The Greek Library Author

Galen

Synopsis librorum suorum de pulsibus

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1825
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg063.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΓΑΛΗΝΟΥ ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΣΦΥΓΜΩΝ ΙΔΙΑΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.

Οἱ πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν ἐπιστήμης ἀκριβοῦς ὧν ἑκάστοτε μανθάνουσι, τὴν δὲ ἐπ’ αὐτὴν ἄγουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι, καὶ διὰ τοῦτο τοὺς κατὰ διέξοδον ἑρμηνευομένους λόγους ἀποδιδράσκοντες ὡς μακροὺς ἔνιοι μὲν εἰς ἀγωγὰς ἢ ὑπογραφὰς ἢ ὑποτυπώσεις ἀναγινώσκουσιν, ἔνιοι δὲ ἐπιτομὰς ἢ συνόψεις ἢ ἐπιδρομάς· εἶθ’ ὕστερόν ποτε προσπίπτοντες ἀντιλογικοῖς ἀνθρώποις, οὐ δυνάμενοί τε διαλύεσθαι τὰ πρὸς αὐτῶν λεγόμενα, διὰ τὸ μηδὲ θελῆσαι μαθεῖν αὐτῶν τὰς λύσεις, ἀφίστανται τῶν ἀληθῶν. χρὴ τοίνυν γινώσκοντας αὐτοὺς τοῦτο μάλιστα τὴν διεξοδικὴν διδασκαλίαν τῶν ἄλλων πλεονεκτοῦσαν, ὅτι μὴ μόνα τἀληθῆ διδάσκει, προστίθησι δ’ αὐτοῖς τὰς ἀποδείξεις καὶ τὰς ἀντιλογίας καὶ τὰς λύσεις αὐτῶν, ὅταν ἀποστῶσι τῆς τοιαύτης μαθήσεως, ἀφίστασθαι καὶ τοῦ διαλέγεσθαι τοῖς πέλας ὑπὲρ τῆς ἀληθείας ὧν ἔμαθον. οὐ μὴν ποιοῦσιν οὕτως· καὶ διὰ τοῦτο συμβαίνει δι’ ὅλου τοῦ βίου σαλεύειν αὐτῶν τὰς γνώμας ὥσπερ ἐν κλύδωνι ναῦν ὁρμοῦσαν· ὡς γὰρ ἄγκυραι τοῦ βεβαίως ὁρμεῖν καὶ μὴ μετακινεῖσθαι τὰς ἐπιστήμας αἱ ἀποδείξεις εἰσίν. ἐγὼ τοίνυν προτρέπω μανθάνειν μὲν ἅπαντα τελέως, ἤτοι γε εὐθὺς ἐξαρχῆς, ἢ δι’ ὑποτυπώσεως τινὸς ἢ συνόψεως προσεισαχθέντας· ἐὰν δ’ ἀκριβῶς μάθωσι, τηνικαῦτα καὶ τὰς ἐπιτομὰς ἀναγινώσκειν, ἐπειδὰν βουληθῶσιν ἀναμνησθῆναι δι’ ὀλίγων ῥημάτων ἃ πρόσθεν ἔμαθον μακρῶς. ὅλως μὲν γὰρ οὐδὲ προῃρούμην ἐμῆς πραγματείας ἐπιτομὴν ποιεῖσθαι, βέλτιον ἡγούμενος εἶναι τοὺς τὰς διεξόδους ἀκριβῶς ἀναλεξαμένους ἑαυτοῖς ἐπιτέμνεσθαι· χρήσιμοι γὰρ οὕτως αἵ τ’ ἐπιτομαὶ καὶ αἱ συνόψεις γίνονται, κατὰ τὴν ἰδίαν ἕξιν ἑκάστῳ γραφόμεναι. ἐπειδὴ ἄλλους ἔγνων ἐπιτομὰς ποιουμένους τῶν ἐμῶν πραγματειῶν οὐκ ὀρθῶς, αἷς ἐντυγχάνοντες οἱ τὰς διεξόδους ἀναγινώσκειν ὀκνοῦντες βλάπτονται, διὰ τοῦτ’ αὐτὸς ἠναγκάσθην ἐπὶ τήνδε τὴν πρᾶξιν ἀφικέσθαι παρὰ τὴν ἐξαρχῆς γνώμην, καὶ πρώτην γε πασῶν τὴν περὶ σφυγμῶν πραγματείαν εἰς σύνοψιν ἤγαγον. ἦν δ’ αὐτῆς ἡ πᾶσα διέξοδος εἰς τέτταρα μέρη διῃρημένη, πρῶτον μὲν τὸ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ τῆς διαγνώσεως, καὶ τρίτον τὸ τῶν αἰτίων, καὶ τέταρτον τὸ τῆς προγνώσεως. ἐν μὲν οὖν τῷ περὶ διαφορᾶς τῶν σφυγμῶν μέρει, πῶς ἂν εὕροι μεθόδῳ τὸν ἀριθμὸν τῶν σφυγμῶν πάντων, διδάσκεται· κατὰ δὲ τὸ δεύτερον μέρος, ὅπως ἄν τις ἕκαστον αὐτῶν διαγνοίη· τινὲς μὲν γὰρ τούτων δυσδιάγνωστοι, τινὲς δὲ ἀδιάγνωστοι πρός γε τὴν ἁφήν εἰσι· τὸ δὲ τρίτον μέρος, ὑπὸ τίνων αἰτίων ἕκαστος σφυγμὸς γίνεται, διδάσκει· τὸ δὲ τέταρτον, οὗ χάριν ἅπαντα ταῦτα ἀσκεῖται, περὶ τῆς δι’ αὐτῶν προγνώσεως ἐστί.

Chapter 2

Γεγονότων οὖν ἡμῖν καθ’ ἕκαστον μέρος τεττάρων βιβλίων, ὡς εἶναι τὰ σύμπαντα ἑκκαίδεκα, νῦν, ὡς ἔφην, ἐν τῷδε σύνοψιν αὐτῶν ποιήσομαι, ἀρξάμενος ἀπὸ τοῦ πρώτου περὶ τῆς διαφορᾶς· ἐν ᾧ προτέτακται τὸ προοίμιον, ἐπιδεικνύον ἄμεινον εἶναι τοῖς πράγμασιν αὐτοῖς προσέχειν τὸν νοῦν, καταφρονοῦντας τῶν ὀνομάτων. ὅπερ οὐκ ἐν ταύτῃ τῇ πραγματείᾳ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις ἁπάσαις ἀξιῶ πράττειν. ὁ μὲν γὰρ ἀπὸ τῆς τοῦ πράγματος οὐσίας εὑρίσκων μεθόδῳ τὰς ἐν αὐτῷ διαφορὰς ἐπιστήμην ἴσχει βεβαίαν τοῦ μήτε παραλελεῖφθαί τι τῶν πραγμάτων μήτε περιττῶς εἰρῆθαι· τοῖς δ’ ἀπὸ τῶν ὀνομάτων ἀρχομένοις ἄδηλον, εἴτε παραλέλειπταί τι, εἴτε ἐκ περιττοῦ πρόσκειται. πολλάκις μὲν γὰρ ἓν ὄνομα πλείω σημαίνει πράγματα, πολλάκις δὲ ἓν πρᾶγμα πλείονας ἔχει προσηγορίας· ἔνια δ’ οὐδ’ ὅλως ὠνόμασται τὴν ἀρχὴν, ἢ διὰ τὸ μὴ γνωσθῆναι τοῖς ἔμπροσθεν, ἢ διὰ τὸ παντάπασιν ὀλίγοις. κίνδυνος οὖν ἐστι τῶν ὁμωνύμως λεἰρῆσθαιεγομένων παραλειφθῆναί τι πρᾶγμα, κατὰ δὲ τὰ πολυώνυμα τῷ πλήθει τῶν ὀνομάτων ἴσον εἶναι τὸ πρᾶγμα. καὶ διὰ τοῦτο τὴν ἀπὸ τῶν ὀνομάτων ἀρχὴν ἐάσαντας ἄμεινόν ἐστιν ἀπ’ αὐτοῦ τοῦ πράγματος ἀρξαμένους ἐπὶ τὴν ζήτησιν ἔρχεσθαι τοῦ πλήθους τῶν ἐν αὐτῷ διαφορῶν.

