De diebus decretoriis
Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος
- Scientific editors
- Karl Gottlob Kühn
- Edition reference
- Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1825
- CTS identifier
urn:cts:greekLit:tlg0057.tlg065.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ ΒΙΒΛΙΟΝ Α.
Τῶν νοσημάτων αἱ λύσεις, ὅσαι μὴ κατὰ βραχὺ μειωθέντων, ἀλλ’ ἐξαίφνης παυσαμένων γίνονται, δέονται πάντως, ἵν’ ὦσι πισταὶ, δαψιλοῦς τινος ἐκκρίσεως, ἢ ἀποστάσεως οὐκ ἀφανοῦς, ὡς ὅσα γε χωρὶς τούτων ἐῤῥᾳστώνησαν, ὑποτροπιάζειν φιλεῖ. προσέχειν οὖν χρὴ τὸν νοῦν ἀκριβῶς, καὶ διὰ φυλακῆς ἁπάσης ἔχειν τὸν ἄῤῥωστον, μηδὲν ὧν τοῖς πιστῶς ὑγιασθεῖσι συγχωροῦμεν ἐπιτρέποντες πράττειν, μήτ’ ἐν ἐδέσμασιν, ἢ πόμασι, μήτ’ ἐν λουτροῖς, μήτε κινήσεσιν, ἢ ὅλως ἔν τισι τῶν ἄλλων. εἰ μὲν γὰρ μικρὸν εἴη τὸ ῥᾳστωνῆσαν νόσημα, τάχα ἂν ἐφ’ οὕτως ἀκριβεῖ διαίτῃ κατασταίη παντάπασιν, ὡς μηκέτ’ αὖθις ἐπανελθεῖν· εἰ δέ τι τῶν καὶ κοηθεστέρων, ἐπανέλθοι μὲν ἂν καὶ οὕτω διαιτωμένων, ἀλλ’ οὐχὶ σὺν ἐσχάτῳ κινδύνῳ. ἀμεληθὲν δὲ καὶ παροφθὲν ὡς πιστῶς λελυμένον πολὺ χαλεπώτερον ἢ ἐξ ἀρχῆς ἐπιφαίνεται. χρὴ τοίνυν, εἰ μέλλοι βεβαίως παύεσθαι μέγα τι καὶ ἰσχυρὸν νόσημα, προηγεῖσθαι τῆς λύσεως αὐτοῦ τὰ πρὸς Ἱπποκράτους ὀνομαζόμενα λυτήρια σημεῖα, τοῦτο μὲν ἱδρῶτας χρηστοὺς δι’ ὅλου τοῦ σώματος γενομένους, ἢ οὔρων πλῆθος, ἢ διαχωρημάτων, ἢ ἐμέτων, τοῦτο δ’ αἱμοῤῥαγίαν ἐκ ῥινῶν, ἤ τινα ἄλλην αἵματος κένωσιν, οἷον ἐξ αἱμοῤῥοΐδων, ἢ ὑστερῶν, τοῦτο δ’ εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἢ εἰς ἄλλό τι τῶν ἀκύρων μορίων, ἢ ἄρθρων ἀπόσκημμα. ὅσοις δὲ μηδενὸς τῶν τοιούτων σημείων ἐπιφανέντος ἔδοξε πεπαῦσθαι τὸ νόσημα, περὶ τούτων ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἑνὶ μὲν καθόλου λόγῳ τόνδε τὸν τρόπον ἀπεφήνατο· τὰ ἀσήμως ῥᾳστωνήσαντα φιλυπόστροφα· κατὰ μέρος δὲ διά τε τῶν ἀφορισμῶν αὐτῶν καὶ διὰ τοῦ προγνωστικοῦ γράμματος· οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν ἐπιδημιῶν ἐδίδαξε τίνα μὲν ὀλέθρια τῶν ὑποστρεφόντων ἐστὶ, τίνα δ’ αὐτῶν τούτῳ μόνον ἁπλῶς ὑποστρέφει, χωρὶς ὀλέθρου, τίνα δὲ καὶ δυνατὸν ἡμῖν ἐστιν ἐξιᾶσθαί τε καὶ κωλῦσαι παλινδρομῆσαι. περὶ μὲν δὴ τούτων ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγούμεθα τὴν γνώμην αὐτοῦ· περὶ δὲ τῶν ἅμα τοῖς λυτηρίοις σημείοις παυσαμένων, ἃ δὴ καὶ κεκρίσθαι λέγεται, νῦν ἡγοῦμαι χρῆναι διελθεῖν, ἀναγκαίων ὄντων γινώσκεσθαι τοῖς μέλλουσιν περὶ κρισίμων ἡμερῶν ἐπίστασθαί τι χρηστόν. ἡγεῖται γὰρ ἤδη τῶν ἐν τούτοις ἐκκρίσεων ἢ ἀποστάσεων οὐ μικρὰ ταραχὴ κατὰ τὸ τοῦ νοσοῦντος σῶμα, πολλάκις μὲν ἐξαιφνίδιον ἢ δυσπνοοῦντος, ἢ παραπαίοντος, ἢ σκοτοδινιῶντος, ἢ μαρμαρυγὰς ὁρῶντος, ἢ δακρύοντος, ἢ τοὺς ὀφθαλμοὺς ἐρυθροὺς ἴσχοντος, ἢ τοὺς κροτάφους βαρεῖς, ἢ τὸν τράχηλον ἐπώδυνον, ἐνίοτε δ’ ἤτοι τὴν κεφαλὴν ἀλγοῦντος ἢ ὀρφνῶδές τι τῶν ὀφθαλμῶν προφαίνεσθαι νομίζοντος, ἢ καρδιώσσοντος, ἢ τὸ κάτω χεῖλος οἱονεὶ κλονούμενόν τε καὶ εἴσω σπώμενον ἔχοντος, ἢ ῥίγει σφοδρῷ τινασσόμενον· καὶ μὲν δὴ καὶ ὑποχόνδριον ἀνασπᾶται πολλοῖς, καὶ δυσφοροῦσι καὶ ἀναπηδῶσι καὶ ψυχρὸν αἰτοῦσι καὶ διακαίεσθαί φασιν ἐπισημότερον ἢ πρόσθεν. ἐνίοις δ’ αὐτῶν καὶ ὁ παροξυσμὸς πρωϊαίτερος ἄρχεται καὶ μακρότερος καὶ σφοδρότερος γίνεται καὶ κῶμα συνεδρεύει, καὶ ἄλλο τι καὶ ἄλλο σύμπτωμα, καὶ δὴ καὶ θεάσασθαι τοὺς παρόντας ἅπαντας ἔστιν ἐν μεγίστῳ τηνικαῦτα καθεστῶτας φόβῳ καὶ λεγόντων ἀκοῦσαι πάρεστιν ὡς οὐδὲν ὁ κάμνων ἀποδεῖ τῶν ἐν δικαστηρίῳ περὶ θανάτου κρινομένων. ὅθεν οὐδὲ παραγεγονέναι μοι δοκοῦσιν ἔνιοι τῶν ἰατρῶν οὐδεπώποτε τοιαύταις ταραχαῖς ἀῤῥώστων, ἢ οὐκ ἂν ἐζήτουν οὔτε τὸ σημαινόμενον ὑπὸ τοῦ τῆς κρίσεως ὀνόματος οὔτ’ εἰ δυνατὸν ὑπάρχει τὸ πρᾶγμα. πότερον γὰρ ὡς οὐ γίνονταί τινες ἀθρόαι λύσεις ἐν νόσοις μετά τινος ἐκκρίσεως ἢ ἀποστάσεως ἀμφισβητοῦσιν, ἢ τοῦτο μὲν ὁμολογοῦσιν ἑωρακέναι, τὰ δὲ ἄλλα συμπτώματα τὰ μικρῷ πρόσθεν εἰρημένα συνεδρεύειν αὐταῖς ἀγνοοῦσιν; ἢ καὶ ταῦτα γινώσκοντες οὔ φασι χρῆναι καλεῖν τὸ γινόμενον κρίσιν; εἰ γὰρ δὴ τοῦτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος ἀμφισβητοῦσιν· ὡς τό γε μήθ’ ὅτι γίνονταί τινες ἐξαιφνίδιοι περὶ τὸν νοσοῦντα ταραχαὶ, καρδιώσσοντα καὶ ἀναπηδῶντα καὶ παραπαίοντα καὶ τἄλλα τὰ τοιαῦτα πάσχοντα, μήθ’ ὅτι μικρὸν ὕστερον ἐπ’ αὐταῖς, ἢ ἰδρῶτος, ἢ αἱμοῤῥαγίας, ἤ τινος ἑτέρου τοιούτου γενομένου, λύσις ἀσφαλὴς ἠκολούθησε γινώσκειν ὁμολογεῖν ἢ φιλονεικίας, ἢ ἀμαθίας ἐσχάτης οὐδὲν ἀποδεῖ· οὐ γὰρ δὴ τῶν σπανίως γινομένων τὰ τοιαῦτά ἐστιν, ἀλλὰ τῶν ὁσημέραι φαινομένων. ἡμεῖς μὲν δὴ τὴν ὀξεῖαν οὕτως ἐν νοσήματι ταραχὴν ὀνομάζομεν κρίσιν, καὶ τελευτᾷν γε αὐτὴν τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ἔστι δ’ ὅτε καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος φαμέν. εἰ δέ τις ἄλλό τι καὶ οὐ τοῦτο τὴν κρίσιν εἶναι λέγων, ἔπειτ’ ἀμφισβητεῖ τε καὶ καταβάλλει τὸν λόγον, τὴν οἰκείαν ὑπόνοιαν ὁ τοιοῦτος, οὐχ ἡμᾶς ἐξελέγχει. βέλτιον δ’ ἦν ἄρα τί ποτε ἐκ τῆς προσηγορίας δηλοῦται γνόντας περὶ πράγματος αὐτοῦ ποιεῖσθαι τὸν λόγον. ἀλλὰ τὴν μὲν τούτων ἀμαθίαν τε καὶ φιλονεικίαν οὐδ’ ἂν αὐτὸς ὁ Ζεὺς ἐξιάσαιτο, καί μοι καὶ ταῦτα πλείω τοῦ δέοντος εἴρηται πρὸς αὐτούς. ὅσοις δ’ ἐστὶ τῶν ἔργων τῆς τέχνης φροντὶς, ἐκείνοις ἤδη διαλέξομαι περὶ τοῦ προτεθέντος ἐν τῷδε τῷ γράμματι σκέμματος.
