμην τῆς διαγνώσεως αὐτῶν, εἰ μόνον περὶ τὰ πρῶτα καὶ οἱονεὶ στοιχεῖα τῆς τέχνης ἱκανῶς εἴη τετριμμένος, ὑπὲρ ὧν καὶ ἡμεῖς πρῶτον εἰπόντες οὕτως ἐπὶ τὰ λοιπὰ κατὰ τὴν προσήκουσαν τάξιν μεταβησόμεθα.

Chapter 2

Ἔστι δὲ τέτταρα ταῦτα. τὸ μὲν πρῶτον ἁπάντων, ὅπερ ἔφαμεν ἐρίζοντας μᾶλλον ἢ ἀληθεύοντας λέγειν τοὺς ἐμπειρικοὺς, ὡς πληγῆς μόνης αἰσθάνονται, διαστολὴν δ’ ἀρτηρίας οὐ γνωρίζουσι. καὶ διὰ τοῦτο τινὲς ἐξ αὐτῶν τὸν σφυγμὸν ὁρίζονται μνήμην παθῶν ἁφῆς ἐκ κινήσεως ἀρτηριῶν· οὐ γὰρ ἐκ διαστολῆς ἀρτηριῶν, ἀλλ’ ἐκ κινήσεως ἔφασαν δι’ οὐδὲν ἄλλο ἢ ὅτι τὰ τῆς διαστολῆς οὐχ ὁμολογοῦσιν αἰσθάνεσθαι. ἀλλὰ λόγῳ μὲν, φασὶν, ἴσως ἄν τις πιστώσαιτο αὐτὴν, οὐ μὴν τῇ γ’ ἁφῇ κατάδηλον γίγνεσθαι. τοὐναντίον δ’ ἅπαν ἐχρῆν αὐτοὺς λέγειν, εἴπερ ὅλως φιλονεικεῖν ἐσπουδάκασιν, ὡς ἡ μὲν ἁφὴ διαστελλομένης αἰσθάνεται τῆς ἀρτηρίας, εἰ δὲ καὶ κατ’ ἀλήθειαν διαστέλλεται, τοῦτ’ οὐκέτι γινώσκειν ἀκριβῶς. τὸ δ’ ὅτι μὴ φαίνεται φάσκειν καταψευδομένων ἐστὶ τῆς αἰσθήσεως. εἰ γάρ τις αὐτοὺς ἔροιτο, ποῖός τις ὁ σπασμώδης σφυγμὸς φαίνεται, τί ἂν ἄλλο ἔχοιεν εἰπεῖν ἢ ὅτι τεταμένης ἐφ’ ἑκάτερα τῆς ἀρτηρίας οἷον χορδῆς προσβολή τις ὑπ’ αὐτῆς γίνεται τῇ ἁφῇ, μηδὲ φυλαττούσης ἀκριβῶς τὴν ἀρχαίαν ἕδραν, ἀλλ’ ἠρέμα πως ἄνω καὶ κάτω φερομένης. εἰ δὲ δὴ καὶ περὶ τοῦ κλονώδους ἐροίμεθα, καὶ τοῦτον ὁμολογήσουσιν, εἴπερ ὅλως παρεφύλαξαν τὰ πάθη τῆς ἁφῆς, ἀπολιπούσης τῆς ἀρτηρίας τὴν ἰδίαν χώραν φαίνεσθαι γινόμενον. ἐναργῶς γὰρ ἄνω τε καὶ κάτω φερομένης αὐτῆς αἰσθανόμεθα κατὰ τοὺς τοιούτους σφυγμούς. καὶ μὲν δὴ καὶ τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν, τὴν παρὰ τὰ μὲν ὑψηλότερα φαίνεσθαι κείμενα τῆς ἀρτηρίας μόρια, τὰ δὲ ταπεινότερα, εἰ μὴ ὁμολογοῖεν γνωρίζειν, ἀμαθεῖς ἐξελεγχθήσονται τῆς ἐμπειρίας ἣν ἀεὶ πρεσβεύουσιν. οὐ γὰρ δὴ τῶν ἐκ λόγου δεικνυμένων ἐστὶ τὸ τοιοῦτον, ἀλλὰ φαίνεται μὲν σαφῶς τῇ ἁφῇ, τὴν δὲ αἰτίαν αὐτοῦ ζητοῦντες οἱ δογματικοὶ κληθέντες ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, διενεχθέντες ἂν καὶ περὶ τοῦ φαίνεσθαι, εἰ μὴ πάνυ ἐναργὲς ἦν. ἀλλὰ καὶ κατὰ μέγεθος ἀνώμαλός ποτε γίνεται σφυγμὸς ἐν τῇ μιᾷ διαστολῇ, τῶν μὲν ἐπὶ πλέον, τῶν δ’ ἐπ’ ἔλαττον αὐτοῦ μορίων διϊσταμένων, οὐκ ἂν γενόμενος, εἰ μὴ τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν ἀληθὲς ἦν. μακρολογῶν δ’ ἴσως σοφώτερον αὐτοῖς ἢ ἐναργέστερον διαλεγόμενος συνίημι. ἀρκεῖ γὰρ εἰπεῖν ὡς μακρὸς ἢ βραχὺς, καὶ ὑψηλὸς ἢ ταπεινὸς, καὶ πλατὺς ἢ στενὸς, καὶ μέγας ἢ μικρὸς, καὶ ἁδρὸς ἢ ἰσχνὸς, καὶ δηλονότι ὅτι οἱ μέσοι αὐτῶν οὐκ ἂν ἐγένοντο σφυγμοὶ μὴ κατὰ πᾶν μέρος φαινομένης διαστέλλεσθαι τῆς ἀρτηρίας, καθ’ ὃ δοξάζουσι μόνην κίνησιν γίνεσθαι, ἀλλὰ μόνον ἂν ἢ ὑψηλὸς, ἢ ταπεινὸς, ἢ ὁ μέσος αὐτῶν ἐγίγνετο, τῶν δ’ ἄλλων οὐδείς. οἷος οὖν ὁ σπασμώδης σφυγμός ἐστι σπανίως γιγνόμενος, τοιούτους ἀξιοῦσιν ἀεὶ φαίνεσθαι πάντας οἱ μὴ συγχωροῦντες αἰσθητὴν εἶναι τὴν διαστολήν. ὄντως γὰρ ἐπὶ τοῦ σπασμώδους ἢ οὐδόλως αἴσθησις γίγνεται τῆς διαστολῆς, ἢ ἐπὶ βραχὺ καὶ ἀμυδρῶς, οἷον χορδῆς τῆς ἀρτηρίας ἄνω τε καὶ αὖθις κάτω φερομένης. τὸ δ’ ὑπὸ τοῦ Ἀρχιγένους