Chapter 3

Ἔστι δὴ τοῦ προκειμένου πράγματος οὐσία κοίλου καὶ προμήκους σώματος αἰσθητὴ διαστολή τε καὶ συστολή. τὸ μὲν οὖν κοῖλον σῶμα τοῦτο καλεῖται πρὸς τῶν ἰατρῶν ἀρτηρία, τὴν δ’ εἰρημένην αὐτοῦ κίνησιν ὀνομάζουσι σφυγμὸν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι. καὶ εἰ μὴ τοῦτο καλεῖν ἐθέλοι τις σφυγμὸν, οὐδὲν ἂν εἴη πρὸς ἡμᾶς· οὐ γὰρ ὑπὲρ ὀνομάτων ἀμφισβητήσοντες ἥκομεν, ἀλλ’ ὅπως ἄν τις ἐκ τῆς τῶν ἀρτηριῶν αἰσθητῆς κινήσεως προγινώσκοι τὰ μέλλοντα. εἴτ’ οὖν σφυγμὸν εἴτε παλμὸν εἴθ’ ὁτιοῦν ἄλλο καλεῖν ἐθέλει τις τὴν κίνησιν αὐτῶν, οὐ διοίσει, τῆς προγνώσεως ἐξ αὐτῆς γινομένης ὀρθῶς, ἐφ’ ἣν ἐσπεύδομεν ἐξαρχῆς. τίνα τοίνυν ἐστὶ τὰ τῇ κινήσει τῶν ἀρτηριῶν ἐξ ἀνάγκης ὑπάρχοντα, πρῶτον ἐπισκέψασθαι δεήσει· κἄπειθ’ ἑξῆς εἴ τι τῶν ἄλλων προσέρχεται τῶν οὐκ ἐξ ἀνάγκης. ὑπάρχει δὴ τῇ κινήσει τῶν ἀρτηριῶν κατὰ τὸν ἴδιον αὐτῆς λόγον δύο τὰ πρῶτα, διάστημά τε καθ’ ὃ φέρεται τὸ κινούμενον καὶ χρόνος ἐν ᾧ κινεῖται. τὸ μὲν οὖν διάστημα τῆς κινήσεως ἐπειδὴ κατά τε τὸ μῆκος καὶ πλάτος καὶ βάθος τῆς ἀρτηρίας γίνεται, τρεῖς ποιήσει τὰς ἁπλᾶς τε καὶ πρώτας διαφοράς· μίαν μὲν κατὰ τὸ μῆκος, ἑτέραν δὲ κατὰ τὸ πλάτος, καὶ τρίτην κατὰ τὸ βάθος ἢ ὕψος· ἑκατέρως γὰρ ὀνομάζεται. ἐὰν μὲν οὖν τοῦ κατὰ φύσιν ὁ νῦν φαινόμενος σφυγμὸς εἰς ὕψος ἀνίῃ πλεῖον, ὑψηλὸς κληθήσεται· καθάπερ γε κἂν εἰς πλάτος ἐκτείνηται μᾶλλον τοῦ κατὰ φύσιν, πλατύς· οὕτω δὲ καὶ ἐὰν κατὰ μῆκος πλεῖον τοῦ κατὰ φύσιν ὑποπίπτῃ τοῖς ἁπτομένοις, μακρός. εὔδηλοι δὲ καὶ οἱ ἐναντίοι τούτοις ὁ ταπεινὸς καὶ στενὸς καὶ βραχύς. ὁ δὲ καθ’ ἑκάστην τῶν τριῶν καταστάσεων κατὰ φύσιν ἔχων σφυγμὸς σύμμετρος ὀνομασθήσεται καὶ κατ’ ἐκείνην τὴν διάστασιν. ἀνάγκη τοίνυν εἶναι τὰς πάσας διαφορὰς τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσι τὰς ὑπογεγραμμένας.

μῆκος πλάτος βάθος

μῆκος

πλάτος

βάθος

α΄ μακρὸς πλατὺς ὑψηλὸς μέγας β΄ μακρὸς πλατὺς σύμμετρος γ΄ μακρὸς πλατὺς ταπεινὸς δ΄ μακρὸς σύμμετρος ὑψηλὸς ε΄ μακρὸς σύμμετρος σύμμετρος ς΄ μακρὸς σύμμετρος ταπεινὸς ζ΄ μακρὸς στενὸς ὑψηλὸς η΄ μακρὸς στενὸς σύμμετρος θ΄ μακρὸς στενὸς ταπεινὸς ι΄ σύμμετρος πλατὺς ὑψηλὸς ια΄ σύμμετρος πλατὺς σύμμετρος ιβ΄ σύμμετρος πλατὺς ταπεινὸς

α΄

μακρὸς

πλατὺς

ὑψηλὸς

μέγας

β΄

μακρὸς

πλατὺς

σύμμετρος

γ΄

μακρὸς

πλατὺς

ταπεινὸς

δ΄

μακρὸς

σύμμετρος

ὑψηλὸς

ε΄

μακρὸς

σύμμετρος

σύμμετρος

ς΄

μακρὸς

σύμμετρος

ταπεινὸς

ζ΄

μακρὸς

στενὸς

ὑψηλὸς

η΄

μακρὸς

στενὸς

σύμμετρος

θ΄

μακρὸς

στενὸς

ταπεινὸς

ι΄

σύμμετρος

πλατὺς

ὑψηλὸς

ια΄

σύμμετρος

πλατὺς

σύμμετρος

ιβ΄

σύμμετρος

πλατὺς

ταπεινὸς

μῆκος πλάτος βάθος

μῆκος

πλάτος

βάθος

ιγ΄ σύμμετρος σύμμετρος ὑψηλὸς ιδ΄ σύμμετρος σύμμετρος σύμμετρος ιε΄ σύμμετρος σύμμετρος ταπεινὸς ις΄ σύμμετρος στενὸς ὑψηλὸς ιζ΄ σύμμετρος στενὸς σύμμετρος ιη΄ σύμμετρος στενὸς ταπεινὸς ιθ΄ βραχὺς πλατὺς ὑψηλὸς κ΄ βραχὺς πλατὺς σύμμετρος κα΄ βραχὺς πλατὺς ταπεινὸς κβ΄ βραχὺς σύμμετρος ὑψηλὸς κγ΄ βραχὺς σύμμετρος σύμμετρος κδ΄ βραχὺς σύμμετρος ταπεινὸς κε΄ βραχὺς στενὸς ὑψηλὸς κς΄ βραχὺς στενὸς σύμμετρος κζ΄ βραχὺς στενὸς ταπεινὸς μικρός.

ιγ΄

σύμμετρος

σύμμετρος

ὑψηλὸς

ιδ΄

σύμμετρος

σύμμετρος

σύμμετρος

ιε΄

σύμμετρος

σύμμετρος

ταπεινὸς

ις΄

σύμμετρος

στενὸς

ὑψηλὸς

ιζ΄

σύμμετρος

στενὸς

σύμμετρος

ιη΄

σύμμετρος

στενὸς

ταπεινὸς

ιθ΄

βραχὺς

πλατὺς

ὑψηλὸς

κ΄

βραχὺς

πλατὺς

σύμμετρος

κα΄

βραχὺς

πλατὺς

ταπεινὸς

κβ΄

βραχὺς

σύμμετρος

ὑψηλὸς

κγ΄

βραχὺς

σύμμετρος

σύμμετρος

κδ΄

βραχὺς

σύμμετρος

ταπεινὸς

κε΄

βραχὺς

στενὸς

ὑψηλὸς

κς΄

βραχὺς

στενὸς

σύμμετρος

κζ΄

βραχὺς

στενὸς

ταπεινὸς

μικρός.

οὕτω δὴ τούτων ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ὄντων κατὰ τὸ ποσὸν ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων, δύο μὲν ἐξ αὐτῶν ἔχουσιν ὀνόματα πρὸς ἁπάντων ὁμολογούμενα τῶν ἰατρῶν, ὅ τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ὁ ἔσχατος· ὁ μὲν γὰρ μέγας, ὁ δὲ μικρὸς καλεῖται· τὸ δὲ ἄλλο πᾶν πλῆθος οὐκ ἔχει. οὐδὲ γὰρ οἱ ἰσχνοὶ καὶ ἁδροὶ λεγόμενοι σφυγμοὶ ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦσιν, ἀλλὰ κατὰ πολλῶν ἅμα γενικῶς κατηγοροῦνται. ἐφ’ ὧν γὰρ ἂν ἡ κατὰ τὸ μῆκος διάστασις πλεονεκτῇ τῶν λοιπῶν δυοῖν, τούτους πάντας ἰσχνοὺς καλοῦσιν· ἐφ’ ὧν δ’ ἂν αἱ λοιπαὶ δύο, τούτους ἅπαντας ἔμπαλιν ἐκείνοις ἁδρούς. ὥστε καὶ τὸν ε΄ ἐν τῷ διαγράμματι καὶ τὸν στ΄, ἔτι τε πρὸς αὐτοῖς τὸν η΄ καὶ τὸν θ΄ καὶ τὸν ιη΄ ἰσχνοὺς καλεῖσθαι· ἔμπαλιν δὲ τούτοις ἁδροὺς τόν τε δέκατον ἐν τῷ διαγράμματι καὶ τὸν ιθ΄ καὶ τὸν κ΄, καὶ προσέτι τὸν κβ΄ καὶ κγ΄· ὥστε γενικώτερα ταῦτα τὰ ὀνόματα καὶ πλειόνων κοινά. καλοῦσι δὲ τοὺς αὐτοὺς τούτους σφυγμοὺς καὶ ἑτέρως, λεπτὸν μὲν τὸν ἰσχνὸν, παχὺν δὲ τὸν ἁδρόν· ἀλλ’ οὐδὲ τοῦ συμμέτρου κατὰ τὰς τρεῖς διαστάσεις, ὅσπερ μόνος ἐστὶ τῶν κατὰ φύσιν ἐν τοῖς ἑπτὰ καὶ εἴκοσιν, ἔχομεν ἴδιον ὄνομα, λόγῳ δὲ καὶ τοῦτον δηλοῦμεν, ἤτοι σύμμετρον εἶναι λέγοντες ἐν ταῖς τρισὶ διαστάσεσιν, ἢ μέσον μεγάλου τε καὶ μικροῦ, ἢ κατὰ φύσιν ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ σύμμετρον ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ ὅπως οὖν ἄλλως μάλιστα σαφὲς ἐλπίσωμεν ἔσεσθαι τὸ λεγόμενον. τὰς δὲ κατὰ τὸν χρόνον τῆς διαστολῆς οὐχὶ ἑπτὰ καὶ εἴκοσιν, οὐδ’ ὅλως πολλὰς, ἀλλ’ ὅσαι παρ’ ἑκάστης τῶν κατὰ μίαν διάστασιν γενικῶς τε νοουμένων εἰσὶ διαφοραὶ, τοσαύτας εὑρήσεις. ὥσπερ γὰρ ἐπ’ ἐκείνων κατὰ μῆκος μὲν ὅ τε σύμμετρος ἦν καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς, κατὰ πλάτος δ’ ὅ τε σύμμετρος καὶ ὁ πλατὺς καὶ ὁ στενὸς, κατὰ βάθος δ’ ὅ τε σύμμετρος καὶ ὁ ὑψηλὸς καὶ ὁ ταπεινὸς, οὕτως ἐπὶ τοῦ χρόνου τῆς διαστολῆς ὅ τε σύμμετρος ἐν τούτῳ τῷ γένει καὶ ὁ ταχὺς καὶ ὁ βραχύς. ἄλλο δ’ ἐπὶ τοῖς γενομένοις ἐστὶ γένος διαφορᾶς σφυγμῶν τὸ κατὰ τὸν τόνον, ἐν ᾧ πάλιν εὔτονοί τε καὶ ἄτονοι γίνονται σφυγμοὶ, καί τις ἀμφοῖν τρίτος ὁ μέσος, οὐκ ἔθ’ ὅμοιος τοῖς ἔμπροσθεν εἰρημένοις κατὰ φύσιν τε καὶ σύμμετρος. ὁ γὰρ εὔτονος ἐν τούτῳ τῷ γένει κατὰ φύσιν ἐστὶν, αὐξανόμενος δὲ ἐπὶ τροφῇ καὶ οἴνου πόσει καὶ θυμῷ τοῦ κατὰ φύσιν ἐξίσταται. αὐτὸν δὲ τοῦτον τὸν σφυγμὸν καὶ σφοδρὸν ὀνομάζομεν, ἑπόμενοι τῇ συνηθείᾳ τῶν ἰατρῶν· ἐπεί τοι συνηθέστερον ἴσμεν ἅπασι τοῖς Ἕλλησι λεγόμενον ἐπὶ τοῦ ταχέος καὶ εὐτόνου τὸν σφοδρόν. τέταρτον γένος διαφορᾶς σφυγμῶν ὲν τῇ διαστολῇ τῆς ἀρτηρίας γίνεται κατ’ αὐτὸ τὸ σῶμα τοῦ ἀγγείου, σκληρότερον ἢ μαλακώτερον φαινόμενον τοῦ κατὰ φύσιν. ἔσονται τοίνυν κἀνταῦθα τρεῖς διαφοραὶ σφυγμῶν, σύμμετρός τε καὶ σκληρὸς καὶ μαλακός.

