Ad Glauconem de methodo medendi
Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος
- Scientific editors
- Karl Gottlob Kühn
- Edition reference
- Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1826
- CTS identifier
urn:cts:greekLit:tlg0057.tlg067.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
ΓΑΛΗΝΟΥ ΤΩΝ ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΘΕΡΑΠΕΥΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α.
Ὅτι μὲν οὐ τὴν κοινὴν μόνον ἁπάντων ἀνθρώπων φύσιν, ὦ Γλαύκων, ἐπίστασθαι χρὴ τὸν ἰατρὸν, ἀλλὰ καὶ τὴν ἰδίαν ἑκάστου, πάλαι τε πρὸς Ἱπποκράτους ὀρθῶς εἴρηται καὶ ἡμῖν δὲ ἐπ’ αὐτῶν, ὡς οἶσθα, τῶν ἔργων τῆς τέχνης ἱκανῶς ἐσπούδασται. οὐ μὴν γράφειν γε δυνατὸν, ὥσπερ τὴν κοινὴν, οὕτω καὶ τὴν ἰδίαν ἑκάστου, ἀλλ’ ὑπεναντίως ἔχει τὰ γράμματα πρὸς τὰς πράξεις, ἄλλοθί τε πολλαχόθι καὶ οὐχ ἥκιστα ἐν τοῖς νῦν ὑπ’ ἐμοῦ προκειμένοις. ἠξίωσας μὲν γὰρ ἡμᾶς, ἰαμάτων τινά σοι καθόλου μέθοδον ὑποτυπώσασθαι· περαίνεται δὲ αὕτη διά τε ποιότητος καὶ ποσότητος ἑκάστου τῶν βοηθημάτων καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν καὶ τοῦ πάντων τούτων χαλεπωτάτου διαγνωσθῆναι καιροῦ. περὶ ὃν ὀξὺν ἱκανῶς ὄντα, καθάπερ που καὶ τοῦτό φησιν ὁ πάντων ἡμῖν τῶν καλῶν ἡγεμὼν Ἱπποκράτης, σφαλλομένους πολλάκις ὁρᾷς οὐ τοὺς τυχόντας μόνον, ἀλλὰ δὴ καὶ τοὺς ἀρίστους ἰατρούς. καὶ μὲν δὴ καὶ μέγα τὸ ποσὸν εὐστόχως συναρμοσθὲν εἰς δύναμιν ὁ αὐτὸς ἀνὴρ ἔγραψεν. ὅταν οὖν εἰς μὲν τὸ καλῶς ἰᾶσθαι μέγα συντελεῖν φαίνοιτο ὅ τε καιρὸς καὶ ἡ ποσότης τῶν βοηθημάτων, ἴδια δὲ ταῦτα καθ’ ἕκαστον τῶν νοσούντων εὑρήσεις καὶ μηδὲν ἴδιον ἑρμηνεύεσθαι δύναται τῷ λόγῳ, τὸ κοινὸν οὕτως ἀναγκαζόμεθα γράφειν, κᾂν τῇ χρείᾳ δεύτερον ᾖ. καὶ γὰρ οὖν καὶ ἐπισκοπούμεθά τινας ἀῤῥώστους πολλάκις, οἷς ἔμπροσθεν ὑγιαίνουσιν οὐκ ἐνετύχομεν· οὔκουν οὐδ’ ὅπως εἶχον χροιᾶς, ἢ σχέσεως, ἢ τῆς κατὰ φύσιν θερμασίας, ἢ τῆς τῶν ἀρτηριῶν γινώσκοντες, ἵν’ εἰδότες ἱκανοὶ κριταὶ γενοίμεθ’ ἄν ποτε τῶν νοσημάτων τοῦ μεγέθους. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως ἕκαστον, εἰς τοσοῦτον καὶ μεγέθους ἥκει. τὸ δ’ ὅσον ἐξίσταται, γνῶναι δυνατὸν μόνῳ τῷ τὸ κατὰ φύσιν ἀκριβῶς ἐπισταμένῳ. τοῦτ’ οὖν ἀγνοοῦντες ἐπ’ αὐτῶν, ἵνα μὴ παντάπασιν ἀπορῶμεν, ἐπὶ τὸ κοινὸν ἀφικνούμεθα. πλέον δέ τι κᾀν τούτῳ τῶν ἀτέχνων ὁ τεχνίτης ἔχει. καὶ τί τὸ πλέον; Ἱπποκράτης μὲν καὶ τοῦτο πρῶτος ἁπάντων ὧν ἴσμεν γέγραφεν. ὑπεμνήσαντο δὲ ἐπὶ πλέον τῶν μετ’ αὐτὸν ὅσοι τῶν ἐκείνου συνῆκαν γραμμάτων, ὧν εἷς ἦν καὶ Μνησίθεος ὁ Ἀθηναῖος, ἀνὴρ τά τε ἄλλα ἱκανὸς πάντα τὰ τῆς τέχνης καὶ εἰς ὅσον χρὴ μεθόδῳ τὴν ἰατρικὴν τέχνην ἀσκεῖν, οὐδενὸς ἐπιγνῶναι δεύτερος. οὗτος ὁ Μνησίθεος ἀπὸ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν ἀρξάμενος ἀξιοῖ τέμνειν αὐτὰ κατ’ εἴδη τε καὶ γένη καὶ διαφοράς. εἶτ’ αὖθις τὰ τεμνόμενα τέμνειν ὁμοίως κᾀκεῖνα πάλιν ὡσαύτως, ἔστ’ ἂν ἐπί τι τοιοῦτον εἶδος ἀφικώμεθα μεθ’ ὃ τέμνοντες, ἀχρὶς οὗ τὸ τεμνόμενον, εἰς ἓν τῷ ἀριθμῷ καὶ ἄτομον ἤδη τελευτήσομεν. ταῦτ’ ἀρκεῖ μοι πρός γέ σε διὰ βραχέων ἃ βούλομαι δεδηλῶσθαι. καὶ γὰρ ἂν εἴην γελοῖος, εἴ σε διδάσκοιμι τὰ σὰ ὥσπερ οὐχὶ παρὰ Πλάτωνος αὐτὰ πάλαι μεμαθηκότα. οὐδὲ γὰρ ὥστε διδάξαι σέ τί πως περὶ τῆς κατὰ τὴν τοιαύτην διαίρεσιν μεθόδου τὴν ὑπόμνησιν ἐποιησάμην, ἀλλ’ ὅτι μοι πρὸς τὸν ἐφεξῆς λόγον ἅπαντα χρήσιμον αὐτὴν ἔσεσθαι νομίζω· καὶ τὴν αἰτίαν, ὧν ἑκάστοτε σφαλλομένους ὁρᾷς τοὺς πλείστους τῶν ἰατρῶν, ἀξιοῦντί σοι μαθεῖν οὐκ ἐνῆν ἄλλως ἐνδείξασθαι. καὶ γὰρ καὶ τὰ κατὰ τὰς ἄλλας αἱρέσεις σφάλματα καὶ ὅσα νῦν ἐπὶ τῶν νοσούντων οἱ πολλοὶ τῶν ἰατρῶν ἁμαρτάνουσι, πρώτην καὶ μεγίστην αἰτίαν ἔχει τὸ μοχθηρὸν τῆς διαιρέσεως. οἱ μὲν γὰρ ἐπὶ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν μένουσιν, ἀρκούμενοι ταῖς ἀπὸ τούτων ἐνδείξεσιν· οἱ δὲ μέχρι μέν τινος ἔτεμον, οὐ μὴν πρός γε τὸ τέλος ἐξίκοντο· πολλοὶ δὲ καὶ μοχθηραῖς ἐχρήσαντο διαιρέσεσιν. ὅστις δὲ καὶ τὰ κατὰ φύσιν ἅπαντα καὶ τὰ παρὰ φύσιν εἰς τὴν τοιαύτην ἀνάγων μέθοδον, ἐξ ἁπάντων τούτων τῶν κατὰ τὴν διαίρεσιν ἀνενδεῆ λαμβάνοι τὴν ἔνδειξιν, μόνος ἂν οὗτος εἰς ἀνθρωπίνην δύναμιν ἀναμάρτητος εἴη περὶ τὰς ἰάσεις· καὶ τούς τε γινωσκομένους ἄμεινον τῶν ἄλλων ἰῷτο καὶ τοὺς ἀγνοουμένους εἰς ὅσον οἷόν τε καὶ τούτους ἐγγυτάτω τῶν γινωσκομένων. εἰ γὰρ διορίσαιτό τις πρῶτον μὲν τὴν κατὰ τὰς ἡλικίας διαφορὰν, ἐφεξῆς δὲ τὴν κατὰ τὰς κράσεις καὶ τὰς δυνάμεις καὶ τἄλλα τὰ τοῖς ἀνθρώποις ὑπάρχοντα, χροιὰς λέγω καὶ θερμασίας καὶ σχέσεις καὶ σφυγμῶν κινήσεις καὶ ἔθη καὶ ἐπιτηδεύματα καὶ τὰ τῆς ψυχῆς ἤθη, προσθείη δὲ τούτοις καὶ τὴν ὡς ἄῤῥενος πρὸς θῆλυ διαφορὰν, ὅσα τε κατὰ τὰς χώρας καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἄλλας τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις, ὡς χρὴ διορίσασθαι, πλησίον ἂν ἥκοι τῆς ἰδίας τοῦ κάμνοντος φύσεως. ἀλλὰ πάντων τούτων τὰ μὲν ἐν τοῖς περὶ σφυγμῶν, τὰ δὲ ἐν τοῖς περὶ κράσεων διώρισται· ὥσπερ γε καὶ τῶν παρὰ φύσιν ἁπάντων ὅσαι κατ’ εἴδη τε καὶ γένη διαφοραὶ τυγχάνουσιν οὖσαι, πάσας ἐν τῷ περὶ παθῶν διοριζόμεθα λόγῳ. νυνὶ δὲ ὁ μὲν λόγος ἡμῖν ἅπας ἔσται περὶ τῶν τοιούτων ἀῤῥώστων ὧν τὴν φύσιν ἀκριβῶς ἐπιστάμεθα πρὸ τῆς νόσου· συνεπινοηθήσονται δὲ αὐτοῖς καὶ οἱ λοιποὶ πάντες ὧν ἠγνοοῦμεν. οὐδὲν γὰρ ἦν χαλεπὸν ἀπὸ τοῦ τελέως διωρισμένου καὶ τὸ μὴ τοιοῦτον ἐξευρίσκειν.