λεγόμενον, ὅτι καὶ τῶν ἰσχνῶν ἀνθρώπων αἱ ἐν τοῖς ἀσάρκοις μέρεσιν ἀρτηρίαι φαίνονται τῇ ὄψει διαστελλόμεναι καὶ συστελλόμεναι, πρὸς μὲν αἰδήμονας ἀνθρώπους ὀρθῶς λέγεται, πρὸς δὲ τοὺς, ὅταν αὐτοῖς δόξῃ, μηδὲ τῶν φαινομένων πεφροντικότας οὐκ ὀρθῶς. ἢ γὰρ οὐδὲ τοῦτο φαίνεσθαι φήσουσι, τῶν αὐτῶν γάρ ἐστιν ἐκείνων καὶ τοῦτ’ ἀρνεῖσθαι, ἢ εἰ καὶ ὁμολογήσαιεν, ὄψει μὲν φαίνεσθαι διαστελλομένην ἐροῦσι τὴν ἀρτηρίαν, ἁφῇ δ’ οὐκ ἔτι, περὶ ταύτης δ’ εἶναι τὴν ζήτησιν. ὅθεν ἡμεῖς οὐκ ἐπὶ τὴν ὄψιν τὸν λόγον ἄγομεν, ἀλλ’ ἐξ αὐτῶν τῶν κατὰ τὴν ἁφὴν φαινομένων ὑπομιμνήσκοντες αὐτοὺς πειρώμεθα δυσωπεῖν. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ τοσοῦτον ἐκείνων ἕνεκεν, ὅσον τοῦ διωρθωμένην ποιεῖσθαι τοῖς εἰς τὴν θεωρίαν ταύτην εἰσαγομένοις τὴν διάγνωσιν τῶν αἰσθητῶν παθῶν ὑπεμνήσαμεν, τῶν τε φανερὰν ἐχόντων τὴν διαστολὴν τῆς ἀρτηρίας σφυγμῶν καὶ τῶν ἀφανῆ, καθάπερ οἱ σπασμώδεις. ἔτι δὲ καὶ ὅπως τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν μὴ συγκεχυμένην ποιῶνται τὴν ἐπίσκεψιν, ἀλλ’ ἀεὶ μεμνημένοι τῶν τριῶν διαστάσεων ἔχωσι παραβάλλειν τὸν νῦν γινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρξαντι πότερον κατὰ τὰς τρεῖς διαστάσεις ὁ αὐτός ἐστι, ἢ κατά τινας αὐτῶν, ἤ τινα. τοὺς γὰρ ἑπτὰ καὶ εἴκοσι σφυγμοὺς, οὓς κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένους ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐπὶ διαγράμματος ἐξεθέμεθα, κατὰ τοῦτον ἄν τις μάλιστα γνωρίζοι τὸν τρόπον, εἰ μεμνημένος εἴη τῶν διαστάσεων ἑκάστης ἰδίᾳ τὸ ποσόν. ὅτι δ’ αὐτῶν τούτων τῶν εἰρημένων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἑξῆς μελλόντων λέγεσθαι προηγεῖσθαι χρὴ ἐκεῖνο τὸ βιβλίον, καὶ κατ’ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου προειρήκαμεν, ὥσθ’ ὅστις πρὶν ἐκεῖνα ἐκμαθεῖν ἐπὶ τάδε ἥκει τοῦ παντὸς ἁμαρτάνει. τοῦτο μὲν δὴ καὶ ἡμῖν παρὰ πάντα τὸν λόγον ὑπαρχέτω· νυνὶ δὲ τὸ προκείμενον περαινέσθω, τὸ σαφῶς ὑποπίπτειν τῇ ἁφῇ τὴν διαστολὴν τῆς ἀρτηρίας, οὐ πληγὴν μόνην, ὡς οἱ πρὸς ἅπαντας φιλονεικοῦντες ἐμπειρικοὶ φασίν. ὥστε πεισθέντες ἐμοὶ, τἀναντία τοῖς ἔμπροσθεν λέγοντες, εἰ μή που σοφισταί τινες, καὶ πιθανοὶ εἶναι δοκεῖν γλίχονται, τὴν μὲν διαστολὴν τῆς ἀρτηρίας φαίνεσθαι πρός γε τὴν ἁφὴν, οὐ μὴν εἴ γε καὶ πρὸς τὴν φύσιν οὕτως ἔχει γινώσκειν. ἢ γὰρ ἂν οἰκειότερα ταῦτ’ εἴη τῇ αἱρέσει τῶν ἀνδρῶν, ἢ τί παθόντες ἐν μὲν τοῖς ἄλλοις ἅπασι λόγοις τὸ φαίνεσθαι τιθέντες ἀποροῦσι τὸ πρὸς τὴν φύσιν, ἐνταυθοῖ δὲ οὐκέτι ποιήσουσιν αὐτό; καὶ μὴν εἰ τοῦτο δράσουσιν, οὐκ ἐγχωρήσει λέγειν, ἴσως μὲν διαστέλλεται ἡ ἀρτηρία, οὐ μὴν καὶ φαίνεται, ἀλλ’ ἔμπαλιν, ἴσως μὲν οὐ διαστέλλεται, φαίνεται μέντοι. τοῦτο γὰρ ἀκόλουθόν ἐστι τοῖς τὸ φαινόμενον μόνον, καὶ μὴ, αὐτὸ τὸ πρὸς, τὸ δοξαζόμενον αὐτῶν τιθεῖσιν, εἴ γε τὸ φαινόμενον πάντῃ σθένει οὗ περ ἂν ἔλθῃ, κατὰ τὸν Τίμωνα. τί ποτ’ οὖν νῦν πλασθὲν οὐ σθένει; καὶ μὴν ἐχρῆν γε, εἴπερ πάντῃ σθένει. κοινὴν οὖν ἀρχὴν λαβόντες τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν, ὅταν γὰρ μὴ σπασμωδῶς κινῆται, μετὰ τοῦτ’ ἂν ἴσως διαφεροίμεθα