Chapter 4

Ἄλλο δ’ οὐδὲν οὔτ’ ἐπινοῆσαι δυνατὸν οὔτε τῇ πείρᾳ γνῶναι γινόμενον ἡμῖν αἰσθητὸν πάθος ἐκ τῶν κινουμένων σωμάτων· ὥστ’ ἐν τοῖς εἰρημένοις τέτταρσι γένεσι περιγράφεσθαι τὰς κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἁπάσας διαφορὰς τῶν σφυγμῶν. τὸ γὰρ ἐγκεχυμένον αὐταῖς οὔθ’ ὁπόσον ἐστὶν οὔθ’ ὁποῖον αἰσθήσει διαγνῶναι δυνατὸν, ἢ πάντως ἂν ἐπέπαυτο περὶ τοῦ κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας ἡ ζήτησις, εἴ γε ἦν οἷόν τε μὴ μόνον ὅτι μετὰ πνεύματος αἷμα περιέχουσιν εἰπεῖν, ἀλλὰ καὶ ὁποῖόν τι, πότερον ὀῤῥῶδες καὶ λεπτὸν, ἢ παχὺ καὶ γλίσχρον, ἢ μέσον τούτων, ὅπερ ἐστὶ τὸ κατὰ φύσιν αἷμα. καί τοι τινὲς ἐπηγγείλαντο καὶ τὴν τούτου διάγνωσιν αἰσθητὴν εἶναι, καθάπερ γε καὶ τὴν τοῦ πνεύματος, ὁποῖόν τι κατὰ τὴν δύναμίν ἐστι περιεχόμενον ἐν ταῖς ἀρτηρίαις. ἔνιοι δ’ ἔτι τούτων ἀλλοκώτερα γράφουσιν, ἐπεισάγοντές τινα τοῖς εἰρημένοις σφυγμοῖς, ὃν αὐτοὶ προσαγορεύουσι πλήρη, καὶ τούτου τοῦ γένους τρεῖς ποιοῦσι διαφορὰς, ὀνομάζουσι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν· ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. τούτοις οὖν εἴπερ ἐλέγχειν βούλοιο, διχῆ διαιρήσεις τὸν πρὸς αὐτοὺς λόγον· εἰς πρῶτον μὲν τὸ σημαινόμενον ἐκ τῆς πληρότητος, ἐφεξῆς δ’ αὐτῷ τὸ τῆς διαγνώσεως. ἐν ἑκατέρῳ γὰρ ἐδείχθησαν οὐ μικρὰ σφαλλόμενοι· περὶ μὲν τὸ σημαινόμενον οὐκ ἐν τούτῳ τῷ γένει μόνον τῶν σφυγμῶν, ἀλλὰ κἀν τοῖς ἄλλοις κατὰ τὸ δεύτερον καὶ τρίτον περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν· περὶ δὲ τὴν διάγνωσιν ὅσα μὲν ἐν τῇ πληρότητι σφάλλονται, κατὰ τὸ δ΄ εἴρηται γράμμα τῆς τῶν σφυγμῶν διαγνώσεως, τὰ δὲ ἄλλα πάντα διὰ τῶν ἔμπροσθεν. νυνὶ δ’ ἐπειδὴ τὸ χρήσιμον εἰς τὴν τέχνην διδάσκω μόνον, ἄνευ τοῦ πρὸς τοὺς ἐσφαλμένους τι κατ’ αὐτὴν ἐλέγχου· τούτου γὰρ, ὡς ἔφην, ἐν ταῖς ἐπιτομαῖς καὶ συνόψεσι στοχαζόμεθα· μεταβῆναι καιρὸς ἐπὶ τὰς ἄλλας τῶν σφυγμῶν διαφορὰς, ὅσαι χρήσιμοι.

Chapter 5

Διαδέχεται δ’ ἡμᾶς μεγίστη διαφωνία τῶν ἰατρῶν, ἐνίων μὲν ἡγουμένων αἰσθητὴν εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, ἐνίων δὲ ἀναίσθητον. ὅσοι μὲν οὖν ἂν αἰσθητὴν εἶναι νομίζουσιν αὐτὴν, ἐν τῷ μεταξὺ τοῦ πέρατος τῆς διαστολῆς καὶ τῆς ἀρχῆς τῆς συστολῆς ἡσυχάζειν χρόνῳ βραχεῖ φασὶ τὴν ἀρτηρίαν, ἀνάλογον τῇ μετὰ τὴν εἰσπνοὴν ἡσυχίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων πρὸ τῆς ἐκπνοῆς· ὡσαύτως δὲ καὶ μετὰ τὴν συστολὴν πρὸ τῆς διαστολῆς ἡσυχάζειν αὖθις, ὡς κἀπὸ τῆς ἀναπνοῆς ἠρεμία τις γίνεται τῶν ἀναπνευστικῶν ὀργάνων ἐν ταῖς ἐκπνοαῖς πρὸ τῶν εἰσπνοῶν. εἰ μὲν οὖν μείζους εἶεν οἱ τῶν ἡσυχιῶν χρόνοι τοῦ κατὰ φύσιν, ἀραιὸν ὀνομάζουσι τὸν σφυγμόν· εἰ δ’ ἐλάττους, πυκνόν. ὡς εἷναι δύο ἀραιότητας καὶ πυκνότητας, τὴν μὲν ἑτέραν ἐκτὸς ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, τὴν δ’ ἑτέραν ἔνδον ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς. ὅσοι δ’ ἂν ἑαυτοῖς ἀναίσθητον εἶναι λέγουσι τὴν συστολὴν ἅπαντα τὸν χρόνον τοῦτον, οἷος ἂν ᾖ μεταξὺ τῶν αἰσθητῶν κινήσεων, παραβάλλοντες τῷ κατὰ φύσιν, εἰ μὲν ἐλάττων εἴη, πυκνὸν, εἰ δὲ μείζων, ἀραιὸν ὀνομάζουσι τὸν σφυγμὸν, εἰ δ’ ἴσος τῷ κατὰ φύσιν, σύμμετρον. εἴρηται δέ μοι κατὰ τὸ πρῶτον τῆς διαγνώσεως αὐτῶν ἱκανῶς περὶ τῆς διαφωνίας ταύτης, ὅτι τε πάντων τῶν σφυγμῶν οὐκ ἐστὶν αἰσθητή. δέδεικται δὲ καὶ ὧν τινων ἐστὶν αἰσθητὴ καὶ ὧν τινων οὔ· καὶ πρὸς τούτοις, ὅπως ἄν τις ἑαυτὸν ἀσκήσειεν εἰς τὴν τῆς συστολῆς διάγνωσιν. ἀλλὰ ταῦτα μὲν ὀλίγον ὕστερον εἰρήσεται.