Chapter 2
Ἀρξώμεθα οὖν ἀπὸ τῶν πυρετῶν, ἐπειδὴ καὶ σὺ τῆς τούτων ἰάσεως μάλιστα ἠξίου σοι τὴν μέθοδον λεχθῆναι, καὶ πρῶτον εἴπωμεν περὶ τῶν ἁπλουστάτων, οὓς Ἱπποκράτης ἐφημέρους καλεῖ. οὗτοι δέ εἰσιν οἵ τε διὰ κόπους γινόμενοι καὶ μέθας καὶ ὀργὰς καὶ λύπας καὶ θυμοὺς καὶ τὰς ἄλλας φροντίδας τῆς ψυχῆς τὰς συντόνους. καὶ οἱ ἐπὶ βουβῶσι δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσὶ, πλὴν εἰ μὴ χωρὶς ἕλκους φανεροῦ γένοιντο. τηνικαῦτα γὰρ ὕποπτοί τέ εἰσι καὶ οὐδαμῶς ἐπιεικεῖς. καὶ ἀγρυπνία δὲ πολλάκις ἤνεγκεν ἁπλοῦν πυρετὸν, ὥσπερ οὖν καὶ ψύξις ποτὲ καὶ ἔγκαυσις. οὗτοι πάντες οἱ πυρετοὶ ῥᾷστα λυθῆναι δύνανται· χρὴ γὰρ ἐπί τε λουτρὰ ταχέως ἄγειν αὐτοὺς καὶ τὴν ἄλλην τὴν συνήθη δίαιταν. ὡς ὅσοι γε τὴν πολυθρύλλητον διάτριτον ἐπὶ πάντων τῶν τοιούτων ἐκδέχονται, δριμυτέρους πολλάκις εἰργάσαντο τοὺς πυρετοὺς, καί τι καὶ ἄλλο προσεξαμαρτάνοντες, ὥσπερ οὖν ὁρᾷς τοὺς πολλοὺς αὐτῶν καθ’ ἑκάστην εἴσοδον ἁμαρτάνοντας, ὡς καὶ χειροποίητα ὄντως ἐργάσασθαι νοσήματα. τὰ μὲν δὴ τῆς θεραπείας τοῖς τοιούτοις πυρετοῖς πρόχειρα, τὰ δὲ τῆς διαγνώσεως ἀκριβείας πλείονος δεῖται καὶ οὐδεὶς πρό γε ἡμῶν ἔγραψεν αὐτὰ εἰς ὅσον ἐχρῆν. ὥστ’ οὐδὲν θαυμαστὸν εἰς τοσοῦτον ἁμαρτάνειν τοὺς πολλοὺς ἐν ταῖς ἰάσεσιν, εἰς ὅσον κᾀν ταῖς διαγνώσεσι σφάλλονται. πολλάκις γὰρ ἤρξαντό τινες νοσημάτων χαλεπῶν κατά τινα συντυχίαν, οἷον οἰνωθέντες, ἢ ἐγκαυθέντες, ἢ ψυχθέντες, ἢ κοπωθέντες, ἢ ἀγρυπνήσαντες, ἢ θυμωθέντες, ἢ ὁπωσοῦν ἄλλως αἰτίᾳ τινὶ συσχεθέντες τῶν καθ’ αὑτὰ βλάπτειν πεφυκότων· εἶτα οἰηθέντες τὸ πᾶν διὰ τὸ προηγησάμενον αἴτιον, οὐ δι’ ἄλλην τινὰ γεγονέναι διάθεσιν, ἀφυλακτότερον διαιτηθέντες ἔλαττον ἑαυτοὺς εἰς ἀνίατον ἢ καὶ δεινῶς δυσίατον ἐμβάλλοντες νόσημα. ταῦτ’ οὖν χρὴ περὶ παντὸς πρόνοιαν πεποιῆσθαι, καθότι καὶ Ἱπποκράτης παραινεῖ προγινώσκειν οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ παρόντα. καὶ γὰρ οὖν καὶ τὸ νῦν προκείμενον ἐκείνου τοῦ μέρους τῆς τέχνης ἐστὶ, καὶ ἡμεῖς αὐτὸ καθόσον οἷόν τε σαφῶς γράψομεν. οὐ σμικρὰ γὰρ ἡ διαφορὰ λούειν ἤδη τὸν κάμνοντα καὶ θαῤῥεῖν κελεύειν, ἢ διὰ πάσης φυλακῆς τε καὶ ἀσφαλείας ἄγειν. εἰσελθόντας οὖν χρὴ πρὸς τὸν ἀσθενοῦντα πρῶτον μὲν ἀπὸ τῶν μεγίστων σκοπεῖσθαι τὰ κατ’ αὐτόν· ἔπειτα δὲ καὶ ἀπὸ τῶν ἄλλων μηδὲν ὡς οἷόν τε μηδὲ τῶν ἐλαχίστων παραλείποντας. τὸ γὰρ μᾶλλον ἢ ἧττον τῇ παρὰ τῶν μεγίστων ἐνδείξει πιστεύειν ἐκ τῆς τῶν ἄλλων προσθήκης γίνεται μέγιστα μὲν δὴ τοῖς πυρέσσουσιν ἅπασιν ἔν τε τοῖς σφυγμοῖς ἐστι καὶ τοῖς οὔροις γνωρίσματα· προστιθέναι δὲ χρὴ τούτοις καὶ τἄλλα σύμπαντα, τά τε περὶ τὸ πρόσωπον παρ’ Ἱπποκράτους εἰρημένα καὶ τὰ τῶν κατακλίσεών τε καὶ τὰ τῆς ἀναπνοῆς καὶ ὅσα κάτω τε καὶ ἄνω κενοῦται· καὶ μὲν δὴ καὶ εἴ τι σύμπτωμα περὶ ὁτιοῦν μόριον τοῦ σώματος ἢ ἐνέργειαν αὐτοῦ συνιστάμενον βλέποις, οἷα δὴ μυρία ἐπὶ μυρίοις ἐκεῖνος ἔγραψε, μηδὲ τούτων ῥᾳθύμως μηδὲν παρέρχεσθαι. ταῦτα μὲν δὴ ἐπὶ πάντων κοινὰ τῶν πυρετῶν. ὥστε καὶ τοῖς ἁπλουστάτοις, ὑπὲρ ὧν ὁ ἐνεστηκὼς λόγος, οὐδὲν οὐδὲ τούτων χρὴ παραλιπεῖν. ἀλλ’ ἐπειδάν σοι τά τε τῶν σφυγμῶν καὶ τὰ τῶν οὔρων ἐνδείξηται τὸ ἦθος τοῦ πυρετοῦ· τῶν μὲν σφυγμῶν μήτε τὸ τῆς φλεγμονῆς σημεῖον ἐχόντων μήθ’ ὅλως τὸ κατὰ μίαν προσβολὴν τῆς ἀρτηρίας ἀνώμαλον· εἰ δὲ καὶ ἔχοιεν, τοῦτο μὲν παντάπασιν ἀμυδρὸν ἐχόντων, τῶν οὔρων δὲ ἢ πάντῃ τοῖς κατὰ φύσιν ἐοικότων ἢ μὴ πολὺ τῆς φύσεως ἐξισταμένων, τόθ’ ἥκειν χρὴ καὶ ἐπὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα. κᾀπειδὰν ὥσπερ χορὸς συμφώνως ἅπαντα φθέγγωνται, θαῤῥεῖν τε ἤδη χρὴ καὶ, εἰ βούλοιο, προσανερέσθαι, μή τι προηγήσατο φανερὸν αἴτιον· εἰ γάρ τι καὶ τοιοῦτον ὁμολογήσει ὁ νοσῶν, ἀναμείνας τὴν πρώτην λύσιν τοῦ πυρετοῦ, λούειν αὐτίκα, πιστοτέρας σοι τῆς διαγνώσεως καὶ κατ’ αὐτὸ τὸ τῆς λύσεως εἶδος γινομένης· ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε κατὰ πᾶν ἐξομοιοῦται τῇ τῶν ὑγιαινόντων, οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος, οὐδ’ εἰ πάμπολυς ὁ μεταξὺ χρόνος τῆς τε προτέρας τελευτῆς καὶ τῆς δευτέρας ἀρχῆς εἴη, καθάπερ ἐν τριταίοις τε καὶ τεταρταίοις, ἐν ἐκείνοις μὲν γὰρ ἀεὶ παραμένει τὸ τοῦ πυρετοῦ σημεῖον, ἐν δὲ τοῖς ἐφημέροις συνεξαλείφεται πᾶν τοῦ παροξυσμοῦ παυομένου· τοῖς πλείστοις δὲ αὐτῶν καὶ νοτίδες· ἔστι