The Greek Library Author

Galen

De praesagitione ex pulsibus

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Lipsiae · Knobloch · 1825
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg062.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ Α.

Ὅτι μὲν οὐ τῶν μελλόντων ἡ πρόγνωσίς ἐστι μόνον, ἀλλὰ καὶ τῶν παρόντων τε καὶ τῶν προγεγονότων, ἀρκεῖ τὸ πάλαι πρὸς Ἱπποκράτους δεδηλωμένον. ἐγὼ γὰρ οὐ τί δύναται πρόγνωσις ἐρῶν ἔρχομαι νῦν, ὅτι μὴ πάρεργον, ἀλλὰ τοῖς εἰδόσιν ὃ δύναται περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ἃ γινώσκω φράσω. διττῆς δὲ οὔσης τῆς κατ’ αὐτοὺς διδασκαλίας, ὥσπερ καὶ τῆς τῶν βοηθημάτων, ἑτέρας μὲν τῆς κατὰ τὰς οἰκείας αὐτῶν δυνάμεις, ἑτέρας δὲ τῆς κατὰ τὸ πάθημα, βέλτιον ἡγοῦμαι κατ’ ἀμφοτέρας γυμνάζεσθαι, ὥστε καὶ πάθους οὑτινοσοῦν προχειρισθέντος ἑτοιμότατα δύνασθαι τοὺς σφυγμοὺς αὐτῶν διελθεῖν, ἑκάστου τ’ αὖ πάλιν ἰδίᾳ ῥηθέντος σφυγμοῦ τῶν παθῶν ἁπάντων ἀναμιμνήσκω διὰ ταχέων, ὅσοις συμπίπτειν εἴωθεν. εἰ γάρ τις ἐν ἀμφοτέροις ἱκανῶς γυμνασάμενος ἀσκήσειεν ἑαυτὸν ἕκαστον τῶν σφυγμῶν ἀκριβῶς διαγινώσκειν, οὗτος ἂν, οἶμαι, τελέως ἂν εἴη τὰ κατ’ αὐτοὺς ἐκμεμαθηκώς. ὥστε καὶ εἴ τις εἰς δέον ὁμιλεῖ τοῖσδε τοῖς γράμμασιν, ἀναλέξασθαι χρὴ πρότερον αὐτὸν ἣν ἐγράψαμεν ὑπὲρ τῆς τῶν σφυγμῶν διαγνώσεως πραγματείαν, ἐκείνης δὲ ἔτι πρότερον τὴν ὑπὲρ τῆς διαφορᾶς αὐτῶν, ἔνθα πόσοι τέ εἰσιν οἱ σύμπαντες, ποῖός τέ τις ἕκαστος, ᾧ τέ τινι προσαγορευόμενος ὀνόματι, διήλθομεν. ἔστι δὲ καὶ τρίτη τις ἑτέρα πραγματεία περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὧν ἁπασῶν εἰς τὰ παρόντα δεῖ. τῆς μὲν γὰρ πρώτης χωρὶς οὐδὲ νοῆσαι τῶν λεγομένων οὐδὲν οἷόν τε μὴ προγινώσκοντα τῶν ὀνομάτων ἕκαστον ἐφ’ ὅτου πράγματος λέγεται· τῆς δὲ δευτέρας ἀγνοουμένης οἴχεται σὺν αὐτῇ τὸ χρήσιμον ἅπαν ἐκ τῆς νῦν προκεχειρισμένης θεωρίας. εἰ γὰρ ἐγὼ μὲν γράφοιμι τὸν ταχὺν, ἢ τὸν μέγαν, ἢ σφοδρὸν, ἤ τινα τῶν ἄλλων σφυγμὸν, ἐνδείκνυσθαι τόδε τι προγεγονὸς, ἢ παρὸν, ἢ γενησόμενον, ὁ δὲ ἀναγινώσκων ἀγνοοῖ διαγινώσκειν ἐπὶ τῶν ἔργων αὐτοὺς, οὔτε κρῖναι δυνήσεται τῶν λεγομένων τὴν ἀλήθειαν οὔτε προγνῶναί ποτ’ ἐξ αὐτῶν οὐδέν. ἡ δὲ τρίτη πραγματεία τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἐκδιδάσκουσα καὶ πρὸς ἀπόδειξιν τοῖς νῦν λεχθησομένοις ἐστὶν ἀναγκαία καὶ πρὸς μνήμην καὶ πρὸς ἀνάμνησιν. εἰσόμεθα δὲ καὶ τοῦτο αὐτὸ σαφέστερον, ἑνὸς οὑτινοσοῦν σφυγμοῦ προχειρισθέντος, οἷον εἰ τύχοι τοῦ μεγάλου. διαιρησόμεθα γὰρ ἐν αὐτῷ πρῶτον μὲν τὴν ὁμωνυμίαν, ἐπειδὴ διχῶς ὁ μέγας λέγεται σφυγμὸς, εἶθ’ ἑξῆς καθ’ ἑκάτερον τῶν σημαινομένων ἐπισκεψόμεθα τί δηλοῦν πέφυκεν ἐνεστὸς, ἢ προγεγονὸς, ἢ μέλλον. τὰ μὲν δὴ σημαινόμενα δύο τοιαῦτά ἐστι. μέγας λέγεται σφυγμὸς ὁ μὲν ὡς πρὸς τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν, ὁ δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. τὰ δὲ ἐξ ἑκατέρου προγινωσκόμενα τὰ μέν τινα κοινὰ τῶν σφυγμῶν ἀμφοτέρων ἐστὶ, τὰ δὲ ἴδια. καθ’ ἑκάτερον ἑξῆς οὖν ἅπαντα διέλθωμεν, ἀπὸ κοινῶν ἀρξάμενοι. ῥᾴστη δ’ αὐτῶν ἡ εὕρεσις, εἴ τις εἴη μεμνημένος ὧν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διήλθομεν, ἐπιδεικνύντες ὡς οὐχ ἓν τὸ γένος ἐστὶ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων, ἀλλὰ τὸ μὲν, ὡς ἂν οὕτως τις εἴποι, συνεκτικὸν τῆς γενέσεως, ὅπερ δὴ καὶ κατὰ φύσιν ἐστὶν, ἕτερον δ’ ἐναντίον τῶνδε τῶν παρὰ φύσιν αἰτίων, ἐφ’ ᾧ τρίτον ἄλλο τῶν οὐ φύσει. ταῦτα μὲν ὡς πρὸς τὴν ἀληθινὴν αὐτῶν ὕπαρξίν τε καὶ φύσιν, ἄλλο δὲ τέταρτον, ὡς πρὸς τὴν φαινομένην, ὃ μάλιστα νῦν ἀναγκαῖόν ἐστιν ἀκριβῶς ἐξηγήσασθαι τῆς προγνωστικῆς πραγματείας ἰδιαίτατον ὑπάρχον. ἐκ γὰρ τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον ἕκαστον τῶν σφυγμῶν ἡ ἀρχὴ τῆς προγνώσεως ἡμῖν ἐστιν. οὐκ ἀεὶ δὲ φαίνεται τοιοῦτος οἷος καὶ ὄντως ἐστί. καὶ λέλεκται μὲν ἤδη καὶ περὶ τούτου κατὰ τὸ δεύτερον τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ τελευτῇ τοῦ βιβλίου, κᾀν τῷ τρίτῳ δ’ ἐπ’ ὀλίγον, ἔνθα καὶ περὶ τῶν ἰσχνῶν διαλεγόμεθα· λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ὑπὲρ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων διέλθωμεν. ἐδείχθη καὶ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ὡς οὐχ οἷόν τέ ἐστιν ἀλλοιωθῆναι σφυγμὸν οὐδένα χωρὶς τοῦ τὴν ἐργαζομένην αὐτὸν δύναμιν, ἢ τὸν χιτῶνα τῆς ἀρτηρίας, ἢ τὴν χρείαν δι’ ἣν γίνεται, μεταβολήν τινα καὶ ἀλλοίωσιν ἔχειν. οὕτως οὖν κᾀπὶ τῆς νῦν προκειμένης τροπῆς τῆς εἰς τὸ μέγεθος τῶν σφυγμῶν ἐπισκεψόμεθα τί ποτ’ ἐστὶν τῶν εἰρημένων ἢ τίνα τὰ τὴν μεταβολὴν εἰληφότα, πότερον ἡ δύναμις εὐρωστοτέρα γινομένη, μεμαθήκαμεν γὰρ ὡς ὅσον ἐφ’ ἑαυτῇ τὸν σφυγμὸν ἐργάζεται μείζονα, ἢ ταύτης ὁμοίας διαμενούσης ὁ χιτὼν τῆς ἀρτηρίας ἐμαλάχθη· καὶ γὰρ καὶ τοῦτ’ ἐμάθομεν, ὡς ὁ μαλακώτερος χιτὼν εἰς μέγεθος ἐξαίρει τὸν σφυγμόν· ἢ διὰ τὴν τῆς χρείας αὔξησιν ἡ τοιαύτη γέγονεν