The Greek Library Author

Galen

De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1826
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg075.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Α.

Τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις ἀκριβῶς ἐπίστασθαι πηλίκον ὄφελός ἐστιν εἴς τε τὴν τῶν ποικίλων σύνθεσιν καὶ τὴν τῶν εὑρημένων ἤδη χρῆσιν εὔκαιρον, οὐ νῦν δέομαι δεικνύναι. τὸ μὲν γὰρ ἐν τοῖς τῆς περὶ φαρμάκων συνθέσεως ἀποδειχθήσεται, τὸ δὲ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἀλλ’ ὅπερ εστὶν ἐφεξῆς τῆς περὶ κράσεων πραγματείας, τοῦτο ἐνταῦθα λεχθήσεται, πρότερόν γε διαστειλαμένων ἡμῶν τὰ σημαινόμενα τῶν λέξεων καὶ τῶν ὀνομάτων οἷς χρησόμεθα κατὰ τόνδε τὸν λόγον. φάρμακον μὲν δὴ πᾶν ὅ τί περ ἂν ἀλλοιωτικὸν ᾖ τῆς φύσεως ἡμῶν ὀνομάζομεν, ὥσπερ, οἶμαι, καὶ τροφὴν ὅ τί περ ἂν αὐξητικὸν ᾖ τῆς οὐσίας, ἄμφω γὰρ ἐν τῷ πρός τι. τὸ δὲ ἁπλοῦν φάρμακον ὠνόμασται μὲν καὶ αὐτὸ κατὰ τὴν πρὸς τὸ σύνθετον ἀντίθεσιν, ἔστι δὲ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχον εἰλικρινῶς. ἡ δὲ δύναμις αἰτία τίς ἐστιν δραστική. ταύτης δὲ δὴ ἡ μὲν κατ’ ἐνέργειαν, ἡ δὲ ἐν τῷ μέλλειν ἐστίν. κατ’ ἐνέργειαν μὲν ἡ τοῦ θερμαίνειν ἐν πυρὶ καὶ τοῦ ψύχειν ἐν κρυστάλλῳ, ἐν τῷ μέλλειν δὲ ἡ τοῦ μὲν θερμαίνειν ἐν πυρέθρῳ καὶ καστορίῳ καὶ τοῖς ὁμοίοις, τοῦ δὲ ψύχειν ἐν ὑοσκυάμῳ καὶ μανδραγόρᾳ καὶ τοῖς παραπλησίοις. τὸ μὲν οὖν εἶναί τινα δύναμιν, ἔν τε τοῖς καθαρτικοῖς φαρμάκοις καθαρτικὴν καὶ τοῖς ἐμετικοῖς ἐμετικὴν καὶ τοῖς πταρμικοῖς πταρμικὴν καὶ τοῖς βηχικοῖς βηχικὴν, καὶ καθ’ ἕκαστον δὴ τῶν ἄλλων ἔργων παρώνυμον τῷ γιγνομένῳ πρὸς αὐτῶν, σχεδὸν οὐδεὶς ἀμφισβητήσει. τίς δέ ἐστιν ἡ οὐσία τῆς δυνάμεως ταύτης, ἔνιοι μὲν ἄγνωστον ὑπέλαβον, ὥσπερ οἵ τε σκεπτικοὶ φιλόσοφοι καὶ τῶν ἰατρῶν οἱ κληθέντες ἐμπειρικοί. διηνέχθησαν δὲ πρὸς ἀλλήλους καὶ οἱ γνωστὴν εἶναι φάντες. τινὲς μὲν γὰρ εἴς τε τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς θέσεις τῶν ὄγκων τε καὶ πόρων ἀναφέρουσιν, ἔνιοι δὲ εἰς θερμότητα καὶ ψυχρότητα καὶ ὑγρότητα καὶ ξηρότητα, κατὰ τὴν στοιχείωσιν ἑκάτεροι τὴν ἑαυτῶν , ὥστε καὶ ἡμεῖς διὰ τοῦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐδείξαμεν συγγραμμάτων, ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τά τε τῶν ἄλλων ἁπάντων σώματα καὶ τὰ τῶν ζώων γεγονέναι. ταύτας οὐσίας θησόμεθα τῶν δραστικῶν δυνάμεων ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς φαρμάκοις. οὕτω γὰρ κᾀν τῷ τρίτῳ περὶ κράσεων ἐδέδεικτο· καὶ χρή γε τὸν βουλόμενον ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐν ἐκείνῃ γεγυμνάσθαι τῇ πραγματείᾳ· καὶ γὰρ δὴ καὶ λέλεκται πάνθ’ ὅσα χρὴ καθόλου περὶ φαρμάκων ἐπίστασθαι δι’ ἐκείνου τοῦ συγγράμματος. καὶ νῦν μὲν οὐδὲν ἐροῦμεν ἐν ὅλῳ τῷ γένει καινότερον· ὅσα δ’ ἐν ἐκείνῳ γέγραπται γενικῶς, ταῦτα ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἰδικῶς ἐξεργασόμεθα.