δ’ οἷς καὶ ἱδρῶτες ἐπιφαίνονται χρηστοί. ἢ πάντως γε οἷον ἀτμός τις πολὺς ἐκ τοῦ βάθους ἀναφέρεται. ἀλλὰ καὶ τὰ οὖρα πολὺ βελτίω νῦν ἢ κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ κεφαλῆς ἤ τινος ἄλλου μέρους ἄλγημα συνεισέβαλεν, οὐδὲ τοῦτ’ ἂν ἔτι μένοι. καὶ ἡ τοῦ κάμνοντος εὐφορία μέγιστόν τι καὶ αὐτὴ σημεῖον οὖσα, καθάπερ τις σφραγὶς ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐνδείξεταί σοι τὴν ἐπιείκειαν τοῦ πυρετοῦ. καὶ εἰ λουομένοις δὲ αὐτοῖς μήτε φρίκη ἀήθης διοχλοίη μήτ’ ἄλλη τις ἀηδία, καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆς ἐν εὐφορίᾳ μένοι, θαῤῥῶν ἤδη τρέφοις ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς παροῦσι μέτριον. ἡμεῖς δὲ, ὡς οἶσθα, πειρώμεθα λέγειν αὐτοῖς τὸ προηγησάμενον αἴτιον, οὐ περιμείναντες ἐρέσθαι τὸν κάμνοντα, καὶ ἔστι μέγιστον σημεῖον εἰς τὸ μηδὲν σφάλλεσθαι τὸ τοιαύτην τινὰ πεπορίσθαι δύναμιν. εἰ μέντοι μενόντων ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γίγνοιτο, διὰ τῶν σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγμῶν γέγραπται· μετὰ τούτους δὲ καὶ τὴν ἀπὸ τῶν ἄλλων ἀπάγειν διάγνωσιν. εἰ δ’ αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δὲ ἡ διάθεσις, ἀμυδρὸν μέν τι καὶ κατὰ τοὺς σφυγμοὺς εὑρήσεις γνώρισμα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσει δέ σοι καὶ χωρὶς τῶν σφυγμῶν τὰ λοιπά· κοινῶς μὲν γὰρ ἅπασι τὰ οὖρα. πυῤῥά. πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης μᾶλλον ἢ πλῆθος θερμασίας· ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς λυπηθεῖσιν ἢ φροντίσασι· καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης καί τις ἀήθης ἄχροια, ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινά. μάλιστα δὲ τοῖς ὀφθαλμοῖς διορίζειν χρή· ἔνεστι γὰρ ἐκ τούτων τεκμαίρεσθαι κᾀν τοῖς ὑγιαίνουσι μὲν τὸ τῆς ψυχῆς ἦθος. καὶ νοσούντων δὲ σαφέστερα τὰ σημεῖα τῷ γε δυναμένῳ συνορᾷν ἀκριβῶς. οὕτω μὲν οὖν τοὺς διὰ μαθήματα καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν προσήκει. τοὺς δὲ ἐπ’ ἀγρυπνίαις διορίζει μὲν καὶ τὸ τῆς ἀχροίας εἶδος, ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον, καὶ ἡ τῶν ὀφθαλμῶν δὲ κίνησις δήλη. μόλις γὰρ ἐπαίρουσι τὰ βλέφαρα· καὶ ἡ ὑγρότης δὲ ἐν τοῖς βλεφάροις· ξηρὰ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη γε καὶ θυμοῦ, τούτων γὰρ οὔτε τὰ κοιλότητος τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα. καὶ ἡ θερμασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐ καθαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος. ὥστε θυμοῦ μὲν καὶ πάνυ σαφῶς αὐτὰ διοριεῖς· ἀλλήλων δ’ ἐκεῖνα, καθότι προείρηται. τῶν δ’ ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ παροξυσμοῦ χρόνῳ. τὸ δ’ ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν, ὅσοι γε μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται. τισὶ δὲ κᾀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ ξηρότης παραμένει· γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν, ἢ ψυχθεῖσιν, ἢ ἐγκαυθεῖσιν ἅμα τῷ κόπῳ. καὶ μὲν δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δ’ εἰσὶ τοῖς ἄλλοις. οἱ δ’ ἐπὶ πυκνώσει τοῦ δέρματος γινόμενοι πυρετοὶ, πυκνοῦται δὲ τοῦτο ἢ ψυχόμενον ἢ ποιότητος αὐτῷ στρυφνῆς ἀθρόως προσπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν ὕδατι τῷ στυπτηριώδει ἐγένετο· οὗτοι μόνοι πάντων τῶν πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν, ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν καὶ τοὺς ἐπὶ τοῖς κόποις καὶ τοὺς ἐπ’ ἐγκαύσεσιν. οὐδὲ γὰρ ἂν ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πρᾳεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς φαινομένη, δριμεῖα δὲ εἰ χρονίσειας ἐπὶ πλεῖον γιγνομένη· οὐ μὴν οὐδὲ τὰ οὖρα πυῤῥὰ τοῖς τοιούτοις, οὐδὲ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν· οὔκουν οὐδὲ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίνονται, ἀλλ’ ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν. οὐδ’ οἱ σφυγμοὶ μικρότεροι, καθάπερ ἐπὶ λύπης ἢ φροντίδος ἢ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀμέτροις γυμνασίοις χρωμένοις. τοῖς δὲ ἐπὶ βουβῶσι πυρετοῖς ἐφημέροις οἱ σφυγμοὶ μέγιστοι γίνονται καὶ πυκνοὶ καὶ ὠκεῖς, καὶ ἡ θερμασία πολλὴ καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκμὰς θερμὴ μὲν, ἀλλ’ ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ τὸ δάκνον ἥκιστα πυρετῶν πάντων τοῖς τοιούτοις ὑπάρχει· καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς γίνεται τοὐπίπαν καὶ ἐν ὄγκῳ μείζονι, καὶ τὰ οὖρα ὑπόλευκα. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τὴν καὶ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν· ἀλλ’ οὐδ’ οὗτοι πάνυ σαφῶς οὐδ’ ἐναργῶς. τοιαῦτα μὲν αὐτῶν τὰ γνωρίσματα.