Chapter 2
Αἱ γὰρ δὴ κρίσεις αὗται γίνονται μὲν ἐν πάσαις ἡμέραις, ἀλλ’ οὔτ’ ἴσαις τὸν ἀριθμὸν οὔθ’ ὁμοίως πισταῖς. διαφέρουσι δὲ καὶ τῷ τὰς μὲν ἀγαθὰς αὐτῶν γίνεσθαι, τὰς δὲ κακὰς, καὶ τὰς μὲν μετὰ πλειόνων τε καὶ χαλεπωτέρων συμπτωμάτων καὶ σὺν ἀγῶνι μείζονι, τὰς δ’ εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἀσφαλῶς. ἀτὰρ οὖν οὐδὲ τῷ τὰς μὲν ἐλλιπεῖς γίνεσθαι, τὰς δὲ τελείας, μικρά τις ἡ διαφορά· μεγάλη δὲ κᾀν τῷ τὰς μὲν ὅτι γενήσονται διὰ τῶν ἐπιδήλων ἡμερῶν προδεδηλῶσθαι, τὰς δ’ ἐξαιφνίδιόν τε καὶ ἀδοκήτως οὐ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ τοῖς τεχνίταις ἐπιφαίνεσθαι. τοσαῦται μὲν αἱ τῶν κρίσεων διαφοραὶ, τοσαῦται δὲ καὶ αἱ τῶν κρισίμων ἡμερῶν· κατὰ τὴν δωδεκάτην μὲν γὰρ καὶ ἑκκαιδεκάτην ἐγὼ μὲν οὐδένα ποτὲ γινώσκω κριθέντα, κατὰ δὲ τὴν ἑβδόμην οὐδ’ ἀριθμεῖν ἔτι ἐγχωρεῖ. κατὰ δὲ τὴν ἕκτην κρίνονται μὲν, ἀλλὰ καὶ μετὰ χαλεπῶν συμπτωμάτων καὶ κινδύνων μεγίστων καὶ ἀπίστως καὶ ἀτελῶς καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ πρὸς κακοῦ. ὅταν οὖν μὴ μόνον ἐμοὶ, τῷ τοσούτοις ἔτεσι παραφυλάττοντι, τοιαύτη τις εὑρίσκηται διαφορὰ τῶν ἡμερῶν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Ἀρχιγένην, πάνυ δή τι τοῖς ἔργοις τῆς τέχνης προσεδρεύσασι, καὶ τούτων ἔτι ἀνωτέρω τοῖς περὶ Ταραντῖνον Ἡρακλείδην, ἐκ τῆς πείρας ἀθροίσασι τὴν θεωρίαν, ἔτι τε τοῖς περὶ τὸν Φιλότιμόν τε καὶ Διοκλέα καὶ τοὺς ἄλλους παλαιοὺς καὶ πρὸ τούτων ἁπάντων τοῖς περὶ τὸν θειότατον Ἱπποκράτην, πῶς οὐκ ἄν τις δικαίως ἡγοῖτό τινα διαφορὰν ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ; τὸ γὰρ ἐν τοσούτοις ἔτεσι καὶ τὴν ἑβδόμην ἑωρᾶσθαι κρίνουσαν, πολλάκις τε ἅμα καὶ τελείως καὶ πιστῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ προδήλως καὶ χρηστῶς, καὶ τὴν ἕκτην τὰ τούτων ἐναντία, μεγάλης τινὸς ἔχεται διαφορᾶς. τὸ δ’ ἐμοὶ μὲν μηδέποτε τὴν δωδεκάτην ὦφθαι κρίνουσαν, ἄλλῳ δέ τινι σπανίως τε ἅμα καὶ ἀτελῶς καὶ ἀβεβαίως καὶ μετὰ κινδύνου καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ κακῶς, οὐδ’ αὐτὸ σμικρὰν ἐνδείκνυται τὴν ἐν ταῖς ἡμέραις διαφοράν. πολλαὶ μὲν γὰρ αἱ κατὰ τὴν ἑβδόμην κρινόμεναι νόσοι τελέως τε ἅμα καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως καὶ ἀγαθῶς· αἱ δ’ ἐν τῇ δωδεκάτῃ σπάνιαι μὲν οὕτως ὡς ἡμῖν ὦφθαι μηδέπω, κᾂν εἴ τῳ δέ ποτε ἑώραται πρὸ ἡμῶν ἐν τῇ δωδεκάτῃ τῶν ἡμερῶν ἐπιφανεῖσά ποτε κρίσις, ἢ ἀτελὴς, ἢ ἄπιστος, ἢ κινδυνώδης, ἢ ἀσαφὴς, ἢ ἄσημος, ἢ πάντως γ’ ὦπται πρὸς κακοῦ γινομένη. καλῶ δ’ ἀτελῆ μὲν κρίσιν, ὅταν ὑπολείπηταί τι τοῦ νοσήματος· ἄπιστον δὲ, ὅταν ὑποτροπιάζῃ, κινδυνώδη δὲ τὴν μετὰ συμπτωμάτων σφαλερῶν, ἀσαφῆ δὲ τὴν χωρὶς ἐκκρίσεως, ἤ τινος ἀποστάσεως ἐπιφανοῦς, ἄσημον δὲ τὴν ὑπὸ μηδεμιᾶς τῶν ἔμπροσθεν ἡμερῶν προδηλωθεῖσαν. ἡ κακὴ δὲ ὅτι πάντως εἰς ἀπώλειαν τελευτᾷ τοῦ κάμνοντος οὐ δέομαι λέγειν. ἔμπαλιν δὲ τελείαν μὲν καλῶ τὴν μηδὲν ὑπολείπουσαν τοῦ νοσήματος, πιστὴν δὲ καὶ βεβαίαν καὶ ἀσφαλῆ τὴν μηκέτι ἐπανερχομένην, ἀκίνδυνον δὲ τὴν ἄνευ συμπτωμάτων σφαλερῶν, οὕτω δὲ καὶ σαφῆ τὴν μετά τινος ἐκκρίσεως, ἢ ἀποστάσεως φανερᾶς, εὔσημον δὲ τὴν προδηλωθεῖσαν ὑπὸ τῆς ἐπιδήλου, ἀγαθὴν δὲ ὅτι τὴν εἰς ὑγείαν τελευτῶσαν χρὴ νοεῖν οὐκ ἄν τινα οἶμαι λαθεῖν. ἀλλ’ ὅτι μὲν, εἴπερ ταῦθ’ οὕτως φαίνεται, μεγίστη διαφορὰ τῶν ἡμερῶν ἐστι πρὸς ἀλλήλας οὐδεὶς ἀντιλέξει.