Chapter 2

Πρῶτον μὲν δὴ καὶ μάλιστα τὴν βάσανον τῆς κρινομένης δυνάμεως ἀπ’ αὐτοῦ χρὴ ποιεῖσθαι τοῦ πράγματος, πρὸς ὃ λέγεται. οὐδὲ γὰρ εἰ ἀνθρώπῳ ψυκτικὸν τὸ κώνειον, ἤδη καὶ ψαρὶ, οὐδ’ εἰ ψαρὶ ἀνθρώπων τρόφιμον, ἤδη καὶ ἀνθρώπῳ. κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ καθαρτικὸς ὁ ἑλλέβορος, ἤδη καὶ ὀρτύγων, οὐδ’ εἰ τρόφιμος ἐκείνοις, ἤδη καὶ ἀνθρώποις. ἐφεξῆς δὲ τὸ κατὰ συμβεβηκὸς διορίζεσθαι τοῦ πρώτως τε καὶ καθ’ ἑαυτό. τὸ μὲν γὰρ ψυχρὸν ὕδωρ θέρμης ἐπανάκλησίν ποτε ποιεῖται τῷ ψύχειν τὸ δέρμα καὶ συνάγειν καὶ πυκνοῦν. ἕπεται γὰρ τούτῳ θέρμης ἐπανάκλησις, ὡς ἐν τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυτο. τὸ δὲ αὖ θερμὸν ψύχει πολλάκις τῷ διαφορεῖν τὸν θερμαίνοντα χυμόν. εἰ γὰρ ταῦτά τις διορισάμενος ἀκριβῶς ἐπὶ τὴν ἐξέτασιν ἀφίκοιτο τῆς ζητουμένης δυνάμεως, οὐκ ἄν μοι δοκεῖ σφαλῆναι ῥᾳδίως. ἀλλὰ τὸ μὲν ἀπὸ μηδενὸς ἄλλου ποιεῖσθαι τὴν κρίσιν ἢ τοῦ πρὸς ὃ λέγεται καὶ πάνυ ῥᾴδιον, οὔτ’ εἰ φθαρτικόν ἐστιν τῶν ἐντόμων ζώων τοὔλαιον, οὔτ’ εἰ λιπαρὸν ἢ γλίσχρον ἢ κοῦφον ἐπισκοποῦντας, ὁπότε ζητοῦμεν εἰ θερμαίνειν πέφυκεν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν τὸ ἀνθρώπειον σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’ εἰ τὴν χροιὰν ἐρυθρόν ἐστιν τὸ ῥόδον, οὔτ’ εἰ λευκὸν τὸ ψιμμύθιον. οὐ γὰρ ἐξ ἀνάγκης οὔτε τὸ ἐρυθρὸν θερμὸν οὔτε τὸ λευκὸν ψυχρόν ἐστιν, ἀλλ’ εἰ προσφερόμενα τοῖς σώμασιν ἡμῶν ἐκθερμαίνει πρώτως καὶ καθ’ ἑαυτὰ καὶ μήτε διὰ μέσου τινὸς ἑτέρου μήτε κατὰ συμβεβηκὸς εἴη, κᾂν οὕτω γε, θερμὰ τὴν δύναμιν, ὥσπερ εἰ καὶ ψύχει, ψυχρά. ἐπεὶ πόθεν, ὦ πρὸς θεῶν, ἔχομεν εἰπεῖν εἰ θερμόν ἐστιν τὴν δύναμιν τὸ λευκὸν πέπερι καὶ ὁ κόκκος ὁ Κνίδιος καὶ ὁ κνίκος καὶ ἡ τίτανος καὶ ὁ λευκὸς ἑλλέβορος; ἢ πόθεν ὅτι ψυχρὸς ὁ Σάμιος ἀστὴρ καὶ γῆ Σελινουσία καὶ ψιμμύθιον καὶ χιὼν καὶ γάλα; λευκὰ μὲν γὰρ τὴν χρόαν ἐστὶ σύμπαντα τὰ εἰρημένα, κατὰ μέντοι τὰς δυνάμεις αὐτῶν ἐναντιώτατα. ἔστι μὲν οὖν ἡ χιών τε καὶ ἡ τίτανος τὴν χροιὰν ὁμοιότατα, κατὰ δὲ τὰς δυνάμεις αὐτῶν ἐναντιώτατα, ἀλλὰ τὴν ἐναντίωσιν ἡ αἴσθησις κρίνει. τῆς μὲν γὰρ χιόνος προσαγομένης, εὐθύς τε κατὰ πρώτην προσβολὴν ψυχρᾶς αἰσθανόμεθα καὶ μέχρι περ ἂν ἅπτηται, ψυχούσης ἀεὶ καὶ μᾶλλον. ὁρῶμεν δὲ μήθ’ ὑπομένουσαν ἔτι μήτε σωζομένην, εἰ βραχείας ἐπιλάβηται θερμότητος. ἡ δὲ τίτανος οὔτε κατὰ τὴν πρώτην προσβολὴν φαίνεται ψύχουσα, καὶ μέχρι περ ἂν ἡμῖν πλησιάζῃ, θερμαίνει σαφῶς ἀεὶ καὶ μᾶλλον. ᾧ καὶ δῆλον ὡς τῷ διαπαντὸς ἕν τι ποιεῖν, ἄχρι περ ἂν ἡμῶν ἅπτηται τὸ φάρμακον, ἡ οἰκεία αὐτοῦ δύναμις κριθήσεται.

Chapter 3

Τὸ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστ’ ἂν ὁμιλῇ, θερμαῖνον ἀεὶ καὶ μᾶλλον, οὐ κατά τι συμβεβηκὸς, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶ τοιοῦτον. οὕτω δὲ καὶ τὸ ψῦχον ἀπ’ ἀρχῆς μέχρι τέλους ψυχρόν ἐστιν κατὰ τὴν ἑαυτοῦ δύναμιν, οὐ κατὰ συμβεβηκός. εἰ δὲ μήτε ἀναμείνας χρόνον ἐξ ὑστέρου τε μετὰ τὴν πλύσιν ἐξετάσεις τὴν δύναμιν αὐτοῦ, σφαλήσῃ πολλαχόθεν. καὶ ἴσως δέ ποτε καὶ τὸ ψυχρὸν ὕδωρ οὐ ψυχρὸν μόνον ἐρεῖς τὴν δύναμιν, ἀλλὰ καὶ θερμόν. ὅτε μὲν ψῦχον φαίνεται, διὰ παντὸς, ἔστ’ ἂν ἡμῖν πλησιάζῃ, ψυχρὸν, ὅτε δὲ πολλάκις ἐπανάκλησιν θερμότητος ἤνεγκεν θερμόν. οὔκουν χρὴ ταῦτα παραλιπεῖν ἀδιόριστα καὶ τῶν κρινομένων ἕκαστον φαρμάκων, ὡς κᾀν τοῖς περὶ κράσεως ἐλέγετο. μηδεμιᾶς ἐπικτήτου ψύξεως ἢ θερμότητος ἔστω μετέχον, ἵνα μὴ νοθεύσῃ τὴν φυσικὴν αὐτοῦ δύναμιν ἡ ἐπίκτητος ποιότης. ἔτι τε πρὸς τούτοις, ὡς καὶ ταῦτ’ ἐλέγετο, διωρίσθω σοι καὶ τροφὴ φαρμάκου καὶ μνημονευέσθω πρός τι μὲν ἄμφω λεγόμενα, πολλαχόθι δὲ περὶ μίαν οὐσίαν συνιστάμενα, καθ’ ὅ τι καὶ τοῦτο ἐπεδείξαμεν. οὐδὲν δὲ ἧττον ὅτι τὰ μὲν ὅλαις ταῖς οὐσίαις εἰς ἄλληλα δρᾷ καὶ πάσχει, τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας· καὶ πρὸς τούτοις τὰ μὲν εἶναι λεπτομερῆ, τὰ δὲ παχυμερῆ· λεπτομερῆ μὲν ὅσα ῥᾳδίως εἰς λεπτὰ καταθραύεται, παχυμερῆ δὲ τἀναντία. ἁπλῶς δὲ εἰπεῖν ἁπάντων μεμνῆσθαι χρὴ τῶν ἐν τῷ τρίτῳ περὶ κράσεων εἰρημένων διορισμῶν, ἵνα κατ’ ἐκείνους ἐξετάζηται τῶν πάντων εἴδους φαρμάκων ἡ δυνάμις.

Chapter 4

Ἔστω δὴ πρῶτον ἡμῖν ὕδωρ εἰς σκέψιν προβεβλημένον, ὅτι καὶ κοινότατον ἅπασιν ἀνθρώποις ἐστὶν ὑγιαίνουσί τε καὶ νοσοῦσιν καὶ ἀναγκαιότατον εἰς τὴν ζωήν. καὶ πρῶτον μὲν εὐκράτῳ σώματι προσφερέσθω μήτε ψυχρὸν ἐπισήμως μήτε θερμόν. ἐφεξῆς δὲ καὶ τοῖς δυσκράτοις φύσει καὶ τρίτοις τοῖς κατὰ πάθος· οὕτω γὰρ ἀκριβῶς ἐπὶ πάντων ἐξετάσαιμεν ἂν αὐτοῦ τὴν οἰκείαν δύναμιν. τῷ μὲν οὖν εὐκράτῳ προσφερόμενον ἐν χρόνῳ πλείονι καταψύξει πάντως αὐτὸ, τῷ δὲ δυσκράτῳ θᾶττον μὲν τὸ ψυχρότερον ψύξει, βραδύτερον δὲ τὸ θερμότερον. ἀεὶ δὲ πάντα ψύξει, κᾂν εἰ μὴ πολλαῖς ἐφεξῆς ἡμέραις, ἀλλὰ μιᾷ τις αὐτῷ χρήσαιτο ἢ πλείοσιν ὥραις οὐδὲ γὰρ ἐπανάκλησιν ἐπ’ οὐδενὸς αὐτῶν τόγε τοιοῦτον ποιήσεται θερμότητος. ἀκραιφνὲς γὰρ ψυχρὸν, εὐσάρκῳ καὶ νέᾳ φύσει σώματος ὀλιγοχρονίως ὁμιλῆσαι ἀνακαλεῖται θερμασίαν· ἄλλως δὲ χρωμένων ἀεὶ καταψύξει. καὶ μὲν δὴ κᾂν εἰ τοῖς ἁπλῷ τινι νοσήματι νοσοῦσιν ἤτοι θερμῷ τὴν κρᾶσιν ἤ ψυχρῷ προσαχθείη τὸ τοιοῦτον ὕδωρ, ἐμψύξει καὶ τούτους