ἀλλοίωσις. εἰ μὲν οὖν ἡ δύναμις ἐῤῥώσθη, σφοδρότερος ἂν ἦν πάντως· ὑπόκειται δέ γε μείζων μόνον γεγενημένος. εἰ δὲ ὁ χιτὼν τῆς ἀρτηρίας μόνον ἐμαλάχθη, καὶ γὰρ καὶ τοῦτο ἐμάθομεν, ὡς καὶ ὁ μαλακώτερος χιτὼν τῆς ἀρτηρίας εἰς μέγεθος ἐξαίρει τὸν σφυγμὸν, μαλακώτερος ἂν ἐξ ἀνάγκης ἐγένετο. εἴπερ οὖν μηδέτερον φαίνεται, δῆλον ὡς οὔθ’ ἡ δύναμις οὔθ’ ὁ χιτὼν τῆς ἀρτηρίας ὑπήλλακται. λοιπὸν οὖν ἀναγκαῖον ἐξηλλάχθαι κατά τι καὶ μεταβεβλῆσθαι τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως. ἐδείχθη δὲ αὐτῶν ἡ χρεία διττὴ, πρώτη μὲν καὶ μεγίστη φυλακὴ τῆς ἐμφύτου θερμότητος, δευτέρα δὲ γένεσις πνεύματος ψυχικοῦ. καλῶ δὲ οὕτω νῦν ᾧ χρῆται πρὸς τὰ κατὰ προαίρεσιν ἐνεργείας ἡ ψυχή. τούτων ἄρα τι πάντως ὑπήλλακται παρὰ τὰ πρόσθεν, ὁπότ’ εἰς μέγεθος ὁ σφυγμὸς μεταβέβληται. ἀλλὰ μὴν καὶ ὅτι βραχείας μὲν γινομένης τῆς διὰ τὴν χρείαν ἐκ τοῦ κατὰ φύσιν ἀλλοιώσεως τὸ μέγεθος τῶν σφυγμῶν μόνον ἐπιφανὲς ἔσται, τὸ δὲ τάχος οὐδέπω, πλέονος δὲ τὸ μέγεθος ἐπὶ μᾶλλον αὐξηθήσεται καὶ τὸ τάχος ἐναργῶς φανεῖται, παραυξανομένης δ’ ἔτι καὶ τὸ μέγεθος μὲν καὶ τὸ τάχος ἐπιταθήσεται, προσέτι δὲ καὶ πυκνότης, ὡς ἐκ τῆς περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείας εὔδηλόν ἐστιν. εἰ τοίνυν κατὰ τὸ μέγεθος μὲν ὁ σφυγμὸς ἠλλοιῶσθαι φαίνεται, τοῦτο γὰρ ὑπόκειται νῦν, ἀναγκαῖον ἐπὶ βραχὺ τὴν χρείαν ὑπηλλάχθαι. εἰ δὲ μὴ γέγονε μείζων ὁ σφυγμὸς, ἀλλὰ φαίνεται μείζων, ἰσχνότερον ἑαυτοῦ τὸ σῶμα τἀνθρώπου δι’ ἡντιναοῦν αἰτίαν ἀπετελέσθη. ταῦτ’ οὖν προεπιστάμενός τις ἐπὶ τὰς διαγνώσεις ἡκέτω, πρῶτον ἐπὶ τὰς τῶν ἁπλῶς ὑγιαινόντων σωμάτων, εἶθ’ ἑξῆς ἐπὶ τὰς μετά τινος ἐπικτήτου κινήσεως, εἶτα ἤδη καὶ ἐπὶ τὰς νοσούντων ἁπλῶς, καὶ τελευταῖον ἐπὶ τὰς μετά τινος ἔξωθεν ἀλλοιώσεως. ἐν μὲν γὰρ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν ὁ μέγας σφυγμὸς ἐνδείξεται τήν τε κρᾶσιν τἀνθρώπου καὶ τὴν σχέσιν τοῦ σώματος· ἐν δὲ τοῖς μετ’ ἐπικτήτου διαθέσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς οἰκεῖος ὁ μέγας ἐστὶ σφυγμός. εἴρηται δὲ ὑπὲρ τῶν τοιούτων ἁπασῶν κινήσεων ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ. οὕτω δὲ κᾀν τοῖς νοσοῦσι τοῖς μὲν ἁπλῶς ὁ μέγας σφυγμὸς ἐνδείξεται θερμὴν τῆς νόσου τὴν διάθεσιν, τοῖς δὲ μετὰ προσφάτου τινὸς ἔξωθεν ἀλλοιώσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς ἂν οἰκεῖος ὁ μέγας εὑρίσκηται σφυγμός· οἷον αὐτίκα τῶν ὑγιαινόντων ὅσοι τὸν σφυγμὸν ἔχουσι μέγαν, ὡς πρὸς τὸν σύμμετρον δηλονότι παραβαλλόμενοι, ἀναμνησθῆναι χρὴ πρῶτον μὲν αὐτὸ δὴ τοῦτο, τίς ἐστιν ὁ σύμμετρος ἐν τούτῳ τῷ γένει καὶ κατὰ τίνα φύσιν σώματος. ἐπιδέδεικται δ’ ἐν τῷ δευτέρῳ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐν ταῖς ἀρίσταις κατασκευαῖς τοῦ σώματος ὁ σύμμετρος ὑπάρχων σφυγμὸς, οὐδ’ ἐπὶ τούτων διαπαντὸς, ἀλλὰ ὅταν ἁπάσης ἐπικτήτου ποιότητος καὶ κινήσεως ἀπηλλαγμένον ᾖ τὸ σῶμα τῶν ἐκ τοῦ γυμνασίου τινὸς, ἢ τροφῆς, ἢ πόματος, ἢ λουτρῶν, ἢ φαρμάκων, ἢ πάθους ψυχικοῦ γινομένων. ἀναμνησθέντα δή σε τοῦ συμμέτρου σφυγμοῦ καὶ τὸν νῦν εὑρόντα μέγαν ὡς πρὸς ἐκεῖνον ἐννοεῖν προσήκει, ὑπὸ τίνος αἰτίας εἰς μέγεθος ἐπέδωκεν· ἤτοι γὰρ διὰ τὴν ἰσχνότητα τοῦ σώματος, ἢ διὰ τὴν θερμότητα τῆς κράσεως, ἢ διὰ τὴν ἐπίκτητον κίνησιν. ἀλλ’ αἱ μὲν ἐπίκτητοι κινήσεις αὐτίκα καθίστανται, παραμένουσι δ’ ἔτι διὰ τὴν ἰσχνότητα καὶ τὴν κρᾶσιν. αὐτῷ τε οὖν τούτῳ διορίζεσθαι χρὴ καὶ οἷς ὀλίγον ὕστερον ἐρῶ, μικρόν τι προειπὼν ἀναγκαῖον εἰς τὴν ἑξῆς ἅπασαν διδασκαλίαν. ἔστι δ’ ὃ προειπεῖν βούλομαι τοιόνδε. ἀκριβεστάτη διάγνωσις ἁπασῶν τῶν κατὰ τὸ σῶμα γινομένων ἀλλοιώσεων ἐκείνων ἡμῖν ἐστι τῶν σωμάτων, ὧν ἐπιστάμεθα τὴν φύσιν. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως, ἐπί γε τοῖς παρὰ φύσιν αἰτίοις καὶ προσέτι τοῖς οὐ φύσει λεγομένοις, οὐκ ἔνεστιν ἄλλως ἐξευρεῖν ἀκριβῶς. οὐ μὴν ἀεί γε ταύτην γινώσκομεν, οὐκ οὖν οὐδ’ ἀκριβῆ διάγνωσιν ἐπὶ πάντων ἕξομεν, ἀλλ’ ἀεὶ τοσοῦτον ἀπολειπομένην τῆς ἀκριβείας εἰς ὅσον καὶ τῆς τοῦ κατὰ φύσιν γνώσεως. ὑποκείσθω δὴ πρῶτον ἐν τῷ προκειμένῳ λόγῳ τὴν διάγνωσιν γίνεσθαι τῆς τοῦ ἀνθρώπου φύσεως, καὶ τοῦτ’ αὐτῷ μόνον ἐξαίρετον ὑπαρχέτω, μείζων ὁ σφυγμὸς ἔστω τοῦ συμμέτρου χωρὶς ἁπάσης ἀλλοιώσεως ἐπικτήτου. τὸν γὰρ τοιοῦτον ἄνθρωπον ἀναγκαῖόν ἐστι τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν ἤτοι θερμότερον ἢ ἰσχνότερον ὑπάρχειν, εἴ τι μεμνήμεθα τῶν προγεγραμμένων ἡμῖν δυοῖν πραγματειῶν, τῆς τε περὶ διαγνώσεως σφυγμῶν καὶ τῆς περὶ τῶν ἐν αὐτοῖς αἰτίων. ὑπομεμνήσθω δὲ καὶ τοῦθ’ ἡμῖν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις, ὡς ἐν οἷς παραδιαζευκτικῷ χρώμεθα συνδέσμῳ, ἢ, πάντα ἅμα τὰ κατὰ μέρος ἐγχωρεῖ συνελθεῖν, εἴτε δύο, καθάπερ νῦν, ἥτε θερμότης καὶ ἡ ἰσχνότης, εἴτε καὶ πλείω φαίνοιτο τὰ τὴν ἀλλοίωσιν ἐργαζόμενα. ὁ μὲν δὴ μέγας σφυγμὸς ὁ ἁπλῶς λεγόμενος, ὥσπερ ἐδείκνυτο, πρὸς τὸν ἁπλῶς σύμμετρον παραβαλλόμενος