Chapter 3
Φήσει δ’ ἴσως τις μηδὲν ἀληθὲς εἶναι τῶν εἰρημένων, ἀλλ’ ἡμᾶς ἀργύριον εἰληφότας παρὰ τῶν κρισίμων ἐπεισάγειν αὐτὰς τοῖς κατ’ ἰατρικὴν πράγμασιν ὥσπέρ τινας νόθους παῖδας εἰσποιοῦντας γένει γνησίῳ. τί γὰρ ἂν καὶ παθόντες καταψευδοίμεθα τῶν φαινομένων ἄλλό γε ἢ ἀργυρίῳ δελεασθέντες; οὐ γὰρ δὴ κατὰ γένος γε ἡμῖν αἱ κρίσιμοι προσήκουσιν, ἢ πολίτιδες, ἡ συνήθεις εἰσὶν, ἵν’ αὐταῖς χωρὶς μισθοῦ βοηθῶμεν. τί γὰρ ἂν εἴη καὶ βέλτιον ἢ ἐκείναις κρισίμοις εἶναι νομισθείσαις, ἢ ἡμῖν, ὡς εἰσὶν, ἀποδείξασιν; ἀλλ’ ὥσπερ καὶ τἄλλα τὰ διὰ τῆς πείρας γνωσθέντα δηλοῦμεν ἀδεκάστως, ἀδικώτατον εἶναι νομίζοντες ἐγκαλύπτειν τἀληθὲς, οὕτω καὶ τὰς τῶν ἡμερῶν διαφορὰς, ἃς πολλάκις ἐθεασάμεθα, λέγομεν ὡς εἴδομεν. ὅταν δὲ καὶ τοὺς ἀρίστους ἰατρούς τε ἅμα καὶ ἀνθρώπους, ἄμφω γάρ ἐστον οἱ περὶ τὸν Διοκλέα τε καὶ Ἱπποκράτην καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, τὴν αὐτὴν ὑπὲρ τῶν αὐτῶν εὑρίσκωμεν ἀπόφασιν πεποιημένους, ἔτι καὶ μᾶλλον, οἶμαι, θαῤῥοῦμεν ὡς ἀληθεύοντες. ἀλλ’ οὐχ ὁμολογοῦσι, φασὶν, ἅπαντες οὗτοι περὶ τῶν κρισίμων ἡμερῶν, ἀλλ’ οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους αὐτὰς εἶναι λέγουσιν, καὶ τὰς μὲν ὅδε τίς φησιν εἶναι κρισίμους, τὰς δ’ ὅδε τις, οὐ τὰς αὐτὰς ἅπαντες, ἀλλ’ ὡς ἂν ἑκάστῳ παραστῇ τις γνώμη. τί οὖν ὦ πρὸς θεῶν εἴποι τις ἂν οἶμαι πρὸς αὐτούς; εἴ τι διαπεφώνηται, τοῦθ’ ὅλως οὐκ εἶναί φατε; καὶ μὴν οὐκέτ’ ἂν ὁμολογήσετε, τὸ μὲν γὰρ ἐπιμελεστέρας πείρας ἐξετάσεώς τε καὶ κρίσεως δεῖσθαι τὰ τοιαῦτα πρὸς ἁπάντων ὡμολόγηται, τὸ δ’ ὅλως ἀληθεύειν μηδένα τῶν διαφερομένων οὐχ ὅπως ὑμεῖς οἱ δεινοὶ τῶν κρισίμων κατήγοροι, ἀλλ’ οὐδ’ οἱ τὴν Πυῤῥώνειον ἀπορίαν πρεσβεύοντες ἀποδέχονται. τὴν γὰρ ἀνεπίκριτον οὗτοι διαφωνίαν, οὐχ ἁπλῶς ἅπασαν ἡντιναοῦν, ἀγνοίας τοῦ πράγματος εἶναί φασι σημεῖον. ἆρ’ οὖν ἀδύνατον ἐπικρῖναι τίς ἀληθεύει περὶ τῶν κρισίμων ἡμερῶν καὶ τίς ψεύδεται; ἢ δυνατὸν μὲν, ἀλλ’ οὐ ῥᾴδιον, εἴ γε καὶ χρόνου δεῖται παμπόλλου καὶ ἀκριβείας ἱκανῆς; αἵ τε γὰρ ἀρχαὶ τῶν νοσημάτων ἀσαφεῖς ἐνίοτε καὶ πότερον ἐν ᾗ τις ἡμέρᾳ τῆς κρίσεως ὑπήρξατο, ταύτην εἶναι τὴν κρίσιμον ὑποληπτέον, ἢ καθ’ ἣν πρῶτον ἐλύθη τὸ νόσημα, δεῖταί τινος ἐπισκέψεως. ὁ μὲν γάρ τις, οἶμαι, θάτερον αὐτῶν, ὁ δὲ θάτερον ὑπολήψεται, καί τις ἴσως οὐδέτερον, ἀλλ’ εἰς ἣν ὁ πλεῖστος χρόνος τῆς κρίσεως ἀφίκετο, ταύτην εἶναι φήσει τὴν κρίσιμον. ὅταν οὖν πρὸς τοῦτο καὶ τοῦ πολλάκις αὐτὰ θεάσασθαι χρῄζωμεν, ἦν δὲ τοῦτο ἐπί τινων ἡμερῶν ἀδύνατον, ὅσαι σπανίως κρίνουσιν, ἢ κατά τινα τύχην. οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις, εἰ ἐντύχοι τις ταῖς σπανίαις ἡμέραις πρώταις· ἔπειτα πρὶν ἀναμεῖναι τὴν μακρὰν κρίσιν, ἀποφαίνοιτο περὶ αὐτῶν ὡς κρισίμων, ἐκ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον ἐπιθολοῦσθαι τὴν ἀληθῆ τῶν κρισίμων ἡμερῶν ἱστορίαν. εἰ μὲν γὰρ ἐν ᾗ τις ἐκρίθη, κρίσιμον εἶναι ταύτην ἐλέγομεν, ῥᾴστη τ’ ἂν οὕτως ἡ γνῶσις αὐτῶ ἐγίνετο καὶ σχεδὸν ἁπάσαις ὑπῆρχεν ἂν εἶναι κρισίμοις. ἐπεὶ δ’ οὔ τι τὸ σπανίον ἱκανὸν, ἀλλὰ χρὴ πολλάκις ὦφθαι κρίνουσαν, ἔτι τε προσεῖναι τῇ κρίσει τὰ μικρῷ πρόσθεν ῥηθέντα, τό τε καλῶς καὶ τὸ τελείως καὶ τὸ ἀσφαλῶς καὶ τὸ σαφῶς καὶ προσέτι ἔτι τό ἀκινδύνως, καὶ τὸ μετὰ τοῦ προδεδηλῶσθαι, δῆλον ὡς εἰς σωριτικὴν ἀπορίαν ἐμπίπτει τὸ σύμπαν. εἰ γὰρ τινὰ μὲν ὧν εἶπον προσείη, τινὰ δ’ ἀπείη, καὶ ἰσάζοι γε τὰ παρόντα τοῖς μὴ παροῦσιν, ἢ βραχεῖά τις εἴη τῶν ἑτέρων ὑπεροχὴ, δῆλον ὡς ἐν ἀμφιβολίᾳ καταστησόμεθα περὶ τῆς τοιαύτης ἡμέρας, εἴτε χρὴ ταύτην κρίσιμον καλεῖν εἴτε μή. τὸ μὲν γὰρ ἤτοι πάντων ὑπαρχόντων ὧν εἶπον ἢ τῶν πλείστων τε καὶ μεγίστων ἔτ’ ἀμφιβάλλειν ὡς οὐκ οὔσης κρισίμου παντελῶς ἠλίθιον, ὥσπέρ γε καὶ εἰ μηδὲν αὐτῶν, ἢν παντάπασιν ὀλίγα καὶ μικρὰν ἔχοντα δύναμιν ὑπάρχῃ· καὶ γὰρ καὶ ταύτην ἐκ τῶν οὐ κρισίμων ἀριθμητέον. εἰ δ’ εἴη τῶν ὑπαρχόντων αὐτῇ βραχεῖά τις ἡ διαφορὰ, πρόδηλον ὡς εἰς ἀπορίαν καταστησόμεθα, πότερον ἐκ τῶν κρισίμων αὐτὴν ἀριθμητέον ἐστὶν ἢ μή. ἔγωγ’ οὖν αὐτὸς ἐκ μειρακίου μὲν ὑπηρξάμην παραφυλάττειν τὰς κρισίμους ἡμέρας, ἵνα τι κᾀκ τῆς ἐμαυτοῦ πείρας ἐπικρίναιμι περὶ τῆς διαφωνίας αὐτῶν, οὐ μὴν ἤδη γε δύναμαι περί τινων ἀποφήνασθαι σαφῶς, ὅσον ἐπὶ τῇ προγεγονυίᾳ μνήμῃ. δοκεῖ δέ μοι καὶ Ἱπποκράτης, ὡς ἂν ἀληθὴς ἀνὴρ, ἄχρι πολλοῦ χρόνου καὶ αὐτὸς τὸ τοιοῦτον παθεῖν, εἴ τι χρὴ τεκμήρασθαι ἐκ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐν ᾧ παμπόλλας ἤθροισεν ἡμέρας εἰς ταὐτὸν, ἃς ἐν τῷ προγνωστικῷ κᾀν τοῖς ἀφορισμοῖς περικόπτειν φαίνεται. δέδεικται δ’ ἡμῖν ἤδη μὲν καὶ δι’ ἑτέρων, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον ἔσται δῆλον ἐκ τῶν ἐφεξῆς εἰρησομένων ὡς πρότερον αὐτῷ τὰ τῶν ἐπιδημιῶν γέγραπται βιβλία, βασανίζοντι διὰ τῆς πείρας ἔτι τὰ θεωρήματα καὶ μὴ τολμῶντι καθόλου τισὶν ἀποφάσεσιν ἐπ’ αὐτῶν χρῆσθαι· διό μοι καὶ δοκοῦσιν οἱ τὰς κρισίμους ἡμέρας ἀναιροῦντες ὡς οὐκ οὔσας, ὅτι διαπεφώνηται περὶ αὐτῶν τοῖς ἰατροῖς, οὐ πάνυ τι τοῖς ἔργοις τῆς τέχνης προσεσχηκέναι τὸν νοῦν· ὡς εἴ γε