The Greek Library Author

Galen

De curandi ratione per venae sectionem

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1826
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg070.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΘΕΡΑΠΕΥΤΙΚΟΝ.

Τοῖς περὶ φλεβοτομίας σκοπουμένοις ἓν μὲν καὶ πρῶτον ἐστὶ πρόβλημα σκέψασθαι τὰς διαθέσεις τοῦ σώματος, ὅσαι δέονται κενώσεως. εἶθ’ ἑξῆς δεύτερον ὅσαι τῆς διὰ φλεβοτομίας, ὡς πολλαὶ εἰσὶ διαθέσεις, ἄλλαι μέν τινος κενώσεως, οὐ μὴν φλεβοτομίας δεόμεναι. τρίτον ἐπὶ τούτοις σκέμμα διακρῖναι τοὺς δυναμένους ἀλύπως ἐνεγκεῖν τὴν κένωσιν. εὑρίσκεται γὰρ ἡ μὲν διάθεσις ἐνίοτε δεομένη φλεβοτομίας, ὁ κάμνων δ’ οὐ φέρει αὐτὴν ἤτοι δι’ ἡλικίαν, ἢ δι’ ὥραν τοῦ ἔτους, ἢ διὰ τὴν τῆς χώρας φύσιν, ἢ διὰ κάκωσιν τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι πολλάκις ὀνομάζουσι στόμαχον, ὥσπερ ἀμέλει καὶ νῦν ἐν ὅλῳ τῷ λόγῳ χρώμεθα τῇ προσηγορίᾳ βραχυλογίας ἕνεκεν. εἰσὶ δὲ οἳ καὶ διὰ τὴν ἕξιν ὅλου τοῦ σώματος οὐ φέρουσι φλεβοτομίαν, εἰ καὶ μάλιστα αὐτῆς τυγχάνοιεν ὅσον ἐπὶ τῷ νοσήματι δεόμενοι. ἢν δὲ δὴ καὶ ταῦτα διορίσηταί τις, ἡ περὶ τοῦ μέρους σκέψις ἡμᾶς διαδέχεται, καθάπερ ἐπὶ παντὸς ἄλλου βοηθήματος. εἶθ’ ἑξῆς ἡ περὶ τῶν φλεβῶν ἃς χρὴ τέμνειν· ἐζήτηται γὰρ ἱκανῶς καὶ περὶ τούτων, ἆρά γε διαφέρει μηδὲν ἣν ἂν ἐθελήσῃ τις τέμνειν φλέβα, ἅπασαι γὰρ ὡσαύτως ὠφελοῦσιν ἁπάσας τὰς διαθέσεις, ἢ καθάπερ Ἱπποκράτης καὶ οἱ δοκιμώτατοι τῶν ἰατρῶν ὑπειλήφασι πάμπολυ διαφέρειν τὸ τήνδε πρὸ τῆσδε σχάσαι. διορισθέντος δὲ καὶ τούτου τοῦ σκέμματος, ἔσται ἑξῆς ὁ περὶ τῶν σκοπῶν λόγος, οἷς ἄν τις προσέχων τὸν νοῦν στοχάσοιτο τοῦ μέτρου τῆς κενώσεως. ἐπὶ δὲ τούτοις ἅπασιν, ἐπὶ τινῶν μὲν ἅπαξ ἀφαιρεῖν ἄμεινον, ἐπὶ τινῶν δὲ τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι προσήκει, καὶ τινὰς μὲν ἄχρι λειποθυμίας κενοῦν, ἐπὶ τινῶν δὲ φυλάττεσθαι ταύτην, ὡς μέγιστον κακόν. ταῦτα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέπτεσθαι τὸν μέλλοντα καλῶς χρῆσθαι τῷ βοηθήματι.

Chapter 2

Καὶ λέλεκται περὶ πάντων αὐτῶν ἤδη κατὰ τὴν τῆς θεραπευτικῆς μεθόδου πραγματείαν, καθάπερ γε καὶ πρὸς Ἐρασίστρατον ἰδίᾳ περὶ τοῦ κακῶς αὐτὸν ἀποστῆναι τοῦ βοηθήματος. εἶτα αὖθις ἄλλο πρὸς ἐκείνους τῶν Ἐρασιστρατείων ὅσοι φασὶ κεχρῆσθαι τῷ βοηθήματι τὸν ἄνδρα. διὸ καὶ μισήσειεν ἄν τις ἤτοι τὴν πανουργίαν τῶν μιαρῶν σοφιστῶν, ὅταν γιγνώσκοντες ὅτι ψεύδονται, ἐπιτεχνάζονται ἐπιθυμίᾳ καινοτομίας, ἢ τὴν δοξοσοφίαν, ὅταν ἀγνοοῦντες τὰ χρησιμώτατα, κατασκευάζουσι τῷ λόγῳ τἀναντία. τούτων γάρ τοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν. ἠκολούθησαν δ’ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης ἔνδοξοι καὶ αὐτοὶ παρ’ Ἕλλησι γενόμενοι. τούτων δ’ ἐπὶ μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύλαξε τὴν Χρυσίππου γνώμην. εἶθ’ ἑξῆς οἱ τούτου μαθηταὶ τό γε κατ’ ἀρχὰς ἠκολούθησαν ἅπαντες τῷ τοῦ διδασκάλου δόγματι, χρόνῳ δ’ ὕστερον ἀπέστησαν τινὲς αὐτῶν αἰδεσθέντες ἀναίσχυντον αἰδώ. τί γὰρ ἂν ἄλλο τίς εἴπῃ πρὸς τοὺς ὑπομείναντας ἀποφήνασθαι προσίεσθαι τὸ τῆς φλεβοτομίας βοήθημα τὸν Ἐρασίστρατον, εἰ καὶ μηδαμόθι φαίνεται τῶν συγγραμμάτων ἐπὶ μηδενὸς πάθους αὐτὸ συμβουλεύων; ἀκόλουθον γὰρ οὖν ἦν φασὶ τῷ τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθημα παραλαμβάνοντι καὶ τὴν φλεβοτομίαν πολὺ μᾶλλον ἐκκρίνειν. οἱ δὲ ταῦτα λέγοντες ἅπαντες ἀξιώσουσι φλεβοτομεῖν, ἐφ’ ὧν Ἐρασίστρατος ἐκέλευσεν ἀσιτίᾳ χρῆσθαι. γεγραφότος οὖν αὐτοῦ κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ἐν ταῖς ἀρχαῖς τῶν νόσων ἀσιτίαν, ἀκόλουθόν ἐστιν ἅπαντας φλεβοτομεῖν, ὡς καὶ ὁ τούτων λόγος ἐν ἐκείνῳ τῷ καιρῷ. ἔστι μὲν δὴ καὶ τοῦτο μέγιστον κακὸν, εἰ πεισθεῖεν οὕτω πράττειν οἱ τὴν τέχνην μανθάνοντες νέοι. πολὺ δὲ τούτων χεῖρον, εἰ μηδὲ τῶν ἄλλων ὧν διορίσασθαι προσῆκεν, ἐπισκέψονται. ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράμμα διεξελθεῖν, ἐπιδεῖξαί τε τοῖς νέοις Ἐρασίστρατον οὔτε φλεβοτομίᾳ κεχρημένον, ἄμεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλεβοτομεῖν, ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, μεγίστην τε τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήματος γίγνεσθαι τοῖς κάμνουσιν ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώμενος. οὐκ οὖν ἔτι γε δέῃ κατά γε τὴν ἐμὴν γνώμην ἄλλο τί μοι γραφῆναι περὶ φλεβοτομίας, ἐν μὲν τῇ θεραπευτικῇ πραγματείᾳ τῆς χρήσεως τοῦ βοηθήματος εἰρημένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ τοῖς δύο βιβλίοις, ὧν τὸ μὲν ἕτερον ἐγράφη πρὸς Ἐρασίστρατον αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους, ἐπιδεδειχότος μου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακαλεσάντων δὲ πολλάκις πολλῶν μὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί μοι τὴν θεραπευτικὴν πραγματείαν ὀκνεῖν ἀναγινώσκειν, ἠναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξοδον, ὅπως μὴ δόξαιμι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήματος εἰπεῖν. καὶ τοίνυν ἤδη μοι καιρὸς ἄρξασθαι τοῦ λόγου.