ἤτοι τὴν κρᾶσιν ἢ τὴν παροῦσαν σχέσιν δηλώσει τοῦ σώματος· ὁ δέ γ’ ὡς πρὸς τὸν ἑκάστου κατὰ φύσιν μέγας ἐν ἐκείνῳ τῷ σώματι, δηλώσει καὶ αὐτὸς ἤτοι θερμότητα τινὰ προσγινομένην τῷ κατὰ φύσιν ἢ ἰσχνότητα. τὰς δὲ ἀπό τινος ἔξωθεν αἰτίου τροπὰς τῶν σφυγμῶν κατὰ τάδε διορίζειν. ἡ μὲν ἐκ βαλανείων τε καὶ δρόμων καὶ τρίψεων καὶ τῶν ἄλλων κινήσεων γινομένη βραχυχρόνιός τέ ἐστι καὶ οὕτω ταχέως εἰς τὴν ἀρχαίαν ἐπανέρχεται κατάστασιν ὥστ’ ἔνεστί σοι τῶν σφυγμῶν ἁψαμένῳ, κᾄπειτα βραχὺ διαλιπόντι καὶ πάλιν ἐφαψαμένῳ σαφέστατα διαγνῶναι τὴν μεταβολήν. ἡ δευτέρα γὰρ ἁφὴ τῆς προτέρας διαλλάττουσα φαίνεται, κᾂν βραχύτατόν τις χρόνον διαλείπῃ. τὸ δὲ ἀπ’ οἴνου καὶ τροφῆς μέγεθος τῶν σφυγμῶν ἄχρι μὲν πλείστου παραμένει, διορίζεται δὲ τῇ συνούσῃ σφοδρότητι, σφοδρὸς γὰρ οὐχ ἧττον ἢ μέγας τούτοις ὁ σφυγμὸς γίνεται, νυνὶ δὲ ὑπόκειται μείζων μόνον γεγενημένος. οὔκουν ἀπὸ τούτων ἠλλοίωται. καὶ μέν γε καὶ ἡ ἀπὸ τοῦ θυμοῦ μετὰ σφοδρότητος γίνεται, καὶ οὐδ’ ἂν ἄλλως λάθοι τόν γε συνετὸν εἴς τε τοὺς ὀφθαλμοὺς καὶ τὸ σύμπαν πρόσωπον ἀποβλέποντα. κατέχειν μέντοι καὶ κρύπτειν βουλομένῳ τὸν θυμὸν ἀνώμαλος ὁ σφυγμὸς γίνεται καὶ μᾶλλον ἀνώμαλός ἐστιν τοῖς ἀγωνιῶσί τε καὶ αἰδουμένοις. ἡ δ’ ἀπὸ τῶν ἡμιπέπτων ἐν τῷ σώματι χυμῶν πεττομένων τε καὶ τρεφόντων τὴν φύσιν εἰς μέγεθος ἐπίδοσις ὁμοίως τοῖς εἰληφόσι τροφὴν συναυξάνει καὶ τὴν σφοδρότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴ τις ἐν ἡλίῳ τε καὶ παρὰ πυρὶ θαλφθείη, πρὸς τῷ μὴ παραμένειν ἄχρι πολλοῦ τὴν ἀλλοίωσιν ἔτι καὶ ὁ χρὼς αὐχμηρὸς αὐτοῖς καὶ οὐχ ὑγρὸς ὡς ἀπὸ βαλανείων ἔσται. οὗτοι μὲν οὖν ἐξ ὑπεναντίου πως διάκεινται τοῖς λελουμένοις ὅσον ἐπὶ μαλακότητι καὶ ὑγρότητι τοῦ δέρματος. μέσοι δ’ ἀμφοῖν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεταβολῇ τοῦ δέρματός εἰσιν οἱ τριψάμενοί τε καὶ γεγυμνασμένοι. καὶ μὲν δὴ καὶ ἡ θερμότης αὕτη πλείων μέν ἐστι περὶ τὰ στέρνα τοῖς γεγυμνασμένοις τε καὶ θυμουμένοις, ἐλάττων δὲ τοῖς λελουμένοις καὶ μᾶλλον ἄχρι τῶν ἄκρων ὁμαλῶς ἐκτεταμένη μεθ’ ὑγρότητός τε ἅμα καὶ μαλακότητος. ὡσαύτως δὲ καὶ εἰ ὁ ἄνθρωπος ἠλείψατο μεταξύ τινι θερμαίνοντι φαρμάκῳ, δακνώδης τέ τις αἴσθησις ἀπὸ τῆς θερμότητος ἁπτομένῳ σοι γενήσεται καὶ τάχ’ ἂν οὐδ’ ἄλλως λάθοι ἐμπεπλασμένον αὐτοῦ τῷ δέρματι λίπος ἐκ τοῦ φαρμάκου. αἱ μὲν δὴ τεχνικαὶ διαγνώσεις αὗται τῶν εἰς μέγεθος τρεπόντων αἰτίων τοὺς σφυγμοὺς ἐπί τε ὑγιαινόντων καὶ νοσούντων εἰσίν· αἱ δὲ ἔξωθεν αἱ μὲν ἐξ ἀνακρίσεως, ὡς ὅταν γε μὴν ἐν ἐχθροῖς τισιν, ἢ ἐνεδρεύουσι, ἢ κακοήθως ἀποπειρωμένοις ἀνθρώποις ποιεῖτε τὰς ἐπισκέψεις· αἱ δὲ ἀπὸ τοῦ μὴ κεχωρίσθαι τοῦ κάμνοντος αὐτὸν τὸν ἰατρὸν, ὥσπερ δὴ καὶ ἀρίστας φαμὲν τῶν διαγνώσεων· ὡς ὅσαι γε μήτε διαπαντὸς παρόντος τοῖς νοσοῦσι τοῦ θεραπεύοντος γίνονται μήτ’ ἀληθῆ βουλομένους ἀπαγγέλλειν, αὗται χαλεπώτεραί τέ εἰσι καὶ συνετοῦ πάνυ δέονται τοῦ ἰατροῦ. ἐμοὶ γοῦν συνέβη τῶν ἄλλων ἁπάντων ἀφωρισμένων αἷς πρόσθεν εἴρηκα διαγνώσεσιν ὑπολείπεσθαι ζητῆσαι, εἴτε φάρμακον θερμαῖνον ὁ κάμνων προσηνέγκατο μεταξὺ μὴ παρόντων ἡμῶν, εἴτε καὶ τῷ τῆς ἐπισημασίας λόγῳ μέγεθος ὁ σφυγμὸς προσέλαβεν. ἐν μὲν δὴ τοῖς τοιούτοις καιροῖς ἀναγκαῖόν ἐστι πανταχόθεν ἐπιτεχνᾶσθαί τε καὶ στοχάζεσθαι τἀληθοῦς. πρῶτος μὲν οὖν σκοπὸς ἐν τοῖς τοιούτοις ὁ παροξυντικός ἐστι χρόνος· ἐφεξῆς δὲ τοῦ κάμνοντος τὸ ἔθος τε καὶ τὸ ἦθος. εἰ μὲν γὰρ ἄλλῳ τινὶ χρόνῳ καὶ μὴ τῷ παροξυντικῷ μέγεθος ὁ σφυγμὸς προσεκτήσατο, πιθανὸν ἀπὸ τοῦ θερμαίνοντος φαρμάκου μᾶλλον, οὐ λόγῳ παροξυσμοῦ γεγενῆσθαι τὴν ἀλλοίωσιν· εἰ δ’ ἐν τῷ παροξυντικῷ, πιθανώτερον ἐπισημασίας λόγῳ. διορισθήσεται δὲ ἀκριβῶς, εἰ βραχὺ διαλιπόντες αὖθις ἁψαίμεθα. τὴν μὲν γὰρ ἀπὸ τοῦ φαρμάκου θερμότητα, δι’ ἣν ὁ σφυγμὸς ἐπέδωκεν, ἀεὶ καὶ μᾶλλον ἐκλύεσθαι συμβαίνει τοῦ χρόνου προϊόντος, ἐπιτείνεσθαι δὲ τὴν ἐκ τοῦ παροξυσμοῦ. αὕτη μὲν οὖν ἡ διάγνωσις ἐκ τῶν ἰδίων τῆς τέχνης ἐστίν· ἡ δ’ ἀπὸ τοῦ ἔθους τε καὶ ἤθους τῶν καμνόντων ἐξ ἐπιμέτρου προσέρχονται. τινὲς μὲν γὰρ ἀήθεις τ’ εἰσὶ καὶ φοβεροὶ πρὸς τὰς τῶν φαρμάκων πόσεις, ἔνιοι δὲ συνήθεις τε καὶ χωρὶς φαρμάκων ζῇν οὐχ ὑπομένοντες. καὶ τοίνυν ἡ πρόγνωσις τοῦ προσενηνέχθαι τι φάρμακον θερμαῖνον ἐπὶ μὲν τῶν ὑπόπτων πρὸς αὐτὰ παντάπασιν ἀμυδρὰ καὶ βραχεῖα, μεγάλη δὲ ἐπὶ τῶν εἰθισμένων. ἤδη δὲ καὶ τὸ ἦθος αὐτὸ τοῦ κάμνοντος εἰς τὴν τοιαύτην πρόγνωσιν οὐκ ὀλίγα συντελεῖ. τινὲς μὲν γὰρ ἐνεδρευτικοί τ’ εἰσὶ καὶ καταβλητικοὶ τῶν πέλας, ἐξελέγχειν ἅπαντας ὡς μηδὲν βέβαιον ἐπισταμένους ἔργον πεποιημένοι· τινὲς δὲ ἁπλοῖ τε καὶ χρηστοὶ καὶ πάντα φανερῶς διαπραττόμενοι, καὶ μηδὲν ὑποστελλόμενοι, μηδὲ κρύπτοντες. ἐπὶ μὲν δὴ τούτων οὐδὲν ὑπονοεῖν χρὴ πεπρᾶχθαι λαθραίως, ἐπὶ δὲ τῶν ἐνεδρευόντων ὑποπτεύειν προσήκει πάντα καὶ περισκέπτεσθαι καὶ διορίζεσθαι, τά τε κατὰ τὸν ἴδιον λόγον τῆς τέχνης ὑποπίπτοντα ταῖς διαγνώσεσι καὶ τὰ παρὰ τῶν ἔξωθεν προσερχόμενα· καθάπερ ἐγώ ποτ’ ἠναγκάσθην ἐπί τινος ἀνδρὸς πλουσίου ποιῆσαι, φιλοφαρμάκου τε καὶ προσφερομένου συνεχέστατα φάρμακα. ἦν δὲ καὶ τὸ ἦθος οἷος ἥδεσθαι μάλιστα τοῖς τῶν πέλας ἐλέγχοις ὡς μηδὲν ἀκριβὲς ἐπισταμένων. εὑρὼν οὖν αὐτοῦ τοὺς σφυγμοὺς εἰς μέγεθος ἐπιδεδωκότας, εἶτα τῶν ἄλλων ἁπάντων αἰτίων τῶν εἰρημένων ἀφορίσας, ὑπολοίπου δὲ ἔτι μένοντος διορισμοῦ, πότερον ὑπὸ φαρμάκου θερμαίνοντος, ἢ λόγῳ παροξυσμοῦ πυρεκτικοῦ δὲ τοιοῦτον γέγονεν, καὶ γάρ πως καὶ ὁ καιρὸς αὐτὸς ἦν ὁ τῆς εἰσβολῆς τοῦ πυρετοῦ, δεῖξαί μοι τὴν γλῶτταν ἐκέλευσα καὶ κεχρωσμένην ὑπὸ φαρμάκου θεασάμενος αὖθις ἡψάμην αὐτοῦ τῶν σφυγμῶν οὐδεμίαν ὑποψίαν ἐνδούς. ἐν τούτῳ δὲ καὶ ὅτι πιεῖν φαρμάκου βουλόμενον αὐτὸν ἐν τῇ προτέρᾳ διεκωλύσαμεν ἀνεμνήσθην. εἶπον οὖν εὐθέως πρὸς τὸν ἄνθρωπον ὅτι πεπωκὼς εἴη φάρμακον. ὁ δὲ συνεὶς ὡς ἀπὸ τοῦ κατὰ τὴν γλῶτταν χρώματος ἐτεκμηράμην, αὖθίς ποτε ποιήσας σφαιρία μικρὰ τοῦ φαρμάκου κατέπιεν, ὡς μὴ χρωσθῆναι τὴν γλῶτταν. ἀλλ’ ἐγὼ καὶ τοῦτ’ ἐξεῦρον αὐτοῦ τὸ σόφισμα. θεασάμενος γὰρ τὴν γλῶτταν, εἶτ’ αὖθις ἁψάμενος τοῦ σφυγμοῦ καὶ τἄλλα διορισάμενος ἃ μικρὸν ἔμπροσθεν εἴρηται, μᾶλλόν πως ἐπὶ τὸ φάρμακον ἐφερόμην τὴν γνώμην, καὶ πάλιν διαλιπὼν καὶ πάλιν ἁψάμενος, ἠπιστάμην δὲ τὸ φιλόνεικον τἀνδρὸς, ἐτόπασά τε τὸ γεγονὸς ἀποτολμήσας τε πρὸς αὐτὸν ἔφην, ἀλλὰ μέντοι σύ μοι δοκεῖς εἰληφέναι φάρμακον. τοῦ δ’ ἀρνουμένου κατὰ τὸ καρτερώτατον καὶ μάρτυρας τοὺς παραμένοντας οἰκέτας ἐπικαλουμένου, κατέχων αὐτοῦ τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἐφαπτόμενος, ἆρ’ οὖν, ἔφην, δύναιό μοι καὶ ὀμόσαι τινὰ ὅρκον ὃν ἂν ἐγώ σε κελεύσω; ὁ δ’ οὔθ’ ἑτοίμως ἀπεκρίνατο πρὸς τοῦτο καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν ἀνωμάλου ἴσχεν ὡς ἐπ’ ἀγωνίᾳ. καὶ μὴν, ἔφην, ἀκριβῶς ἔλαβες τοῦ φαρμάκου καὶ μὴ ὄμνυε. πρὸς μὲν δὴ τοὺς οὕτως ἀβελτέρους καὶ αὐτὸν εὐμήχανον εἶναι χρή. τὰ πολλὰ δὲ οὐ μόνον οὐκ ἀντιπράττουσιν οἱ ἰδιῶται τοῖς ἰατροῖς εἰς τὸν ἀπὸ τῶν ἔξωθεν διορισμὸν, ἀλλὰ καὶ συμπράττουσιν, αὐτόματοι διηγούμενοι πάντα. καὶ ἡμῖν περὶ μὲν τῆς εἰς μέγεθος ἐπιδόσεως τῶν σφυγμῶν αὐτάρκως εἴρηται τά γε πρῶτα· μετιέναι δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τοῦ λόγου. ἐπειδὴ γὰρ οὐ καθ’ ἕνα τρόπον ὁ μέγας λέγεται σφυγμὸς, ἀλλ’ ὁ μὲν ὡς πρὸς τὸν σύμμετρον, ὁ δ’ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα, διττὸς δ’ ἐστὶν οὗτος ὁ ἐπιτυχὼν, ὁ μὲν ἐλάττων ἢ κατὰ τὸν σύμμετρον, ὁ δὲ μείζων, ἐφεξῆς ἂν εἴη διελθεῖν περὶ τῆς εἰς μέγεθος ἐπιδόσεως ἑκατέρων τῶν σφυγμῶν, λέγω δὲ τοῦ ἐλάττονος ἢ κατὰ τὸν σύμμετρον καὶ τοῦ μείζονος. κοινὸν μὲν οὖν ἁπάσης τῆς εἰς τὸ μέγεθος ἐπιδόσεως ηὐξῆσθαι τὴν θερμότητα μόνην καθ’ ὃν δηλονότι χρόνον οὔθ’ ἡ δύναμις οὔτε τὰ ὄργανα πέπονθε, ἀκίνητος δ’ ἐστὶν ὁ κάμνων. ἴδιον δὲ τῆς μὲν ἐκ τοῦ κατὰ φύσιν ἐκτροπῆς τὸ μόνον τὸ μέγεθος αὐξηθῆναι, τῶν δ’ ἄλλων δυοῖν τὸ καὶ τὸ τάχος, ἔστιν ὅτε δὲ καὶ τὴν πυκνότητα. φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ὃν ὀλίγον ἔμπροσθεν ἀπελίπομεν ἄνθρωπον εἰς μέγεθος ἐπιδεδωκότα τοὺς σφυγμοὺς εὑρεῖν ἡμᾶς, ἐπὶ πλέον ἔτι τὴν αὔξησιν αὐτῶν ἐσχηκότα, τούτῳ καὶ τὴν θερμασίαν μὲν ἀναγκαῖον ἐπιτετάσθαι. κοινὸν γὰρ τοῦτο ἦν τῶν εἰς μέγεθος ἐπιδόσεων ἁπασῶν, ἴδιον δὲ ἐπὶ τῷ κοινῷ τὸ καὶ τὸ τάχος ἐξηλλάχθαι, καὶ ἔτι πλέον γε, εἰ ἡ εἰς τὸ μέγεθος ἐπίδοσις γίγνοιτο τῶν σφυγμῶν, οὐ τὸ τάχος μόνον, ἀλλ’ ἤδη καὶ τὴν πυκνότητα. δέδεικται γὰρ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ βραχὺ μὲν αὐξανομένης τῆς θερμότητος εἰς μέγεθος μὲν ἐναργῶς ἐπιδιδοὺς ὁ σφυγμὸς, εἰς τάχος δ’ οὐκ ἐναργῶς, ἐπιπλέον δ’ αὐξηθείσης καὶ τῷ μεγέθει μὲν ἔτι προσλαμβάνων, ἀλλὰ καὶ εἰς τὸ τάχος ἐναργῶς ἐπιδιδοὺς, καί τι πυκνότητος προσκτώμενος, ὥσπερ γε καὶ εἰ ἐπὶ πλεῖστον αὐξάνοιτο καὶ ἡ χρεία τῆς τῶν σφυγμῶν γενέσεως ὑπὲρ τὴν μεγίστην εἴη διαστολὴν, εἰς μέγεθος μὲν οὐκ ἐπιδιδοὺς, ὅτ’ εἰς ἔσχατον ηὔξητο, τῷ τάχει δ’ ὅσον ἐγχωρεῖ προστιθεὶς ἅμα τῇ πυκνότητι, κᾀπειδὰν μηδὲ τὸ τάχος ἔτ’ ἐπιτείνεσθαι δύνηται, τὴν πυκνότητα κατεπείγων. ὑποκείσθω δὴ πάλιν ἕτερος ἄῤῥωστος οὐδὲν μὲν οὔτε τὴν δύναμιν οὔτε τὰ ὄργανα βεβλαμμένος, ἐλάττονα δὲ τοῦ κατὰ φύσιν ἔχων τὸν σφυγμὸν, εἶτα καὶ τῷ τοιούτῳ μείζων γιγνέσθω χωρὶς τῆς ἔξωθεν κινήσεως, ἀληθὲς μὲν εἰπεῖν, ὅτι καὶ τῷδε πλέων ἡ θερμότης ἐγένετο τῆς ἔμπροσθεν, καὶ κατά γε τοῦτο κοινὴν ἀπόφασιν ἕξει τῇ δὶς ἤδη προειρημένῃ. τὸ δ’ ἴδιον αὐτῆς ἔσται τὸ μὴ ἐκ μικροτέρου μόνον τοῦ σφυγμοῦ γεγονέναι τὴν εἰς τὸ μέγεθος ἐπίδοσιν, ἀδύνατον γὰρ ἄνευ τοῦ καὶ βραδύτερον καὶ ἀραιότερον γενέσθαι, μικρότερον ἀπεργασθῆναί ποτε τοῦ κατὰ φύσιν αὐτὸν, ἀλλὰ μηδὲ μείζονα μόνον οἷόν τε γενέσθαι χωρὶς τοῦ θάττονά τε καὶ πυκνότερον. ὅτι γὰρ ἡ τοιαύτη διάθεσις, ἐν ᾗ μικρότερος ὁ σφυγμὸς τοῦ κατὰ φύσιν ἐγένετο, σὺν ἀραιότητί τε καὶ βραδύτητι συνίσταται, τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων εὔδηλόν ἐστι.