Chapter 6

Νυνὶ δὲ τὰς ὑπολοίπους διαφορὰς τῶν σφυγμῶν ἐπέξειμι· πρώτην μὲν τὴν τοῦ ῥυθμοῦ, κοινωνοῦσαν κατά τι τῇ τῶν μουσικῶν θεωρίᾳ· δευτέραν δὲ τὴν τῆς ὁμαλότητός τε καὶ ἀνωμαλίας· καὶ τρίτην τὴν τῆς ἀταξίας τε καὶ τάξεως. ἡ μὲν οὖν τοῦ ῥυθμοῦ θεωρία παραβαλλομένων ἀλλήλοις τῶν χρόνων γίνεται τοῦ τε τῆς διαστολῆς καὶ συστολῆς· ἡ δὲ τῆς ἀνωμαλίας, διαφθειρομένης κατά τι τῆς ἐφεξῆς ἰσότητος ἄλλοτε κατ’ ἄλλο γένος τῶν σφυγμῶν ἢ καὶ δύο ἢ καὶ πλείω. ἐπεὶ δ’ ἐνίοτε διαφθείρεται μὲν ἡ ἐφεξῆς ἰσότης, καὶ διὰ τοῦτ’ ἀνώμαλος ἡ κίνησις φαίνεται, καθάπερ ἐπὶ τῶν πλανήτων ἀστέρων, εὑρίσκεται μέντοι τις ἐν περιόδοις ἰσότης, ὥσπερ ἐπ’ αὐτῶν ἐκείνων, καὶ διὰ τοῦτο τετάχθαι μὲν ὥσπερ τὴν τῶν πλανήτων κίνησιν, οὕτω καὶ (τὴν) τῶν κατὰ περιόδους ἴσων σφυγμῶν ἐροῦμεν, ἄτακτον δὲ ὑπάρχειν, ὁπόταν μηδὲ τὴν κατὰ περίοδον ἰσότητα τηρῇ δι’ ἴσου πλήθους σφυγμῶν γινομένην. οἷον εἰ μετὰ τρεῖς μεγάλους σφυγμοὺς ὁ τέταρτος φαίνοιτο μικρὸς, καὶ τοῦτο ἐφεξῆς ἀεὶ, τεταγμένον μὲν ἐρεῖς εἶναι τὸν τοιοῦτον σφυγμὸν, ἀνώμαλον μέντοι· διεφθαρμένης γὰρ τῆς ἰσότητος τάξις τις σώζεται, ἐν οἷς δ’ ἂν σφυγμοῖς μηδ’ αὐτὴ διασώζηται, τούτους οὐ μόνον ἀνωμάλους, ἀλλὰ καὶ ἀτάκτους ὀνομάζομεν. ὅτι μὲν οὖν ἡμεῖς ὀρθῶς κεχρήμεθα τοῖς τῶν σφυγμῶν ὀνόμασι, διασώζοντες ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτοις τὸ τῶν Ἑλλήνων ἔθος, ἐν τῷ β΄ καὶ γ περὶ τῆς διαφορᾶς αὐτῶν ἐπιδέδεικται· συγχωροῦμέν γε μὴν ὡς ἂν ἐθέλοι τις ὀνομάζειν, φυλαττομένης τῶν πραγμάτων τῆς διαφορᾶς ἑρμηνευομένης τε λόγῳ χάριν τοῦ διηρθρωμένην τε καὶ σαφῆ γίνεσθαι τὴν διδασκαλίαν. εἴρηνται δὲ ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν καὶ αἱ κατὰ μίαν κίνησιν ἀνωμαλίαι, τινὲς μὲν συνεχοῦς μενούσης αὐτῆς γιγνόμεναι, τινὲς δὲ ἡσυχίᾳ διακοπτομένης, ὑπὲρ ὧν καὶ μετὰ ταῦτα ῥηθήσεται. νυνὶ δ’ ἐπὶ τὸν τῆς συστολῆς ἀφίξομαι λόγον, τῶν ἀναγκαιοτάτων ὄντα πρὸς τὰς προγνώσεις· ἐπειδὴ καὶ ἡ περὶ τοῦ πυκνοῦ καὶ ἀραιοῦ σφυγμοῦ διδασκαλία μετὰ τῆς περὶ τῶν ῥυθμῶν ὑπαλλάττεται καὶ συμμεταβάλλεται. τούτων πολλῶν οὖν εἰρημένων ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν, ἐξ αὐτῶν ἐνταῦθα λεχθήσεται τὰ χρησιμώτατα· δι’ ὧν ἀσκηθείς τις ἔργῳ μαθήσεται τὴν δύναμιν τῆς διδασκαλίας, ὅταν αὐτὸς μὲν προγινώσκῃ τὰ κατὰ τοὺς κάμνοντας ἐσόμενα, τῶν δ’ ἄλλων ἰατρῶν ἕκαστος ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας ἡγεῖται γίγνεσθαι τὴν πρόγνωσιν αὐτῶν.