πρὸς ἀλλήλους, εἰ ἡμεῖς μὲν ἐκείνῳ πιστεύοιμεν, ἐκείνῳ δ’ ἀπιστοῖεν. ἴσως δὲ κᾀνταῦθα πάλιν αὐτοὺς ὑπομνήσαντες τῶν σφετέρων λόγων, εἰς ὁμολογίαν κοινὴν παρακαλέσομεν. τί γὰρ δὴ καὶ βούλονται; μὴ ἄλλο τι ἢ φαίνεσθαι μὲν ἕκαστον τῶν φαινομένων, ἀπιστεῖσθαι δὲ μάλιστα μὲν εἰ οἷον φαίνεται καὶ ἔστιν, ἔπειτα δ’, εἰ καὶ τὴν ἀρχὴν ὅλως ἔστι. λαβέτωσαν οὖν καὶ παρ’ ἡμῶν ὁμολογούμενον τοῦτο· πάντα γὰρ αὐτοῖς βούλομαι χαρίζεσθαι· καὶ μήτ’ εἰ ἔστιν ὅλως ἥλιος, ἡ σελήνη, ἡ γῆ, μήτ’ εἰ θάλαττα, μήτ’ εἰ ἐγρηγόραμεν, ἀλλ’ εἰ μηδὲ φρονοῦμεν, ἢ ζῶμεν, μηδ’ ὅλως μηδὲν ἁπάντων ὡς ἔχει φύσει γινώσκειν ἡμᾶς. οὐκ οἶδα εἰ ταύτης ἔτι μείζονος ἀπορίας ἐπιθυμοῦσιν, ἐχέτωσαν αὐτὴν παρ’ ἡμῶν ἑκόντων, μὴ καμνέτωσαν τῷ λόγῳ δεικνύναι, δαψιλῶς εὐωχείσθωσαν τῆς περὶ φύσιν ἀνοίας, μόνον ἡμῖν ἀποκρινάσθωσαν βραχύ τι, πότερον καὶ πρὸς τὴν χρῆσιν τῶν πραγμάτων τὴν κατὰ τὸν βίον ἀπορεῖν ἀξιοῦσι, καὶ μήθ’ ὅταν ἀνατέλλων ὁ ἥλιος ἐναργῶς φαίνηται, πράττειν ἡμᾶς ἃ πράττομεν ὡς ἐν ἡμέραις, ἀλλ’ ἡσυχάζειν ἐπὶ τοῦ σκίμποδος κατακειμένους, ἀποροῦντας εἴτε νύξ ἐστιν ἔτι εἴθ’ ἡμέρα, μήθ’ ὅταν ἐν πλοίῳ καὶ πελάγει τυγχάνωμεν ὄντες, οὕτω καὶ πράττειν, ἀλλ’ ἀπιστοῦντας ἐκπηδᾷν τολμᾷν εἰς τὴν θάλατταν, ὡς ἴσως μὲν οὖσαν θάλατταν, ἴσως δ’ οὔ, μηδ’ ὅταν ἤδη καταγώμεθα καὶ ἡ ναῦς ἐν τῷ λιμένι πλησίον τῆς γῆς καταφέρηται καὶ πάντας περὶ τὴν γῆν ἐξιόντας ὁρῶμεν, πιστεύειν ταῖς αἰσθήσεσι καὶ μέχρι τῆς χρείας, ἀλλ’ ἔνδον καθέζεσθαι σκεπτομένους καὶ ἀποροῦντας καὶ λέγοντας, ἴσως γε φαίνεται μὲν ἡμῖν γῆ, οὐκ ἔστι δὲ γῆ. καὶ κατ’ αὐτοὺς ἐκείνους ἅπαντα τὰ τοιαῦτα μέχρι μὲν τῆς χρείας πιστὰ, πρὸς δὲ τὴν φύσιν ἀπορεῖται. καὶ ἡμεῖς δ’ αὐτοὶ τοῦτο δήπου βουλόμεθα, χρῆσθαι δ’ αὐτοῖς ὡς πιστοῖς. τὸ δ’ ἐπέκεινα τῆς χρήσεως περιττὸν εἶναί φαμεν. εἰ οὖν ὃ βουλόμεθα συγχωροῦσιν ἡμῖν, οὐκ οἶδα περὶ τίνος ἔτι διαφερόμεθα. περὶ τοῦ πρὸς τὴν φύσιν, φασί. παῦσαι ἄνθρωπε. οὐδὲ φθεγξόμεθά ποτε τοῦτο, εἰ καὶ κελεύεις. ἀλλά σε καὶ εἰς συνθήκας ἕτοιμός εἰμι προσκαλέσασθαι. καὶ τοῦ λοιποῦ προΐτω καθάπερ τοῖς ἄλλοις ἀνθρώποις, οὕτω καὶ ἡμῖν, εἰ βούλεσθε, τά τε τῶν πράξεων καὶ τὰ τῶν λόγων, ἐπειδὴ καὶ ἡμᾶς αὐτοὺς ὁρῶ περὶ πολλοῦ ποιουμένους, μηδὲν τῶν κατὰ τὸν βίον ὡμολογημένων τοῖς ἀνθρώποις ἅπασιν ἀνατρέπειν. ὡς οὖν ἐκείνοις περαίνεται τὰ κατὰ τὰς πράξεις, οὕτω καὶ ἡμῖν περαινέσθω, μὴ πολυπραγμονοῦσι περὶ τὸ φαινόμενον ἐναργῶς μηδὲν, ἀλλ’ ἐκ προχείρου πιστεύουσί τε καὶ ἑπομένοις, ὡς εἴ γέ τινος ἀπαγγέλλοντος ὑετοῦ γενομένου τὸν ποταμὸν αὐξηθέντα τὴν γέφυραν ἀνατρέψαι, παρών τις ὑμῶν κωλύει οὕτως ἁπλῶς, ὑετοῦ γενομένου, λέγειν, ἀλλὰ τοῦ φαινομένου γεγονέναι, μηδὲ ποταμὸν, ἀλλὰ τὸν φαινόμενον καὶ δοκοῦντα, μηδ’ αὐξηθέντα, ἀλλὰ ηὐξῆσθαι δόξαντα, μηδὲ τὴν γέφυραν καταβαλεῖν, ἀλλὰ φαίνεσθαι καταβεβληκότα, πῶς οὐκ ἂν δόξειε μαίνεσθαι; τί ποτ’ οὖν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἑτέρως διαλεγόμενοι μόνοις ἡμῖν πράγματα παρέχετε, καίτοι ταῖς αἰσθήσεσι χρωμένοις ἐπί τε τῶν κατὰ τὴν ἰατρικὴν κᾀν τῷ λοιπῷ βίῳ; εἶτα τὸν μὲν ἀσκὸν, εἰ οὕτως ἔτυχε, καὶ τὴν κύστιν καὶ τὸν