Chapter 3
Θεραπεύειν δὲ χρὴ λουτρῷ μὲν ἅπαντας. ἀλλὰ τοὺς μὲν ἐπὶ πυκνώσει τοῦ δέρματος ἢ ἐπὶ βουβῶσιν, οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν βλάψεις· τοὺς δ’ ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος ἀπάγειν. ἐν δὲ τῷ ὕδατι, κᾂν ἐπὶ πλεῖστον ἐθέλοιεν διατρίβειν, ἐπιτρέπειν. ἐλαίῳ δὲ χλιαρῷ καὶ πολλῷ καὶ μαλακαῖς χερσὶν ἀνατρίβειν ἐπιπλέον, μάλιστα μὲν τοὺς κοπωθέντας, ἐφεξῆς δ’ αὐτῶν τοὺς στεγνωθέντας· καὶ τρίτους τοὺς ἐπὶ βουβῶσι πυρέξαντας. καὶ λούειν δὲ πολλάκις εἰς ὅσον ἐγχωρεῖ τοὺς τοιούτους. ἐσθίειν δὲ τοὺς μὲν ἐπὶ τοῖς κόποις ἐνδέχεται πολλάκις, οὐ μὴν οὔτε τοὺς στεγνωθέντας οὔτε τοὺς ἐπὶ βουβῶσι πυρέξαντας· ἀλλὰ τούτοις ἀμφοτέροις ἡ λεπτὴ δίαιτα χρηστή. τοὺς δ’ ἐπὶ τοῖς κόποις ὅσα καλῶς πέψαι δύνανται κελεύειν ἐσθίειν, ἀπεψίαν μόνον φυλαττομένους. ἀλλὰ καὶ οἴνου πίνειν εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται. σκοποὶ δ’ ἂν εἶεν τοῦ μέτρου οἵπερ δὴ καὶ τῶν ἄλλων ἁπάντων, ἥ τε δύναμις καὶ ἡ ἡλικία τοῦ νοσοῦντος καὶ ἡ φυσικὴ κρᾶσις, ἔθη τε καὶ ὧραι καὶ χῶραι καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου, πρινὴ τοὺς βουβῶνας λυθῆναι. τῶν δὲ στεγνωθέντων ἢ ψυχθέντων τοὺς μὲν ἐπ’ ὀλίγον τοῦτο παθόντας ἥκιστά τε πληθωρικοὺς οὐ χρὴ κωλύειν οἴνου προσφέρεσθαι, τοὺς δὲ ἐπὶ πλέον ψυχθέντας ἢ πληθωρικοὺς κωλύειν συμφέρει. τοὺς δ’ ἐπ’ ἀγρυπνίαις, ἤ τινι πάθει ψυχῆς πυρέξαντας, ἐπὰν λούσῃς, ὑγραινούσῃ τε καὶ εὐχύμῳ τροφῇ διαιτᾷν. οἴνου δὲ μάλιστα μὲν τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι πᾶσι, πλὴν εἰ μὴ κεφαλὴν ἀλγοῖεν ἢ οἱ κρόταφοι σφύζοιεν. ὃ δηλονότι καὶ ἐν τοῖς ἄλλοις φυλακτέον, ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν, ἢ λυπηθεῖσιν, ἢ φροντίσασιν οἴνου διδόναι· τοῖς θυμωθεῖσι δὲ, ἡνίκα ἔξω παντελῶς τοῦ πάθους ὦσι, πρότερον δ’ οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. πειρᾶσθαι δὲ καὶ τὸ ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυπήσαντι· κόπῳ μὲν ἀνάπαυσιν, ἀγρυπνίᾳ δὲ ὕπνον, ὀργῇ δὲ καὶ λύπῃ καὶ θυμῷ τὴν ἐν λόγοις τε καὶ πράξεσι καὶ θεάμασι καὶ διηγήμασι θυμηδίαν. οὕτω δὲ καὶ ὁ φροντίσας ἐπ’ αὐτῷ τελέως ἀναπαυσάτω τὸν λογισμόν. καὶ ὁ διὰ βουβῶνα πυρέξας αὐτόν τε τοῦτον ἐξιάσθω καὶ πολὺ πρότερον αὐτοῦ τὸ ἕλκος ἐφ’ ᾧ συνέστη. ταῦτά σοι πυρετῶν ἐφημέρων ἔστω γνωρίσματά τε ἱκανὰ καὶ ἰάματα. τῶν δ’ ἄλλων πυρετῶν οἱ μὲν ἐπὶ φλεγμοναῖς, οἱ δ’ ἐπὶ χυμοῖς ἀνάπτονται. καὶ εἰσὶν οἱ μὲν ἐπὶ ταῖς φλεγμοναῖς, οἷον συμπτώματά τινα τῶν φλεγμαινόντων μορίων, καὶ τοὔνομά γε τῷ νοσήματι παρωνύμως τὰ πολλὰ ἀπὸ τοῦ πάσχοντος ὀργάνου φρενῖτις, ἢ περιπνευμονία, ἢ πλευρῖτις ἤ τι τοιοῦτον ἄλλο· περὶ μὲν δὴ τῶν τοιούτων ὕστερον ἐροῦμεν.
Chapter 4
Οἱ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενοι πυρετοὶ καλοῦνταί τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συμπτώματα νοσημάτων, ἀλλ’ αὐτοὶ νοσήματα. τούτων δὲ τινὲς μὲν ἄνευ συμπτωμάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅμα συμπτώμασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡμῖν περὶ προτέρων τῶν ἄνευ συμπτωμάτων πυρετῶν· ἐν οἷς μάλιστα μὲν εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡμέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουμένων ἢ τῶν συνεχῶν. εἰ δὲ μὴ οἷον τε περὶ τὴν ἡμέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. μηδενὸς δὲ μηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡμέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε διὰ βραχέων σημεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. μακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται.
Chapter 5
Τοὺς μὲν οὖν μετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι μετὰ ῥίγους τοὐπίπαν παροξύνουσιν. ἀλλ’ οἱ μὲν τριταῖοι εὐθὺς ἐν τῇ πρώτῃ καταβολῇ πολλάκις μετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο. τεταρταῖον δ’ οὐκ οἴδαμεν μετὰ σφοδροῦ ῥίγους ἀρξάμενον, ἀλλ’ ἐν τῷ χρόνῳ τὸ μέγεθος αὐτῷ προσγίνεται, σὺν τῷ μηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ ἑτέρων προηγησαμένων συμπίπτειν. ὁ μὲν οὖν τεταρταῖος τοῖς καλουμένοις πλάνησί τε καὶ πλανήταις ἐπιγίνεται πυρετοῖς διὰ φλέγμα. ὁ δ’ ἀμφημερινὸς οὐδὲ χωρὶς τοῦ τὸ στόμα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται· καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι· ὁ δὲ τριταῖος περὶ ἥπατι. τὸν μὲν δὴ μετὰ σφοδροῦ τοῦ ῥίγους ἀρξάμενον εἰκὸς μᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι πυρετῶν. εἰ δὲ καὶ τἄλλα τὰ ἐφεξῆς εἰρησόμενα μαρτυροίη, τοῦτον μὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διαγινώσκοις εἶναι τριταῖον. εἰ δὲ μετὰ βραχέος ἄρξεται ῥίγους, τότε δεῖ καὶ μᾶλλον τοῖς ἄλλοις γνωρίσμασι τὸν νοῦν προσέχειν, ὡς οὐκ ἀμφημερινοῦ καὶ τεταρταίου μόνον, ἀλλὰ καὶ ἡμιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναμένου. τὰ δ’ ἄλλα γνωρίσματα τό τε τῆς θερμασίας ἐστὶ ποιὸν καὶ καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτό τε τοῦ ῥίγους τὸ εἶδος αἰσθανομένου, ὥρα τε καὶ χώρα καὶ κατάστασις καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάμενα καὶ τὰ παρακολουθοῦντα. τὴν μὲν γὰρ θερμασίαν πολλὴν καὶ δριμεῖαν εἶναι χρή· τοὺς δὲ σφυγμοὺς μεγάλους καὶ θερμοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς πάσης ἀνωμαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον νυττομένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος μᾶλλον ἢ ψυχροῦ, τῶν ἐν τεταρταίοις τε καὶ ἀμφημερινοῖς ψυχροῦ τοῦ ῥίγους αἰσθανομένων. τὴν δ’ ὥραν θερινὴν, ὥσπερ οὖν καὶ τὸ χωρίον θερμὸν καὶ τήν γε παροῦσαν κατάστασιν· ἔστω δὲ καὶ ἡ φύσις τοῦ κάμνοντος θερμοτέρα τε καὶ χολωδεστέρα, καὶ ἡ ἡλικία νεανίσκου· καὶ γυμνασία μᾶλλον ἢ ἀργία προηγείσθω, καὶ ἔγκαυσις μᾶλλον ἢ ψύξις, καὶ ἔνδεια μᾶλλον ἢ πλησμονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συμβαίη καὶ τοῦτ’ ἂν εἴη πρὸς τοῖς εἰρημένοις μέγιστον γνώρισμα. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν μεγίστων τε καὶ ἐπικαιροτάτων δίψος τε αὐτοὺς ἔχει σφοδρὸν, ἔμετός τε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀμφότερα, νῦν μὲν ἂν καὶ σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο μὲν πυρέττων ἐπὶ τοῖσδε ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει πυρετὸν, ὑπολείποιτο δ’ αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ἡ ἴδιος ἀνωμαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη παροξυνόμενον ἑώρας.
Chapter 6
Ὁ δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ γνωρίσματά σοι γράψαι, τὸ μὲν ἐναργέστατον ἑαυτοῦ τεκμήριον ἐνδείκνυται κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν, ἡνίκα ῥιγῶσιν ἔτι οἱ νοσοῦντες. ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν οἱ σφυγμοὶ γίγνονται· κατὰ δὲ τὰς ἀκμὰς ἢ καὶ αὐξανομένων ἔτι ταχεῖς μὲν ἀνάγκη καὶ πυκνοὺς εἶναι· σώζεται δ’ ὅμως καὶ τότε ἡ ἴδιος αὐτῶν βραδύτης τε καὶ ἀραιότης, εἰ τὸ προσγεγονὸς τάχους καὶ τῆς πυκνότητος τῶν παροξυσμῶν λογίσαιο. καὶ γὰρ οὖν καὶ εἰ παραβάλοις τὴν ἀκμὴν τοῦ τεταρταίου πυρετοῦ, τῇ τοῦ τριταίου ἀκμῇ πολλῷ τινί σοι δόξουσι θᾶττόν τε καὶ πυκνότερον ἐν τοῖς τριταίοις αἱ ἀρτηρίαι σφύζειν· καὶ αὐτῆς δὲ τῆς μιᾶς κινήσεως ἐν τῷ τεταρταίῳ πυρετῷ τὸ ἀνώμαλον ἐνδείκνυται τὴν ἰδέαν αὐτοῦ. τὴν γὰρ κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν μιᾷ προσβολῇ τῆς ἀρτηρίας ἀνωμαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. πολλῷ γάρ τινι τήν τε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον εὑρήσεις τῶν μέσων· οὐ μὴν δὲ ἐπὶ τῶν τριταίων ὧδ’ ἔχει· βραχεῖα γὰρ ἐν αὐτοῖς ἡ ὑπεροχὴ τοῦ τάχους ἐστὶ καὶ μάλιστα κατὰ τὰς ἀκμάς. ἀλλὰ καὶ τὰ τῆς θερμασίας γνωρίσματα διαφερόντως αὐτοῖς ἔχει. τὸ γὰρ θερμὸν καὶ τὸ διακαὲς καὶ τὸ οἷον ζέον τῶν τριταίων πυρετῶν οὐκ ἂν εὕροις ἐν τεταρταίοις. ταυτὶ μὲν οὖν τὰ μέγιστα σημεῖα, τὰ δ’ ἄλλα τὰ ἔξωθεν, οὐδὲ γὰρ χρὴ ταῦτα παραλιπεῖν, ἀλλὰ τήν τε φύσιν ἐπισκοπεῖσθαι τοῦ νοσοῦντος, εἰ μελαγχολικωτέρα· καὶ τὸν καιρὸν τοῦ ἔτους, εἰ φθινόπωρον· καὶ τὴν παροῦσαν κατάστασιν, εἰ ἀνώμαλος. οὕτω δὲ καὶ τοῦ χωρίου τὴν φύσιν καὶ τῶν ἐπιδημούντων νοσημάτων· καὶ εἰ σπλὴν μέγας εἴη καὶ ἄτακτοι πυρετοὶ προηγήσαντο καὶ ἡ ἡλικία τῆς ἀκμῆς ἐπέκεινα καὶ εἰ μεθ’ ἱδρῶτος παύοιντο· χολῆς δὲ ξανθῆς ἔμετον ἐν τούτοις τοῖς πυρετοῖς μὴ προσδοκᾷν, ὥσπερ οὐδ’ ἐν τοῖς ἀμφημερινοῖς, ἴδιον γὰρ τῶν τριταίων τοῦτο. παυσαμένων δὲ τοῦ πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ σημεῖον ἔτι παραμένοι καὶ οἱ σφυγμοὶ τῶν κατὰ φύσιν ἀραιότεροί τε καὶ βραδύτεροι γίγνονται, τεταρταῖος ἂν εἴη σαφῶς ὁ τοιοῦτος πυρετός.