Chapter 7

Ἄρξαι δὴ πρῶτον ἀπὸ τοῦ διαγινώσκειν τὴν ποσότητα τῆς διαστολῆς. ὑπάρξει δέ σοι τοῦτο τὴν ἐπιβολὴν τῶν δακτύλων ἐπιπολῆς ποιουμένῳ, καὶ μᾶλλον ἐκ τῶν κατὰ μερῶν τῆς ἀρτηρίας. ἄνωθεν μὲν γὰρ ἐπιβάλλων τὴν ἁφὴν, ἴσως που βαρυνεῖς ἐνίοτε καὶ θλίψεις αὐτὴν, εἰ μὴ πάνυ σφόδρα προσέχεις τὸν νοῦν, ὡς ἀκριβῶς θεωρεῖν τοὺς δακτύλους ἄνευ θλίψεως πάσης. ἡ δ’ ἐκ τῶν κάτω μερῶν ἐπιβολὴ μᾶλλον δύναται στοχάσασθαι, τῷ μηδ’ ὅλως θλίβεσθαι τὴν ἀρτηρίαν. εἰς ὅσον δ’ ἂν αὐτὴν θλίψῃς, εἰς τοσοῦτον κωλύσεις τὸν ὄγκον τῆς διαστολῆς· καὶ μάλισθ’ ὅταν ἄτονος ὁ σφυγμὸς ᾖ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν· ὧν ἂν ἐπιθλίψῃς τὴν ἀρτηρίαν τοῖς δακτύλοις, ἀντὶ μεγίστου μικρότατος φανεῖται. ἐὰν δὲ, ὡς εἴρηται, τελέως ἀσθενὴς ἡ ζωτικὴ δύναμις ᾖ, τὸ δ’ ἐναντίον ἐπὶ τῶν εὐτόνων γίνεται σφυγμῶν, οὓς καὶ σφοδροὺς ὀνομάζομεν, ἀντιβαίνει γὰρ ἡ ἀρτηρία θλιβόντων μᾶλλον ἢ μετρίως ἐπιβαλλόντων τοὺς δακτύλους, ἐνδεικνυμένη τῆς κινούσης τὴν ῥώμην αὐτὴν δυνάμεως. ὥσθ’ ὅταν τό τε δέρμα τοῦ κάμνοντος ᾖ σκληρὸν ὅ τε τῆς ἀρτηρίας χιτὼν ὁμοίως διακείμενος, οἱ εὔτονοι σφυγμοὶ τὴν τῶν ἐπιβαλλομένων δακτύλων ἀνατρέπουσι σάρκα μετὰ τοῦ δέρματος, ὥσπερ εἰ καὶ τῶν ἐκτός τι προσενέγκαις σκληρὸν σῶμα μαλακῷ χρωτί· κατ’ αὐτὸ γάρ τοι τοῦτο διακρίνεται τοῦ μαλακοῦ τὸ σκληρὸν, ἐγκαταβαίνοντος τῷ μαλακωτέρῳ τοῦ σκληροτέρου. τὸ δ’ εὔτονον ἁπλῶς ἄνευ τοῦ σκληρὸν εἶναι τὸ μὲν ἀνατρέπειν ἔχει, τὸ δ’ οἷον πιλεῖν καὶ θλᾷν οὐκ ἔχει. νοήσεις δ’ ὀλίγῳ σαφέστερον ἐπ’ ἀνέμου τε βιαίας προσβολῆς καὶ λιθιδίου μετρίας ἐπιθέσεως. ὁ μὲν γὰρ ἄνετος ἀνατρέπει ἡμᾶς καὶ δένδρα πολλάκις οὐ σμικρά· λιθίδιον δὲ ἐπιτεθὲν τῷ δέρματι πιλεῖν μὲν αὐτὸ καὶ θλίβειν πέφυκεν, ἀνατρέπειν δὲ τὸ κῶλον ὅλον οὐ δύναται. τὸ μὲν ἀνατρεπόμενον ἄνευ τοῦ θλίβεσθαι τὴν χώραν ἐν ᾗ πρόσθεν ἦν καταλείπει, τὸ δ’ ὑπὸ σκληροτέρου πιλούμενον εἶκον εἰς ἑαυτὸ δέχεται τὸ σκληρὸν ἄνευ τοῦ καταλείπειν ἣν εἶχεν ἔμπροσθεν ἕδραν. οὕτως οὖν κἀπὶ τῆς ἀρτηρίας διάκρινε τὸν σκληρὸν σφυγμὸν τοῦ σφοδροῦ. τὸν μὲν γὰρ σκληρὸν ὡς λίθον ἢ ξύλον αἰσθήσῃ προσπίπτοντα, νικώμενον ὑπὸ τῆς ἐπερείσεως, ἐὰν μὴ καὶ σφοδρὸς ᾖ· τὸν σφοδρὸν δ’ ἔμπαλιν ἐπερείσεως, ἐὰν μὴ καὶ σφοδρὸς ᾖ· τὸν σφοδρὸν δ’ ἔμπαλιν εὐτονώτερον, ἐὰν ἐπερείσῃς, φαινόμενον. ὅταν οὖν τούτους διακρῖναι ἀσκηθῇς, ἐπὶ τὴν τῆς συστολῆς διάγνωσιν ἧκε, προασκήσας ἑαυτὸν πρῶτον ἐπὶ σφυγμῶν ὅσοι μεγάλοι τέ εἰσι καὶ σφοδροὶ καὶ σκληροί. τούτους γὰρ ἔξεστί σοι μετρίως θλίβοντι τὴν αἴσθησιν ἴσχειν τὸ πρῶτον τῆς συστολῆς. ὅσον οὖν εἴκοντος τοῦ σοῦ δέρματος ἀνετρέπετο, καὶ οἷον ἐκοιλαίνετο προσπιπτούσης τῆς ἀρτηρίας, τοῦτ’ ἀποχωρούσης ἕπεται μέχρι τῆς κατὰ φύσιν ἕδρας τε καὶ καταστάσεως. ὥστε αἰσθήσῃ τοσούτῳ χρόνῳ τῆς συστολῆς ἐν ὅσῳ τοῦτο γίνεται· τὸ δ’ ἄλλο πᾶν ἀδιάγνωστον αὐτῆς ἔσται σοι. μετὰ δὲ τὸ προγυμνάσασθαι κατὰ τοὺς τοιούτους σφυγμοὺς ἐπὶ τοὺς μεγάλους ἅμα καὶ σφοδροὺς μετάβαινε, κἂν ὦσι μὴ σκληροί· κἄπειτα ἐπὶ τοὺς σφοδροὺς, κἂν ὦσι μὴ μεγάλοι. μαλακὴν δ’ ἔχειν σε χρὴ τὴν ἁφὴν εὐαίσθητόν τε φύσει. καὶ γὰρ ἀνατρέπεται θᾶττον ὑπὸ τῆς ἀρτηρίας ἐμπιπτούσης βιαίως ἡ τοιαύτη, καὶ τῶν ἐν αὐτῇ παθημάτων αἰσθάνεται μᾶλλον. εἴρηται δ’ ἐπὶ πλεῖστον ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως, ὅπως ἂν μάλιστα περὶ τὴν τῆς συστολῆς διάγνωσιν ἀσκηθείης. ἐὰν δὲ μηδέποτε πείσῃς σεαυτὸν ἀκριβῶς αἰσθέσθαι τῶν πρώτων τῆς συστολῆς, ἀλλ’ ἀδιάγνωστος τελείως σοι φαίνηται, σκληρὸν ἢ δυσαισθήτων ἔχοντι τὸ δέρμα, γίγνωσκε μὲν ὡς εἰς πολλὰς προγνώσεις ἐκ τούτου βλαβησόμενος, ἃς ἀκούσῃ τοῦ λόγου προϊόντος. ὅμως οὖν ἐγώ σοί τινα ποριοῦμαι παραμυθίαν εἰς τὴν ἐπὶ τῶν ἔργων χρείαν. ὅλον γάρ σε δεήσει τὸν χρόνον ἐκεῖνον, ἐν ᾧ μηδεμιᾶς αἰσθάνῃ κινήσεως, ἐπὶ τῇ μνήμῃ παραθέσθαι, πηλίκος τίς ἐστι καθ’ ἑκάστην ἡλικίαν. οὔσης δ’ οὖ σμικρᾶς διαφορᾶς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους ἐν τῇ ποσότητι τοῦ χρόνου τῆς ἡσυχίας, ἀξιῶ σε τῶν συνήθων, οὓς προσδοκᾷς ποτε νοσοῦντας ἐπισκέπτεσθαι, πολλάκις ὑγιαινόντων ἧφθαι κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ μηδεμίαν ἔξωθεν ἔχει τὸ σῶμα κίνησιν ἐκ περιπάτων ἤ δρόμων ἢ λουτροῦ ἢ πάλης ἢ ἐδωδῆς ἢ πόσεως ἢ ἀγωνίας ἢ θυμοῦ τινος ἤ φόβου, παραθέμενόν τε τῇ μνήμῃ τὴν ποσότητα τοῦ τῆς ἠρεμίας χρόνου, παραβάλλειν αὐτῷ τὸν ἑκάστοτε φαινόμενον· εἶτ’ εἰ μὲν πλείων εἴη, καλεῖν ἀραιὸν τὸν σφυγμόν· εἰ δ’ ἐλάττων, πυκνόν· εἰ δ’ ἴσος τῷ κατὰ φύσιν, σύμμετρον. ὥσπερ δὲ τοῦ χρόνου τῆς συστολῆς οὐκ ἐνὸν αἰσθέσθαι παντὸς, οὕτως οὐδὲ τῆς διαστολῆς· ἐπιδέδεικται δὲ καὶ τοῦτο κατὰ τὸ πρῶτον τῆς διαγνώσεως τῶν σφυγμῶν. ἀλλὰ τόν γε ταχὺν καὶ βραδὺν σφυγμὸν ἔνεστι διαγνῶναι κἀκ τοῦ φαινομένου τῆς διαστολῆς. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ διὰ τοῦ δευτέρου μὲν ἐν ἀρχῇ τῆς διαγνώσεως τῶν σφυγμῶν, καὶ διὰ τοῦ τρίτου δ’ ἐπιπλεῖστον, ἐν ᾧ καὶ τὴν τῶν ῥυθμῶν διδασκαλίαν ἐδείκνυον ἄχρηστον· ἀρκεῖν γὰρ ἡμῖν εἰς τὰς προγνώσεις τὸ τάχος μόνον ἢ τὴν βραδυτῆτα διαγνῶναι τῶν κινήσεων τῆς ἀρτηρίας· ὥσπερ γε καὶ τῶν ἡσυχιῶν τὸν χρόνον ὁπηλίκος τίς ἐστι καθ’ ὃν ἀραιὸς καὶ πυκνὸς ὁ σφυγμὸς γίνεται· μαθήσῃ δὲ τοῦτον διὰ τῶν ἑξῆς, ἔνθα περὶ τῆς τῶν σφυγμῶν προγνώσεως ὁ λόγος ἔσται μοι.