Chapter 2

Μεταβάντες οὖν περὶ τῆς εἰς μικρότητα τροπῆς τῶν σφυγμῶν ἐπισκεψώμεθα· τρεῖς μὲν δὴ καὶ ταύτης εἰσὶν ἅπασαι διαφοραί. ἤτοι γὰρ ἐκ τοῦ κατὰ φύσιν τε καὶ συμμέτρου προσαγορευομένου, ἢ ἐκ τοῦ μείζονος ἢ κατὰ τοῦτον, ἢ ἐκ τοῦ μικροτέρου τὰς εἰς μικρότητα συμβαίνει γίνεσθαι διαφοράς. καλεῖται δὲ ὁ μὲν μείζων τοῦ συμμέτρου μέγας ἁπλῶς, ὁ δ’ ἐλάττων μικρός. ἀρξώμεθα οὖν πάλιν κᾀνταῦθα ἀπὸ τῶν κοινῶν αὐτοῖς, εἶθ’ ἑξῆς ἐπὶ τὰ καθ’ ἕκαστον ἴδια μεταβῶμεν. εὐθὺς γὰρ ἐν τῷ τὸ κοινὸν ἐπισκοπεῖσθαι καὶ ἡ τῆς τῶν ἰδίων εὑρέσεως ὁδὸς ἐγκαλύπτεται. ὑποκείσθω δή τις σφυγμὸς ἐπί τινος ἀνθρώπου μικρότερος μὲν τοῦ πρόσθεν, ἑτέραν δὲ μηδεμίαν ἐσχηκὼς μεταβολὴν κατ’ ἄλλο γένος μηδέν· καὶ ζητείσθω, τίς γ’ ἔμπροσθεν ἦν διάθεσις αὐτῷ, καὶ τίς νῦν ἐστιν. ἡ δὲ τῆς ζητήσεως ὁδὸς ἥδε. μικρότερος ἑαυτοῦ γίνεται σφυγμὸς ἤτοι τῆς δυνάμεως ἀσθενεστέρας ἀποτελεσθείσης, ἢ τῶν ὀργάνων σκληροτέρων, ἢ τῆς χρείας ἐκλυθείσης. ἀλλ’ οὔθ’ ἡ δύναμις ἀσθενεστέρα γέγονε νῦν, ἢ πάντως ἀμυδρότης συνῆν τῇ μικρότητι, οὔτε τὸ σῶμα τῆς ἀρτηρίας σκληρότερον, οὕτω γὰρ οὐ μόνον μικρότερος, ἀλλὰ καὶ σκληρότερος ἦν ὁ σφυγμός. ὑπολείπεται οὖν ἡ χρεία μόνον ἠλλοιῶσθαι, καὶ εἴπερ ἀκίνητος ὁ ἄνθρωπος ἐν τῷ τέως ἐγένετο, κατὰ τὸ ποσὸν τῆς μεταβολῆς γεγενῆσθαι. καὶ μὲν δὴ καὶ ὡς ἐκ τοῦ μείζονος ἢ κατὰ φύσιν σφυγμοῦ τὴν τοιαύτην γεγονέναι τροπὴν εὔδηλόν ἐστιν τοῖς μεμνημένοις ἐν τῷ πρώτῳ τῶν δεδειγμένων περὶ τῶν ἐν σφυγμοῖς αἰτίων. ἥ τε γὰρ ἐκ τοῦ κατὰ φύσιν εἰς μικρότητα τροπὴ διὰ ψύξιν εὐθὺς καὶ ἀραιότερον αὐτὸν ἐργάζεται καὶ βραδύτερον, ἥ τε ἐκ τοῦ μεγάλου ὑπὲρ τὸ σύμμετρον ηὐξημένου καθαίρεσις τοῦ συμμέτρου εὐθὺς καὶ τοῦ τάχους τι καὶ τῆς πυκνότητος προσλαμβάνει, διὰ τὸ τὸν ἐπιπλέον ηὐξημένον ὑπὲρ τὸν κατὰ φύσιν ἐν τοῖς τρισὶ γένεσι μεταβάλλειν. ὁ τοίνυν τοῦ μεγέθους μόνον ἀφῃρηκὼς, τἄλλα δὲ φυλάττων ἄτρεπτα σφυγμὸς, ὁ βραχεῖ μείζων ἐστὶ τοῦ κατὰ φύσιν. οὗτος γὰρ μόνος ἐπὶ βραχείᾳ θερμότητος αὐξήσει συνίσταται. τῶν δ’ ἄλλων τῶν εἰς μέγεθος ἀλλοιουμένων οὐδεὶς ἄνευ τοῦ καὶ τάχος προσλαβεῖν ἢ πυκνότητα τοιοῦτος ἀποτελεῖται. ὥστε οὐδὲ καθαιρήσει τις ἄλλος πλὴν τοῦδε μόνον τὸ μέγεθος. ὁ γὰρ εἰς τοῦτο μόνον αὐξηθεὶς ἐπὶ θερμότητι μειώσει τοῦτο μόνον ἐπὶ ψύξει, ὁ δέ γε εἰς τοσοῦτον ἀλλοιωθεὶς ὑπὸ θερμότητος ὡς μὴ τὸ μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τάχος ὑπαλλάξαι καὶ τὴν πυκνότητα, τὴν εἰς τοὔμπαλιν ὁδὸν ἕξει διὰ τῶν αὐτῶν κατὰ γένος ἀλλοιώσεων, ὥστε οὐ μόνον μικρότερος, ἀλλὰ καὶ βραδύτερος καὶ ἀραιότερος ἔσται τοῦ πρόσθεν. ὁμοίως δὲ καὶ ἡ ἐκ τοῦ συμμέτρου πρὸς τὸν ἐλάττονα τροπὴ καὶ ἡ ἐκ τούτου πάλιν ἐπὶ τὸν ἔτι μικρότερον ἀλλοίωσις εὐθέως καὶ ἀραιότερον ἑαυτοῦ καὶ βραδύτερον ἐργάζεται τὸν σφυγμόν. συμμετρίαν γάρ τινα διαστολῆς σφυγμὸς κέκτηται κατὰ φύσιν ἐχόντων, ἣν ἀπόλλυσι μὲν ἐξ ἀνάγκης, ἄν τε θερμότερον ἄν τε ψυχρότερον ἑαυτοῦ γένηται τὸ σῶμα. οὐ μὴν ὅ γε τῆς ἀπωλείας τρόπος ὁ αὐτός. ἐν μὲν γὰρ τῷ θερμαίνεσθαι τὸ μέγεθος ἐναργῶς πρῶτον, εἶτα τὸ τάχος, εἶθ’ ἡ πυκνότης αὐτῷ προσγίνεται. ψυχομένων δ’ ἔμπαλιν ἀραιότης μὲν ἐναργὴς πρώτη, δευτέρα δὲ βραδύτης, μικρότης ἐσχάτη. λέλεκται δ’ ὑπὲρ αὐτῶν ἱκανῶς ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων. οὔκουν ἔτι χρὴ μηκύνειν περί γε τούτων, ἀλλ’ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβάντας ἑξῆς τοῖς εἰρημένοις διορίζεσθαι τὰς τὴν ψύξιν ἐργασαμένας αἰτίας, τοσαύτας κατὰ γένος οὔσας ὅσαι περ αἱ θερμαίνουσαι. καὶ γὰρ ἀὴρ ψυχρὸς ἔξωθεν προσπεσὼν, ὥσπερ οὖν καὶ ὕδωρ ψυχρὸν, ἢ λουτρὸν, ἢ φάρμακον ἐπαλειφθὲν τῷ σώματι ψύχει, ἢ καὶ μακρά τις ἡσυχία καὶ οἷον φωλεία ψυχρότερον ἐργάζεται τὸ σῶμα· καὶ τῶν εἴσω μεταλαμβανομένων, ὅτ’ ἂν ἀναπνεόμενος ἀὴρ ψυχρὸς ὢν, καὶ τροφὴ φλεγματώδης καὶ φάρμακόν τι φύσει ψυχρὸν, ὕδατός τε ψυχροῦ χρῆσις ἄμετρος· ἔκ τε τῶν παθῶν τῆς ψυχῆς ὁ πολυχρόνιος φόβος, ἔκ τε τῶν ἐν τῷ σώματι περιεχομένων χυμῶν ὅσοι ψυχροὶ τὴν κρᾶσιν ἡσυχάζοντες πρότερον ἐκινήθησαν νῦν, ἢ ὅλως ἰσχνότεροί πως ἐγένοντο τῶν θερμῶν. διορίζεσθαι δ’ αὐτὰ κατὰ μέρος ἀνάλογον τοῖς εἰρημένοις εἴη ἐπὶ τῶν θερμαινόντων αἰτίων. δὶς γὰρ ὑπὲρ τῶν ὁμοίων λέγειν οὐκ ἀναγκαῖον. ἡ μὲν δὴ κατὰ μέγεθός τε καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν ὑπὸ τοιούτων τε καὶ τοσούτων αἰτίων ἀποτελεῖται, πρὸς γοῦν τὴν φύσιν αὐτοῦ τοῦ πράγματος, ἐπεὶ πρός γε τὴν ἡμετέραν διάγνωσιν ἔτ’ ἐνδεῖ, πολλάκις γὰρ ἡ μὲν ἀρτηρία διαστέλλεται μέγιστον, ὅσον ὑπ’ αὐτῇ, ἀποκρύπτεται δ’ ἢ κωλύεται τὸ μέγεθος τῆς διαστολῆς διὰ τὸ πλῆθος, ἢ τὸ τάχος, ἢ τὴν σκληρότητα τῶν περικειμένων, ἢ προκειμένων σωμάτων. αὕτη μὲν γὰρ ἡ οὐσία τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν κατὰ τὸν κύκλον τῆς ἀρτηρίας συνίσταται, τοῦ μήκους ἴσου φυλαττομένου διὰ παντὸς, οὐ μὴν φαίνεταί γ’ ἴσον, ἀλλ’ ἀποκρύπτεταί τι μέρος αὐτοῦ. καὶ λέλεκται μὲν οὖν ἤδη περὶ τούτου κᾀν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων. εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρηστὸν ἀναμνήσεως ἕνεκεν.