Chapter 3

Τὸ μὲν τῆς διαθέσεως ὄνομα, καθότι καὶ δι’ ἄλλων ἡμῖν εἴρηται, παρὰ τὸ διακεῖσθαι γεγονὸς, ὁμοίως ἐκείνῳ κατὰ πολλῶν λέγεται πραγμάτων. ἀλλὰ νῦν γε τὰς εἰς τὸ περὶ φύσιν ἐκτροπὰς ὁποῖαι τινὲς ἂν ὦσι, διαθέσεις ὀνομάζομεν ἐν ἅπαντι τῷ λόγῳ. ζητήσομεν δὲ πρότερον ὁπόσαι καὶ ὁποῖαι τούτων εἰσὶν αἱ κενώσεως δεόμεναι, δεύτερον δὲ τίνες ἐξ αὐτῶν αἱ φλεβοτομίας. ἐπεὶ δὲ τὰ ζητούμενα πάντα δύο τῆς εὑρέσεως ὄργανα κέκτηται, λόγον καὶ πεῖραν ἐν ἁπάσαις ταῖς τέχναις, οὐχ ἥκιστά τε καθ’ ὅλον τὸν βίον, ἀναγκαῖον οἶμαι καὶ νῦν ἤτοι διὰ τοῦ λόγου μόνου γενέσθαι τῶν προκειμένων τὴν εὕρεσιν ἢ διὰ πείρας μόνης ἢ δι’ ἀμφοτέρων. ἐπεὶ δὲ καὶ ὁ λόγος αὐτὸς ὁ μὲν ἐκ τῶν κοινῶν ἐννοιῶν μόνων ἀρχόμενος εὑρίσκεται καὶ ἀποδείκνυσιν, ὁ δὲ καὶ τοῖς ἐκ τούτων εὑρημένοις χρῆται πρὸς ἀπόδειξιν, ἑκατέρων τε τῷ λόγῳ ἐδείχθησαν ἡμῖν αἱ τέχναι πᾶσαι χρώμεναι, καὶ ἡμεῖς νῦν ὁπότερος ἂν αὐτῶν εὑρίσκηται χρήσιμος, ἐκεῖνον προσχειριούμεθα. τῷ μὲν οὖν προτέρῳ τῶν λόγων ἅπαντες ἄνθρωποι χρῶνται καθ’ ὅλον τὸν βίον, τῷ δευτέρῳ δ’ οὐχ ἅπαντες· ἴδιος γάρ ἐστι τῶν τεχνιτῶν. ὁ γάρ τοι γεωμέτρης τὸ μὲν πρῶτον θεώρημα τῆς αὐτοῦ τέχνης διὰ τοῦ προτέρου λόγου μόνου δείκνυσιν, εἶτα τῷ δευτέρῳ μόνῳ χρῆται, προσλαμβάνει δὲ εἰς τὴν ἀπόδειξιν αὐτῆς καὶ τὸ ἐκ τοῦ πρώτου κατασκευασθέν. ὅσῳ δ’ ἂν ἐπὶ πλέον ἀφίστηται τοῦ πρώτου θεωρήματος, ἐπὶ τοσοῦτον ἀφίσταται καὶ τοῦ προτέρου λόγου καὶ τελευτῶν ἐλαχίστοις χρῆται, διὰ τῶν ἀποδεδειγμένων ἀποδεικνὺς ἕτερα καὶ δι’ ἐκείνων αὖθις ἄλλα. καὶ εἶτ’ ἂν αὖθις ἄλλα δι’ ἐκείνων, ὥστε ἔρχεσθαί ποτε τὴν δεῖξιν αὐτῶν ἄχρι τῶν τοῖς ἰδιώταις ἀπίστων, ἡλίου καὶ σελήνης καὶ γῆς, οὐ μόνον τῶν μεγεθῶν, ἀλλὰ καὶ τῶν διαστημάτων τῆς γνώσεως, ἐξ ὧν εὑρεθέντων ὡρολόγιά τε κατασκευάζουσι καὶ κλεψύδρας οἱ τὴν ὁδὸν ταύτην βαδίσαντες, ἐκλείψεις τε προλέγουσιν ἡλίου καὶ σελήνης. οὕτως οὖν καὶ ἡμῖν ὁ τεχνικὸς λόγος ἀποδεδειγμένος ἐν ἑτέραις πραγματείαις χρήσεται πολλοῖς, ἐνίοις μὲν ὡς δυνάμεις τινές εἰσι διοικοῦσαι τὰ ζῶα πλείους, ὧν τὰς μὲν φυσικὰς, τὰς δὲ ψυχικὰς ὀνομάζομεν. αἱ δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. διὰ τοῦτο οὐδὲ Ἀσκληπιάδου μνημονεύσομεν ἔτι κατὰ τόνδε τὸν λόγον ἀποδεδεικότες αὐτοῦ τὰ στοιχεῖα ψευδῆ, κατά γε τὸ τρισκαιδέκατον ὑπόμνημα τῶν περὶ τῆς ἀποδείξεως καὶ κατὰ τὴν τῶν Ἀσκληπιάδου δογμάτων πραγματείαν, ἐν ᾗ τὸ πέμπτον τε καὶ ἕκτον ἔλεγχον ἔχει τῶν στοιχείων αὐτοῦ. δέδεικται δὲ κᾀν τῷ περὶ τῶν Ἱπποκράτους στοιχείων ὑπομνήματι περί τε τῶν δραστικῶν ποιοτήτων, ὧν ὀνόματα θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης, ἥ τε τῶν χυμῶν διαφορά τε καὶ γένεσις. εἴρηται δὲ καὶ περὶ τῶν καθαιρόντων φαρμάκων ἕκαστον τῶν χυμῶν ὀλίγα μέν τινα κᾀν τῷ περὶ τῶν στοιχείων συγγράμματι, καὶ κατὰ μόνας δ’ ἐν ἑτέρῳ βιβλίῳ καὶ ἡ περὶ κράσεων δὲ πραγματεία τῇ περὶ τῶν στοιχείων ἑπομένη χρησίμη πρὸς τὸν ἐνεστῶτα λόγον. ἁπάντων δὲ μάλιστα τὸ περὶ πλήθους βιβλίον, ἐν ᾧ δέδεικται τὸ μὲν ὡς΄ πρὸς δύναμιν πλῆθος, τὸ δ’ ὡς πρὸς τὴν εὐρυχωρίαν, ἐν ᾗ περιέχεται ὑπὸ τῶν ἰατρῶν τὸ πλῆθος τοῦτο κατὰ τὸ ἔγχυμα. κάλλιστον οὖν ἐστὶ τοῖς μέλλουσιν ἐξετάζειν ἐπιστημονικῶς τὰ κατὰ τήνδε τὴν πραγματείαν εἰρημένα τὶ περὶ πλήθους ἀνεγνωκέναι βιβλίον. ὅσων δ’ αὖ πάλιν ἐκεῖνο δεῖται προανεγνωσμένων αὐτὸ δηλώσει. θαυμαζέτω δὲ μηδεὶς εἰ τοσούτων δεόμεθα πρὸς τὸ καλῶς ἐπισκέψασθαι περὶ φλεβοτομίας. οὐ γὰρ εἰς τούτου μόνου τοῦ βοηθήματος εὕρεσιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων ἀναγκαία τῶν εἰρημένων ἐστὶν ἡ γνῶσις. ὡς εἴ γε χωρὶς τῆς ἐκείνων ἐπιστήμης ἐνεχώρει θεραπεύειν ὀρθῶς, οὐκ ἂν ἐσπουδάσαμεν αὐτά. ταυτὶ μὲν οὖν ἀναγκαῖα ἦν προειπεῖν. αὐτοῦ δ’ ἤδη καιρὸς ἄρξασθαι τοῦ λόγου σκοπουμένοις ὁπόσαι διαθέσεις εἰσὶν αἱ δεόμεναι κενώσεως. ἐὰν μὲν οὖν ἐκ πείρας τις αὐτὰς ἠθροικὼς διέρχηται, μνήμης χρεία μόνης ἐστὶ πρὸς τὴν δήλωσιν· ἐὰν δ’ ἐκ λογικῆς ὁδοῦ, τὸ κοινὸν καὶ καθόλου ἀναγκαῖόν ἐστιν εὑρεῖν, ἔπειτ’ ἐκ τῆς ἐκείνου τομῆς εἰς εἴδη τε καὶ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν εὑρίσκειν τὸν ἀριθμὸν τῶν ἐνδεικνυμένων τὴν κένωσιν διαθέσεων. οὕτω γὰρ δείξομεν ἅπαντα συνιστάμενα τὰ διὰ λογικῆς ὁδοῦ τὴν εὕρεσιν ἔχοντα.

Chapter 4

Τῆς οὖν ἰατρικῆς τέχνης ἔργον ἐχούσης ἁπάσας τῶν μορίων τοῦ σώματος τὰς κατὰ φύσιν ἐνεργείας ἀνασώζειν μὲν ὁπότε διαφθείροιτο, φυλάττειν δ’ ὁπότε σώζοιντο, τούτων δ’ ἑπομένων τῇ φυσικῇ κατασκευῇ ταύτην ἀναγκαῖόν ἐστι φυλάττειν τε παροῦσαν, ἀνακτᾶσθαι δὲ διαφθειρομένην. ἐπεὶ τοίνυν ἐδείχθησαν ὑπὸ τῶν ὁμοιομερῶν σωμάτων αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούμεναι, διὰ δὲ τῶν ὀργανικῶν αἱ δεύτεραι, ἐπισκεπτέον ἔστω σοι τὰ κατὰ τὸ σῶμα περιεχόμενα τῶν ὑγρῶν ἥντινα τὴν ὠφέλειαν ἢ τὴν βλάβην ἐργάζεται τοῖς μορίοις αὐτοῦ. δεδειγμένου τοίνυν ἐν τῷ περὶ πλήθους βιβλίῳ διττῶς γίνεσθαί τε καὶ λέγεσθαι τὸ πολὺ, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων ὡς πρὸς τὴν δύναμιν, κατὰ δὲ θάτερον ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυμοὺς ἀγγείων, ὅπερ ὀνομάζουσιν ἔνιοι κατὰ τὸ ἔγχυμα, κενώσεως δέ ἐστιν ἑκατέρῳ χρεία, κᾂν ἐπὶ νοσοῦντος ἀνθρώπου κᾂν ἐπὶ ὑγιαίνοντος ἐπιγίγνηται. καθάπερ γε καὶ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅμα τῷ βαρύνεσθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναμις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι μηδέπω νοσεῖν τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόντων λέγουσιν ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νοθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πλῆθος τὸ πρὸς τὴν δύναμιν, ὥσπερ καὶ ὅταν ἀπὸ γυμνασίων τετάσθαι δοκῶσιν, ὥσπερ Ἐρασίστρατος ἔφη, παραπίπρανται βραχίονές τε καὶ πήχεις, οὐ μικρὸν γνώρισμά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ ἔγχυμα καλεῖσθαι πρὸς τινῶν εἶπον, ἐπειδὴ κατὰ τοὺς ἐγκεχυμένους τοῖς ἀγγείοις χυμοὺς συνίσταται καὶ νοεῖται. λέλεκται δ’ ἐν τοῖς ὑγιεινοῖς ἑλκώδους αἰσθήσεως ἐν ὅλῳ τῷ σώματι γιγνομένης, καὶ μάλιστα κατὰ τὰς κινήσεις, κακοχυμίας ἔγγονον εἶναι τὴν τοιαύτην διάθεσιν. ἀλλ’ ὅμως καὶ τοῦτο φαίνεται γιγνόμενον οὐκ ὀλίγοις τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ μόρια δέ τινα τοῦ σώματος οὐχ ὅλον ἐνίοτε τὸν ὄγκον ἐπιφαίνεται τὰ σημεῖα τῶν ἐν ἐκείνοις τοῖς μορίοις ὁμοίων διαθέσεων, ὁποῖαι τοίνυν εἴρηνται καθ’ ὅλον τὸ σῶμα συνίστασθαι. κεφαλῆς γοῦν μόνης αἰσθανόμεθα ποτὲ βαρυνομένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης, ἢ τῶν κροταφιτῶν μυῶν τεινομένων ἤτοι γ’ ἁπλῶς ἢ μετὰ θερμασίας πλείονος. οὕτω δὲ καὶ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς καὶ διάφραγμα βάρους αἰσθανόμεθα πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς ἤτοι βάρους, ἢ δήξεως, ἢ ναυτίας, ἢ ἀποστροφῆς σιτίων, ἢ ὀρέξεως παραλόγου γίνεταί ποτ’ αἴσθησις, πρὸς τούτοις καὶ ὀδύναι καθ’ ὁτιοῦν ἐρείδουσαι μόριον, ἢ διὰ χυμῶν πλῆθος ἀθρόως ἐπενεχθὲν ἢ διὰ πνεῦμα φυσῶδες ἐνδείκνυται κένωσιν, ὥσπέρ γε καὶ διὰ χυμὸν δριμὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ μόριον. ἔνιαι δὲ κατὰ δυσκρασίαν γίνονται. καὶ τούτων αὐτῶν τινὲς μὲν ψιλὴν ἄνευ χυμῶν, ἔνιαι δὲ μετὰ χυμῶν. ἐφ’ ἁπάντων μὲν οὖν τῶν εἰρημένων αἱ κενώσεις τῶν λυπούντων χυμῶν καὶ ἀτμῶν ἀπαλλάττουσι τῶν παθημάτων τὸν ἄνθρωπον, οὐ μὴν φλεβοτομίας δεόμεθά γε πάντως, ἀλλ’ ἀρκεῖ καὶ καθῆραι καὶ τρῖψαι καὶ λοῦσαι καὶ χρῖσαι τινὶ διαφορητικῷ φαρμάκῳ. τίνες οὖν εἰσὶν αἱ διὰ φλεβοτομίας ὠφελούμεναι διαθέσεις ἐφεξῆς λεγέσθωσαν.