προσεσχήκεσαν, οὐ μόνον ὅτι διαφέρονται περί τινων ἡμερῶν οἱ γράψαντες περὶ αὐτῶν, ἀλλ’ ὅτι καὶ συμφωνοῦσιν ἐν ταῖς πλείσταις ἐννοήσαντες, ἔπειτα τῆς ἑαυτῶν πείρας ἀναμνησθέντες, ἐξεῦρον ἂν, οἶμαι, ῥᾳδίως ἑτέρας μὲν εἶναι φύσεως τὰς ὁμολογουμένας, ἑτέρας δ’ ὑπὲρ ὧν διαφέρονται. τίς γὰρ ἢ τὴν ἑβδόμην, ἢ τὴν ἑνδεκάτην, ἢ τὴν τεσσαρεσκαιδεκάτην, ἢ τὰς ἄλλας τὰς ὁμοίας οὐκ εἶπε κρισίμους; οὐδεὶς ὁστισοῦν. φαίνονται γοῦν ἅπαντες ὥσπερ ἐξ ἑνὸς στόματος ἀποφαινόμενοι περὶ αὐτῶν. καὶ μὴν εἴπερ ὑπὲρ ἁπασῶν ὡμολόγουν ἀλλήλοις, ἴσως ἂν παρέστη ὑπολαμβάνειν χωρὶς τοῦ κρῖναι καὶ βασανίσαι τἀληθὲς ἅπαντας αὐτοὺς ἑξῆς ἀκολουθῆσαι τῷ πρώτως περὶ κρισίμων ἡμερῶν ἀποφηναμένῳ. διαφερομένων δ’ ἐν ταῖς πλείσταις, οὐκέτ’ ἐνδέχεται τοιοῦτον οὐδὲν ὑπονοεῖν. ἀλλ’ ἐμοὶ μὲν καὶ θαυμάζειν ἐπέρχεται τοὺς ἄνδρας ἐπὶ τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ. τὸ γὰρ μήτε τὰς αὐτὰς ἅπαντας εἰπεῖν, ἀλλ’ ἔστιν ἐν αἷς διενεχθῆναι, μήτε εἰκῇ τοῦτο καὶ ἀλόγως παθεῖν, ἀλλ’ ὅσαι μὲν ἅπαντα διαφυλάττουσι τὰ τῶν κρίσεων γνωρίσματα τὰ μικρῷ πρόσθεν ὑπ’ ἐμοῦ λελεγμένα, ταύτας μὲν ὡσαύτως ἀναγράψαι σύμπαντας, ὅσαι δ’ ἀμφιβολίαν ἔχουσί τινα καὶ ἀπορίαν ἐκ τοῦ τινὰ μὲν ὑπάρχειν αὐταῖς γνωρίσματα, τινὰ δ’ οὐχ ὑπάρχειν, οὐκέθ’ ὡσαύτως ἅπαντας ἀναγράψαι, τεκμήριον οὐ μικρόν ἐστι τοῦ φύσιν εἶναί τινα τῶν κρισίμων ἡμερῶν ἰδίαν ἐξαίρετον. ἃς γὰρ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἡμῶν ἐπὶ τὴν τῶν τοιούτων πεῖραν ἀφικόμενος ἀποφήναιτ’ ἂν εἶναι κρισίμους ἐκ τοῦ διαφυλάττειν ἅπαντα τῶν κρίσεων τὰ γνωρίσματα, ταύτας καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν ὁμολογουμένας, ὥσπερ αὖ καὶ ὅσας ἄπορον ἐκ πείρας κρῖναι, καὶ ταύτας διαπεφωνημένας. οὐδὲν οὖν ἔγωγε τούτου μεῖζον ἕτερον ἡγοῦμαι τεκμήριον ὑπὲρ τῶν κρισίμων ἡμερῶν τῆς φύσεως, ὡς τὸ περὶ μὲν τῶν ἅπαντ’ ἐχουσῶν τὰ κριτικὰ γνωρίσματα, ταῦτα καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν συμφωνῆσαί τε πάντας, ὑπὲρ ὧν δέ τις καὶ αὐτὸς ἠπόρησιν, ὑπὲρ τούτων διενεχθῆναι. ἡ γὰρ ἐν ταῖς τοιαύταις διαφωνία πίστιν βεβαίαν προσνέμει ταῖς ὁμολογουμέναις. ἄμεινον δ’ ἦν ἄρα τοῖς σοφισταῖς ἤδη ποτὲ μισήσασι τὰ σοφίσματα, περὶ μὲν δὴ τῶν καὶ πάντ’ ἐχουσῶν τὰ γνωρίσματα καὶ πρὸς ἁπάντων ὁμολογουμένων ἑτοίμως ἀποφήνασθαι, σκοπεῖσθαι δὲ ὑπὲρ τῶν λοιπῶν, ὡς τό γε διὰ τὴν ἐν ταύταις ἀπορίαν ὀλιγίσταις οὔσαις ἀνατρέψαι τὴν ἐν ταῖς πλείσταις εὐπορίαν ἐσχάτως ἄλογον. φέρ’ οὖν ἡμεῖς εἴπερ δὴ σπουδάζομεν ἀληθείας, ἐπιχειρήσωμεν ἀδεκάστως αὐτῶν τῇ κρίσει. καὶ πρώτας μὲν προστησώμεθα καθάπερ τινὰς κανόνας τὰς ἅπαντ’ ἐχούσας τὰ κριτικὰ γνωρίσματα· δευτέρας δὲ τάξωμεν τὰς τούτων πλησίον, εἶτά τινα καὶ τρίτον καὶ τέταρτον στοῖχον ἐφεξῆς ποιησώμεθα, καὶ δείξωμεν ἑκάστου τὴν ἀξίαν. ἡ γὰρ τοιαύτη γνῶσις εἰς τὰς ἰάσεις τε καὶ λύσεις μέγα διαφέρει, μήτε τοὺς ἐν πισταῖς ἡμέραις κριθέντας δι’ ὑποψίας ἡμῶν ἑξόντων ἂν ἢ λεπτῶς διαιτησόντων, μήτε τοὺς ἐν ταῖς ἀπίστοις ἀφυλάκτως.
Chapter 4
Πρώτην μὲν τοίνυν ἁπασῶν τῶν κρισίμων ἡμερῶν τὴν ἑβδόμην εἴπωμεν, οὐκ ἀριθμῷ δηλονότι καὶ τάξει πρώτην, ἀλλὰ δυνάμει τε καὶ ἀξιώματι, πάντα γὰρ ἔχει συλλαβοῦσα τὰ τῶν κρισίμων γνωρίσματα· καὶ γὰρ καὶ πλείστους κρίνει καὶ τελείως καὶ μετὰ σαφοῦς ἐκκρίσεως, ἢ ἀποστάσεως καὶ χωρὶς κινδύνου σφοδροῦ, καὶ τοὐπίπαν αὐτὴν ἡ τετάρτη προδηλοῖ. ἤτοι γὰρ τῶν οὔρων τις ἐν ἐκείνῃ πάντως, ἢ τῶν πτυσμάτων, ἢ τῶν διαχωρημάτων, ἢ ὀρέξεως, ἢ νοήσεως, ἢ αἰσθήσεως, ἤ τινος ἄλλου τοιούτου σαφὴς ἐγένετο μεταβολὴ, καὶ τῇδε τῇ μεταβολῇ τὸ μὴ οὐχ ὁμοίαν ἀπαντῆσαι τὴν ἐν τῇ ἑβδόμῃ κρίσιν ἀμήχανον, ἀγαθὴν μὲν, εἰ ἐπὶ τὸ χρηστὸν, πονηρὰν δὲ, εἰ ἐπὶ τὸ φαῦλον μεταβάλλοι. τὰ πολλὰ μὲν οὖν ἀγαθαὶ κρίσεις αἱ κατὰ τὴν ἑβδόμην ἡμέραν. καὶ γὰρ αὖ καὶ τοῦτο ἐξαίρετον αὐτῇ πρόσεστιν. οὐ μὴν ἀλλὰ καὶ θνήσκουσί τινες ἐν αὐτῇ, καὶ τροπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἔνιοι λαβόντες ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἀπόλλυνται. τὴν δὲ ἕκτην ἡμέραν ὅσον ἀπολείπεται τῆς ἑβδόμης τῷ πλήθει τῶν ἐν αὐτῇ κρινομένων, τοσοῦτον πλεονεκτοῦσαν εὑρίσκω κακοηθείᾳ, καθάπερ ἐκ διαμέτρου τὴν φύσιν ἔχουσαν τῇ ζ΄. καὶ γὰρ καὶ τῶν ἐν τῇ τετάρτῃ μεταβαλλόντων ἐπὶ τὸ χεῖρον οἱ πλεῖστοι κατὰ τὴν ἕκτην ἀπόλλυνται. τοὐναντίον δὲ αὖ πάλιν εἰ χρηστὴ γένηται τροπὴ, τὴν ἑβδόμην ἀναμένει. κᾂν εἰ σπανίως δέ ποτε μεταβολὴν ἀγαθὴν ἐν τῇ τετάρτῃ γενομένην ἡ ἕκτη παραλαβοῦσα κρίνειν ἐπιχειρήσειεν, ἀμήχανον ὅσην ἐπιφέρει ταραχὴν καὶ κίνδυνον καὶ φόβον οὐ μικρὸν, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένου τἀνθρώπου. καὶ γὰρ εἰ καταφέροιντο, κάρῳ τι παραπλήσιον αὐτοῖς γίνεται καὶ κεῖνται τελείως ἀναίσθητοί τε καὶ ἄφωνοι. καὶ εἴ τις ἔκκρισις ἐν αὐτοῖς γίνοιτο, λειποψυχοῦσί τε καὶ ἀσφυκτοῦσι καὶ ἀχροοῦσι καὶ τρέμουσι καὶ καταπίπτουσι, τῆς ἑβδόμης ἡμέρας ἀεὶ πρὸς λόγον τῆς ἐκκρίσεως τὴν εὐφορίαν ἐπαυξούσης. ἀτὰρ οὖν καὶ κακοήθη καὶ δριμέα καὶ δυσώδη τὰ πολλὰ διαχωροῦσί τε καὶ ἐμοῦσι κατὰ τὰς ἑκταίας ἐκκρίσεις. ἱδρῶτες