Chapter 8

Νυνὶ δὲ περὶ τοῦ μεγάλου καὶ μικροῦ σφυγμοῦ καὶ τῶν ἄλλων ὅσοι κατὰ τὸ ποσὸν τῆς διαστολῆς νοοῦνταί τε καὶ διαγνώσκονται προσθεὶς ὅσον χρήσιμον, ἐπὶ τὰς αἰτίας αὐτῶν μεταβήσομαι. καὶ γὰρ ἐπὶ τούτων τῶν σφυγμῶν τὸ μέν τι κοινόν ἐστι μέτρον ἐν πλάτει συχνῷ λαμβανόμενον, τὸ δέ τι καθ’ ἕκαστον ἄνθρωπον ἴδιον. ἐν μὲν τῷ κοινῷ σύμμετρος καθ’ ἡντιναοῦν διάστασιν ὁ σφυγμὸς ἔσται, καὶ διαγνωσθήσεται ἐν τῷ τῆς ἀρτηρίας ὄγκῳ παραμετρούμενος· ὀνομάζω δὲ νῦν ὄγκον αὐτὴν τὴν κατὰ κύκλον περιγραφήν. ὁμοίως δὲ τούτῳ καὶ οἱ τῶν συμμέτρων καθ’ ἑκάστην διάστασιν ὑπερέχοντες ἢ ἐλλείποντες· ἰδίᾳ δὲ καθ’ ἕκαστον ἄνθρωπον ἐκ τῆς κατ’ ἐκεῖνον ἁφῆς προεγνωσμένης τε καὶ μνημονευομένης. εἴρηται δὲ καὶ περὶ τῶν τοιούτων σφυγμῶν ἐν τῷ δευτέρῳ τῆς διαγνώσεως αὐτῶν, ἥντινα πραγματείαν οὐδεὶς ἔγραψε πρὸ ἐμοῦ, αὐτὴν καθ’ αὑτὴν ἀποτεμνόμενος ἰδίᾳ καὶ μόνην, ἀλλ’ ὀλίγα που πράγματα κατὰ τὸ πάρεργον αὐτῆς ἄλλος ἄλλο προχειρισάμενος διεφώνησαν ἐν αὐτοῖς. τὸν γοῦν τοῦ παιδὸς σφυγμὸν ὁ μὲν Ἡρόφιλος ἱκανὸν τῷ μεγέθει φησὶν ὑπάρχειν, ὁ δ’ Ἀρχιγένης μικρόν. οὕτω δὴ καὶ τὸν μυρμηκίζοντα ταχὺν εἶναι φησὶν ὁ Ἀρχιγένης, Ἡρόφιλος δὲ οὐ ταχύν. ἐῤῥήθησαν δὲ καὶ αἱ τῶν σφαλμάτων αἰτίαι κατὰ τὴν πραγματείαν ἐκείνην· ὥστε σοι παντὸς μᾶλλόν ἐστι προσεκτέον αὐτῇ τὸν νοῦν, εἰ διαγινώσκειν τε καὶ προγινώσκειν ἐθέλοις διαφορὰς σφυγμῶν ὅσα περὶ ἡμᾶς εἶδες. οὐδὲν γὰρ οὕτως ὃ οὔτε πλείονος εἰς ἄσκησιν δεῖται χρόνου τῶν κατὰ τὴν τέχνην, οὐδὲ μείζονα δύναμιν ἔχει τῆς τῶν σφυγμῶν διαγνώσεως. ὅπου γὰρ Ἀρχιγένης ἐδείχθη σφαλλόμενος οὐ μόνον ἐν τῇ τοῦ τάχους, ἀλλὰ καὶ ἐν τῇ τοῦ μεγέθους διαγνώσει, τίνα δυνήσῃ σχεῖν ἐλπίδα σὺ τῆς ἐπιστήμης αὐτῶν ἄνευ τοῦ λόγῳ μὲν πρῶτον ἐν τοῖς τέτταρσι περὶ διαγνώσεως βιβλίοις, ὕστερον δὲ καὶ τριβῇ τὴν ἐν αὐτοῖς ἀλήθειαν ἐκμαθεῖν; ὡς οὖν οὕτως πράξαντός σου τὰ κεφάλαια τῶν ἐν ἐκείνοις εἰρημένων ὥσπερ ἐπὶ τῶν προειρημένων διαφορῶν, οὕτως καὶ τῶν ἄλλων ἐρῶ. τῆς γάρ τοι διαστολῆς αἰσθητὴν ἐχούσης ἅπασι τὴν κίνησιν, ὅταν μὲν ἐπιπολῆς ψαύσῃς περιλαβὼν ἀβιάστως τὴν ἀρτηρίαν, καὶ μᾶλλον ὅταν ἐκ τῶν κάτω μερῶν, ἡ τοῦ μεγέθους διάγνωσις ἀκριβὴς γίνεται. πότερα δὲ σφοδρῶς ἢ ἀμυδρῶς καὶ ὁμαλῶς ἤ ἀνωμάλως ἐκινήθη, γνῶναι βεβαίως τε καὶ ἀκριβῶς ἀδύνατόν ἐστι κατὰ τὴν εἰρημένην ἐπιβολὴν τῆς ἁφῆς. ἀλλὰ χρὴ θλίβειν ἠρέμα τὴν ἀρτηρίαν· οὕτως γὰρ αἰσθήσῃ πλείονι χρόνῳ τῆς διαστολῆς ἤπερ ὅτε ἀβιάστως ἐπέβαλες αὐτῇ τοὺς δακτύλους. οὐ μὴν οὐδὲ τοῦ τάχους οὐδὲ τῆς βραδυτῆτος ἡ διάγνωσις ἐναργῶς φαίνεται χωρὶς τοῦ κἂν ἐπιβραχὺ θλῖψαι τὸ κατὰ τὰς ἀρτηρίας ἐπικείμενον δέρμα. πράξαντι δὲ οὕτως ἐνίοτε μὲν ἰσοταχῶς, ἐνίοτε δὲ ἀνωμάλως σοι φανεῖται κινουμένη, καὶ ποτὲ μὲν τὰ πρῶτα τῆς κινήσεως ἢ τὰ μέσα βραδύτερα ποιουμένη, ποτὲ δ’ ἔμπαλιν. οὕτως δὲ καὶ ὠκυτέρως ποτὲ μὲν τὰ τελευταῖα, ποτὲ δὲ τὰ πρὸ αὐτῶν, ἢ τὰ πάντων πρῶτα· καὶ δὴ καὶ σφοδρότερα καὶ ἀμυδρότερα κατὰ τὸν αὐτὸν λόγον. καὶ τοίνυν καὶ διακοπτομένην ἡσυχίᾳ τὴν ἄνοδον αἰσθήσῃ τῆς ἀρτηρίας, ὡς δοκεῖν ἵστασθαι, καὶ τὴν δευτέραν δὲ προσβολὴν ἐπὶ τῇ στάσει ποτὲ μὲν ἰσχυροτέραν ἤ θάττω, ποτὲ δὲ ἀσθενεστέραν ἤ βραδυτέραν τῆς προτέρας. πολλῶν δὲ οὐσῶν κἀν τούτῳ γένει τῶν κατὰ μέρος διαφορῶν, ἁπάσας ἔχεις ἐν τῷ πρώτῳ τῆς περὶ σφυγμῶν πραγματείας γεγραμμένας. ἀλλὰ κἀνταῦθά σοι τὸ χρήσιμον ἅμα τοῖς ἐξ αὐτῶν δηλουμένοις εἰπεῖν πειράσομαι διὰ βραχυτάτων ἐν τοῖς ἑξῆς λόγοις. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα νῦν παραλέλειπται περιεργότερον ἐζητημένα τοῖς ἰατροῖς, ἐν τῷ προγνωστικῷ μέρει τῆς πραγματείας ἀκούσῃ. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ὅστις ἀναγινώσκει τὸ βιβλίον τοῦτο πρὸ τῆς μεγάλης πραγματείας, ἐγχωρεῖ μὲν αὐτῷ πρὸς τὰ τῆς τέχνης ἔργα μήτε τοῦ πρώτου μέρους αὐτῆς τοῦ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν δεηθῆναι μήτε τούτου περὶ τῶν αἰτιῶν· ἕξει γὰρ αὐτῶν κἀνταῦθα περιεχομένην τὴν δύναμιν. ἡ μέντοι διαγνωστικὴ καὶ ἡ προγνωστικὴ πραγματεία χρησιμώταται πρὸς τὰ τῆς τέχνης ἔργα εἰσὶ κατὰ διέξοδον, οὐκ ἐπιτομὴν, ἀναγινωσκόμενα. καλῶς οὖν ποιήσεις μὴ θαῤῥήσας μόνῃ ταύτῃ τῇ διδασκαλίᾳ, πρὸς ἀνάμνησιν πρόχειρον οὔσῃ χρησίμῃ τοῖς ἐπιμελῶς μεμαθηκόσι τὰ κατὰ διέξοδον ἐν ἐκείναις γεγραμμένα. περὶ δὲ τῆς τοῦ τάχους διαγνώσεως τοῦ σφυγμοῦ, ἐν ᾗ τὸν Ἀρχιγένην σφαλλόμενον ἐδείξαμεν, οὐχ οἷόν τε βεβαίαν διάγνωσιν λαβεῖν λαβεῖν ἄνευ τοῦ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἀναγνῶναι μὴ κατὰ τὸ πάρεργον, ἐν οἷς δείκνυται μὴ ψιλῷ καὶ μόνῳ χρῆναι τῷ χρόνῳ τῆς κινήσεως διακρῖναι τὸ τάχος ἀπὸ τῆς βραδυτῆτος, ἀλλὰ καὶ τὸ τῆς ἀνόδου ποσὸν ἐπισκοπεῖν. ὡς ἐάν γε μόνῳ τῷ χρόνῳ προσέχῃς τὸν νοῦν, τὸν μυρμηκίζοντα καλούμενον σφυγμὸν ταχὺν εἶναι δόξεις, οὐκ ὄντα ταχὺν, ἀλλ’ ὀλιγοχρόνιον, ὡς ἅτε μικροτάτην ἔχοντα διαστολήν. οὐ γὰρ ἐνδέχεται πολλῷ χρόνῳ διεξέρχεσθαι βραχὺ διάστημα, κἂν βραδὺ τὸ κινούμενον ᾖ· χελώνη γοῦν ἐν ἐλάττονι χρόνῳ διεξέρχεται πῆχυν ἢ παρασάγγνη ἵππος, ἀλλ’ ὁ τῆς φορᾶς ῥοῖζος οὐκ ἴσος τῶν ζώων ἀμφοτέρων. ἐθισθῆναι δ’ οὖν σε χρὴ ταύτῃ διαγινώσκειν καὶ βραδυτῆτα χρόνου. περὶ μὲν οὖν τούτου, καθάπερ ἔφην, ἔν τε τῷ τρίτῳ περὶ διαγνώσεως ἐπιπλεῖστον· εἴρηται καὶ κατὰ τὰ πρῶτα τοῦ δευτέρου· περὶ δὲ τῆς συστολῆς ἐν τῷ πρώτῳ τελεώτατα γέγραπται, δεικνύντος μου κατὰ τοὺς ἀμυδροὺς σφυγμοὺς ἀδιάγνωστον αὐτὴν εἶναι, καὶ μάλισθ’ ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας ᾖ μαλακός· ἐπὶ δὲ τῶν σφοδρῶν σφυγμῶν διαγινώσκεσθαι κἀπὶ τῶν μέσων κατὰ σφοδρότητα καὶ μέγεθος. περὶ δὲ μαλακότητος τῆς ἀρτηρίας οὐδὲν χρὴ προσδιορίζεσθαι κατὰ τοὺς σφοδροὺς σφυγμούς. οὐδέποτε γὰρ ὁ αὐτὸς σφυγμὸς ἅμα σφοδρός τέ ἐστι καὶ μαλακὸς, ἀλλ’ ἤτοι σκληρὸς ἢ σύμμετρός τε καὶ κατὰ φύσιν ἐν τούτῳ τῷ γένει. κατὰ τοὺς σφοδροὺς οὖν σφυγμοὺς θλίβων ἀτρέμα τὴν ἀρτηρίαν αἰσθήσῃ, πότερον εὐθέως ἀποχωρεῖ πρὸς τὴν συστολὴν βραχυχρόνιον ποιοῦσα τὴν ἐκτὸς ἠρεμίαν, ἢ πλέονι χρόνῳ τῆς κατὰ φύσιν ἡσυχάζει· καὶ πότερον ἡ κίνησις αὐτῆς συστελλομένη ὠκυτέρα τῆς κατὰ φύσιν κινήσεως ἐστὶν ἢ βραδυτέρα. μέγιστα γὰρ ἐκ τῆς τοιαύτης διαγνώσεως εἰς τὸ προγινώσκειν ὠφεληθήσῃ, ὃ ἔχεις ἐν τέτταρσι βιβλίοις.