Chapter 5

Οὐ μόνον ἡ τροφὴ τοῖς τοῦ ζώου μέρεσιν ἐξ αἵματός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερμασία τὴν διαμονὴν ἐξ αἵματος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶμεν ὅλους θερμαινομένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτεται ποτὲ μὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ δ’ εἰ καὶ μὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως ἐπιτιθεμένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν καρδίαν θερμότης ποτὲ μὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος αἵματος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται, ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερμὴν αἵματος ἢ δι’ ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ θερμότητα, τούτου καὶ τἄλλα μέρη τοῦ σώματος εὐθέως μεταλαμβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι μέρος ἐνίοτε παρὰ φύσιν ἤτοι θερμότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις ἐν ἑτέροις ὑπομνήμασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ τρόπῳ, ποτὲ μὲν ἐπὶ χυμοῖς θερμοῖς ἢ ψυχροῖς, ἐνίοτε δὲ καὶ κατὰ δυσκρασίαν μόνην. ἀλλ’ αἱ μερικαὶ θερμότητες καὶ ψύξεις, ὅσαι μὲν ἐγγύς εἰσι τῷ πεπονθότι μορίῳ συμμεταβάλλουσιν, εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶμα πρὶν τὴν καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ τὸ σῶμα τῆς καρδίας ἀλλοιούμενον διττῶς, ἤτοι κατὰ δυσκρασίαν ἢ διὰ χυμοὺς θερμοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς αὐτῶν. οἱ χυμοὶ δὲ ἐδείχθησαν θερμοὶ καὶ ψυχροὶ γινόμενοι διά τε τὸ ποσὸν τῶν ἐσθιομένων τε καὶ πινομένων καὶ δι’ ἡσυχίας τε καὶ κινήσεις σώματός τε καὶ ψυχῆς πλείους. ὥσπερ δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται μοχθηραὶ, φλεγματωδεστέρων ἢ χολωδεστέρων ἀποτελουμένων τῶν ληφθέντων, ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠμῶν καὶ ἀμεταβλήτων ἄχρι πλείστου μενόντων καὶ πνευματουμένων, οὕτω καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἀποτυγχανομένων, ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσονται κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυμοὺς διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερμὰ καὶ ὑγρὰ φαίνεται τάχιστα σηπόμενα, καὶ μάλισθ’ ὅταν ἐν θερμοῖς ᾖ χωρίοις, ἀναγκαῖον ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδομένην τροφὴν, ὅταν μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῆς φύσεως εἰς γένεσιν αἵματος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας. ἐπεὶ δὲ τοῖς ἒξ ὕλης θερμοῦ σηπομένοις συμβαίνει γίνεσθαι θερμοτέροις, διὰ τοῦτο θερμότερον ἔσται τὸ σηπόμενον αἷμα. τούτου δὲ θερμοτέρου γιγνομένου καὶ τὸ μόριον ἐν ᾧ σήπεται θερμότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερμῶν τὰ πλησιάζοντα συνθερμαίνεται, συνθερμανθήσεται τοῖς οὕτω διακειμένοις μορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ δριμείᾳ δηλονότι θερμασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ σηπεδόνος. ἐὰν οὖν ἀξιόλογόν τε τὸ μόριον ᾖ τὸ οὕτως θερμανθὲν, ἐκτείνειν τε τὴν ἑαυτοῦ θερμασίαν ἐπὶ τὴν καρδίαν ἱκανὸν, ἤτοι γε ὅτι πλησίον αὐτῆς ἐστὶν, ἢ ὅτι κύριον, ἢ ὅτι θερμὸν, συνεκπυρώσει κᾀκείνην, ἅτε φύσει θερμοτάτην οὖσαν. εἰ δὲ ἅπαξ αὐτὴ πυρωθείη, ῥᾳδίως ἤδη τὸ πᾶν αὐτῆς σῶμα συνεκθερμανθήσεται, καθάπερ τινὸς ἑστίας φλόγα πολλὴν ἐχούσης ὁ περιέχων αὐτὴν οἶκος. ὀνομάζουσι δὲ τὸ τοιοῦτον πάθημα τοῦ σώματος οἱ Ἕλληνες πυρετόν. ἐνίοτε δὲ πρὶν ἄρχεσθαι σήπεσθαι τὸ πλῆθος τοῦ αἵματος, ἐπί τι μόριον ἀθρόως ἀφικόμενον ἤτοι τελέως ἐνέκρωσεν, ὥστε διαφθεῖραι τὴν ἐνέργειαν, ἢ βλάβην ἀξιόλογον ἐνεγκεῖν. αἱ γοῦν ἀποπληξίαι κατὰ τοῦτον γίνονται τὸν τρόπον, ἐπὶ τὴν ἀρχὴν τοῦ ζώου ῥυέντος ἀθρόως αἵματος πολλοῦ. ὡς ὅταν γ’ εἰς ἄλλο τι κατασκήψῃ μόριον, ὄγκον ἐν τούτῳ παρὰ φύσιν ἐργάζεται. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φλεγμονή. ὅταν δὲ παχύτερόν τε καὶ μελαγχολικώτερον ᾖ τὸ κατασκῆψαν αἷμα, σκιῤῥώδης ὁ ὄγκος γίνεται, καθάπερ γε καὶ χαῦνος, ὅταν ᾖ φλεγματικώτερον τὸ ῥεῦμα· χολώδους δὲ ὄντος ἐρυσίπελας ἀποτελεῖται. διωρισμένα δ’ ἀκριβῶς ἔχεις ἅπαντα ταῦτα κατὰ τὰς προειρημένας ἄρτι πραγματείας, ἀλλὰ νῦν γ’, ὡς ἔφην, ὑποθέσεις τῷ παρόντι λόγῳ τὰ δεδειγμένα ποιούμενος ἀκολούθως αὐτοῖς τὸν περὶ τῆς φλεβοτομίας ἐπιδείκνυμι λόγον. ὄντος οὖν πλήθους διττοῦ, κάλλιστον γὰρ ἐντεῦθεν ἄρξασθαι, καὶ τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν εἰς σηπεδόνα τε ῥᾳδίως ἀφικνουμένου καὶ μέντοι καὶ κατασκήπτοντος ἐνίοτε εἰς μόριά τινα, κᾀν τούτοις ἐργαζομένου τοὺς παρὰ φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, κατασκήπτοντος μὲν καὶ τούτου πολλάκις εἰς μόρια καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς ῥήξεις τῶν φλεβῶν ἐργαζομένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξασθαί τι μέγα κακὸν ἐργάσασθαι περὶ τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν ἄμφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν πραγματείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵματος ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥωστημάτων, ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται, διὸ καὶ περιττὴν ἡγοῦμαι τήνδε τὴν συγγραφήν. εἰ μὲν γὰρ ὡσαύτως καὶ ἐν ἐκείναις ταῖς πραγματείαις ἔγραψα, κἀνταῦθα γράφοιμι, δὶς περὶ τῶν αὐτῶν ἀναγκασθήσομαι διέρχεσθαι, καὶ διὰ ταῦτα μακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντομώτερον ἄγοιμι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον, ἢ ἀσαφῶς τι διὰ τὴν βραχυλογίαν εἰπεῖν, ἢ διορισμόν τινα τῶν χρησίμων παραλιπεῖν. ἀλλ’ ἐπεὶ μὴ κατὰ τὴν ἐμαυτοῦ προαίρεσιν ἧκον ἐπὶ τὸν λόγον τοῦτον, εἴ τι γίγνοιτο τῶν εἰρημένων τούτων ἐν αὐτῷ σφάλμα, τὴν αἰτίαν οἱ ἀξιώσαντες ἕξουσιν, ὥσπερ γε καὶ εἰ κατορθωθείη καὶ φανείη χρήσιμος, ἀποστήσομαι τῶν ἐπαίνων ἐκείνοις.