δὲ σπάνιοι μὲν οἱ ὁμαλοὶ καὶ δι’ ὅλου τοῦ σώματος καὶ θερμοί· κᾂν εἰ γένοιντο δέ ποτε τοιοῦτοι, διακόπτονται τὰ πολλὰ καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσι μὴ στῶσιν. ἔστι δ’ ὅτε παρωτίδας οὐκ εὐήθεις, ἢ καὶ ἰκτέρους ἐπήνεγκεν, ἤ τινα ἄλλην ἀπόστασιν ἀγῶνος ἑτέρου δεομένην εἰς λύσιν. εἰ δὲ καὶ δι’ οὔρων ποτὲ κρίνοιεν, οὐδὲ ταῦτα ἂν εὕροις χρηστά· καὶ γὰρ ὠμὰ καὶ ἄχροα καὶ λεπτὰ καὶ μηδεμίαν ἀγαθὴν ὑπόστασιν ἔχοντα, ἀλλ’ ἐνίοτε μὲν οἷον ὀστρακώδη, ἐνίοτε δὲ ψαμμώδη, πάντως δὲ ἀνώμαλόν τε καὶ ἄπεπτον, αὐτῷ τῷ πλήθει μόνον ὠφελοῦντα κατὰ τὴν ἕκτην ἡμέραν οἷς ἐπιφαίνεται. ταῦτα μὲν αὐτῆς τὰ μετριώτατα τῶν ἔργων, εἴ τις μέλλει σωθήσεσθαι. τοὺς πλείστους δὲ τοὺς μὲν αὐτίκα συνέκοψεν, ἢ ἀπέπνιξεν αἱμοῤῥαγίαις λάβροις, ἢ κενώσεσιν ἀμέτροις, ἢ καὶ κατοχαῖς τισιν ἢ μανίαις, τοὺς δ’ εἰς προὖπτον ὄλεθρον ἐνέβαλεν, ἰκτέρους ἐπαγαγοῦσα καὶ παρωτίδας οὐ χρηστὰς ἐγείρασα καὶ μαρασμοῖς ἀνιάτοις ἐνίοτε περιβάλλουσα, καὶ τί γὰρ οὐ κακὸν ἐπιφέρει; καί μοι πολλάκις ἐπῆλθε τὴν μὲν τῆς ἑβδόμης ἡμέρας φύσιν εἰκάζειν βασιλεῖ, τὴν δὲ τῆς ἕκτης τυράννῳ. προνοεῖται γὰρ ἡ μὲν οἷον ἀγαθός τις ἄρχων τοῖς ὑπ’ αὐτὴν κρινομένοις, ἢ τῆς κολάσεως ὑφεῖναι τοῦ μεγέθους, ἢ τὴν νίκην ἐπιλαμπρῦναι. τὴν δὲ τῆς ἕκτης ἡμέρας ἔμπαλιν εἰκάσαις ἂν ἢ τοῖς ὀλεθρίοις αὐτὴν ἐπιχαίρειν, ἢ ταῖς σωτηρίαις ἄχθεσθαι καὶ ζητεῖν ὅποι τὸν θυμὸν ἐκπλήσει καὶ κακῶς δρᾶσαι τὸν εἰς αὐτὴν ἐμπεσόντα καὶ μακρᾷ κολάσει περιβάλλουσα διαχειρώσεται. φέρ’ οὖν, ἐνταῦθα γὰρ ὁ λόγος ἤδη μοι στήτω, πρὶν τῶν ἄλλων ἁπασῶν ἡμερῶν διέρχεσθαι τὴν φύσιν, εἴ τις ἔροιτό μου περὶ τῆς ἑβδόμης ἡμέρας, εἰ κρίσιμος ὑπάρχει, κᾄπειθ’ ἑτοίμως ἀποκριναμένου μου περὶ τῆς ἕκτης ἐπανερωτῴη, τί ἂν ἀποκριναίμην αὐτῷ; εἰ μὲν γὰρ αὐτὴν προσηγορίαν ἐπιφέροιμι καὶ τῇδε, τάχ’ ἄν τις δόξειέ με καὶ τὴν φύσιν αὐτῆς ὁμοίαν ὑπολαμβάνειν· εἰ δ’ ὅτι τὴν φύσιν ἐναντία, διὰ τοῦτο ταύτην ἐξαιροίμην τῶν κρισίμων, ἴσως ἂν τις ὑπονοήσειεν ἐκ ταὐτοῦ γένους ὑπάρχειν αὐτὴν τῇ δωδεκάτῃ τε καὶ ἑκκαιδεκάτῃ, περὶ ὧν ἔμπροσθεν εἶπον ὡς οὐκ εἶδον αὐτὰς κρινούσας οὐδεπώποτε. περὶ μὲν δὴ τούτων ἑτοίμως ἀποφανοῦμαι, καθάπερ εἶπον καὶ περὶ τῆς ἑβδόμης. τὰς μὲν γὰρ, ὅτι μηδὲν ἔχουσι τῶν κριτικῶν γνωρισμάτων, οὐκ εἶναι κρισίμους ἐρῶ· τὴν δ’, ὅτι πάντα, διὰ τοῦτο κρίσιμον ὑπάρχειν. ἁπλῆν δ’ οὕτως ὑπὲρ τῆς ἕκτης ἀπόφασιν οὐκ ἔχω ποιήσασθαι. κρίνει μὲν γὰρ πολλάκις, ἀλλ’ ἐπιβούλως τε καὶ πονηρῶς, ὥστ’ εἴπερ ἀναγκάζει μέ τις ἀποκρίνασθαι περὶ αὐτῆς, οὐ λόγῳ μακρῷ χρησάμενος ὥσπερ ὀλίγον ἔμπροσθεν, ὅτε διῄειν αὐτῆς ἅπασαν τὴν φύσιν, ἀλλ’ ἐν κεφαλαίῳ περιλαβὼν κακὴν ἂν εἴποιμι κρίσιμον εἶναι τὴν ἕκτην ἡμέραν, ὥσπερ τὴν ἑβδόμην ἀγαθήν. οὐ μὴν οὕτω γε προσήκει κατακλείειν ἑαυτὸν εἰς ἁπλῆν καὶ στενὴν ἀπόφασιν ὑπὲρ πράγματος οὐχ ἁπλοῦ. τά τε γὰρ ἄλλα καὶ περὶ ὀνόματος ἁμιλλώμενοι λελήθασιν οἱ πολλοὶ τῶν ἰατρῶν. οἱ μὲν γὰρ τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν ἡγοῦνται κρίσιν, οἱ δ’, εἰ μὴ προσείη τὸ ἐπ’ ἀγαθῷ, κρίσιν οὔπω τὸ τοιοῦτον ὀνομάζουσιν, ἔνιοι δὲ τούτων μὲν ἑκάτερον ἀποτέλεσμα κρίσεως εἶναί φασιν, τὴν κρίσιν δὲ αὐτὴν τὸν μεταβλητικὸν ἐπιφανῶς ἐν ὀξεῖ καιρῷ σάλον ὑπάρχειν οἴονται, ἐξ αὐτῆς δηλονότι τοῦ νοσήματος τῆς φύσεως γινόμενον, οὐκ ἔξωθεν· εἶτ’ ἐρίζουσι περὶ τοῦ σημαινομένου μακρὰ, μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὡς ἀποχωρήσαντες τῶν ἰατρικῶν πραγμάτων ἢ διαλεκτικοῖς, ἢ γραμματικοῖς, ἢ ῥήτορσι πρέπουσαν ἐπαναιροῦνται σκέψιν. διαλεκτικοῦ μὲν γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος σκοπεῖσθαι, ῥητόρων δὲ καὶ γραμματικῶν, εἰ σύνηθες τοῖς Ἕλλησι τοὔνομα. καὶ ταῦτα ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν εἰς τοσοῦτον ἢ διαλεκτικῆς, ἢ γραμματικῆς, ἢ ῥητορικῆς ἐπαΐοντες εἰς ὅσον ὄνοι λύρας. οὗτοι μὲν οὖν καὶ τὰ τῶν ἰατρῶν ἀφέντες καὶ τὰ τῶν ἄλλων κακῶς μεταχειρισάμενοι καθ’ ἑκάτερα πλημμελοῦσιν. ἡμεῖς δὲ ὅπως μὲν ἄν τις ἄριστα χρῷτο τοῖς ἰατρικοῖς ὀνόμασιν, ἑτέρωθι δεδηλώκαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τῶν ἡμερῶν τὴν φύσιν ἐξηγήσασθαι προὐθέμεθα, τοὺς σοφιστικοὺς λήρους ἑτέροις παρέντες, οἷς οὐ τῶν ἔργων τῆς τέχνης φροντὶς, ἀλλὰ τοῦ φλυαρεῖν, ὥσπερ ἐπὶ μειρακίων διατριβαῖς. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἑξῆς ὑπὲρ τῶν προειρημένων ὀνομάτων, ἵν’ ἔχῃ τις αὐτῶν λύειν τὰ σοφίσματα, διαστελλόμενος τὰς ὁμωνυμίας. ἐν δέ γε τῷ νῦν λόγῳ τῷ ἐνεστῶτι τὸ χρήσιμον αὐτὸ διέλθωμεν πρότερον, ὥσπερ ἐν ἁπάσαις ἐποιησάμεθα ταῖς πραγματείαις, ἵν’ ἤδη τις ἔχων τοῦτο καὶ καρπούμενος ἐκ περιουσίας ἐλέγχειν μάθῃ τοὺς λήρους τῶν σοφιστῶν. τά τε γὰρ ἄλλα καὶ ὡς ἄνευ τῆς φλυαρίας αὐτῶν τῆς μακρᾶς ἔνεστιν ἐκμαθεῖν τοῖς εἰσαγομένοις εἰς τὴν τέχνην ἅπασαν ἀκριβῶς τῶν ἡμερῶν τὴν φύσιν ἐξ αὐτῆς τῆς διδασκαλίας ἔργῳ μαθεῖν ἔστι, καίτοι γε παντάπασιν ἀπέχεσθαι τῆς φλυαρίας αὐτῶν οὕτω δεδημοσιευμένης ἀδύνατον. ἀμέλει καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις, καί περ ἄκοντες, ὅμως αὐτῆς ἐφηψάμεθα.