Chapter 3

Τῆς ἀρτηρίας τὸ μὲν ὕψος ἀναλόγως ἀεὶ τῷ πλάτει διαστέλλεται. κατακρύπτεται δὲ ἢ κωλύεται πολλάκις ὑπὸ τῶν περικειμένων τε καὶ προσκειμένων σωμάτων ἤτοι σύμπασα ἡ κίνησις ἢ μοῖρά γέ τις αὐτῆς, καὶ τοῦτο τὸ κωλυόμενον ἤτοι κατὰ τὸ βάθος μᾶλλον, ἢ κατὰ τὸ πλάτος, ἢ κατὰ τὸ συναμφότερον ὡσαύτως φαίνεται. ὅταν μὲν οὖν ἀδιάγνωστος ὡς πρὸς τὴν ἡμετέραν ἁφὴν ἡ κίνησις ᾖ, καθ’ ὅλον μὲν τὸ ζῶον συμβάντος τούτου, ὡς μηδαμόθι μηδεμίαν ἀρτηρίαν φαίνεσθαι κινουμένην, ἀσφυξία τὸ πάθημα προσαγορεύεται, κατὰ μὲν τὴν ἀλήθειαν οὐδέποτε ἐν ζῶντι σώματι γινομένη, κινεῖται γὰρ ἡ καρδία διαπαντὸς ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις, ὡς μέντοι πρὸς τὴν ἡμετέραν ἁφὴν ἔξωθεν ἐπιβαλλομένην πολλάκις εὑρισκομένη. πρόκεινται γὰρ δὴ τοῦ τῶν ἀρτηριῶν σώματος πάντως μὲν ὑμένες τέ τινες καὶ δέρμα, πολλαχόθι δὲ καὶ πιμελὴ καὶ σὰρξ ὑφ’ ὧν οὐ μόνον ἀποκρύπτεσθαι τὸν σφυγμὸν, ἀλλὰ καὶ κωλύεσθαι συμβαίνει. τελέως μὲν οὖν ἀποκρυπτομένης τῆς κινήσεως, εἰ μὲν ἐν ἅπασι τοῖς μέρεσι τῶν ἀρτηριῶν ἁπασῶν τοῦτο συμβαίνῃ, τὸ πάθος ἀσφυξίαν ὀνομάζουσιν, εἰ δὲ κατὰ μὲν τινὰ μέρη φαίνοιτο κινούμενα, τὰ δὲ μὴ, κατὰ τὸ μῆκος ἐν τούτῳ διαφορὰν ἴσχουσιν οἱ σφυγμοί. καὶ δὴ καὶ καλοῦνται μακροὶ μὲν οἷς ἂν τὸ τῆς αἰσθητῆς κινήσεως μῆκος ὑπὲρ τὸ κατὰ φύσιν, βραχεῖς δὲ οἷς ἂν ἔλαττον τοῦ κατὰ φύσιν, οἷς δ’ ἴσον τῷ κατὰ φύσιν σύμμετροι. τοσοῦτον γὰρ ἀεὶ φαίνεται τῆς κινήσεως τῶν ἀρτηριῶν ὅσον ἐπιτρέπει τὰ προβεβλημένα σώματα. καὶ διὰ τοῦτο τοῖς μὲν παχέσι βραχεῖς οἱ σφυγμοὶ, τοῖς δ’ ἰσχνοῖς μακροὶ, καθάπερ καὶ τοῖς εὐσάρκοις τε καὶ συμμέτροις σύμμετροι φαίνονται. καὶ αὐτῆς μέντοι τῆς φαινομένης κινήσεως οὐκ ἀεὶ ὁμοίως κωλύεται τῷ βάθει τὸ πλάτος, ἀλλ’ ἐπειδὰν μὲν αἱ κατὰ τὰ πλάγια χῶραι τῶν ἀρτηριῶν ἤτοι πιμελῆς, ἢ σαρκὸς, ἢ ἀτμῶν, ἢ ὑγρῶν ὦσι πλήρεις, τὸ δ’ ἐπικείμενον ἄνωθεν δέρμα καὶ μηδὲν αὐτὰς βαρύνῃ, τοῦ πλάτους ἡ κίνησις ἀμαυροῦται μόνον, καὶ μᾶλλον, εἰ σφοδρὸς ὁ σφυγμὸς εἴη καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. ἐπειδὰν δὲ καθαραὶ μὲν αἱ παρακείμεναι χῶραι, ῥυσσὸν δ’ ᾖ τὸ ἐπικείμενον αὐταῖς δέρμα, τοῦ βάθους ἡ κίνησις ἐν τῷ τοιούτῳ σώματι πλέον ἀφανίζεται, καὶ μᾶλλον, εἰ μήτε σφοδρὸς εἴη ὁ σφυγμὸς καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. ὅταν οὖν εὕρῃς μακρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, εἰ μὲν καὶ τὸ πλάτος αὐτοῦ καὶ τὸ βάθος εἴη συνηυξημένον, ἐπισκέπτου πότερον ὁ ἄνθρωπος ἰσχνότερος ἑαυτοῦ γέγονεν, ἢ θερμότερος, ἀφωρισμένης τῆς ἐπικτήτου κινήσεως. εἰ μὲν γὰρ ἰσχνότερος εἴη γεγενημένος, εἰ μὲν ἐπὶ τοσοῦτον ἐφ’ ὅσον καὶ ὁ σφυγμὸς μείζων, ἓν τοῦτο μόνον ἠλλοίωσεν αὐτὸν, εἰ δ’ ἐπ’ ἔλαττον, οὐ μόνον τοῦτ’ ἐστὶν αἴτιον, ἀλλὰ καὶ θερμότης, εἰ δ’ ἐν αὐτῷ μένοι τὰ τῆς τοῦ σώματος σχέσεως, ἡ θερμότης ηὔξηται μόνον, εἰ δὲ καὶ παχύτερος εἴη γεγονὼς, διπλάσιον ηὐξῆσθαι λογίζου τὴν θερμότητα. τὸ δ’ ὑπὸ τίνος αἰτίας ηὔξηται διορίζεσθαι τοῖς ἔμπροσθεν εἰρημένοις. εἰ μέντοι μακρότερος ὁ σφυγμὸς εἴη γεγονὼς καὶ πλατύτερος, μὴ μέντοι κατὰ τὴν αὐτὴν ἀναλογίαν εἰς ὕψος ηὐξημένος, ἀλλὰ διαμένων σύμμετρος, ἐπὶ τοῖς προειρημένοις διορισμοῖς ἔτι καὶ τοῦτ’ ἐξαίρετον ὑπάρχειν ἀναγκαῖον αὐτῷ, ῥυσσότερον γεγονέναι τὸ κατὰ τῆς ἀρτηρίας ἄνωθεν ἐπικείμενον δέρμα. καὶ εἰ καταστρέφοις τὸ κῶλον, ὥσθ’ ὅπερ ἄνωθεν ἦν αὐτοῦ πρότερον εἶναι νῦν κάτωθεν, οὐδὲν οὕτως ἐκκεκολοῦσθαι φανεῖται τὸ βάθος. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ πρῶτοι πάντων εἰσὶ γεγραμμένοι κατὰ τὸ διάγραμμα τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ἐν τῷ προτέρῳ περὶ τῆς διαφορᾶς αὐτῶν, ὃ περὶ τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων ἐποιήσαμεν. ἑξῆς δὲ αὐτῶν γέγραπται τρίτος ὁ κατὰ τὸ μῆκός τε καὶ τὸ πλάτος ὑπερβάλλων τὸν κατὰ φύσιν, ἐν δὲ τῇ κατὰ βάθος διαστάσει ταπεινὸς, ὃς καὶ σπανιάκις εὑρίσκεται. μεγάλως γὰρ ὑπὸ τῶν ὑποκειμένων σωμάτων βαρυνομένης γίνεται τῆς ἀρτηρίας, ὅπερ οὐκ ἄν ποτε συμβαίη χωρὶς τοῦ καὶ τὴν δύναμιν ἀσθενεστέραν γενέσθαι καὶ τὸν χιτῶνα τῆς ἀρτηρίας ἐσχάτως μαλακὸν, ὧν τὸ μὲν ἀτονώτερον τοῦ κατὰ φύσιν, τὸ δὲ μαλακὸν ἱκανῶς ἐργάζεται τὸν σφυγμόν. ὥστε μετὰ μὲν τούτων γίνοιτ’ ἄν ποτε μακρὸς ἅμα καὶ πλατὺς καὶ ταπεινὸς, ἄλλως δ’ οὐκ ἂν γένοιτο. καὶ μὲν δὴ καὶ ὁπότε