Chapter 6

Ἥδε οὖν αὖθις ἀρχὴ γιγνέσθω τῷ λόγῳ. τοῖς μὲν τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι μορίων καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις, ἀναγκαία μέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας ἀποβλέπων, μάλιστα μὲν εἰς τοὺς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνάμεως ῥώμην ἢ ἀῤῥωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου τοῦ σώματος, ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενημένον βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων καὶ μάλιστα πολυτρόφων ὁ οὕτως ἔχων προσηνέγκατο τὸ ἔθος τε καὶ παρὰ τὸ ἔθος, κινήσεις τε τίνας ἐκινήθη, ἐκκρίσεις τε τίνας ἔσχεν ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος, ἐπὶ δὲ τούτοις ἅπασι πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ μὲν δὴ τοῦ πλήθους ἑκατέρου ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων ὀρισθήσεται σημείων. εἰς ὅσον γὰρ ἑαυτῷ βαρύτερος ὁ ἄνθρωπος εἶναι δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς τοσοῦτον ηὔξηται. κατὰ δὲ τὸν αὐτὸν λόγον εἰς ὅσον ἡ τονώδης αἴσθησις ηὔξεται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος διαγνώσῃ, μεμνημένος ὅτι τὸ χρῶμα χυμῶν ἐστιν, ἐπειδὰν μετρίως ἔχει θερμότητος λείπων σῶμα φύσει. τοῖς μὲν γὰρ ψυχροτέροις ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας ἠθροισμένοις χυμοῖς ὄγκος καὶ διάθεσις τῶν ἀγγείων, τοῖς δ’ ἐν τῇ σαρκὶ, κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ θερμότητος. αἱ δὲ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀῤῥωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνεργείαις ἐδείχθησαν κρινόμεναι, προαιρετικαῖς μὲν κατὰ τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγμοὺς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, τῇ δὲ κατ’ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναμις ἡ θρεπτικὴ, ἣν ἐξ ἥπατος ὁρμᾶσθαι ἐδείκνυεν τὴν διάγνωσιν ἐλάμβανεν. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σημείοις αἱ δυνάμεις ἐῤῥωμέναι τυγχάνουσιν οὖσαι, φλεβοτομήσεις δηλονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἐπιδιοριζόμενος, ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη. τοῦ δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος οὐ πάντως αἵματος ἀφαιρετέον. ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα χυμὸν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρὴ μέχρι πόσου μὲν ἡ δύναμις ἔῤῥωται, μέχρι δὲ πόσου αὐτὸς ὁ χυμὸς ἔφυ. προκαταλυθεῖσα γὰρ ὑπὸ τῶν τοιούτων διαθέσεων ἡ δύναμις ἐν ταῖς φλεβοτομίας εἴωθε καταπίπτειν ἐς ἔσχατον, ὡς μηκέτ’ αὐτὴν ἀνακτήσασθαι δυνηθῆναι. τούτου δὲ γενομένου κίνδυνος οὐ σμικρὸς ἕπεται, μάλισθ’ ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ στομάχου μοχθηρῶς ἔχοντος, ἢ τοῦ σώματος ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος. διαφοροῦνται γὰρ οἱ τοιοῦτοι συγκόπτονταί τε τάχιστα, κᾂν μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός. εἰ δὲ μηδὲν εἴη τούτων, ἀλλ’ ὁ χειμὼν ἢ τὸ χωρίον ὑπάρχει φύσει ψυχρὸν, ἥ τε φύσις τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν ἑπομένων συμπτωμάτων. τοὺς οὕτω διακειμένους οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσμασι μετρίως θερμαίνουσι καὶ πόμασι τέμνουσι τὸ πάχος τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως. ὅσα γὰρ σφοδρῶς θερμαίνει καταλύει τὴν δύναμιν ἀθροότερον, ὡς μηκέτι ἐξαρκεῖν τῇ θεραπείᾳ. πολλάκις δὲ καὶ τὸν πυρετὸν συνηύξησεν, ὥστε κἀντεῦθεν βλάβην γίνεσθαι τῇ δυνάμει. διὸ δὲ τῶν τεμνόντων τὸ πάχος χυμῶν, ἐδεσμάτων τε καὶ πομάτων ἡ κατὰ τὸ θερμαίνειν δύναμις ἔστω μετρία.