Chapter 5
Νόμιζε τοίνυν ἐκεῖνα μὲν οἷον προοίμιόν τί μοι διὰ τὸ τῆς θεωρίας ἔνδοξον γεγονέναι, τὸ δὲ χρήσιμον αὐτὸ καὶ διαφέρον εἰς τὰ τῆς τέχνης ἔργα νῦν λέγεσθαι πᾶν ἐφεξῆς, ὅτι μὲν χρήσιμον ὑπάρχει, καὶ χωρὶς συνηγορίας ἐνδεικνύμενον, ὅτι δὲ καὶ ἀληθὲς, οὐκ εὐθὺς φαινόμενον, ἀλλὰ τὴν ἐξ αὐτῶν τῶν πραγμάτων κρίσιν ἀναμένον. ὥστε καὶ τοὺς ἀναλεξομένους αὐτὸ παρακαλέσαι καιρὸς, ἐπειδὰν, ὥσπερ ἡμεῖς ἐκρίναμεν ἅπαντα τὰ τῇδε γεγραμμένα παμπόλλῳ χρόνῳ, καὶ αὐτοὶ βασανίσωσιν ἐπὶ τῶν ἀῤῥώστων αὐτὰ, τότ’ ἀποφαίνεσθαι τολμᾷν ὑπὲρ τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας, πρότερον δὲ μή. πάλιν οὖν αὖθις ἀρκτέον ἡμῖν ἐστιν ἀφ’ ὧν περ ἐξ ἀρχῆς τοῦ γράμματος ὑπηρξάμεθα, καὶ λεκτέον ὅσα μὲν εἴρηται καὶ πρόσθεν διὰ κεφαλαίων ἀναλαμβάνουσιν, ὡς ὑπομνῆσαι μόνον, ὅσα δ’ οὔπω λέλεκται, κατὰ διέξοδον ἑρμηνεύουσιν. εἴρητο μὲν δὴ ταῦτα, τὰς λύσεις τῶν νοσημάτων ὅσαι ἀθρόαι γίνονται, δεῖσθαί τινος ἐκκρίσεως, ἢ ἀποστάσεως ἐπιφανοῦς, εἶναι δὲ τῶν ἡμερῶν ἐν αἷς γίνονται τὰς φύσεις διαφερούσας· τὴν μὲν γὰρ ἑβδόμην καὶ πολλάκις λύειν καὶ τελέως καὶ πιστῶς καὶ ἀγαθῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως, τὴν δ’ ἕκτην πολλάκις μὲν καὶ αὐτὴν, ἀλλ’ οὐχ ὁμοίως τῇ ἑβδόμῃ. καὶ γὰρ καὶ τῇ ποσότητι τῶν λυομένων ἀπολείπεσθαι καὶ τῷ τρόπῳ τῆς λύσεως πάμπολυ διαφέρειν. οὔτε γὰρ ἀγαθὰς ὑπάρχειν αὐτὰς, ἀλλὰ τὰς πλείστας μοχθηρὰς, οὔτ’ εἴπερ ἀγαθὰς, πάντως καὶ τελείας, ἀλλ’ οὐδ’ εἰ τελείας, εὐθὺς καὶ πιστάς· ὑποτροπιάζει γὰρ ἐνίοτε τὸ νόσημα, κᾂν ἀκριβῶς δόξῃ λελύσθαι. καὶ μὲν δὴ καὶ ὅτι τὸ μετὰ κινδύνων τε καὶ ἀσαφῶς ἰδιαίτατόν ἐστι τῆς ἕκτης ἡμέρας, καὶ τοῦτο εἴρηται. τό γε μὴν ἀσήμως οὐ πάνυ τι τῆς ἕκτης ἴδιον, ἀλλ’ ἔστιν αὐτῆς ὥσπερ καὶ τῆς ἑβδόμης ἐπίδηλος ἡ τετάρτη. ταῦτα μὲν οὖν εἴρητο, προστιθέσθω δὲ τὰ λείποντα. τῆς ἑβδόμης τὴν φύσιν ἡ τεσσαρεσκαιδεκάτη μάλιστα μὲν μιμεῖται, πλησίον δ’ αὐτῶν ἐστιν ἐννάτη τε καὶ ἑνδεκάτη καὶ εἰκοστή. καὶ ταύταις ἐγγὺς ιζ΄ καὶ ε΄ καὶ μετὰ ταύτας ἡ τετάρτη καὶ μετὰ ταύτην ἡ τρίτη τε καὶ ἡ ιη΄. τῆς δ’ ἕκτης τὴν φύσιν οὐδεμία μὲν ἀκριβῶς ἐμιμήσατο τῶν ἄλλων ἡμερῶν. εἴ ποτε δ’ εἰς τὴν ὀγδόην ἡμέραν ἢ τὴν δεκάτην ἐμπέσῃ λύσις ἀθρόα νοσήματος, ὁμοιοῦταί πως τῇ κατὰ τὴν ἕκτην, ἀλλὰ καὶ σπανίως ἐν ταύταις λύεται καὶ οὔτε πιστῶς οὔτε ἀγαθῶς οὔτε τελείως, ἔτι τε πρὸς τούτοις ἀσαφῶς τε ἅμα καὶ ἀσήμως, ὥσθ’ ἑτέρας εἶναι φύσεως αὐτὰς πρὸς τὰς ἔμπροσθεν εἰρημένας. ὥσπερ δ’ ἐν ταύταις οὐ λύεται νόσημα ἀθρόως, οὕτως οὐδ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις δωδεκάτῃ καὶ ἑκκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ. μεταξὺ δέ πως τούτου τοῦ στοίχου τοῦ νῦν εἰρημένου πάντως, τῶν μὴ λυουσῶν ἀθρόως ἡμερῶν, τῆς ὀγδόης λέγω καὶ τῆς δεκάτης καὶ τῆς δωδεκάτης καὶ τῆς ἑκκαιδεκάτης καὶ τῆς ἐννεακαιδεκάτης, καὶ τοῦ πρόσθεν εἰρημένου τῶν λυουσῶν, τῆς τε τρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης καὶ ἐννάτης καὶ ἑνδεκάτης καὶ τεσσαρεσκαιδεκάτης καὶ ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς, ἡ τρισκαιδεκάτη μάλιστά μοι φαίνεται τετάχθαι, μήθ’ ὁμοίως ἀπόβλητος οὖσα ταῖς ἐν τῷ δευτέρῳ στοίχῳ μήθ’ ὁμοίως ταῖς ἐν τῷ πρώτῳ λύειν πεφυκυῖα. τοιαύτη μέν τις ἡ τῶν εἰρημένων ἡμερῶν ἄχρι τῆς εἰκοστῆς διαφορά· τὰς δ’ ἐφεξῆς ἁπάσας ὕστερον ἐρῶ, πρότερόν γε τοῦτ’ ἀναμνήσας ὅπερ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν, ὡς ὅσον εἰς τὰ ἔργα τῆς τέχνης διαφέρει, μακροῦ μὲν εἰς εὕρεσιν δεῖται χρόνου, βραχυτάτου δ’ εἰς διδασκαλίαν. τὸ δ’ ἄλλο πᾶν ἤτοι λῆρός ἐστι σοφιστῶν ἢ πρὸς τούτους ἀντιλογία, λῆρος μὲν οὖσα καὶ αὐτὴ, κάλλιον γὰρ ἦν αὐτῶν καταφρονεῖν, ἀλλὰ διὰ τοὺς νέους ἐνίοτε τοὺς ὑπὸ τῶν σοφισμάτων ἐξισταμένους τῶν κατὰ φύσιν λογισμῶν χώραν ἀναγκαίαν λαμβάνουσα. τὸ οὖν προκείμενον ἤδη δέδεικται σαφῶς, ὡς καὶ χωρὶς τῶν ὀνομάτων τοῦ τε κρίνεσθαι καὶ κεκρίσθαι καὶ κρίσεως καὶ κρισίμου τὴν διήγησιν ἐποιησάμην τῆς τῶν ἡμερῶν διαφορᾶς, οὐκ ἐκ λόγου τινὸς ἢ δόγματος τῶν ἀποῤῥήτων εἰσηγησάμενος, ἀλλ’ ἐκ μόνης τῆς πολυχρονίου πείρας ἀθροίσας τὴν θεωρίαν. ὅστις δὲ ταύτην καταλιπὼν, ἢ πῶς ὁρίζεσθαι χρὴ τὴν κρίσιν, ἢ τίς λόγος ἐστὶ δι’ ὃν οὐχ ὁμοίως ἐν ἁπάσαις ταῖς εἰρημέναις ἡμέραις αἱ κρίσεις γίνονται ζητεῖ, σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέξει, οἵ τοῖς τοιούτοις λόγοις ἀντιλέγοντες οἴονται τὸ πρᾶγμα διαβαλεῖν αὐτό· καθάπερ εἴ τις ταῖς ὀπτικαῖς αἰτίαις, ἃς οἱ φιλόσοφοι λέγουσιν, ἀντειπὼν ἀνῃρηκέναι νομίζει τὴν ὄψιν, ἢ εἴ τις ἀπορήσας τοὺς περὶ τῆς κινήσεως λόγους, ἢ τοὺς περὶ τόπου καὶ χρόνου καὶ γενέσεως καὶ φθορᾶς, οἴοιτο σὺν τοῖς λόγοις ἀνῃρηκέναι καὶ τὰ πράγματα. τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν σοφιστῶν κατά τε κρίσεως καὶ κρισίμων ἡμερῶν ῥητορεία, τὸ μὲν φαινόμενον αὐτὸ μὴ δυναμένων ὑπαλλάξαι, τὰ σημαινόμενα δὲ μετατιθέντων, καὶ πρὸς ὁρισμούς τινας ἀντιλεγόντων, καὶ τὰ περὶ τῆς φύσεως τῶν ἁριθμῶν δόγματα διασειόντων. ἀλλ’ ἥ γ’ ὑφ’ ἡμῶν ἄρτι γεγραμμένη διδασκαλία τούτων μὲν οὐδενὸς ἐφήψατο, καὶ διὰ τοῦτο ἀποφράττει τὸ τῶν σοφιστῶν στόμα· τὸ χρήσιμον δ’ αὐτὸ διὰ ταχέων ἐκδιδάσκει. ὡσαύτως δ’ ἂν καὶ διὰ ταχέων ἐμήνυσα τὰς μετὰ τὴν εἰκοστὴν ἡμέραν διαφορὰς, εἰ μή τίς γε κατεῖχεν ἀναγκαῖος λόγος, ὃν καὶ αὐτὸν οἱ μὲν ἐκ τῆς ἐμπειρίας ὁρμώμενοι καὶ μηδὲν τοῖς ἐναργῶς φαινομένοις προσδοξάζοντες ἀκριβῶς ἴσασιν, οὐ μὴν οἵ γε πρῶτον ἀναλαμβάνοντες τὴν τέχνην.