θύλακον καὶ τὰς τῶν χαλκέων φύσας τί διαστέλλεσθαι λέγοντες καὶ συστέλλεσθαι τὸ φαίνεσθαι παρελείψατε, τῇ δ’ ἀρτηρίᾳ μόνῃ, τῇ τί ποθ’ ὑμᾶς κακὸν ἐργασαμένῃ, πράγματα παρέξετε, καὶ τὴν ἀπιστίαν τῶν φαινομένων κατ’ αὐτῆς κινήσετε, καὶ οὐχ ἁπλῶς ἐρεῖτε, διέσταλται καὶ διαστέλλεται, καὶ συνέσταλται καὶ συστέλλεται, ἀλλὰ φαίνεται διαστελλομένη, εἰ δὲ καὶ ὄντως διαστέλλεται, οὐκ οἶδα; παύσασθε πρὸς τοῦ Διὸς ἤδη ποτὲ μηδὲν προσήκουσι λήροις ἐπιφορτίζοντες τὴν τέχνην, ὡς οὖσαν καθ’ ἑαυτὴν μακράν. εἰ σχολὴν ἄγετε, καὶ τὸν βίον οὐκ ἀνατρέπειν, ἀλλ’ ὠφελεῖν προῄρησθε, καὶ τὴν τέχνην οὐ κωλύειν, ἀλλ’ αὔξειν ἐσπουδάσατε, τὴν φιλοτιμίαν ταύτην εἰς τὰ χρηστότερα τρέψατε. πολλὰ τῆς ἰατρικῆς εὑρήσετε ζητήσεως οὐ σμικρᾶς δεόμενα, περὶ ταῦτα δεινοὶ γίγνεσθε, τὴν σύνεσιν ἐν τούτοις ἐπιδείκνυσθε, τὴν δὲ τῶν ἐναργῶς· φαινομένων ἀπιστίαν ἤδη ποτὲ μισήσατε, πλέον οὐδὲν ἕξειν ἀπ’ αὐτῆς μέλλοντες, ἀναγκασθήσεσθε γὰρ ἑκόντες τε καὶ ἄκοντες ὡς πιστοῖς χρῆσθαι τοῖς ἐναργέσιν, ἢ οὐδὲ φθέγξασθαι ὑμῖν οὐδὲ τὸ βραχύτατον ἔσται. ὅταν οὖν ζητήσαντάς γε καὶ μὴ ζητήσαντας ἡ αὐτὴ χρῆσις ἐκδέχηται, περιττὸν τὸ ζητεῖν. εἰσὶ δ’ ἕτεραι πολλαὶ τοῖς ἀνθρώποις αἱ μὲν τῶν αἰσθήσεων ἀσκήσεις, αἱ δὲ καὶ τοῦ λογισμοῦ, περὶ ταύτας σπεύσατε, τὴν σχολὴν περὶ ταῦτα διάθεσθε, τοῖς δ’ ἐναργέσι χωρὶς ζητήσεως ὡς τοιούτοις οὖσι οἷα φαίνεται πιστεύετε. συγχωρήσαντες οὖν μοι λέγειν τὴν ἀρτηρίαν εἰς μῆκος καὶ πλάτος καὶ βάθος διαστέλλεσθαι, τὸ ἐπὶ τῷδε διασκέψασθε, πότερον αἰσθήσεσθαι δυνατόν ἐστι τῆς συστολῆς, ἢ οὔ. ἀλλ’ ὑμεῖς, ἵνα μηδὲ τοῦτο, μηδ’ ἄλλο ζητήσητε, τὴν περὶ τῆς ὑπάρξεως τῶν ἐναργῶν ἀπορίαν ἐκινήσατε, συχνὸν μέν τινα λόγων ἐσμὸν ἔχουσαν, οὐ μὴν καταβαλεῖν γε δυναμένην οὐδ’ ἀνατρέψαι τὴν χρείαν τῶν ἐναργῶν. ἡμεῖς οὖν ἔμπαλιν ὑμῖν πράξομεν· ἅπασι μὲν τοῖς φαινομένοις ἐναργῶς χωρὶς ζητήσεως χρησόμεθά τε καὶ πιστεύσομεν ὡς τοιούτοις οὖσιν οἷα καὶ φαίνεται, τὰ δ’ ἀμυδρότερα διασκεψόμεθα, τὰ μὲν τῷ λόγῳ, τὰ δὲ ταῖς αἰσθήσεσι, τὰ δ’ ἀμφοτέροις ἐπιχειροῦντες ἑλεῖν. ἥτις μὲν οὖν ἡ ὁδὸς τῆς εὑρέσεως αὐτῶν, ἐπὶ πλέον ἑτέρωθι λέγομεν, ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὰ προκείμενα λεχθήσεται μόνον.

Chapter 3

Ἀγαθίνου τοίνυν λέγοντος ἀναίσθητον εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, Ἡροφίλου δὲ διὰ παντὸς ὡς ὑπὲρ αἰσθητῆς διαλεγομένου, χαλεπὸν ὄντως ἦν καὶ ἄπορον ἑτέρῳ πρὸ θατέρου πιστεῦσαι, τοσαύτην μὲν ἀμφοτέρων σπουδὴν εἰσενηνεγμένων εἴς τε τἄλλα τῆς ἰατρικῆς καὶ τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐξῆσαι, μακρῷ τε χρόνῳ τόν τε λογισμὸν καὶ τὴν αἴσθησιν ἱκανῶς γεγυμνασμένων. ἐδόκει δή μοι δίκαιον εἶναι πρῶτον μὲν ἀσκῆσαι τὴν ἁφὴν τῆς παρὰ μικρὸν αἰσθάνεσθαι διαφορᾶς, ἵν’ εἴπερ ἡμῖν αὐτοῖς ποτε καταφανὴς ἐναργῶς γένοιτο ἡ συστολὴ, μηκέτ’ ἄλλου δεοίμεθα μάρτυρος· δεύτερον δὲ καὶ τὴν τῶν πρεσβυτέρων ἱστορίαν ἀναλέξασθαι. τῶν πλείστων μὲν γὰρ καὶ τῶν ἀξιοπίστων αἰσθητὴν λεγόντων, μηδ’ ἂν ὅτι μάλιστα πολλῷ χρόνῳ τριβομένοις ἡμῖν ἔτ’ ἀναίσθητος φαίνηται, προαφίστασθαί τε καὶ ἀπογινώσκειν τῆς εὑρέσεως, εἰ δὲ μηδεὶς ἄλλος ἢ ὀλίγοι παντελῶς καὶ ἄπιστοι τοῦτο λέγοιεν, ἡμῖν τε περὶ αὐτὸ ἔχουσιν ἀδιάγνωστον φαίνεται, τηνικαῦτ’ ἤδη καὶ ἀπογινώσκειν τῆς εὑρέσεως αὐτοῦ καὶ ἀναίσθητον ὁμολογεῖν ὑπάρχειν. εὑρίσκοντες οὖν τοὺς μὲν Ἡροφιλείους σχεδὸν ἅπαντας αἰσθητὴν εἶναι λέγοντας, τοῦ δὲ περὶ τὸν Ἐρασίστρατον χοροῦ τοὺς μὲν ὁμολογοῦντας, τοὺς δ’ ἀρνουμένους, καὶ τρίτους τοὺς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως, ὧν εἷς ἦν καὶ Ἀγαθῖνος, ὡσαύτως πρὸς ἀλλήλους διαφερομένους, ὅσον μὲν ἐπὶ τῇ τῶν πρεσβυτέρων ἱστορίᾳ πλέον οὐδὲν ἡμῖν ἔγνωμεν ἐσόμενον, ἴσων σχεδὸν ἀριθμῷ τε καὶ ἀξιώματι τῶν ὁμολογούντων τοῖς ἀρνουμένοις ὑπαρχόντων· ἐφ’ ἡμῶν δ’ αὐτῶν ἅμα τοῖς διδασκάλοις διεσκοπούμεθα, μηδ’ αὐτοῖς ὁμολογοῦσι σαφῆ διάγνωσιν ἐσχηκέναι ποτὲ τῆς συστολῆς. ἐν τούτῳ δ’, οἷα εἰκὸς, καὶ λόγῳ τινὲς ἐκινοῦντο, καὶ πᾶσι μὲν αὐτοῖς ἐδόκει πιθανὸν εἶναι μὴ δύνασθαι τῆς ἀποχωρούσης ἀρτηρίας αἰσθάνεσθαι τὴν ἁφήν· ἤτοι γὰρ τῆς κινήσεως αὐτῆς, ἢ τῆς ἅμ’ αὐτῆς πληγῆς αἴσθησιν ἡμῖν γίγνεσθαι κατὰ τὴν διαστολὴν, ἀποχωρούσης δὲ καὶ συστελλομένης οὔτε πληγῆς ἔθ’ ἡμᾶς οὔτε κινήσεως αἰσθάνεσθαι· τῶν γὰρ ὁμιλούντων αὐτῇ καὶ προσιόντων καὶ ψαυόντων, οὐ τῶν ἀφισταμένων εἶναι διαγνωστικὴν, ἐπεὶ οὕτως ἂν καὶ τῶν ἐκ μακροῦ διαστήματος εἰς ἐπίγνωσιν ἐλθεῖν, εἴπερ ἅπαξ αὐτῇ συγχωρηθείη τῶν οὐχ ἁπτομένων αἰσθάνεσθαι. ταῦτα καὶ τοιαῦτα λέγοντες, ἀνέπειθόν με ῥᾳδίως, ὡς ἂν καὶ αὐτὴν τὴν ἁφὴν μάρτυρα ὧν ἔφασκον ἔχοντες. οὐ γὰρ ᾐσθανόμην τῆς συστελλομένης τῆς ἀρτηρίας καὶ ὀλίγου δεῖν ἀπέστην ὡς οὐκ αἰσθητῆς αὐτῆς, εἰ μή μοί ποτε καθάπερ ἐκ παρατρίψεως πυκνῆς πῦρ ἐξαφθὲν καὶ λάμψαν ἐναργῶς ἔδειξε τὸ ἀληθὲς, ὥστε μηκέτι ἑτέρων δεῖσθαι μαρτύρων καὶ κριτῶν, ἀλλ’ αὐτὸν ἱκανὸν ἐμαυτῷ γενέσθαι. δηλώσω δὲ τὸ σύμπαν, ἐντεῦθεν ἀρξάμενος, ὅθεν περ καὶ αὐτὸν ἐμὲ ὁ λόγος ἐποδήγησεν. ἐπειδὴ τῶν ἁπτομένων σωμάτων τὰ μὲν ἐπιπολῆς ἀλλήλων ἅπτεται ψαύοντα μόνον, ἕτερά τε βιάζεται καὶ ὠθεῖ καὶ ἀνατρέπει, κᾀνταῦθα τὸ μὲν ἰσχυρότερόν τε καὶ σκληρότερον οἷον ἐγκαταβαίνει τῷ ἀσθενεστέρῳ τε καὶ μαλακωτέρῳ, θάτερον δ’ εἴκει τε καὶ ἀνατρέπεται καὶ οἷον περισχίζεται τῷ βιαζομένῳ τὴν διάλυσιν αὐτῶν ἀπ’ ἀλλήλων, οὐ τὸν αὐτὸν ἐνδέχεται γίγνεσθαι τρόπον, ἀλλὰ τὰ μὲν ἐπιπολῆς ἁπτόμενα καὶ ἀποχωρεῖ ἀθρόως, ὅσα δ’ εἴκοντος τοῦ μαλακωτέρου προσωτέρω ἰόντα οἷον ἐγκαταβαίνει αὐτῷ, ταῦτα οὐκ ἔτ’ ἀθρόως ἀφίσταται, ἀλλ’ ὅσον ἀπὸ τῆς πρώτης προσβολῆς ἐσωτέρω χωροῦντα ἐβιάσατο, τοσοῦτον ἀποχωριζομένοις αὐτοῖς αἰσθητὸν φυλάττεται. χρόνος γάρ τις ἐν τῷ μεταξὺ γενήσεται τῆς τε πρώτης ὁρμῆς τοῦ ἀφίστασθαι καὶ τῆς ἐσχάτης τελευτῆς, μεθ’ ἣν οὐκέτ’ ἀφίστασθαι, ἀλλ’ ἐφεστάναι ἤδη λεχθήσεται, ἐν ᾧ χρόνῳ παντὶ κατὰ βραχὺ μὲν ἀποχωροῦντος τοῦ ἑτέρου, κατὰ βραχὺ δὲ τῆς θατέρου θλίψεως ἐκλυομένης, ἑκατέρων ἡ κίνησις αἰσθητὴ γενήσεται. εἰ δὲ δὴ καὶ τοῦτο προσείη, ὥστε τὸ μὲν κινούμενον κάτωθεν ἄνω φέρεσθαι, τὸ δ’ ἁπτόμενον ἄνωθεν ἐπικεῖσθαι, πρὸς τῷ τῆς θλίψεως ἀφαιρεῖσθαι τὸ ἐπικείμενον ἔτι καὶ οἷον καταπίπτειν αὐτῷ συμβήσεται, τοῦ πρότερον ἀντερείδοντός τε καὶ ὠθοῦντος ἄνω νῦν κάτω φερομένου.