Chapter 7

Ὅσοι δὲ αἷμα πτύσαντες ἐθεραπεύθησαν μὲν τῷ παραυτίκα, τοιαύτην δὲ ἔχουσι κατασκευὴν, ἐν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονα μορίοις, ὡς εἰ βραχὺ πλέον ἀθροισθῇ θέλοι τὸ αἷμα, πάλιν αὐτοῖς ἤτοι γ’ ἀναστομωθῆναί τι τῶν ἀγγείων ἤ ῥαγῆναι, τούτους εἰ καὶ μηδὲν εἴη κατὰ τὸ σῶμα μηδέπω σύμπτωμα, φλεβοτομεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως ἐμπίπτοντος ἢ ἀποπληκτικούς. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καί τισί τῶν ἄλλων νοσημάτων εὐάλωτον εἰδείημεν εἶναι τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευμονικοῖς ἢ πλευριτικοῖς ἢ συναγχικοῖς, ἄμεινον φθάνειν φλεβοτομοῦντας μὴ περιμένοντας φανῆναί τι σύμπτωμα πλήθους ἐναργές. ὡσαύτως δὲ καὶ οἷς αἱμοῤῥοΐδες ἐπέσχηνται, καὶ μάλιστα εἰ μελαγχολικώτεροι φαίνονται. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσιν νοσήματα πληθωρικὰ, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος. ὡσαύτως καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις, ἔνιοι ὀφθαλμοὺς ἔχοντες ἀσθενεῖς, ἢ τοῖς ὀνομαζομένοις σκοτωματικοῖς πάθεσιν εὐάλωτοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προσδιασκεψαμένων ἡμῶν ὁποῖόν τι τὸ ἀθροιζόμενον αὐτοῖς εἴη. τινὲς μὲν γὰρ τὸν πικρόχολον ἀθροίζουσι χυμὸν πλέονα τῶν ἄλλων, τινὲς τὸν μελαγχολικὸν ἢ φλεγματικὸν, ἔνιοι δὲ ὁμοτίμως ἅπαντας ἐφ’ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους οὖν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθριτικοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρμακεύων ἢ φλεβοτομῶν. ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνοχλουμένους ἐκ διαλειμμάτων ἀλγήμασι ποδῶν ἰασάμην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵματος ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ μέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε καὶ γαστριμάργους οὐδὲν ὀνήσεις μέγα, φαρμακεύων ἢ φλεβοτομῶν. ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν, ἀκολάστως διαιτώμενοι. τούτους μὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θεραπεύειν, ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς μέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας μὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ γυμνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων εἴρηκα, ταῦτά σοι νόμιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπιληπτικοῖς, ἢ ἀποπληκτικοῖς, ἢ σκοτωματικοῖς, ἢ αἱμοπτοϊκοῖς, ἤ μελαγχολικοῖς.