Chapter 6
Ἔστι δ’ οὗτός τις ὁ ζητῶν ἥτις ποτε τῶν νοσημάτων ἡ ἀρχή· καὶ γὰρ ἀγρυπνοῦσι καὶ ἀνορεκτοῦσι καὶ κεφαλὰς βαρύνονται καὶ νωθροὶ καὶ δυσκίνητοι καὶ κοπώδεις γίνονται καὶ μυρία τοιαῦθ’ ἕτερα πάσχουσιν οἱ πλεῖστοι τῶν μελλόντων νοσήσειν. καὶ ταῦτ’ εἰσβάλλει μὲν αὐτοῖς τὴν πρώτην σμικρὰ, παραύξεται δ’ ἀεὶ καὶ μᾶλλον κατὰ βραχὺ περιερχομένοις ἤδη καὶ τὰ συνήθη πράττουσιν. ἐπειδὰν δὲ πρῶτον νικηθῶσιν ὑπὸ τοῦ δυσαρεστήματος, τηνικαῦτα κατακλίνονται. τίνα δ’ οὖν ἀρχὴν τῷ νοσήματι θέσθαι προσήκει, χαλεπὸν εἶναι δοκεῖ. τὴν μὲν γὰρ ἀκριβῶς πρώτην σχεδὸν ἀναίσθητον ὑπάρχειν, τὴν δ’, ὅτε κατεκλίθη, κατακλίσεως μὲν ἀρχὴν εἶναι, νόσου δ’ οὐκ εἶναι. καὶ γὰρ καὶ τὸ καρτερικοὺς ὑπάρχειν καὶ ἀταλαιπώρους καὶ τὸ κατέχεσθαι πρός τινος ἐπὶ πολιτικῆς πράξεως, ἢ καὶ βαδίζειν ὁδὸν μακροτέραν καὶ πόῤῥω τῆς τοῦ οἴκου καταγωγῆς εἶναι, καὶ δι’ ἄλλας τοιαύτας αἰτίας δύναταί τις οὔπω μὲν κατακεκλίσθαι, κεκακῶσθαι δέ· καὶ μέν γε καὶ μαλακός τις τὴν γνώμην καὶ ταλαίπωρος καὶ ὕποπτος ἐπὶ μικραῖς προφάσεσιν εὐθὺς κατακλίνεται. τὴν τίνος οὖν κατάκλισιν ἀρχὴν τοῦ νοσήματος ὑποληπτέον, οὐκ ἄν τις ἐξεύροι ῥᾳδίως. καὶ μὴν εἰ μήτε τὴν πρώτην ἀκριβῶς ἀρχὴν οἷόν τε λαβεῖν ἐστι μήτε τὴν κατάκλισιν εὔλογον ὑποθέσθαι τοῦ νοσήματος ἀρχὴν ὑπάρχειν, δῆλον ὡς οὐδ’ ἄλλον τινὰ χρόνον ἢ τὸν πρὸ τῆς κατακλίσεως, ἢ τὸν μετ’ αὐτήν. οἱ μὲν γὰρ ἔμπροσθεν ἅπαντες ἀδίκως ληφθήσονται τῆς πρώτης ἀρχῆς παροφθείσης· οἱ δ’ αὖ μετὰ τὴν κατάκλισιν ἔτ’ ἀδικώτερον, εἰ μηδ’ ὁ ταύτης χρόνος ἀρχὴ τοῦ νοσήματος ὑπάρχει. τοιαῦται μὲν αἱ ἀπορίαι, λύσεις δ’ αὐτῶν πολυειδεῖς. ἡ μὲν πρώτη καὶ μεγίστη τὸ πολλὰς νόσους ἐξαίφνης εἰσβάλλειν ἢ ἅμα ῥίγεσιν, ἢ σὺν ἀλγήμασιν ἰσχυροῖς, μηδενὸς ὅλως αἰσθητοῦ συμπτώματος αὐτῶν προηγησαμένου. τὰς οὖν ἄλλας ἐάσας νόσους, ἐν αἷς ἀσαφεῖς αἱ ἀρχαὶ, τὴν πεῖραν τῶν κρινουσῶν ἡμερῶν ἐπὶ τῶν σαφεστάτων ποιοῦμαι. καὶ γὰρ καὶ δειπνήσασιν εὐφορώτατα πολλοῖς καὶ γυμνασαμένοις καὶ λουσαμένοις ἐξαίφνης εἰσέβαλε νοσήματα, καθάπερ καὶ Ἱπποκράτης ἐπὶ πολλῶν ἀῤῥώστων ἔγραψεν· ὥσπερ αὖ πάλιν ὁ αὐτὸς Ἱπποκράτης ἐφ’ ἑτέρων ἀῤῥώστων εἴωθε γράφειν ὅτι πρὶν ὑπάρξασθαι νοσεῖν ὀρθοστάδην ἠνωχλοῦντο. καίτοι καὶ αὐτὸ τοῦτο λέγοντες, τὸ πρὶν ἄρξασθαι νοσεῖν, λελήθαμεν ἡμᾶς αὐτοὺς ἐξομολογούμενοι τἀληθές. ἀρχὴν γὰρ τοῦ νοσεῖν ἐκεῖνον εἶναι νομιστέον αὐτοῖς τὸν χρόνον ἡνίκα σαφῶς ἀρξάμενοι πυρέττειν κατεκλίθησαν. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστι κεφαλῆς ἄλγημα καὶ πυρετὸς, ὥσπερ οὐδ’ ἀγρυπνία καὶ ἀνορεξία καὶ βάρος ὅλου τοῦ σώματος, ἢ κοπώδης αἴσθησις, ἀλλ’ ἕκαστον τούτων ἕτερόν τι τοῦ πυρέττειν ὑπάρχον ἀγγέλλει πυρετόν. σὺ μὲν οὖν ὦ σοφιστὰ τὸν νοῦν τούτοις πρόσεχε. πυρετὸς δ’ εἰσβαλὼν καὶ μάλιστ’ ὀξὺς οὔθ’ ἡμᾶς λαθεῖν οὔτ’ ἰδιώτην οὐδένα δύναται. θὲς δ’, εἰ βούλει, καὶ λαθεῖν, ἀλλὰ θαυμάζοιμ’ ἂν εἰ πλέον ὥρας λήσει τὸν κάμνοντα, κᾂν ἀναισθητότατος ᾖ. νομιζέσθω τοίνυν εἰσβεβληκέναι δεκάτης ὥρας, ἔστω δ’ ἡ κατὰ ἀλήθειαν ἀρχὴ μὴ δεκάτης, ἀλλὰ θ΄ ὥρας γεγενημένη, τί τοῦτο πρὸς τὰς κρισίμους ἡμέρας; πάνυ γοῦν, ὡς ὁρᾷς, παρὰ τοῦτο τὰ τῆς ἰατρικῆς τέχνης ἔργα διαφθείρεται, παρ’ ὅσον τῶν νοσούντων ἐνίους ἔλαθεν ὥρα μία. ὅ γέ τοι πάντων ἰατρῶν ἀκριβέστατος σύμπαντα τὰ τοιαῦτα παραφυλάξας Ἱπποκράτης, ὥσπερ ὅτι πολλοὶ μὲν ἐξαίφνης ἤρξαντο πυρέττειν, οὐδενὸς ἔμπροσθεν αὐτοῖς γενομένου συμπτώματος, ἔνιοι δ’ ὀρθοστάδην ἐνοχληθέντες, ἐνέγραψεν, οὕτω καὶ τὰς κρίσεις ἐτήρησε γινομένας ἀφ’ ἧς πρώτης ἡμέρας ἐπύρεξεν ὁ ἄνθρωπος, οὐκ ἀφ’ ἧς ἤλγησε κεφαλὴν, ἤ τι τοιοῦτον ἕτερον ἠνωχλήθη. ἐπὶ ταῖς τοιαύταις γὰρ ἀρχαῖς ἡ τῶν κρινουσῶν ἡμερῶν ἐμπειρία τοῖς ἰατροῖς. σὺ δ’ εἰ τὰς λόγῳ θεωρητὰς ἀρχὰς ἐπισκοπεῖσθαι βούλει, τάχα τοῦ τῆς ἀειπαθείας ἐφάψῃ δόγματος. ἀλλ’ οὐχ ἥ γε τῶν Ἀσκληπιαδῶν ἰατρικὴ τοιαύτη, λόγῳ γὰρ θεωρητοὺς ἐκεῖνοι πυρετοὺς οὔτε διαγινώσκειν οὔτε θεραπεύειν ἠξίουν· οἱ δ’ αἰσθητοὶ καὶ σαφεῖς, καὶ μάλισθ’ ὅταν ὀξεῖς ὦσιν, ἐφ’ ὧν δὴ καὶ μάλιστα τῆς τῶν κρισίμων ἡμερῶν θεωρίας χρῄζομεν, οὔτ’ ἰδιώτην οὐδένα λαθεῖν οὔτε ἰατρὸν δύνανται. τί δὴ καὶ βούλει; πότερον ἐκ τῶν ἐξαίφνης κατακλιθέντων ποιήσασθαι τὴν τήρησιν, ἢ τῶν ὀρθοστάδην ἐνοχληθέντων; Ἱπποκράτης μὲν γὰρ ἐπ’ ἀμφοτέρων ποιησάμενος τὰς αὐτὰς ἐπ’ ἀμφοῖν ἀπεφήνατο κρισίμους, οὐχ ὅτε πρῶτον ἤλγησε τὴν κεφαλὴν, ἀλλ’ ὅτε πρῶτον ἐπύρεξε, τὴν ἀρχὴν τοῦ νοσήματος ὑποθέμενος. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστος οἷς τῆς τέχνης ἐμέλησεν, οὐ λόγων ψευδῶν πιθανῶς συγκεκροτημένων. ἡ μὲν δὴ τῶν νοσημάτων ἀρχὴ παντὸς μᾶλλον εὔγνωστος ἰατροῖς. εἰ δέ τις ἑαυτὸν ἐξαιρεῖ τῆς προσηγορίας τῆσδε καὶ μήπω πείθεται καὶ ληρεῖν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ Ἱπποκράτην καὶ Διοκλέα καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα νομίζει, νικάτω νίκην οὗτος Καδμείαν.