Chapter 7
Ἀμφημερινὸν δὲ πυρετὸν τοῖς δ’ ἂν μάλιστα γνωρίσαις· ὑγροτέραν γὰρ εἶναι χρὴ τὴν θερμασίαν αὐτοῦ μετά τινος δριμύτητος, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν εὐθὺς ὑποπιπτούσης, ἀλλ’ ἐγχρονιζούσης τῆς χειρός. καπνώδη γάρ τινα θερμασίαν ἀτμῷ πολλῷ συμμιγῆ δόξαις ἀνιέναι, καταπνιγομένου μᾶλλον ἐν ὑγρότητι τοῦ πυρὸς πολλῇ ἢ αὐτοῦ τῆς ὕλης κρατοῦντος. ἀλλὰ καὶ οἱ σφυγμοὶ τούτοις μικρότεροι τῶν ἐν τεταρταίοις εἰσὶ πλέον ἢ ἐκεῖνοι τῶν ἐν τριταίοις. ἀραιότεροι δ’ αὖ πάλιν οἱ ἐν τοῖς ἀμφημερινοῖς τῶν ἐν τριταίοις τοσοῦτον, ὅσον τούτων οἱ ἐν τοῖς τεταρταίοις. βραδύτητος δὲ ὡσαύτως ἐν ἀμφοῖν ἔχουσιν. ἧττον δὲ διψώδης ὁ πυρετὸς οὗτος. λείπεται οὖν τεταρταίου τοσοῦτον, ὅσον ἐκεῖνος τριταίου. καὶ ἡ γλῶσσα καὶ τὸ σύμπαν σῶμα ξηρότατον μὲν ἐν τριταίοις, ὑγρότατον δ’ ἐν τούτοις ἐστὶ τοῖς πυρετοῖς· καὶ οἱ ἔμετοι φλεγματώδεις καὶ ὅσα διὰ γαστρὸς ἐκκρίνεται ψυχρότερα καὶ ὑγρότερα καὶ ὠμότερα καὶ ὑδατωδέστερα καὶ φλεγματωδέστερα. καὶ τὸ σύμπαν ἀπέπτων χυμῶν ἀνάπλεων ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις τὸ σῶμα. καὶ γὰρ οὖν καὶ ἡλικίαις καὶ φύσεσι καὶ χώραις καὶ ὥραις ἔτους καὶ κράσεσιν ὑγροτέραις συμπίπτουσι. νεανίσκον μέν γε χολώδη καὶ ξηρὸν τῇ κράσει οὐκ εἶδον οὐδέπω ποτε ἁλόντα τούτῳ τῷ πυρετῷ. παῖδες δὲ καὶ μάλιστα οἱ μικρότεροί καὶ ὅσοι τῶν τελείων φλεγματικώτεροί τέ εἰσι καὶ τὴν ἕξιν τοῦ σώματος παχεῖς καὶ ἀργὸν τὸν βίον ἔχοντες ἐν πλησμοναῖς καὶ μέθαις καὶ λουτροῖς συνεχέσι καὶ μάλιστα τοῖς ἐπὶ τροφῇ ἀμφημερινοῖς εὐάλωτοι· ἀτὰρ οὖν καὶ χωρία τὰ ὑγρότερα καὶ τῶν ὡρῶν τοῦ ἔτους ὁ χειμὼν καὶ τῶν καταστάσεων αἱ ὑγρότεραι, μάλιστα φέρουσι τὸν πυρετὸν τοῦτον· εἰ δὲ καὶ ἐπιδημοίη τηνικαῦτα, καὶ τοῦτό σοι πρὸς τὴν διάγνωσιν ἐπὶ τοῖς εἰρημένοις οὐ μικρὰ συντελέσει. οὐ μὴν οὐδὲ παύουσι τὰς παρακμὰς τούτων τῶν πυρετῶν οἱ ἱδρῶτες, ὥσπερ ἐν τριταίοις καὶ τεταρταίοις, ὅθεν οὐδ’ εἰς ἀπυρεξίαν ἔρχονται σαφῆ, πλὴν ὀλίγων δή τινων. τὰ δ’ οὖρα τὰ μὲν ἐπὶ προήκουσιν αὐτοῖς γιγνόμενα τοὺς καιροὺς τῆς ὅλης νόσου διδάσκει· τὰ δ’ ἐν ἀρχαῖς ἐνδείξεταί σοι καὶ αὐτὸ τὸ εἶδος τοῦ πυρετοῦ. τοῖς μὲν γὰρ ἀμφημερινοῖς ἢ λευκὰ ἢ λεπτὰ ἢ παχέα καὶ θολερὰ ἢ ἐρυθρά. τοῖς δὲ τριταίοις ἢ πυῤῥὰ ἢ ὑπόπυῤῥα. τοῖς δὲ τεταρταίοις πολυειδῆ μὲν, ἀλλ’ ἄπεπτα πάντα. καὶ ταῦτα μὲν τῶν διαλειπόντων πυρετῶν ἐστι γνωρίσματα.
Chapter 8
Τοὺς συνεχεῖς δ’ ἂν γνωρίζοις μάλιστα μὲν ἐκ τοῦ μηδὲν αὐτοῖς παρεῖναι σημεῖον, ὧν εἴπομεν ὑπάρχειν χρῆναι τοῖς διαλείπουσι, καὶ εἰ μὴ παύοιτο δὲ τῶν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἐντὸς ὁ πυρετός· εἰ δὲ καὶ ἀνώμαλον ποιήσαιτο τὴν αὔξησιν, οὗτος μέν γε καὶ πρὸς τοῖς ἄλλοις γνωρίσμασι καὶ χρόνον ὑποσημαίνει πλείονα· καὶ μὲν δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σημεῖον ἐν τοῖς σφυγμοῖς ἐναργὲς ἔχοιεν. εἰ δὲ καὶ ἀταξία τις ἢ ἀνωμαλία προσείη αὐτοῖς ἢ ἀῤῥυθμία, καὶ τοῦτ’ ἂν εἴη σημεῖον τοῦ μεγέθους ἅμα καὶ ὡς οὐκ εἰσὶ τῶν διαλειπόντων. εἰ δὲ τοιοῦτοι μείναντες ἐν τῇ τρίτῃ τῶν ἡμερῶν μείζονα τὸν παροξυσμὸν ἐνδείξαιντο ἢ εἰ καὶ τὰ διαχωρήματα καὶ τὰ οὖρα παντάπασιν ἄπεπτα φαίνοιτο, τοὺς τοιούτους πυρετοὺς οὐκ ἐνδέχεται παρὰ τὴν ἑβδόμην κριθῆναι. εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡμερῶν ὁμοία φαίνοιτο τῇ τρίτῃ, καὶ ὁ πυρετὸς οἷον σμυχόμενος εἴη, καὶ τὸ πρόσωπον ἥ τε πᾶσα ἕξις τοῦ σώματος ἀσύμπτωτος, ὁ τοιοῦτος εἰς πλείονα χρόνον ἐκτείνεσθαι φιλεῖ. τοιαῦται μέν τινες αἱ διαφοραὶ τῶν ἄνευ συμπτωμάτων πυρετῶν.
Chapter 9
Ἡ θεραπεία δὲ καθ’ ἕκαστον αὐτῶν ἐφεξῆς γεγράψεται· πρῶτον μὲν τῶν διαλειπόντων, δεύτερον δὲ τῶν συνεχῶν λεγομένων. ἐπὶ μὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατός τε ἅμα καὶ ἐπιεικέστατος ὁ τριταῖός ἐστι· μακρότατος δὲ καὶ ἀκίνδυνος ὅσον ἐφ’ ἑαυτῷ ὁ τεταρταῖος. ὁ δ’ ἀμφημερινὸς μακρὸς καὶ οὐκ ἀκίνδυνος, ὥστε καὶ τὴν δίαιταν εὐθὺς ἐξ ἀρχῆς καθίστασθαι προσήκει, πρὸς τὸν ξύμπαντα χρόνον τοῦ νοσήματος ἀποβλέποντας. τὰ μὲν γὰρ ὀξέα καὶ ταχέως ἀκμάζοντα, κᾂν εἰ πάνυ λεπτῶς θέλοι τις διαιτᾷν, οὐκ ἄν τι μέγα βλάψει. ὅσα δὲ χρονιώτερα, ταῦτ’ εἰ μὴ κατ’ ἀρχὰς ἁδρότερον διαιτήσειας, ἢ συναναιρήσεις τῷ νοσήματι τὸν ἄνθρωπον ἢ οὐκ ἐν καιρῷ τὴν δίαιταν ὑπαλλάξεις. οὐ γὰρ χρὴ προσιούσης τῆς ἀκμῆς ἁδρότερον ἢ πρόσθεν διαιτᾷν, ἀλλὰ τοὐναντίον τῆς ὅλης τοῦ πάθους διαίτης τὸ λεπτότατον εἰς τὴν ἀκμὴν ἀποτίθεσθαι χρή· τοῦτο μὲν οὖν κοινὸν ἁπάντων. πρὸς αὐτῷ δὲ δεῖ καὶ τὰ ἴδια τῶν διαλειπόντων ἐπισκοπεῖσθαι, οἷον εὐθὺς ἐν τοῖς τριταίοις, οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι, διοριζέσθω σοι κατ’ ἀρχὰς εἰ ἀκριβής ἐστι καὶ ὡς ἄν τις εἴποι γνήσιος, ἢ οὐκ ἀκριβὴς, ἀλλ’ οἷον νόθος τις. ὁ μὲν γὰρ ἀκριβὴς τριταῖος τὸ μακρότατον ἐν ἑπτὰ περιόδοις κρίνεται, πρὸς τῷ καὶ ἀκινδυνότατος εἶναι. τὸν ἕτερον δὲ τὸν οὐκ ἀκριβῆ οἶδά ποτε φθινοπώρου μὲν ἀρξάμενον, ἦρος δὲ παυσάμενον· εἶτα οἷα εἰκὸς ἐν τοσούτῳ χρόνῳ, τὸ μέν τι καὶ αὐτοῦ τοῦ νοσοῦντος οὐ πάνυ τι πειθομένου τοῖς τῶν ἰατρῶν προστάγμασιν, ἀλλὰ καὶ ἁμαρτάνοντός τι· τὸ δέ τι καὶ ὑπὸ τῆς αἰτίας τοῦ χειμῶνος βλαπτομένου, σπλήν τε μέγιστος ἐξήρθη καὶ ὑποχόνδρια διεφυσᾶτο· καί τις ἤδη καὶ ὕποιδος ἦν ἄχροια περί τε τὸ πρόσωπον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν, ὥστε δεῖσαί τε ἡμᾶς ἀμφὶ τῷ μειρακίῳ καὶ δεηθῆναι μειζόνων βοηθημάτων. οὕτως οὐδὲν ὅμοιον ἔχει ὁ τοιοῦτος τριταῖος τῷ ἀκριβεῖ· διὰ τοῦτο οὖν φημι χρῆναι κατὰ τὰς ἀρχὰς αὐτοὺς διορίζειν. εἰς ὅσον γὰρ τῇ φύσει διαφέρουσιν, εἰς τοσοῦτον εὔλογόν ἐστι καὶ τὸν τῆς διαίτης τρόπον ὑπαλλάττεσθαι. ὅπως οὖν ἄριστα διορισθεῖεν, ἀρκεῖ μοι τὰ τῷ μειρακίῳ συμπεσόντα γράψαι, παράδειγμά τε ἅμα τῶν οὐκ ἀκριβῶν τριταίων καὶ ὑπομνήματά σοι γενησόμενα. ἦν μὲν δὴ τοῦ ἔτους τὸ μεταξὺ πλειάδων τε δύσεως καὶ τῆς προγεγενημένης ἰσημερίας· ἤρξατο δὲ μετὰ φρίκης ὁ πυρετὸς τῷ μειρακίῳ περὶ αὐτὴν σχεδὸν τὴν ἕω· ὥστε μήτε τῆ θερμασίᾳ τριταίῳ τι δόξαι ἐοικέναι μήτε τοῖς σφυγμοῖς· ἀλλ’ οὐδὲ χολῆς ἔμετος ἠκολούθησεν οὔτε ἱδρὼς ἱκανός· ἀλλὰ μόνον ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ὥρᾳ που τρίτῃ βραχεῖαι νοτίδες ἐγίγνοντο, ἐφ’ αἷς διεπνεῖτο μὲν ὁ πυρετὸς ἀτρέμα οὕτως, ὥστε περὶ τὴν ἑσπέραν μόγις ἀπύρετον εἶναι δοκεῖν· ἔμενε δὲ δηλαδὴ κατὰ τοὺς σφυγμοὺς τό τε τοῦ πυρετοῦ σημεῖον αὐτῷ σαφὲς ἱκανῶς. ἀλλὰ τἄλλα γε πάνυ εὐφόρως εἶχε κατὰ τὴν ἑσπέραν καὶ δι’ ὅλης τῆς νυκτός. αὖθις δὲ περὶ τὴν ἕω τῆς τρίτης ἡμέρας δευτέρα καταβολὴ γίνεται, τὰ πάντα τῇ πρώτῃ παραπλησία, πλὴν τοῦ χρόνου· τῆς γὰρ ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡμέρας νοτίδες ἐγίγνοντο καὶ ὁ πυρετὸς ἐπαύετο περὶ τὴν ἕω τῆς τετάρτης ἡμέρας· καὶ τοῦ λοιποῦ δὲ παντὸς φθινοπώρου καὶ χειμῶνος, ἐν ᾧ διενόσησε, τά τ’ ἄλλα πάντα καὶ ὁ χρόνος τῆς καταβολῆς καὶ τῆς λύσεως τοῦ πυρετοῦ κατὰ ταὐτὰ διέμενον. ἦν δὲ τὸ μειράκιον ἡλικία μὲν ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη, λευκὸν δ’ ἰδέσθαι καὶ πῖον, ἀργότερον τῷ βίῳ καὶ πολλάκις ἔμπροσθεν ἐν μέθαις τε καὶ λουτροῖς συνεχέσι καὶ πλησμοναῖς γεγενημένον, ὥστ’ οὐδὲ χρηστῶς ἔπεττε τὰ σιτία. συνεισέβαλε δ’ αὐτῷ καὶ σκληρὸς σφυγμὸς ἐν μὲν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν μετρίως, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἐφεξῆς μέχρι τῆς ἑβδόμης εἰς τοσοῦτον ἧκε σκληρότητος, ὡς ἄν τινα δόξαι τῷ σφυγμῷ μόνῳ πιστεύσαντα πολλῶν εἶναι τὸ νόσημα μηνῶν· καὶ τοιοῦτος παρέμενεν ἄχρι τῆς κατὰ τὸ ἔαρ ἰσημερίας, ἐν ᾗ πρῶτον ἤρξατο μαλάττεσθαι. καὶ αὖθις ὕστερον ἡμέρᾳ τεσσαρακοστῇ τελέως ἀπαλλάττεται τοῦ τριταίου, κατὰ βραχὺ τοῦ τε σφυγμοῦ μαλαχθέντος καὶ τοῦ παροξυσμοῦ μικροτέρου γιγνομένου καὶ τῶν οὔρων ὑπόστασιν χρηστὴν ἐχόντων· καὶ γὰρ οὖν καὶ ταῦτα κᾀν τῷ πρόσθεν χρόνῳ πάντα δεινῶς ἦν ἄπεπτα. τοιοῦτος μὲν δὴ ὁ ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. τοὺς δ’ ἄλλους τοὺς μεταξὺ παμπόλλους ὄντας ἐκ τῶν ἄκρων ἀφωρισμένων οὐ χαλεπῶς ἂν εὑρήσεις. ἃ γὰρ ἐν ἀρχῇ τοῦ λόγου τριταίων πυρετῶν ἔγραψα γνωρίσματα, ταῦτα σύμπαντα εἰ παρείη, τὸν ἀκριβῆ τριταῖον οὐκ ἐργάζεται, ᾧ πάντως καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος βραχὺς ὡρῶν τεττάρων ἢ πέντε ἢ ἓξ ἢ τὸ μήκιστον ἕνδεκά που ἢ δώδεκα. καὶ μὲν δὴ καὶ τὰ οὖρα τῶν τοιούτων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἢ πάντως γε τῇ τετάρτῃ φέρει τι σημεῖον πέψεως. οὕτω μὲν οὖν ἀκριβῆ τε καὶ οὐκ ἀκριβῆ γνωρίζοις τριταῖον. ἀνάλογον δὲ καὶ τεταρταῖον καὶ ἀμφημερινόν. ᾧ μὲν γὰρ ὑπάρχει πάνθ’ ὅσα πρόσθεν ἔγραψα τεταρταίων πυρετῶν γνωρίσματα, γνήσιός τε καὶ ἀκριβὴς τεταρταῖος. ᾧ δὲ μὴ, νόθος τις ἐκεῖνος καὶ οὐκ ἀκριβής. καὶ ἀμφημερινῶν δὲ ὅτῳ μὲν πάνθ’ ὅσα γέγραπται πάρεστιν, ἀκριβής· ᾧ δὲ μὴ, ὁ τοιοῦτος οὐκ ἀκριβὴς. οὐκ οὖν οὐδὲ χρόνιοι ὁμοίως τεταρταίῳ καὶ ἀμφημερινῷ οἱ οὐκ ἀκριβεῖς, ἀλλ’ ὥσπερ τριταῖος ὀξὺς ὁ ἀκριβὴς, οὕτω τεταρταῖός τε καὶ ἀμφημερινὸς χρόνιοι. ταῦτα μὲν ἐν τοῖς κατὰ περίοδόν τινα πυρέττουσι σκοπεῖσθαι. τῶν δ’ ἄλλων πυρεττόντων οὖρά τε καὶ διαχωρήματα καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος ὁρᾷν· καὶ τὴν θερμασίαν καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν, ὅσα τ’ ἄλλα πρὸς τούτοις ὁ Ἱπποκράτης τε καὶ ἡ μακρὰ πεῖρα κελεύει σκοπεῖσθαι, χώρας καὶ ὥρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ κράσεις σωμάτων, ἔθη τε καὶ τὰ προηγησάμενα τῶν αἰτίων καὶ τὰ συνεισβάλλοντα τοῖς νοσήμασι καὶ ὅσα μεταξὺ ἐπιφαίνεται. παρῄνηται μὲν οὖν ὡς ἄν τινι δόξῃ τὸ πᾶν, οὐ μὴν πρός γε τὴν ἀλήθειαν ὧδ’ ἔχει. τὸ γάρ τοι μέγιστον μὲν ἁπάντων τούτων, ῥηθῆναι δὲ μικρότατον, οὐδέπω γέγραπται. τί δ’ ἐστὶ τοῦτο; ποσότης νοσήματος καὶ δυνάμεως· πρᾶγμα πρὸς μὲν τὴν δήλωσιν ἑνὸς ὀνόματος δεόμενον· εἰς δὲ τὴν χρείαν μέγιστον. οὐδὲ γὰρ οἷόν τε προγνῶναι καλῶς, ἄνευ τοῦ τὸ ποσὸν ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκλογίζεσθαι. καὶ γὰρ εἴτ’ ὀλέθριόν ἐστι τὸ νόσημα, εἴτε μὴ, καὶ ὁπηνίκα μᾶλλον δυνατὸν ἢ τεθνήξεσθαι τὸν ἄνθρωπον ἢ ἀπαλλαγήσεσθαι τοῦ πάθους, εἰ μὴ πάντων τῶν προειρημένων τὸ ποσὸν ἀκριβῶς διασκεψάμενος ἀνάγοις εἰς δύο κεφάλαια τήν τε νόσον αὐτὴν καὶ τοῦ νοσοῦντος τὴν δύναμιν, οὐκ ἂν οἷός τ’ εἴης προγνῶναι καλῶς. τῆς μὲν γὰρ δυνάμεως οὕτως ἰσχυρᾶς οὔσης ὡς περιγίγνεσθαι τοῦ νοσήματος, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον. εἰ δὲ τοὔμπαλιν εἴη, πάντως τεθνήξεται. μὴ τοίνυν ὁποῖόν τι τὴν ἰδέαν ἐστὶ τὸ νόσημα σκόπει μόνον, ἀλλὰ καὶ πηλίκον. οὐ μικρᾶς δὲ τοῦτό γε δεῖται τριβῆς, τά τ’ ἄλλα καὶ τῷ μήτε γραφῆναι μήθ’ ὅλως διδαχθῆναι λόγῳ δύνασθαι τὸ ποσὸν ἑκάστου. καὶ εἴτι ἄρα τὸ ἡμέτερόν ἐστιν, οὐχ ὑπ’ ἄλλου τινὸς εἰς τοσοῦτον ἀκριβείας ἥκει ἢ ἐκ τοῦ μάλιστα ἠσκῆσθαι περὶ τὸν τῆς ποσότητος στοχασμόν· τοῦτο μὲν δὴ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων καὶ μαθεῖν καὶ διδάξαι δυνατόν. ὅσα δ’ ἐν τῇ ποιότητι τὸν διορισμὸν ἔχει, ταῦτα γράψομεν ἀκριβῶς τε ἅμα καὶ σαφῶς εἰς ὅσον ἐγχωρεῖ διὰ βραχέων.
Chapter 10
Τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χολῆς κινουμένης δυναστευόμενον, ὑγραίνειν τε καὶ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόν τε μάλιστα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστι, κολάζοντα μὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς χυμὸς ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν θερμότατος καὶ ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν μὲν εἰς τὴν γαστέρα συῤῥέοντα, κενοῦσθαι δι’ ἐμέτων· τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως διὰ τῆς κάτω ἐκκρίσεως· τοῦτο μὲν δὴ καὶ αὐτόματον ἐν τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς κάθαρσις. ἀλλὰ τὴν μὲν γαστέρα μαλακοῖς κλύσμασι κενοῦν· τὰ οὖρα δὲ προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόμασιν ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σημεῖα προφαίνηται, θαῤῥῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· τοῦτο μὲν δὴ καὶ ἄλλως μέγιστον ἴαμα τοῦ στομάχου διὰ χολῆς δῆξιν καὶ μᾶλλον εἰ τῆς κόμης αὐτοῦ λαμβάνων ὅσον αὔταρκες ἐναποβρέχοις μελικράτῳ. λουτρὰ δὲ θερμὰ δι’ ὕδατος ποτίμου τὸ μέν τι κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι μεγάλως ὀνίνησιν· ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναμιν, ὅσα τοιαῦτα λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλμώδη καὶ νιτρώδη καὶ θειώδη πλεῖον μὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ ἧττον ὠφελεῖ τῶν ποτίμων. ἄμεινον δ’ εἰπεῖν, οὐδ’ ὠφελεῖν αὐτὰ μειζόνως βλάπτοντα ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισμῷ τοιοῖσδε χρήσασθαι λουτροῖς ἀναπεισθέντα· εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώματος, εἰς τοσοῦτόν τε διαφθαρέντα, ὥστε μαρανθεὶς ἀπέθανεν. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ παρὰ φύσιν ἀντεισάγειν· καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ κενοῦν ὁπωσοῦν· ὅπερ οὔτ’ αὐτὸς ἐγίνωσκεν, οὔθ’ ἑτέρων ἐμάνθανε λεγόντων. ἔν τε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς γιγνέσθω, διαβρέξαι τε καὶ ὑγρᾶναι τὸ σῶμα· καὶ διὰ τοῦτο μήτε νίτρου μήθ’ ἁλῶν μήτε νάπυος προσπάττειν, οἷα δὴ τοὺς πλείστους ἐστὶν ἰδεῖν λυμαινομένους τοῖς ἀῤῥώστοις, ἀλλ’ ὅτι μάλιστα θερμὸν ἔλαιον περιχέοντας ἐμβιβάζειν τε τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας, οὐδ’ εἰ δὶς τῆς ἡμέρας λούειν ἐθέλοις, ἁμαρτάνοις· ἀλλ’ ἐν καιρῷ μάλιστά σοι τοῦτο μνημονευέσθω. εἰ δὲ καὶ πέψεως τῆς νόσου σημεῖα φαίνοιτο, κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁμάρτοις. οἴνου δὲ πρὶν μὲν πέττεσθαι τὸ νόσημα παντάπασιν εἴργειν, ἀρξαμένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τὴν πρώτην διδόναι· πλησίον δ’ ἤδη τοῦ λύεσθαι γενομένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα χρήσιμα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων μὲν ἀτράφαξίς τε καὶ βλίτον καὶ λάπαθον καὶ μαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη. τῶν δ’ ἄλλων ὅ τε πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν πτηνῶν τὰ μαλακόσαρκα, καὶ τῶν μὴ τοιούτων τὰ πτερά· καὶ μὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους· τῶν μικροτέρων δὲ εἰ καὶ τὰς σαρκὰς δοίης τακερὰς, οὐδὲν βλάψειας. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ μάλιστα τὰς λεκίθους· ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε μὴ παντάπασι δυσπέπτων. ἀπέχειν δὲ μέλιτός τε καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριμέων ἁπάντων καὶ οἴνων δὲ τῶν…
Chapter 11
Ἐν δὲ…
Chapter 12
…
The complete text is available when the reading interface loads.