Chapter 8

Οὐ μόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, φλεβοτομία μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονὴν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν μορίων. ἥ τε γὰρ ὀδύνη πρὸς αὐτὴν ἐπισπᾶται τὸ αἷμα καὶ πολλάκις ἀτονία μορίων ἐργάζεται φλεγμονὴν ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ὅταν ἀσθενὲς ᾖ φύσει μόριον, ἑτοίμως βαρυνόμενον, εἰ καὶ βραχὺ πλεῖον ἀθροισθείη ποτὲ ἐν αὐτῷ περίττωμα. καὶ μέντοι καὶ ὅτι δύναμιν ἔχει πᾶν μόριον ὥσπερ ἑλκτικὴν τῶν οἰκείων, οὕτω καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴν, ὅτι τε διττὸν εἴη τὸ ἀλλότριον, ἕτερον μὲν τῷ ποιῷ, τῷ ποιῷ δ’ ἄλλο. διὸ κἂν μὴ βαρύνοιτό τι μόριον ὑπὸ τῶν καθ’ ἑαυτὸ χυμῶν, ἴσχει δέ τινα περιττώματα κατὰ τὴν ποιότητα παρὰ φύσιν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ὁρμᾶν διὰ τῶν ἐν αὐτῷ φλεβῶν ὥσπερ δι’ ὀχετῶν, ἀλλ’ εἴθ’ αἷμα μοχθηρὸν εἴη τὸ ὠθούμενον, εἴτ’ ἄλλος χυμὸς, ἀνάγκη μὲν εἴς τι τῶν πλησίον ἀφικέσθαι μορίων αὐτόν. ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα ἢ καὶ διαφθαρέντα, μηκέτ’ εἰς ἄλλο μεταρυῆναι τρίτον, ἢ μηδετέρου τῶν εἰρημένων τυχόντα πάλιν ἐκ τοῦ δευτέρου μορίου μεταρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο. καὶ τοῦτο μὴ παύεσθαι γιγνόμενον, ἄχρις ἂν εἴς τι κατασκήψῃ τοιοῦτον, ὃ μηκέτ’ εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον ἐν ἑαυτῷ. συμβαίνει δὲ τοῦτο τῶν μορίων ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναμιν ἀσθενεστέραν ἔχει τῶν πλησιαζόντων ἁπάντων. οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύναται τὰ μὴ παραδεχόμενα, διὰ τὴν ἐν αὐτοῖς ἰσχύν. ἐδείχθη γοῦν καὶ τοῦτο ἡμῖν δι’ ἐκείνων τῶν ὑπομνημάτων, ὡς οὐ μόνον ὠθεῖ τὸ περιττὸν ἕκαστον τῶν μορίων εἰς τὸ πλησιάζον, ἀλλὰ καὶ ὅτι δέχεται μὲν, πολλάκις δ’ ἀντιπέμπει καὶ ἀντωθεῖ μὴ παραδεχόμενον εἰς ἑαυτὰ, κᾀν τούτῳ τὸ ἰσχυρότερον ἐκράτησε. διὸ καὶ τὰ πάντων ἀσθενέστερα μόρια πρῶτα τοῖς περιττωματικοῖς ἁλίσκεται νοσήμασιν. ἐκ τοιούτου δέ τινος τρόπου καὶ τὰς καλουμένας ῥευματικὰς διαθέσεις ἴσθι γιγνομένας, ἀσθενοῦς μὲν ὅλου τοῦ σώματος ὄντος, ὅπερ ἕν τι τῶν τῆς καχεξίας εἶδός ἐστιν, εἰωθότων τῶν κυρίων αὐτοῦ μορίων βαρύνεσθαι, κᾂν ὀλίγον ἐν αὐτοῖς ἐστὶ τὸ αἷμα, διωθούμενόν τε τοῦτο πρὸς τὰ κατὰ τὸ δέρμα μέρη τὰ σαρκώδη, καὶ μᾶλλόν γε εἰς τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν, διά τε τὸ χαῦνον τῆς οὐσίας καὶ ὅτι τῶν ἄλλων μορίων ἀσθενεστάτας ἔχουσι τὰς φυσικὰς δυνάμεις, ὥσπερ γε καὶ ἡ πιμελή. τεττάρων γὰρ αὐτῶν οὐσῶν, ὡς ἐδείχθη, πρώτης μὲν τῆς ἑλκτικῆς, δευτέρας δὲ καθεκτικῆς καὶ τρίτης τῆς ἀποκριτικῆς, καὶ τετάρτης τῆς ἀλλοιωτικῆς, τὰς μὲν ἄλλας τρεῖς ἀσθενεστάτας ἔχουσιν οἱ ἀδένες καὶ αἱ σάρκες, τὴν ἀλλοιωτικὴν δὲ μόνην οὐ πολλῷ μείω τῶν ἄλλων μορίων. ἐφεξῆς δὲ τοῖς ἀδένεσιν ὁ πνεύμων ἐστὶν ἑτοιμότατος δέξασθαι ῥεῦμα. καὶ γὰρ οὗτος ἀσθενεῖς τε τὰς τρεῖς ἔχει δυνάμεις καὶ τὸ σῶμα χαῦνον. εἶθ’ ἑξῆς ὁ σπλήν. ὁ δ’ ἐγκέφαλος ὅμοιος μὲν τούτοις ἢ καὶ μᾶλλον ἐπιτήδειος δέξασθαι ῥεῦμα. πλεονεκτεῖ δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίμης οὔσης ὧν ὑπεδέξατο. κοιλίας μὲν γὰρ ἔχει μεγάλας κατάντεσι πόροις ἐκκενουμένας. οἷς ἂν οὖν φύσει ῥωμαλεώτερος ᾖ τοῦ σαρκώδους γένους ὁ πνεύμων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ ῥεύματα καὶ τοῦ σώματος ἕξεως ὅλης ἀσθενούσης, ὡς ἐπὶ τῶν ῥευματικῶν ἐστι διαθέσεων. εἰκότως τοιγαροῦν ἡ θεραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπὸν, ἀλλὰ τοῦ παντὸς σώματος τὴν ῥῶσιν. ἥ γε μὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτομίας αὐτοῖς γίγνεται. μοχθηρῶν δὲ τῇ ποιότητι τῶν περιττωμάτων ὄντων καὶ κάθαρσιν παραλαμβάνομεν ἐφ’ ὧν μάλιστα σωμάτων οὐδετέρου πλήθους ἀναμένειν χρὴ τὸ οἰκεῖον σύμπτωμα, βάρος μὲν τοῦ πρὸς τὴν δύναμιν, τάσιν δὲ τοῦ κατὰ τὸ ἔγχυμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ τῶν πληγέντων τι μορίων ἀξιολόγως, ἤτε ἄλλως ὁπωσοῦν ἀρχομένην ἐχόντων φλεγμονὴν, ἐπειδὰν μεγάλην αὐτὴν ἔσεσθαι προσδοκήσωμεν, ἀπὸ κενώσεως ἀρχόμεθα τῆς θεραπείας ἢ καθαίροντες ἢ φλεβοτομοῦντες ὁποτέραν κρίνομεν ἀμείνω κένωσιν ἔσεσθαι.