Chapter 7
Ἐμοὶ γὰρ οὐ σοφιστὰς ἐξελέγχειν πρόκειται νῦν, ὅ τι μὴ πάρεργον, ἀλλὰ τοῖς ἀλήθειαν σπουδάζουσιν ἧς γινώσκω κοινωνῆσαι θεωρίας. ἔστω δή τις τοιοῦτος ἡμῖν ἄῤῥωστος ἐξ ὑποθέσεως εἰς σαφήνειαν τῆς διδασκαλίας προκείμενος, τῇ δεκάτῃ τῆς ἡμέρας ὥρᾳ πυρέττειν ὀξέως ἀρξάμενος, ἐφ’ οὗ ζητεῖν ἐπιτρέψαντες τοῖς σοφισταῖς τὴν λόγῳ θεωρητὴν ἀρχὴν, αὐτοὶ τὴν δευτέραν ἡμέραν, ἢ εἴ τιν’ ἀρχὴν ἑτέραν ἐν αὐτῇ ποιεῖται παροξυσμὸς ἕτερος, αἰσθητὴν καὶ σαφῆ παραφυλάξομεν· εἶθ’ οὕτω καὶ τὴν τρίτην, ἵν’ εἴτε διὰ τρίτης, εἴτε καὶ καθ’ ἑκάστην ἡμέραν οἱ παροξυσμοὶ γίνονται, γινώσκωμεν· ἔτι δὲ τούτου μᾶλλον, εἴτ’ ἐν ταῖς ἀρτίαις, εἴτ’ ἐν ταῖς περιτταῖς ἡμέραις παροξύνεται σφοδρότερον. ἔστω δὴ συνεχὴς μὲν ὁ πυρετὸς, διὰ τρίτης δ’ οἱ παροξυσμοί· καὶ τῇ τρίτῃ μὲν τῶν ἡμερῶν ἑνδεκάτης ὥρας, τῇ πέμπτῃ δὲ νυκτὸς ὥρας πρώτης παροξυνέσθω, τῇ δὲ ἑβδόμῃ νυκτὸς ὥρας τρίτης· ἀεὶ γὰρ ὑποκείσθω δυοῖν ὥραιν ὑστερίζειν τὸν παροξυσμὸν, ὥστε καὶ τῆς ἐννάτης νυκτὸς ὥρᾳ πέμπτῃ παροξυνθήσεται καὶ τῆς ἑνδεκάτης ἑβδόμῃ. ἔστω δὴ τούτῳ τὰ μὲν ἄλλα παραπλήσια δι’ ὅλου τοῦ νοσήματος ἀπὸ τῆς ἀρχῆς ἕως τῆς ἑνδεκάτης νυκτὸς, κατὰ δὲ τὴν ἑνδεκάτην εὐχρούστερά τε ἅμα γινέσθω τὰ οὖρα καί τινα καὶ λευκὴν νεφέλην ποιείσθω πρότερον οὐ γεγενημένην. ἐνταῦθα πρῶτον μὲν ἐλπὶς οὐ σμικρὰ τοῖς γε ὄντως ἰατροῖς ἐν τῇ ιδ΄ λυθήσεσθαι τὸ νόσημα, συμβαίνει μὴν πολλάκις ὑπερεκπίπτειν τὴν λύσιν εἴς τινα τῶν ἐφεξῆς ἡμερῶν. ἀλλὰ τοῦτο μὲν ὅπως γίνεται τοῦ περὶ κρίσεών ἐστιν ἴδιον λόγου, καὶ διὰ τοῦτο ἐν ἐκείνῳ ῥηθήσεται. τὸ δέ γε νῦν εἶναι πρόκειται μὲν ὁ περὶ τῶν κρισίμων ἡμερῶν λόγος. οὗ δ’ ἕνεκα τοῦ παραδείγματος ἐδεήθην, ἐγγὺς ἥκειν ἔοικεν. εἰσβαλλέτω γὰρ ὁ τῆς τρισκαιδεκάτης νυκτὸς παροξυσμὸς οἱᾳδηποτοῦν ὥρᾳ μετὰ ῥίγους. ἐνδέχεται γὰρ αὐτὸν καὶ προλαβεῖν τὴν ὥραν τὴν συνήθη καὶ μὴ προλαβεῖν, ἄμφω γὰρ γίνεται, καὶ πλέον γε θάτερον, τὸ προλαβεῖν, ὅταν μέλλῃ γενήσεσθαι κρίσις. ἔστω δ’, εἰ βούλει, καὶ δύσφορος ἡ τρισκαιδεκάτη νὺξ ἅπασα γεγενημένη πρὸς τὸ βεβαιότερον ἡμᾶς ἐλπίσαι τὴν κρίσιν. οὐ γὰρ ἐνδέχεται τὸν οὕτω νοσήσαντα μὴ κριθῆναι κατὰ τὸν ἐπὶ τῆς τρισκαιδεκάτης νυκτὸς ἀρξάμενον παροξυσμόν. ἴν’ οὖν μηδὲν ἀδιόριστον εἴη, κείσθω μὲν ἡ νὺξ δύσφορος, εἰσβαλλέτω δὲ ὁ παροξυσμὸς ὥρας ὀγδόης μετὰ ῥίγους σφοδροῦ, καὶ μηδὲν ἄλλο τῶν ταῖς κρίσεσι προσεδρευόντων παρέστω σύμπτωμα· γινέσθω δὲ καὶ ὁ σφυγμὸς ἄτακτος μὲν καὶ ἀνώμαλος, ἀλλ’ αἱ πλείους κινήσεις ὑψηλαὶ καὶ μεγάλαι φαινέσθωσαν· ὁ τοιοῦτος ἄῤῥωστος, ἐπειδὰν ὁ μετὰ τοῦ ῥίγους γενόμενος παροξυσμὸς ἀπολάβῃ τὴν οἰκείαν ἀκμὴν, ἱδροῦν εὐθὺς ἄρχεται κρισίμως ἐν τῇ ιδ΄ δηλονότι τῶν ἡμερῶν. οὕτως γὰρ συμβαίνει τῆς ιγ΄ νυκτὸς ὀγδόης ὥρας εἰσβάλλοντος τοῦ παροξυσμοῦ. γινέσθω τοίνυν πρὸς λόγον ἀεὶ τῆς κενώσεως εὐπνούστερός τε καὶ εὐκινητότερος καὶ εὐσφυκτότερος καὶ εὐφορώτερος, καὶ δι’ ὅλης γε τῆς ἡμέρας ἱδρούτω πολλῷ καὶ θερμῷ διὰ παντὸς τοῦ σώματος ὁμαλῶς, εἶτ’ εἰς ἑσπέραν ἀκριβῶς ἀπύρετος γινέσθω· ὁ τοιοῦτος ἄῤῥωστος ἀσφαλῶς κέκριται. καὶ χρὴ λοιπὸν ἀνατρέφειν αὐτὸν κατὰ βραχὺ μηδὲν δεδιότας· ἥ τε γὰρ ἡμέρα πιστὴ καὶ πάντα τὰ κριτικὰ γνωρίσματα συνέδραμεν. ὅτι μὲν ἐπὶ τῆς ια΄ ἡμέρας τὸ κρίσιμον ἐν τοῖς οὔροις ἐφάνη, σημεῖον εὐσήμου τῆς κρίσεως εὐλόγως ῥηθείσης, ὅτι δ’ ἥ τε νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ καὶ ἡ εἰσβολὴ μετὰ ῥίγους, καὶ ὁ τῶν σφυγμῶν σάλος ὁ κριτικὸς καὶ οἱ ἱδρῶτες οἱ χρηστοὶ, διὰ τοῦτο σαφοῦς δικαίως ἂν…
Chapter 8
Πάλιν…
Chapter 9
Ἐ…
The complete text is available when the reading interface loads.