φαίνεται τοιοῦτον, οὐδὲ τότε πολὺ τοῦ κατὰ φύσιν οὔτ’ ἐπὶ τὸ ταπεινότερον οὔτε ἐπὶ τὸ πλατύτερον ἐξίσταται, οὐ γὰρ ἐγχωρεῖ κατὰ μὲν τὸ βάθος ἐσχάτως βαρύνεσθαι τὴν ἀρτηρίαν, κατὰ δὲ τὸ πλάτος οὐδ’ ὅλως, ὥσπερ γε οὐδ’ ἐπὶ πλεῖστον μὲν ὕψος ἀνέρχεσθαι, παντάπασι δ’ ἐστενῶσθαι. πλέον μὲν γὰρ ἐπιδίδωσιν ὕψος ὡς τὰ πολλὰ, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρὸς ὁ σφυγμὸς, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς τὸν αὐτὸν ὑψηλότατόν τε ἅμα καὶ στενώτατον ὑπάρχειν. εἰ μέντοι περιστραφείη κᾀπὶ τούτου σφυγμοῦ τὸ κῶλον, ὡς τὰ τέως ὑπερκείμενα μέρη νῦν ὑποκείμενα γενέσθαι, καὶ ἡ κατὰ τὸ βάθος αὐτῶν διάστασις ἐπίδοσιν ἕξει καὶ οὐκ ἔτι φαίνεται ταπεινός. ἀλλ’ ὥσπερ μακρὸς καὶ πλατὺς, οὕτω καὶ ὑψηλὸς, ὅπερ ἐστὶ μέγας. ὁ γὰρ κατὰ τὰς τρεῖς διαστάσεις αὐξηθεὶς μέγας λέγεται. διοριστέον οὖν ἐπ’ αὐτῷ πρὸς τοῖς εἰρημένοις καὶ τὰ τῶν πρώτων ἁπάντων εἰρημένα. προσεπισκεπτέον δὲ καὶ εἰ τοῦ πλάτους ἀφαιρεῖ τι περιστρεφομένου τοῦ κώλου. γίνεται γὰρ καὶ τοῦτ’ ἐνίοτε, καὶ δηλοῖ πόσον ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν ἔμπροσθεν ἐπλατύνετο τὸ ἀγγεῖον. ὁ δ’ ἐπὶ τοῖσδε τέταρτος ὁ μακρὸς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, ὅσον μὲν ἐφ’ ἑαυτοῦ πλατύς ἐστιν, ὥσπερ καὶ ὑψηλὸς, ἀλλὰ ὑπὲρ τοῦ στενοχωρεῖσθαι κατὰ τὰ πλάγια κεκολοῦσθαι τὴν εἰς τοῦτο κίνησιν. ὅλως γὰρ ἐπειδὰν ἤτοι τὸ πλάτος ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν, ἢ τὸ βάθος ὑπὲρ τὴν τοῦ πλάτους ᾖ, παραποδίζεται τὸ ἕτερον αὐτῶν ἤτοι διὰ πλῆθος, ἤ πάχος, ἢ σκληρότητα τῶν προκειμένων σωμάτων, ἃ μεταξὺ τῆς ἀρτηρίας ἐστὶ καὶ τῆς ἐπιβαλλομένης ἁφῆς. καὶ γὰρ καὶ ἡ ῥυσσότης πλέονα τὰ ἐπικείμενα σώματα ποιεῖ, κατὰ τὰς ῥυτίδας ἐνδιπλοῦσα τὸ δέρμα. ὥστε καὶ ὁ τοιοῦτος σφυγμὸς ἢ ὄντως μέγας ὑπάρχων ἐμποδίζεται κατὰ τὸ πλάτος, ἢ φαίνεσθαι μέγας δυνάμενος ἐπὶ λεπτότητος τοῦ σώματος, ὅμως οὐ φαίνεσθαι, διότι κατὰ μίαν τῶν διαστάσεων ἐστενοχώρηται. ὁ δὲ πέμπτος ἐν τῷ διαγράμματι γεγραμμένος ὁ μακρότερος μὲν τοῦ κατὰ φύσιν, ἐν δὲ ταῖς ἄλλαις ταῖς δύο διαστάσεσι σύμμετρος, ἰσχνότερον μὲν δηλοῖ ἑαυτοῦ τὸν ἄνθρωπον γεγονέναι, τὸν σφυγμὸν δὲ ὅσον ἐφ’ ἑαυτῷ μικρότερον τοῦ κατὰ φύσιν. ἐπειδὴ γὰρ ὁ μακρὸς σφυγμὸς ἢ διὰ μέγεθος οἰκεῖον, ἢ διὰ λεπτότητα φαίνεται τοιοῦτος, οὐ μὴν νῦν γε διὰ μέγεθος ἐγένετο μακρὸς, ἦν γὰρ ἂν οὕτω καὶ ὑψηλὸς ἅμα καὶ πλατὺς, ἢ πάντως γε τὸ ἕτερον αὐτῶν ἀπολείπεται διὰ λεπτότητα μακρὸς γεγονέναι. ἀλλ’ ἐπεὶ τοῖς ἰσχνοτέροις τοῦ κατὰ φύσιν οἱ σφυγμοὶ μείζους φαίνονται, δῆλον ὡς στενώτερός τε καὶ ταπεινότερος ὁ σφυγμός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐφ’ ἑαυτῷ· εἰ δὲ ταῦτα, καὶ μικρότερος ὅσον ἐφ’ αὑτῷ. ὁ δ’ ἐφεξῆς τῷδε γεγραμμένος ἕκτος ὁ μακρὸς καὶ ταπεινὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, διὰ τὰς προειρημένας αἰτίας ἥττων τοῦ κατὰ φύσιν ὑπάρχων, ὅσον ἐφ’ ἑαυτῷ διὰ λεπτότητα φαίνεται μακρός. ἀλλὰ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς τὸν πέμπτον· ἴδιον δ’ ἐξαίρετον κεκολοῦσθαι τὸ βάθος δι’ ἣν ὀλίγον ἔμπροσθεν εἶπον αἰτίαν. ἕβδομος δ’ ἦν ἐν τῷ διαγράμματι σφυγμὸς μακρὸς ἅμα καὶ στενὸς καὶ ὑψηλὸς, ὃς ἐφαίνετ’ ἂν ὁμοίως τῷ πάντων πρώτῳ μέγας, μὴ τὸ πλάτος ἐστενοχωρεῖτο. τὰ δὲ ἄλλα καὶ περὶ τοῦδε παραπλησίως τῷ πρώτῳ πάντων δεῖ διορίζεσθαι. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὸν τρίτον εἴρηται, καὶ ταῦτ’ ἐνταῦθα προστιθέναι, τὸ μήτε πολλάκις φαίνεσθαι τὸν τοιοῦτον σφυγμὸν μήθ’ ὅταν φαίνηται, πλεῖστον ὅσον ὑπερβάλλειν μὲν τοῦ συμμέτρου κατὰ τὸ ὕψος, ἀπολείπεσθαι δὲ κατὰ τὸ πλάτος. ὁ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένος ὄγδοος ὁ μακρὸς ἅμα καὶ στενὸς καὶ σύμμετρος κατὰ τὸ βάθος ὅτι μὲν μικρός ἐστι κατὰ τὴν οἰκείαν οὐσίαν, εὔδηλον ἐκ τῶν ἐπὶ τοῦ πέμπτου προειρημένων· ἰσχνοῦ δὲ τοῦ σώματος γενομένου φαίνεται μακρότερος. τὸ δὲ ἴδιον ἐξαίρετον αὐτῷ παρὰ τὸν πέμπτον, ἡ τοῦ πλάτους στενότης, ἐστενοχωρῆσθαι κατὰ τοῦτο δηλοῦσα τὴν ἀρτηρίαν. ὁ δὲ ἔννατος σφυγμὸς ὁ μακρὸς καὶ στενὸς καὶ ταπεινὸς ἔτι δὴ καὶ μᾶλλον ἐνδείκνυται μικρὸς μὲν ὢν ὅσον ἐφ’ ἑαυτῷ, φαινόμενος δὲ μακρὸς δι’ ἔκτηξιν τοῦ σώματος. ὡς ἐπὶ τὸ πολὺ δὲ αὐτῷ σύνεστιν ἀμυδρότης καὶ σκληρότης. εἰ δὲ μήτε σκληρὸς ᾖ μήτ’ ἄγαν ἀμυδρὸς, ἐπὶ καταψύξει τοιοῦτος ἀποτελεῖται. οὕτως μὲν οὖν ἅπαντες οἱ εἰρημένοι νῦν ἐννέα σφυγμοὶ μακρότερον ἔχουσι τὸ μῆκος τοῦ κατὰ φύσιν, ἐξαλλάττονται δὲ κατὰ τὰς λοιπὰς δύο διαστάσεις. οἱ δ’ ἐφεξῆς ἐννέα σύμμετροι κατὰ τὸ μῆκος ὄντες ὑπαλλάττονται κατά τε τὸ βάθος καὶ τὸ πλάτος. ὁ μὲν οὖν δέκατος ὑψηλὸς ἅμα καὶ πλατὺς φαινόμενος ἐφ’ ἑνὸς μὲν ἀνθρώπου τῷ συμμέτρῳ παραβαλλόμενος ἀδύνατος συστῆναι, πλὴν εἴ ποτε κατὰ τὸ σπάνιον ἡ θέσις ὅλη τῆς ἀρτηρίας ἐξαλλάττοιτο, πρὸς δὲ τὸν ἁπλῶς σύμμετρον εἰ παραβάλλοιτο, καὶ γενέσθαι δυνατός ἐστι. καὶ αἰτία τῆς γενέσεως αὐτοῦ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα. σύμπτωμα γάρ ἐστιν ἀρτηρίας, ἑκατέρωθεν μὲν ὑπὸ βαθείᾳ σαρκὶ κρυπτομένης, κατὰ δέ τι μέσον ὀλίγον ἐκκειμένης προπετοῦς. ὁ δὲ ἑνδέκατος τοῦ προγεγραμμένου παραλλάττων ἑνὶ μόνῳ, τῷ βάθος ἴσον ἔχειν τῷ κατὰ φύσιν, ἐκ περιττοῦ προσερχομένην ἔχει τὴν τοῦτο ταπεινοῦσαν αἰτίαν. τὰ δ’ ἄλλα τῷ δεκάτῳ ταὐτά. ὁ δὲ δωδέκατος ὁ πλατὺς καὶ ταπεινὸς ἐπὶ συμμέτρῳ μήκει, περιστραφέντος τοῦ κώλου γίνεται. ἤτοι γὰρ φανεῖται πάντῃ σύμμετρος ἢ μέγας. εἰ μὲν οὖν πάντη σύμμετρος φαίνοιτο, δηλώσει τὸ μὲν ὕψος ἔμπροσθεν ἐπ’ ὀλίγον τεθλίφθαι, τὸ δὲ πλάτος ἐκτετάσθαι διὰ μαλακότητα τῆς ἀρτηρίας· εἰ δὲ μέγας, ἐπὶ πλεῖστον τεθλίφθαι τὸ ὕψος. ὁ δὲ ιγ΄ ὑψηλὸς ἅμα καὶ σύμμετρος ἐν ταῖς λοιπαῖς δύο διαστάσεσιν ὅμοια μὲν τῷ δεκάτῳ κατά τε τὴν φυσικὴν διάπλασιν ἀποτελεῖται καὶ προσέτι τὴν τῆς κατὰ φύσιν θέσεως ἀλλοίωσιν. ἐκ περιττοῦ δ’ αὐτῷ πρόσεστι παρ’ ἐκεῖνον ἡ στενοχωρία τοῦ πλάτους. ὁ δὲ ιδ΄ ὁ κατὰ τὰς τρεῖς διαστάσεις σύμμετρος ὅτι μὲν τῷ κατὰ φύσιν ὁ αὐτὸς φαίνεται πρόδηλον· εἰ δὲ καὶ ὄντως ἐστὶν ἴσος τῷ κατὰ φύσιν ἐκ τῆς τοῦ σώματος σχέσεως διορίζεται. εἰ μὲν γὰρ ἰσχνότερος εἴη τοῦ κατὰ φύσιν, οὗτος ἂν ὅσον ἐφ’ ἑαυτῷ μικρότερος ὢν ὁ σφυγμὸς ἴσος φαίνοιτο τῷ συμμέτρῳ· εἰ δὲ παχύτερον εἴη τὸ σῶμα τοῦ κατὰ φύσιν, ὁ σφυγμὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ μέγας ἐστὶ, φαίνεται δὲ σύμμετρος ὑπὸ πολυσαρκίας κολουόμενος· εἰ δὲ μήτ’ εἰς ἰσχνότητα μήτ’ εἰς παχύτητα παραλλάττοι τὸ σῶμα, σύμμετρον ἐν τῷ τοιῷδε τὸν σφυγμὸν ἀναγκαῖον οὐ φαίνεσθαι μόνον, ἀλλὰ καὶ εἶναι. καὶ δέδεικταί γε ἡμῖν ἐν τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ὅτι πρὸς τοῦτον οἱ ἄλλοι πάντες παραβαλλόμενοι μεγάλοι καὶ μικροὶ καὶ μακροὶ καὶ βραχεῖς καὶ πλατεῖς καὶ στενοὶ καὶ ὑψηλοὶ καὶ ταπεινοὶ λέγονται. ὁ δὲ πεντεκαιδέκατος ὁ ταπεινὸς μὲν κατὰ τὸ βάθος, σύμμετρος δὲ ταῖς λοιπαῖς δύο διαστάσεσιν, ὁ αὐτός ἐστιν τῷ προγεγραμμένῳ τεσσαρεσκαιδεκάτῳ κατὰ πάντα, πλὴν ὅσα τὸ βάθος αὐτοῦ τέθλιπται. ὥσθ’ ὅσα ἐπ’ ἐκείνου προείρηται, ταῦτα κᾀπὶ τούτου χρὴ δοκεῖν εἰρῆσθαι. μεμνῆσθαι δὲ περὶ τῶν τοιούτων ἁπάντων προσήκει, τὸ δὲ καταστρεφομένον τοῦ κώλου μηκέτι φαίνεσθαι ταπεινόν. ὁ δὲ ἑκκαιδέκατος ὁ σύμμετρος μὲν ἐν τῷ μήκει, στενὸς δὲ καὶ ὑψηλὸς, ἤτοι κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα γίνεται φύσιν τοιοῦτος, ἢ κατὰ τὸ πλάτος, ἐπὶ τῇ κατὰ τὰ πλάγια θλίψει τῶν ἀρτηριῶν. ὁ δὲ ιζ΄ σύμμετρος μὲν κατὰ τὸ μῆκός τε καὶ βάθος, ἐν δὲ τῇ λοιπῇ διαστάσει στενὸς, ὅτι μὲν στενοχωρεῖται κατὰ τὰ πλάγια πρόδηλον ἐκ τῆς τοῦ βάθους συμμετρίας, τὰ δ’ ἄλλα πάντα κᾀπὶ τούτου τοῖς κατὰ τὸν ιδ΄ τε καὶ πεντεκαιδέκατον ὡσαύτως ἔχει. ὁ δὲ ιη΄ ὁ σύμμετρος μὲν κατὰ τὸ μῆκος, στενὸς δὲ καὶ ταπεινὸς, κατὰ μὲν τὴν οἰκείαν οὐσίαν μικρός ἐστι, φαίνεται δὲ τῷ μήκει σύμμετρος ἐπ’ ἰσχνότητα. συλλήβδην γὰρ εἰπεῖν ὅταν ὑπὲρ τὴν τοῦ βάθους τε καὶ τοῦ πλάτους ἀναλογίαν ἐκταθῇ τὸ μῆκος, ἰσχνότητα τοῦ σώματος ἐνδείκνυται, οὐ μὴν ὅταν γε μειωθῇ παρὰ τὴν ἀναλογίαν τοῦ βάθους, εὐσαρκίαν σημαίνει, ἀλλ’ ἤτοι φυσικήν τινα διάπλασιν ἢ θέσιν τῆς ἀρτηρίας ἀνώμαλον. ὁ δὲ ιθ΄ βραχὺς καὶ πλατὺς καὶ ὑψηλὸς ἤτοι φύσει φαίνεται τοιοῦτος ἐπὶ διαπλάσεως ἰδιότητα ἢ κατὰ τὸ πάθος ἐν τῇ θέσει διαστρεφομένης τῆς ἀρτηρίας. καὶ εἰκοστὸς δὲ κατὰ μὲν τὰς ἄλλας δύο διαστάσεις ὁ αὐτὸς τῷ ιθ΄ φαινόμενος, ἐν δὲ τῷ βάθει σύμμετρος. ἐξαίρετον, ὡς ἐπ’ ἐκείνου προείρηται, τὸ κεκολοῦσθαι τὸ ὕψος ἔχει. ὁ δὲ κα΄ ὁ βραχὺς καὶ πλατὺς καὶ ταπεινὸς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἔτι κᾀκεῖνα προσλήψεται τὰ…

Chapter 4

Ἡ…

Chapter 5

The complete text is available when the reading interface loads.