Chapter 9

Καλῶς οὖν ἐν τοῖς προκειμένοις τῶν περὶ διαίτης ὀξέων παρῄνηται φλεβοτομεῖν ἡμᾶς, ὅταν ᾖ μέγα τὸ νόσημα καὶ ἀκμάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώμη παρῇ. καὶ κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουμένῃ πληθωρικῇ συνδρομῇ μόνῃ τὰς φλεβοτομίας λέγει τετηρῆσθαι. τοὐναντίον γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτομίας οὐ περιλαμβάνουσι, πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενομένου πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο μέγα, φλεβοτομήσομεν πάντως, κᾂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ χώραν καὶ δύναμιν, ἃ μόνα φαίνεται κᾀν τοῖς προκειμένοις τῶν περὶ διαίτης εἰρημένα. τὸν μὲν γὰρ ἀκμάζοντα διὰ τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορισμὸν παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ τῆς φλεβοτομίας μέγεθος νοσήματος καὶ ῥώμη τοῦ κάμνοντος, καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδρομὴν, οὐ τὴν πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτομία. περιέχεται γὰρ ἐν αὐτῇ κᾀκείνη τὸ μέγεθος αὐξάνουσα τοῦ νοσήματος. οὐ μόνον γὰρ ὅταν ἤδη παρῇ τὸ μέγα νόσημα, φλεβοτομίας καιρὸς, ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις ἣν Ἱπποκράτης εἶπε διδάσκων ἡμᾶς, ὅσα παρόντων ἤδη τῶν νοσημάτων ὀρθῶς ἂν πράξαιμεν, ἄμεινον εἶναι ταῦτα κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ μελλόντων ἄρχεσθαι φθάνειν ποιοῦντας. ὥστε τοὺς εἰρημένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας ἔστι μεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτομήσεις ἐπιδόξους γενομένους ἁλώσεσθαι μεγάλῳ νοσήματι, πρός τε τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώμην. εἰ γὰρ ἐπιτήδειός τις ἐν νοσήματι γενέσθαι μεγάλῳ, κᾂν μηδὲν μηδέπω κατὰ τὸ σῶμα παρῇ σύμπτωμα, φλεβοτομεῖν ἀξιοῦμεν. ἀρκεῖ γὰρ τὴν ἡλικίαν ἐπισκέψασθαι μετὰ τῆς δυνάμεως, ὥστε τρία τὰ συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι παρὸν ἢ προσδοκώμενον, καὶ ἡλικίαν ἀκμάζοντος καὶ ῥώμην δυνάμεως. ἴσως δὲ μόνον ἀμελέστερον ἑρμηνεύεσθαι δόξει τὸ τῆς ἡλικίας ἐν τοῖς προκειμένοις, ἐν τῷ περὶ διαίτης ὀξέων. οὐ γὰρ τὴν τῶν ἀκμαζόντων εἰρῆσθαι μόνον ὀρθῶς ἔχει, ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν, ὡς δύο μόνας ἐξαιρεῖσθαι τοῦ διορισμοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων. ἀλλ’ ἡ μὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάμεως λόγῳ περιέχεσθαι δύναται. ῥώμη γὰρ οὐδενὶ τῶν κατ’ αὐτὴν τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς παισὶν ἔδοξεν ὑπάρχειν ῥώμην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικταί μοι. φλεβοτομήσομεν οὖν, εἰ μέγα τὸ νόσημα προσδοκοίημεν εἶναι, ἢ παρὸν ἤδη θεωροίημεν ἢ ἀρχόμενον, ἐπισκεψάμενοι τὴν ῥώμην τῆς δυνάμεως, ἐξελοῦντες τοῦ λόγου μόνα τὰ παιδία, καὶ φήσομεν ἐλλειπέστερον εἰρῆσθαι τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ προκείμενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι μόνοι σκοποὶ πρὸς φλεβοτομίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν χυμῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτομεῖν, ὁ λόγος ἐλέγχεται. ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισμα τοῦ μὴ δύνασθαι φλεβοτομίαν ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅμα τῷ χρώματι τοῦ παντὸς σώματος ἐμπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν, ὁ σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος ἐπικρατούντων κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ μικρῶν. ὡρισμένων οὖν τριῶν σκοπῶν φλεβοτομίας, μεγέθους νοσήματος, ἤτοι παρόντος ἢ προσδοκωμένου ἢ ἀρχομένου, ἡλικίας ἀκμάζοντος, ῥώμης δυνάμεως ἔξω τῆς τῶν παίδων ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα γνωρίσματα φλεβοτομίας, ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξομεν, συνενδεικνύμενοι τὸ ποσὸν τῆς ἀφαιρέσεως, οὐκ αὐτὴν τὴν φλεβοτομίαν, ὥστε ἐκ μὲν τοῦ νοσήματος καὶ τῆς ἡλικίας καὶ τῆς δυνάμεως ὅτι φλεβοτομητέον γνωρίζεσθαι, τὸ ποσὸν δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων λαμβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουμένη συνδρομὴ καὶ ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις, εἰς ὥραν καὶ χώραν τεμνομένη καὶ τὰ κατὰ τὸν προηγούμενον βίον γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσμένων, ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ μή. περὶ μὲν οὖν τῆς ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόμεθα.

Chapter 10

Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισμάτων ἐν τῷ παρόντι σκεψόμεθα, πότερον ἐπὶ φλεβοτομίαν ἀφιξόμεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος. ἥντινα τοίνυν ἔχωμεν γνώμην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες μοι συμβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ μελαγχολικοῖς, ἢ αἷμα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθημα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοματικοῖς, ἢ συνεχῶς ἀλισκομένοις συνάγχῃ ἢ περιπνευμονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλμίαις σφοδραῖς, ἢ καθόλου φάναι μεγάλῳ νοσήματι. φλεβοτομίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φημὶ βοηθήμα παραχρῆμα προσαγόμενον, ἐπιδιωρισμένῃ τῇ δυνάμει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ μὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ μηδὲν τοιοῦτον πεπονθόσιν ἔμπροσθεν ἁπάντων τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσμασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι τὸ πλῆθος, εἰ μὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵματος εἶναι πλεονεξίαν. τοιοῦτον δέ ἐστι μάλιστα τὸ μελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δὲ που καὶ τὸ τῶν ὠμῶν καλουμένων χυμῶν. ἀλλ’ ἐπὶ μὲν τῆς μελαγχολικῆς καλουμένης περιουσίας φλεβοτομεῖν ἄμεινον, ἢ πάντως γε φαρμάκῳ χρῆσθαι μελάνων καθαρτικῷ, τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔμπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισμα τό τε τῆς χροιᾶς μολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε μᾶλλον ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δὲ ἱκανῶς ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώματος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νωθρότης καὶ αἰσθήσεων ἀμαυρότης. ἔμπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱμοῤῥοΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις θαῤῥῶν, κᾂν μὴ πρότερον ὦσι πεπειραμένοι μεγάλου νοσήματος. ἐνδέχεται μὲν γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν αἱμοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ μόρια κατεσκευασμένοι μοχθηρῶς, καὶ μάλιστα τὼ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτομήσεις ἐν τάχει.

Chapter 11

Τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κίνησιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέμνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτότερον αἷμα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς ὀνίνανται μάλιστα. τὰς μελαντέρας δὲ φλέβας τέμνων θεράπευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ μελαγχολικώτερον, ἔτι δὲ μᾶλλον ἂν μεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει δὲ τοῦτο ἰσχνοτέραις τε καὶ μελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σμικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα. καὶ γὰρ καὶ μικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθείη. οὐ χρὴ δὲ ὑμᾶς καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος, ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας, ὅταν ᾖ σφοδρὰ, χρώμενον τῷ βοηθήματι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, μὴ περιμένειν εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’ ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν ἐν ἀγκῶνι φλέβα, δεξιοῦ μὲν αἱμοῤῥαγοῦντος μυκτῆρος τῇ δεξιᾷ χειρὶ, θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅμα δὲ τοῦτο τῷ ἔργῳ καὶ τοῖς κώλοις περιβάλλειν δεσμοὺς ἐκ ταινίων ἢ ἐρίων καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα γὰρ καὶ ἡμεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχομεν τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, πειρασθέντες ἔμπροσθεν ὧν γεγράφασιν εἴς τε τὰς ῥῖνας ἐκτιθεμένων φαρμάκων, ἐπί τε τοῦ μετώπου καταχριομένων πάντων ἀσθενῶν. ὥστε πρὸς τοῖς εἰρημένοις περὶ φλεβοτομίας ἔμπροσθεν καὶ τοῦτο καταβάλλει τὸν Μηνοδότου λόγον,…

Chapter 12

Οὐδὲν…

Chapter 13

Π…

The complete text is available when the reading interface loads.