Chapter 4

Ταῦτα διά τε κύστεων καὶ ἀσκῶν καὶ φυσῶν καὶ τῶν τοιούτων ἁπάντων ὀργάνων ἔνεστι πείρᾳ μαθεῖν, ὅτῳ μὴ πάνυ ἐναργὴς ἡ διὰ τοῦ λόγου ἔνδειξις. εὑρεθήσεται γὰρ ἐπὶ πάντων ἔνθα μὲν ἀβίαστος ἡ τῶν ἁπτομένων ὁμιλία καὶ ἡ ἀποχώρησις ἄνευ χρόνου γιγνομένη, θατέρου δ’ ὑπάρχοντος ἰσχυροτέρου, εἰς ὅσον ἂν ὠθούμενον εἴη τὸ ἀσθενέστερον, εἰς τοσοῦτο καὶ τὸ κινούμενον, ὅταν ἀφίστηται τὸ βιασάμενον. εἰ δὲ δὴ καὶ κάτωθεν ἄνω τὸ θλῖβον ἔρχοιτο, πολὺ δήπου ῥᾷόν τε καὶ θᾶττον τηνικαῦτα τὸ ἀσθενέστερον ἀκολουθήσει τῷ ἰσχυροτέρῳ, σύμμαχον τῆς ἀκολουθήσεως προσλαβὸν τὴν εἰς τὸ κάτω ῥοπήν. δυνήσει δὲ πληρώσας ἢ ἀσκὸν ἢ κύστιν ἤ τι τοιοῦτον ἄλλο ὑγρᾶς οὐσίας ἢ ἀέρος ἐπιπολῆς μὲν ψαύειν αἴρων τε καὶ αὖθις προσφέρων μὲν δακτύλους, ἔπειτα δ’ ἤδη καὶ ὠθεῖν τε καὶ βιάζεσθαι πρόσω, κᾀνταῦθα πάλιν ἐναλλὰξ αἴρων τε καὶ προσφέρων. ὄψει γὰρ ἐναργῶς τὴν μὲν ἑτέραν τῶν ἀποχωρήσεων τὴν ἐπὶ τῇ ψαύσει χωρὶς αἰσθητοῦ χρόνου, τὴν δ’ ἑτέραν τὴν ἐπὶ τῇ θλίψει μετά τινος ἀεὶ χρόνου γιγνομένην. καὶ κατὰ μὲν τὴν προτέραν ἀκίνητον ὄψει τὸ ἀγγεῖον, εἴτε προσάγοις εἴτ’ ἀπάγοις τὸν δάκτυλον, ἐν δὲ τῇ δευτέρᾳ κινούμενον οὐ προσβάλλοντος μόνον, ἀλλὰ καὶ ἀφαιροῦντος. ἀνάλογον δή μοι τίθει τῷ μὲν δακτύλῳ ἀρτηρίαν, τῷ δ’ ἀγγείῳ τὸ ἐφαπτόμενον αὐτῆς σῶμα, καὶ μένοντος δηλονότι τοῦ ἁπτομένου καθ’ ἕνα καὶ τὸν αὐτὸν τρόπον, ἡ ἀρτηρία κινουμένη προσίτω τε καὶ ἀποχωρείτω. γιγνέσθω δὲ ἡ μέν τις προσβολὴ τῆς ἀρτηρίας τῷ ἔξωθεν ἁπτομένῳ σώματι οἷον ψαῦσίς τε καὶ ἐπαφὴ, καθάπερ ἐπὶ τῶν ἀμυδρῶν ἔχει σφυγμῶν, ἡ δέ τις οὐ ψαῦσις μόνον, ἀλλὰ καὶ εἰς τὸ βάθος ὦσις, ὡς ἐπὶ τῶν σφοδρῶν. ἀνάγκη τοίνυν ἐπὶ μὲν τῆς προτέρας, ὅταν ἡ ἀρτηρία συστέλληται, τὸ μὲν, ὅτι ἀπεχώρησε τοῦ ἔξωθεν ἁπτομένου δύνασθαι λέγειν, τὸ δ’, ὅτι νῦν ἀποχωρεῖ μὴ δύνασθαι. χρόνου γὰρ ἡ τοιαύτη χρῄζει διάγνωσις, ἀθρόως δὲ καὶ χωρὶς αἰσθητοῦ χρόνου τῶν ἐπιπολῆς ἁπτομένων σωμάτων αἱ ἀποστάσεις γίγνονται. κατὰ δὲ τὴν ἑτέραν προσβολὴν τῆς ἀρτηρίας τὴν ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, ὑφ’ ἧς ἀπωθεῖσθαι τὴν ἁφὴν ἡμῶν συμβέβηκε, πρότερον μὲν τοῦ χωρίζεσθαι ἡ αἴσθησις, ἐφεξῆς δ’ αὐτοῦ τοῦ κεχωρίσθαι ἡ διάγνωσις, οὐκέτι τῆς αἰσθήσεως τοῦτο γνωριζούσης, ἀλλὰ τῷ παύεσθαι τὸ ταύτης πάθος τοῦ νοῦ τότε ὡς χωριζόμενον νῦν κεχωρίσθαι συλλογισαμένου, τοῦ δ’ ἐπιπολῆς ἁπτομένου τὸ μὲν χωρίζεσθαι παντάπασιν ἀδιάγνωστον, τὸ κεχωρίσθαι δὲ κᾀπὶ τούτων συλλογισμῷ ληπτέον.

Chapter 5

Ὅτι δ’ οὐ προσιόντος, ἢ ἀπιόντος, ἢ θλίβοντος, ἢ ἁπτομένου, ἢ ἀπωθουμένου πρώτην αἴσθησιν ἔχομεν, ἄνευ τῶν κατὰ τὸ ἡμέτερον σῶμα παθημάτων, οὐδ’ αὐτὸ οἴομαι λανθάνειν. αἰσθανόμεθα μὲν γὰρ ἀνατρεπομένης ἡμῶν τῆς σαρκὸς ἅμα τῷ περικειμένῳ δέρματι κατὰ τὴν προσβολὴν τῶν σφοδρῶν σφυγμῶν, συνεισέρχεται δὲ αὐτῷ κινουμένου τε καὶ βιαζομένου ἡ γνῶσις. καὶ μὲν δὴ καὶ ἀποχωρούσης τῆς ἀρτηρίας, ἡ μὲν αἴσθησίς ἐστι τῆς ἐν αὐτῷ τῷ ἡμετέρῳ σώματι κινήσεως. ἕπεται γὰρ τὸ εἴσω θλιβὲν ἢ τοῦ δέρματος ἡμῶν ἢ τῆς σαρκὸς μόριον ἀφισταμένῃ τῇ ἀρτηρίᾳ, τὴν ἐξ ἀρχῆς χώραν, ὅθεν ἀπεώσθη, καταλαμβανομένῃ, ἡ δὲ τοῦ χωρίζεσθαι γνῶσις συνεπινοεῖται. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ, ἐκτὸς ὑποκείμενα. τῆς τε οὖν μετὰ τὴν θλίψιν ἀποχωρούσης τῆς ἀρτηρίας γινομένης ἡμῖν ἐν τοῖς ἁπτομένοις μορίοις κινήσεως αἰσθανόμενοι πρό τῆς ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, κατὰ τοῦτο καὶ τὴν συστολὴν τῆς ἀρτηρίας ὑποπίπτειν αἰσθήσει φαμὲν, ὡς τῶν ποιούντων δηλονότι τὰ ἐν ἡμῖν πάθη συγκεχωρημένων αἰσθητῶν καλεῖσθαι· τό τε τῆς θλίψεως ἄνισον ἐνδείκνυται τὴν τοῦ θλίβοντος ἐπάνοδον. οὐδὲ γὰρ οὐδὲ τὴν ῥώμην οὐδὲ τὴν κίνησιν αὐτοῦ δι’ ἄλλου τινὸς ἐγνωρίσαμεν ἢ διὰ τοῦ τῆς θλίψεως ἀνίσου. ἐπιβαλλόντων γὰρ ἡμῶν τοὺς δακτύλους τοῖς σφοδροῖς σφυγμοῖς, ἡ μὲν πρώτη προσβολὴ βραχὺ παντελῶς ὠθεῖ τὴν ἁφὴν, ἀπὸ ταύτης δ’ ἀεὶ καὶ μᾶλλον ἄχρι τῆς τελευτῆς ἐπιτείνεται ἡ θλίψις, ἥτις ἐνδείκνυται δηλονότι τήν τε κίνησιν καὶ τὴν ῥώμην τοῦ ἀπωθουμένου. θαυμαστὸν γὰρ δὴ, ὅπως οἱ ἀμυδροὶ σφυγμοὶ, κᾂν μέγιστοι τυγχάνωσιν ὄντες, οὐχ ὅπως μικροὶ παντελῶς φαίνονται θλιβόντων, ἀλλὰ καὶ παντάπασιν ἀφανίζονται. καί τις ἴσως ἀγνοῶν, ὡς χρὴ τῶν τοιούτων ἐπιπολῆς ψαύειν, ἄσφυκτον εἶναι φήσει τὸν ἄνθρωπον, ἐξ ὧν αὐτὸς κακῶς ἥψατο ψευδῶς ἀποφηνάμενος. οἱ σφοδροὶ δ’ ἅπαν τοὐναντίον ἐρειδόντων ἰσχυρῶς δέονται τῶν ἁπτομένων εἰς τὴν τῆς ῥώμης αὐτῶν διάγνωσιν. ἀπωθεῖσθαι γὰρ τηνικαῦτά σοι μᾶλλον δόξουσιν, ὅταν ἐπὶ πλεῖον αὐτοὺς βιάζῃ. καὶ γοῦν καὶ τὴν συστολὴν αἰσθητὴν οἱ σφοδροὶ μὲν ἅπαντες ἔχουσι, τῶν ἀμυδρῶν δ’ οὐδεὶς, αὐτῶν δὲ τῶν σφοδρῶν ἄλλος ἄλλου μᾶλλον, ἢ παρ’ αὐτὸ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ σφοδρότητι, ἢ διὰ μέγεθος καὶ μικρότητα, ἢ διὰ σκληρότητα καὶ μαλακότητα, ἢ διὰ βραδύτητα καὶ τάχος. ὅστις γὰρ ἂν μέγιστός θ’ ἅμα καὶ σφοδρότατος καὶ σκληρὸς, καθ’ ὅσον οἷόν τε μεγέθει μιχθῆναι σκληρότητα, καὶ μὴ ταχὺς, σαφεστάτην οὗτος ἔχει τὴν συστολήν. οἱ δ’ ἄλλοι πάντες καθ’ ὅσον ἂν τούτων τινὸς ἔλαττον ἢ πλέον μετέχωσι, κατὰ τοσοῦτον ῥᾷον ἢ χαλεπώτερον γνωσθήσονται. προσεθήκαμεν δ’ ἐπὶ τῆς κατὰ τὴν σκληρότητα καὶ τὸ μέγεθος μίξεως τὸ, καθ’ ὅσον ἐνδέχεται, τοῦδε χάριν, ἵνα μή τις ὑπονοήσῃ δύνασθαί ποτε γενέσθαι τὸν αὐτὸν ἅμα σφυγμὸν ὥσπερ μέγιστόν τε καὶ σφοδρότατον, οὕτω καὶ σκληρότατον. οὐ γὰρ οἷόν τε συνελθεῖν ὥσπερ σφοδρότητι τὸ μέγεθος, οὕτω καὶ σκληρότητι, μεγίστους μὲν γὰρ καὶ σφοδροτάτους σφυγμοὺς πολλάκις ἂν εὕροις, σκληροτάτους δ’ ἅμα καὶ μεγίστους τοὺς αὐτοὺς οὐκ ἂν εὕροις, οὐ μὴν οὐδὲ σκληροὺς ἅμα καὶ μεγίστους, ἀλλ’ ὁ μέσος σκληροῦ καὶ μαλακοῦ σφυγμὸς, ὁ σύμμετρός τε κατὰ φύσιν, ἅμα τῷ μεγίστῳ πολλάκις εὑρίσκεται. καὶ μὲν δὴ καὶ σκληρόν θ’ ἅμα καὶ σφοδρὸν τὸν αὐτὸν εὑρήσεις πολλάκις, καὶ σκληρός θ’ ἅμα καὶ σφοδρότατος ἔστιν ὅτε φαίνεται, σφοδρότατον δὲ καὶ σκληρότατον οὐκέτ’ ἂν εὕροις τὸν αὐτὸν, ὥσπερ οὐδὲ μέγιστόν τε ἅμα καὶ σφοδρότατον καὶ ταχύτατον, ἀλλ’ οἱ μέγιστοι καὶ σφοδρότατοι τοὐπίπαν μὲν καὶ ταχεῖς εἰσιν, εἰ δὲ μὴ, ἀλλ’ οὐδὲ βραδεῖς γε. εἰ μὲν οὖν ἐνεδέχετο τὸν αὐτὸν ἅμα γενέσθαι σφυγμὸν σφοδρότατόν τε καὶ μέγιστον καὶ σκληρότατον καὶ βραδύτατον, ἡ πασῶν σαφεστάτη τῶν συστολῶν ἐπὶ τῶν τοιούτων ἐφαίνετ’ ἄν. ἐπεὶ δ’ ἀδύνατος ἡ μίξις, ὁ σφοδρότατος ἔτι καὶ μέγιστος καὶ μὴ μαλακὸς καὶ μὴ ταχὺς ἐναργεστάτην ἕξει τὴν συστολήν. σαφῆ δὲ καὶ ὁ σφοδρότατός γε καὶ μέγας καὶ σκληρός· καὶ μὲν δὴ καὶ ὅσοι σφοδροί θ’ ἅμα καὶ μεγάλοι καὶ σκληροὶ, καὶ τούτων ἧττον μὲν ἢ τῶν πρόσθεν, ὅμως δ’ ἔτι σαφὴς ἱκανῶς ἡ συστολή. τούτων δ’ ἧττον, ἀλλὰ καὶ αὕτη σαφὴς ἡ τοῦ σφοδροῦ καὶ μεγάλου καὶ μαλακοῦ. σαφὴς δ’ ἔτι καὶ ἡ τοῦ σφοδροῦ τε ἅμα καὶ συμμέτρου κατὰ μέγεθος καὶ σκληρότητα· τούτου δ’ ἀσαφεστέραν ἔχει τὴν συστολὴν, οὐ μὴν ἀδιάγνωστόν γ’ ὁ μέγας μὲν, σύμμετρος δ’ ἐν ταῖς λοιπαῖς δύο διαφοραῖς. καὶ ὅστις δὲ κατὰ τὰς τρεῖς διαφορὰς συμμέτρως ἔχει, δήλη καὶ ἡ τοῦδε συστολή. δυσγνώριστος δ’ ἥ τε τοῦ σφοδροῦ τε καὶ μικροῦ. πάντως δ’ ὁ τοιοῦτος καὶ σκληρός ἐστι, καὶ ἡ τοῦ μικροῦ μὲν καὶ σκληροῦ, συμμέτρου δὲ κατὰ τὸν τόνον, ἔτι μᾶλλον ἀσαφής. εἰ δὲ μικρὸς καὶ μὴ σκληρὸς εἴη, καὶ σύμμετρος κατὰ τὸν τόνον, ἱκανῶς γεγυμνασμένης αἰσθήσεως ὁ τοιοῦτος δεῖται πρὸς τὴν γνῶσιν, ἔτι δὲ μᾶλλον εἰ μικρὸς καὶ μαλακὸς ὢν, μετρίως ἔχοι τοῦ τόνου. ἀμυδρὸς δὲ σφυγμὸς, εἴτε μεγάλῳ μιγνύμενος, εἴτε μικρῷ, δήλην ἔχει τὴν συστολήν. τῷ μὲν οὖν μεγίστῳ τὴν ἀρχὴν οὐδὲ μίγνυταί ποτε, καθάπερ οὐδὲ τῷ σκληροτάτῳ, μεγάλῳ δὲ μίγνυται μέν ποτε, ἀλλὰ πάντως ὁ τοιοῦτος ἐσχάτως μαλακός ἐστιν. εἰ δὲ τῷ σκληρῷ μιχθείη, μικρότατος ὁ τοιοῦτος ἐξ ἀνάγκης ἔσται. χρὴ τοίνυν τὸν βουλόμενον ἀσκῆσαι τὴν ἁφὴν, αἰσθάνεσθαι τῆς συστολῆς ἐναργῶς, αὐτό τε τοῦτο πρῶτον ἐπίστασθαι τὸ παραλειφθὲν ὑπὸ τῶν πρεσβυτέρων, ὡς οὔτε παντὸς σφυγμοῦ δυνατὸν αἰσθάνεσθαι τῆς συστολῆς, οὔθ’ ὧν αἰσθάνεσθαι δυνατὸν ὁμοίως ἐστὶν ἁπάντων σαφὴς, ἔπειτα δὲ καὶ τοὺς διορισμοὺς μεμνῆσθαι τοὺς ὑφ’ ἡμῶν ἄρτι γεγραμμένους, ἵνα μήτ’ ἐφ’ ὧν ἀδύνατον αὐτῆς αἰσθέσθαι, γλιχόμενος ἐξευρίσκειν, εἶτ’ ἀπορῶν ἀποστῇ τελευτῶν ἁπάσης ὡς ἀναισθήτου, μήτ’ ἐφ’ ὧν δυνατὸν μὲν αἰσθέσθαι, μὴ σαφῶς δὲ, πρώτοις αὐτοῖς ἐγχειρεῖν, αὐτῶν τε τούτων ἀπογνῷ τῆς εὑρέσεως, καὶ πρὸς τὴν τῶν ἄλλων ζήτησιν ἀποκνέοι παντάπασιν. ἀλλ’ ἐφ’ ὧν ἐναργεστάτην συστολὴν φαίνεσθαι συμβέβηκεν, ἀπὸ τούτων ἄρξασθαι, τήν τε τῆς χειρὸς ἐπιβολὴν, ὡς εἴρηται, ποιούμενος καὶ μεμνημένος ὧν εἴρηται σκοπῶν, ὡς χρὴ πάντως ἢ σφοδρὸν, ἢ οὐκ ἀμυδρόν γε τὸν σφυγμὸν εἶναι τὸν μέλλοντα ποιήσειν αἰσθητὴν τοῖς ἁπτομένοις τὴν συστολήν. καὶ τοῦτο μὲν ἀχώριστον ὑπάρχειν αὐτῷ δεῖ, πρὸς δὲ τὴν σαφεστέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ τὸ μέγεθος, εἶναι δέ τινα καὶ παρὰ τῆς σκληρότητος ὠφέλειαν καὶ τῆς βραδύτητος. ὥστε μήτ’ ἐν ἀμυδρῷ ποτε σφυγμῷ συστολὴν αἰσθητὴν δύνασθαι γενέσθαι μήτ’ ἀναίσθητον ἐν σφοδρῷ, μᾶλλόν τε καὶ ἧττον ἐναργῆ παρὰ ταὐτὸν τὸν ζωτικὸν καλούμενον τόνον, ἧττόν τε καὶ μᾶλλον ἐνταθέντα καὶ παρὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ παρὰ τὸ ποιὸν τοῦ τε χιτῶνος τῆς ἀρτηρίας καὶ τῆς κινήσεως.

Chapter 6

Ἵν’ οὖν ὁλόκληρον ἔχωσιν οἱ φιλομαθεῖς τὴν ὁδὸν τῆς ἀσκήσεως, μὴ τὸ καθόλου μόνον ἀρκεσθῶμεν αὐτῆς εἰρηκότες, ἀπὸ τίνων ἄρχεσθαι σφυγμῶν προσήκει γυμνάζειν τὴν ἁφὴν ἐν τῷ ζητεῖν τὴν συστολὴν, ἀλλὰ καὶ οἵστισιν ὑπάρχουσιν οὗτοι νοσοῦσί τε καὶ ὑγιαίνουσιν, ἐφεξῆς εἴπωμεν. εἰ γὰρ ἔτι τοῦτο μάθοιεν, ῥᾷον, οἶμαι, τοῦ προκειμένου τύχοιεν, ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ὅσοι σύμμετροί τε τὴν ἕξιν εἰσὶ καὶ τὴν φύσιν εὔκρατοι, καὶ τῆς ἡλικίας ἐν ἀκμῇ μάλιστα, καὶ τῶν ὡρῶν τοῦ ἔτους ἐν τῷ ἦρι καὶ γῆν ἐποικοῦσιν εὔκρατον, εὐρωστοῦσί τε καὶ λύπης καὶ δέους καὶ πλησμονῆς καὶ κινήσεως ἐκτός εἰσιν, οὗτοι πάντες σφοδρὸν καὶ μέγαν ἔχουσι τὸν σφυγμόν. εἰ δὲ καὶ γυμνάσαιντο σύμμετρα καὶ λουτροῖς μετρίοις θαλφθεῖεν, ἢ οἶνον μὴ πολὺν πάνυ προσενηνεγμένοι τύχοιεν, ἢ θυμοῖντο, ἢ ἀνδρίζοιντο, οὐ μεγάλους ἔτι καὶ σφοδροὺς ἁπλῶς, ἀλλ’ εἰς ἄκρον μεγίστους τε καὶ σφοδροτάτους ἕξουσι τοὺς σφυγμούς. οἱ αὐτοὶ δὲ νοσοῦντες οὗτοι τὸν ἀκριβῆ τριταῖον, ἢ καῦσον τὸν ἐπιεικῆ καὶ ἁπλοῦν, ἤ τινα ἄλλον θερμὸν ἰσχυρῶς καὶ οἷον ζέοντα πυρετὸν, καὶ τῶν ἐφημέρων τινὰ τῶν ἐπὶ βουβῶσι καὶ ἐγκαύσεσι καὶ κόποις μετρίοις συνισταμένων, μεγίστους καὶ τόθ’ ἕξουσιν καὶ σφοδροτάτους σφυγμούς. εἰ δὲ τινὰ μὲν ὧν εἶπον παρείη αὐτοῖς, τινὰ δὲ μὴ, σφοδροὺς μὲν καὶ μεγάλους ἔτι ἔχοιεν ἂν, ἀλλ’ ἧττον, εἰ οὕτως ἔτυχεν, εἴ τινος ἀκμάζοντος καὶ ὑγιαίνοντος, οὐ μὴν συμμέτρου τὴν ἕξιν, ἀλλ’ ἤτοι πίονος, ἢ ἰσχνοῦ,…

Chapter 7

The complete text is available when the reading interface loads.