Chapter 9

Τὰς δὲ ποιούσας καὶ τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἑτέρωθι διῆλθον· ἐπιδείκνυμι δ’ ἐν αὐτοῖς πρώτας μὲν τὰς οἷον συνεκτικὰς αὐτῶν αἰτίας, δευτέρας δὲ τὰς προηγουμένας, καὶ τρίτας τὰς προκαταρχούσας, ἃς δὴ καὶ προκαταρκτικὰς ὀνομάζουσιν. εὔδηλον δ’ ὅτι διαφέρει μηδὲν ἢ θηλυκῶς εἰπεῖν αἰτίας, ἢ οὐδετέρως αἴτια. μεμνῆσθαι μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν ἐνίοτε συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως, ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ’ ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ’ εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον συνεκτικὰ λεγόμενα γενέσεώς τινος, οὐχ ὑπάρξεως αἴτια. δέδεικται γὰρ οὔτ’ ἄλλου τινὸς αἴτιον πρότερον οὐδὲν, ὅτι μὴ γενέσεως· ἀλλ’ οὐ πᾶν τὸ γενέσεως αἴτιον ὀνομάζομεν, ὡς ἔφην, καταχρώμενοι, συνεκτικὸν, ἐκεῖνο δὲ μόνον ὃ ποιητικόν ἐστι τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι κτωμένων, οἷον ὀρχήσεως, πυγμῆς, πάλης, δρόμου, πασῶν τῶν ἐνεργειῶν· κινήσεις γὰρ εἰσι δραστικαὶ, διὰ ταύτας δὲ καὶ παθητικαὶ κινήσεις ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχουσι. τοιαύτης μὲν οὔσης καὶ τῆς κατὰ τοὺς σφυγμοὺς ὑπάρξεως, αἰτίαι ποιητικαὶ τρεῖς ἐδείχθησαν, ἥ τε δύναμις ἡ κινοῦσα τὰς ἀρτηρίας καὶ αὐτὸ τὸ σῶμα τοῦ ἀγγείου καὶ ἡ χρεία δι’ ἣν κινεῖται, δέδεικται δ’ ἐν τῷ περὶ χρείας σφυγμῶν γράμματι, τὸ σύμπαν εἰπεῖν ἐν κεφαλαίῳ περιλαβόντα, φυλακὴν τῆς ἐμφύτου θερμασίας τὴν χρείαν τῶν σφυγμῶν ὑπάρχειν. ὄντων γὰρ δυοῖν μερῶν τοῦ σφυγμοῦ, διαστολῆς τε καὶ συστολῆς, τὴν μὲν διαστολὴν ἐμψύξεως ἕνεκεν ἐδείξαμεν γίγνεσθαι τὰ πολλὰ, σπανίως δέ ποτε καὶ ῥιπίσεώς τε καὶ ἀναψύξεως, ὥσπερ γε καὶ μορίου τινὸς αὐτῆς βραχέος ἕνεκα τοῦ κατὰ τὸν ἐγκέφαλον πνεύματος· τὴν συστολὴν δὲ ἀποχύσεως οἷον αἰθαλωδῶν καὶ καπνωδῶν περιττωμάτων. τὰ μὲν γὰρ ἐκ τῶν ψυχροτέρων τε χυμῶν καὶ ὑγροτέρων, κατεργαζομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας ἢ σηπομένων ὑπὸ τῆς παρὰ φύσιν, εἰς τὸ περιέχον ἀποῤῥέοντα κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἔοικε καπνῷ, τὰ δὲ ἐκ τῶν θερμῶν ἢ ξηρῶν αἰθάλῃ τε καὶ λιγνύι. ψυχρὸς μὲν οὖν χυμὸς ὁ ἰδίως καλούμενος ὠμὸς, ὑγρὸς δὲ καὶ ψυχρὸς τὸ φλέγμα. συλλαμβάνοντες δὲ ὡς τὰ πολλὰ μιᾷ προσηγορίᾳ τοὺς χυμοὺς ἀμφοτέρους ὀνομάζομεν φλεγμώδεις καὶ φλεγματικούς. ξηρὸς δὲ χυμός ἐστιν ὁ τῆς μελαίνης χολῆς, ὁ δὲ τῆς ὠχρᾶς τε καὶ ξανθῆς χολῆς οὐ ξηρὸς μόνον, ἀλλὰ καὶ θερμός· ἡ δὲ ἰώδης χολὴ μεταξὺ τούτων ἐστίν. οὔσης δὲ καὶ τῆς μελαίνης διττῆς, κατά τε τὴν γένεσιν καὶ τὴν δύναμιν, ἐπειδὴ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης γίνεται καὶ τοῦ παχέος τε καὶ ἰλυώδους αἵματος, ὅπερ ἀνάλογόν ἐστι τῇ κατὰ τοὺς οἴνους τρυγὶ, τῆς δὲ ἰώδους χολῆς ἡ γένεσις ἐν τῇ τῆς ὠχρᾶς μεταβολῇ γίνεται.

Chapter 10

Ὅταν μὲν οὖν ἡ θερμασία πλείων αὐξηθῇ κατὰ τὸ σῶμα τοῦ ζώου, τῆς διαστολῆς τῶν ἀρτηριῶν ἡ χρεία γίνεται μείζων· ὅταν δὲ τὸ καπνῶδες ἢ λιγνυῶδες περίττωμα, τῆς συστολῆς. ἔνθα δὲ ἡ χρεία τὴν αὔξησιν ἴσχει, τὸ τάχος ἐνταῦθα καὶ τὸ μέγεθος αὐξάνεται τοῦ διαστήματος, ὃ διεξέρχεται τὸ σῶμα τῆς ἀρτηρίας ἢ διαστελλόμενον ἢ συστελλόμενον. ὥστε μείζων μὲν ὁ σφυγμὸς ἔσται διαστελλομένης αὐτῆς, αὐξηθείσης ἁπλῶς τῆς θερμασίας· ἐπιπλεῖστον δὲ ἀποχωρήσει κατὰ τὰς συστολὰς, ἔνθα καπνῶδες ἢ λιγνυῶδες ἀποχεῖται περίττωμα. τὸ μὲν οὖν τῆς διαστολῆς μέγεθος αἰσθήσει διαγνῶναι ῥᾷστόν ἐστι, τὸ δὲ τῆς συστολῆς ἀδύνατον. ἐδείχθη γὰρ ἐν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐκφεῦγον αὐτὴν τὸ πλεῖστον τῆς συστολῆς. τὸ τάχος οὖν μόνον τῆς ἀποχωρήσεως ἅμα τῇ βραχύτητι τῆς ἐντὸς ἠρεμίας ἐνδείξεταί σοι τὸ πλῆθος τῶν ἐν ταῖς ἀρτηρίαις περιττωμάτων. ἐδείχθη γὰρ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπειγομένη πρὸς τὴν τῆς συστολῆς ἐνέργειαν ἡ φύσις, ἐπειδὰν καταπνίγηται τοῖς περιττώμασιν· ἡ δὲ ἔπειξις καὶ τὴν ἐκτὸς ἡσυχίαν αὐτῆς συντέμνει, καὶ τὸ τάχος τῆς συστολῆς αὐξάνει. δέδεικται δὲ καὶ ὅτι μετρίως ἔχουσα τῆς τοῦ σώματος συστάσεως ἡ ἀρτηρία πρῶτον μὲν τὸ μέγεθος αὐξάνει τῆς θερμασίας ἐπιτεινομένης, δεύτερον δὲ τὸ τάχος. ὅταν δ’ ἱκανῶς ἐκπυρωθῇ, μεγάλους ἅμα καὶ ταχεῖς ἐργάζεται τοὺς σφυγμούς· εἰ δ’ ἐπιπλεῖστον, καὶ πυκνούς. ἔθα δὲ τὸ μὲν πλῆθος οὐδέπω τῆς θερμασίας ηὔξηται, τὰ δὲ καπνώδη τε καὶ λιγνυώδη περιττώματα πλεονάζει, τάχος, μὲν οὐ δὲ μέγεθος προσέρχεται, συναιρεῖται δὲ ἡ πυκνότης, καὶ σαφῶς ὠκυτέρα φαίνεται κατὰ τὴν εἰς ἑαυτὴν σύνοδον ἡ κίνησις τῆς ἀρτηρίας. καὶ τοῦτ’ ἐστὶν ἀψευδέστατον σημεῖον ἀρχομένης εἰσβολῆς παροξυσμοῦ τοῦ πρόσθεν ὄντος ἐν τῷ κάμνοντι. σαφεστάτη μὲν οὖν ἐφ’ ὧν προεπιστάμεθα τοὺς σφυγμοὺς γίνεται, δυσκολωτέρα δ’ ἐπ’ ἄλλων, καὶ πολλῶν δεομένη πρὸς τὴν μνήμην τῶν κοινῶν μέτρων ἐκείνων τῶν σωμάτων, ὧν ἡψάμεθα τῶν σφυγμῶν. ἅτε γὰρ ἐν ποσότητι κειμένης τῆς γνώσεως, οὐχ ἡ αὐτὴ πᾶσίν ἐστι.

Chapter 11

Προσέχειν οὖν χρὴ τὸν νοῦν μέτροις κοινοῖς τῶν ὑγιαινόντων, ὥσθ’ ὅταν ὑπὲρ ταῦτα φαίνηταί τι γένος σφυγμοῦ, παρὰ φύσιν τε νομίζειν αὐτὸ καὶ σημεῖον ἡγεῖσθαι τῆσδέ τινος εἶναι διαθέσεως. ἐπεὶ δὲ πλάτος ἔχει τὸ κοινὸν τῶν ἀνθρώπων μέτρον, ἄμεινον οὐχ ἁπλῶς ἐπὶ πάντων, ἀλλὰ κατ’ εἴδη τε καὶ διαφορὰς ἐπεσκέφθαι τὰ κοινὰ μέτρα πλειόνων ἀνθρώπων ἐφ’ ἑκάστου γένους σφυγμῶν. ἔστι δὲ καθ’ ὅλου μὲν εἰς θερμότητα καὶ ψυχρότητα καὶ ἰσχνότητα καὶ τάχος ἡ τῶν κοινῶν μέτρων ἀναγωγὴ, τούτων δὲ αὐτῶν ἐν μέρει καθ’ ἡλικίας καὶ φύσεις καὶ τὴν τοῦ περιέχοντος ἀέρος ἀποκατάστασιν ἐν ὥραις καὶ χώραις. ἔμαθες δὲ περὶ τούτων ἐν τῷ γεγραμμένῳ βιβλίῳ τοῖς εἰσαγομένοις περὶ σφυγμῶν, ὃ καὶ αὐτὸ βέλτιόν ἐστι προανεγνῶσθαι τοῦδε. λεχθήσεται δὲ καὶ νῦν τὰ κατ’ αὐτὸ χάριν τοῦ μηδὲν ἐλλείπειν τῶν ἀναγκαίων τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ, ἀλλ’ ἔχειν τοὺς φιλοπονεῖν βουλομένους ἐν ἐλαχίστῳ μὲν τὰ πρῶτα καὶ ἀναγκαιότατα κατὰ τὴν εἰσαγωγὴν, ἐν διεξόδῳ δὲ τελεωτάτῃ τὰ νῦν λεγόμενα.

Chapter 12

Γέγραπται μὲν οὖν καὶ Ἡροφίλῳ τὰ κατὰ τοὺς χρόνους μετὰ τῆς διαστολῆς τε καὶ συστολῆς, ἕνεκα τῶν ἡλικιῶν εἰς ῥυθμοὺς ἀνάγοντι τὸν λόγον. ὥσπερ γὰρ ἐκείνους οἱ μουσικοὶ κατά τινας ὡρισμένας χρόνων τάξεις συνιστῶσι παραβάλλοντες ἀλλήλαις ἄρσιν καὶ θέσιν, οὕτως καὶ Ἡρόφιλος ἀνάλογον μὲν ἄρσει τὴν διαστολὴν ὑποθέμενος, ἀνάλογον δὲ θέσει τὴν συστολὴν τῆς ἀρτηρίας, ἀρξάμενος ἀπὸ τοῦ νεογενοῦς παιδίου τὴν τήρησιν ἐποιήσατο, πρῶτον χρόνον αἰσθητὸν ὑποθέμενος ἐν ᾧ διαστελλομένην εὕρισκε τὴν ἀρτηρίαν, ἴσον δ’ αὐτῇ καὶ τὸν τῆς συστολῆς εἶναι φησὶν, οὐ πάνυ τι διοριζόμενος ὑπὲρ ἑκατέρας τῶν ἡσυχιῶν. οἷς γὰρ ἀναίσθητός ἐστιν ἡ τῆς ἀρτηρίας συστολὴ, τούτοις εἰς δύο χρόνους τοὺς πάντας ὁ ῥυθμὸς τοῦ σφυγμοῦ μερίζεται, τόν τε τῆς αἰσθητῆς κινήσεως, ἡνίκα πλήττει τὴν ἁφὴν ἡμῶν ἡ ἀρτηρία διαστελλομένη, καὶ τὸ λοιπὸν ἅπαντα συγκείμενον ἔκ τε τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς μετ’ αὐτὴν συστολῆς, καὶ τῆς ἐπ’ ἐκείνῃ πάλιν ἠρεμίας καὶ τῶν πρώτων τῆς διαστολῆς, ἅπερ ἐστιν ἀναίσθητα καὶ αὐτά. καὶ διὰ τοῦτο εἰς πληγὴν καὶ διάλειμμα μερίζουσι τὸν σφυγμὸν, ἐν τῷ τοῦ διαλείμματος ποσῷ πυκνότητα καὶ ἀραιότητα τιθέμενοι, καθάπερ ἐν τῷ τῆς πληγῆς τάχος καὶ βραδυτῆτα. καθ’ ὅσον μὲν οὖν δι’ ἴσου τὸν τοῦ ῥυθμοῦ σφυγμὸν εἶναί φησιν ἐπὶ τῶν ἀρτιγενῶν ὁ Ἡρόφιλος, κατὰ τοσοῦτο διαγινώσκειν ἔδοξέ μοι τὴν ἀρχὴν τῆς συστολῆς· καθ’ ὅσον δὲ πάλιν ἄχρι δέκα χρόνων τῶν πρώτων ἐκτείνει τὴν συστολὴν τῆς τῶν γερόντων ἀρτηρίας, κατὰ τοσοῦτο μηκέτι διαγινώσκειν, ἀλλὰ τὴν διαστολὴν ταῖς αἰσθηταῖς κινήσεσι γνωρίζειν, ἃς ἐκ τοῦ πλήττεσθαι τοὺς δακτύλους ἡμῶν διαγινώσκομεν, τὴν συστολὴν δὲ πᾶν τὸ λοιπὸν τίθεσθαι καθ’ ὃ κινήσεως οὐκ ᾐσθάνετο. ἀλλὰ περὶ μὲν τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης ἐατέον.

Chapter 13

Νυνὶ δ’ ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐκ μακρᾶς πείρας μνήμης ἕνεκα λαβεῖν, εἰρήσεται. παιδίων γὰρ ἁψάμενος πάνυ ἀρτιγενῶν; ἐπ’ ὀλίγων ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀρχὴν τῆς συστολῆς, ὅπερ ἀποχώρησίν τε καὶ ἀπόστασιν τῆς ἀρτηρίας ὀνομάζω. τηνικαῦτα γὰρ ἀφισταμένη τῆς ἡμετέρας ἁφῆς, εἰς τὸ βάθος ἀποχωρεῖ τοῦ σώματος. ἐφ’ ὧν δ’ οὐκ ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀποχώρησιν, ἐπὶ τούτων ὁ χρόνος τῆς αἰσθητῆς κινήσεως, ἣν ἐν τῷ προσπίπτειν ἡμῖν ἡ ἀρτηρία ποιεῖται προστιθεμένου καὶ τοῦ τῆς ἐκτὸς ἡσυχίας, ποτὲ μὲν ἴσος ὑπάρχειν ἔδοξέ μοι τῷ λοιπῷ παντὶ, ποτὲ δὲ ἐλάττων. ἐφ’ ὧν δὲ οὐδ’ ὅλως ἦν ἡ συστολὴ διαγνωστὴ, σαφέστατα μείζων ἦν τοῦ κατὰ τὴν αἰσθητὴν διαστολὴν χρόνου (μόνου) σύμπας ὁ λοιπὸς, ὃν ὀνομάζουσι διάλειμμα. ἐφεξῆς δ’ ἀεὶ κατὰ τὸν μεταξὺ χρόνον ἅπαντα τῆς τε πρώτης ἡμέρας, ἐν ᾗ τὸ παιδίον ἐγεννήθη, καὶ τῆς ἐσχάτης, ἐν ᾗ διεξελθὸν ἁπάσας τὰς ἡλικίας ἀπέθανεν, οἱ χρόνοι πάντες ηὐξάνοντο, τέτταρες μὲν ὄντες, οὐ μὴν οἱ αὐτοί γε καθ’ ὕπαρξίν τε καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν. οἱ μὲν οὖν κατ’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν ὑπάρχοντες χρόνοι τέτταρες ἐκ δυοῖν κινήσεων καὶ δυοῖν ἠρεμιῶν σύγκεινται· κινήσεων μὲν διαστολῆς τε καὶ συστολῆς καὶ τῆς ἐντὸς ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς. οἱ κατ’ αἴσθησιν δὲ τέτταρες καὶ οἵδε εἰσὶ, πρῶτος μὲν ὁ τοῦ πλείστου τῆς διαστολῆς, ἐπειδὴ τῆς ἀρχῆς αὐτῆς ἔδειξα κατὰ τὰ περὶ τῶν διαγνώσεων ὑπομνήματα μὴ δυναμένην αἰσθέσθαι τὴν ἁφήν· ἐφεξῆς δ’ ὁ τῆς ἐκτὸς ἡσυχίας ὅλος αἰσθητὸς, ἐάν γέ τις αἰσθάνηται ἀποχωρήσεως· εἶτ’ ἐπ’ αὐτῶν τρίτος ὁ τοῦ τῆς συστολῆς αἰσθητός· τὰ γὰρ μετὰ τὴν ἀποχώρησιν αὐτῆς ἐδείχθη πάντα ἀναίσθητα· τέταρτος δ’ ἐστὶν ἐπὶ τούτοις χρόνος συγκείμενος ἔκ τε τῶν ὑστέρων τῆς…

Chapter 14

Περιττὸν…

The complete text is available when the reading interface loads.