σαφῶς· ἁπλοῦν γὰρ εἶναι χρὴ τὸ πάθος, ὡς κᾀν τῷ τρίτῳ περὶ κράσεων διώριστο, χάριν τοῦ μὴ κατὰ συμβεβηκὸς, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἐμψύχειν τὸ προσαγόμενον. ἐπείτοι πολλάκις συνθέτου τῆς διαθέσεως οὔσης πρώτως μὲν ἄλλο τι γίνεται πρὸς τοῦ φαρμάκου, κατὰ συμβεβηκὸς δὲ ἄλλο, καθάπερ ἐν ταῖς φλεγμοναῖς. ἔγγονον μὲν γάρ ἐστι θερμοῦ ῥεύματος καὶ πολλοῦ τὸ πάθος. ὅσα δὲ θερμαίνει μετρίως φάρμακα κενοῦντα τὸ περιττὸν, εὐθὺς οἶμαι καὶ ψυχρότερον τὸ πεπονθὸς ἐργάζεται. ἀλλ’ ὅταν ἁπλῆ καὶ μία διάθεσις ᾖ τὸ κατὰ συμβεβηκὸς, ἐπ’ αὐτῆς οὐκ ἐγχωρεῖ γενέσθαι. οὕτω γοῦν ἐξετάζοντί σοι πανταχόθεν φανεῖται τὸ πότιμον ὕδωρ ψυχρόν. οὐ μὴν τῶν ἄλλων γε ὑδάτων τῶν αὐτοφυῶν, ὅσα δὴ θειώδη τε καὶ ἀσφαλτώδη καὶ νιτρώδη ταῖς ποιότησίν ἐστιν, ἡ αὐτὴ δύναμις· οὐδὲν γὰρ αὐτῶν ὅταν ἐπικτήτου θερμότητος ἤ φυχρότητος χωρισθὲν προσφέρηται, ψύχειν φαίνεται. καὶ μέν γε καὶ ἡ θάλαττα καὶ αὐτὴ, πρὶν ἐπίκτητον ψύξιν ἀκραιφνῆ προσλάβῃ, οὐ πάνυ τι φαίνεται ψύχουσα. κατὰ μὲν γὰρ τὸ πότιμον ὕδωρ, εἴ τις δι’ ὅλης ἡμέρας ἐννήχοιτο, μὴ πάνυ ψυχρὸν ὑπάρχον, ἀλλ’ ὡς ἐξ ἡλίου χλιαρὸν ἐξ ἀνάγκης ψυγήσεται. θάλατταν δ’ ἀλύπως ἤνεγκαν, οὐ δι’ ὅλης ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς ἐνίοτε πάμπολλοι τῶν νέων. ᾧ δῆλον ὡς τὸ μὲν ὕδωρ τὸ γοῦν πότιμον καὶ γλυκὺ κατὰ τὴν ἑαυτοῦ φύσιν ἀεὶ ψυχρόν ἐστιν, ἡ θάλαττα δ’ οὐχ ὁμοίως· εἰ δὲ καὶ μὴ προσθείη μέν ποτε ἐν τῷ λόγῳ τὸ πότιμον, ἀλλ’ ἁπλῶς εἴποιμεν ὅσον ἐφ’ ἑαυτὸ ψυχρὸν εἶναι τὸ ὕδωρ, οὐ χρὴ συκοφαντεῖν ὡς ἐλλιπῶς ἢ ἀδιορίστως εἰρηκότας. ὅ τι γὰρ ἂν ἀκριβῶς τε καὶ εἰλικρινῶς ὕδωρ ᾖ πάσης ἑτέρας οὐσίας ἄμικτον, ἐξ ἀνάγκης ἐκεῖνο ψυχρόν ἐστι κατὰ τὴν ἑαυτοῦ δύναμιν· εἰ δ’ ἤτοι δι’ ἀσφαλτώδους, ἢ θειώδους, ἢ νιτρώδους, ἢ στυπτηριώδους χωρίου διηθούμενον ῥύπτοιτό τι τῆς οὐσίας αὐτοῦ καὶ ἅμα ἑαυτῷ παρασύροι, μικτὸν ἤδη τὸ τοιοῦτόν ἐστι καὶ οὐκ ἀκριβῶς ὕδωρ, ὥσπερ εἰ καὶ σὺ βουληθείης αὐτὸς ἢ ἁλῶν, ἢ στυπτηρίας, ἤ τινος ἑτέρου τοιούτου μῖξαι συχνὸν ὕδατι ποτίμῳ, καθάπερ καὶ ποιοῦμεν πολλάκις, ὅταν ἀποροῦντες θαλάττης ἅλμην σκευάσαι βουληθῶμεν. ἐμβάλλομεν γὰρ τηνικαῦτα τῶν ἁλῶν τῷ ὕδατι, καὶ τοσοῦτον ἄρα τὸ διαλλάττον ἐστὶν τῆς δυνάμεως, ὥστε τὸ μὲν ὕδωρ αὐτὸ τὸ γλυκὺ δηλονότι, τὸ μήτε ψυχρὸν ἐπιφανῶς μήτε θερμὸν, ἀλλ’ οἷον τὸ καλούμενον εἱληθερὲς, εἰ προσφέρεις ἐρυσιπέλατι, βλάβην οὐδεμίαν ἐργάσῃ περὶ τὸ σῶμα τἀνθρώπου. θάλατταν δὲ ἢ ἅλμην ἤ τι τοιοῦτον ὕδωρ ἐπίμικτον, ἀσφαλτῶδες ἢ θειῶδες εἰ προσενέγκῃς, οὕτως βλάψαις τὸν ἄνθρωπον, ὡς ἐπικαῦσαι τὸ μέρος. ὕδωρ μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ ψυχρὸν τὴν δύναμίν ἐστιν· εἰ δ’ ἐπίκτητον αὐτῷ θερμότητα προσάψας ἐθέλοις καταντλεῖν ἀνθρώπου σῶμα, νομιεῖς μὲν ἴσως ἁπλοῦν τι καὶ φυσικὸν προσενηνοχέναι, τὸ δ’ ἄρα σύνθετόν πώς ἐστιν, ἤτοι μοῖράν τινα τῆς οὐσίας τοῦ πυρὸς, ἢ τήν γε ποιότητα πάντως προσειληφώς. ὡς γὰρ εἰ καὶ τῶν ἁλῶν ἐμεμίχεις αὐτῷ, σύνθετον ἂν ἦν ὁμολογουμένως, οὕτω καὶ μᾶλλον ἐπειδὴ πυρὸς ἔμιξας εἴτ’ οὖν ποιότητος εἴτ’ οὐσίας εἰργάσω πως καὶ νῦν σύνθετον. ἔστι δὲ δήπου καὶ τὸ ἰλυῶδες ὕδωρ σύνθετον ὡς καὶ τὸ τοῦ Νείλου καὶ κατ’ Αἴγυπτον, ἀλλὰ διὰ τῶν κεραμίων ἀγγείων διηθούμενον ἀκριβῶς γίνεται καθαρὸν. χρὴ δὲ μὴ ἅπαξ, ἀλλὰ καὶ δὶς ἢ τρὶς διηθεῖν αὐτὸ, καίτοι καὶ οὕτως ἴσως ἀδύνατον ἀκριβῶς ἐργάσασθαι καθαρόν· ἀλλ’ ὅταν ἐκφύγῃ πᾶσαν αἴσθησιν ἡ ἐπιφερομένη τοῖς ὕδασιν ἰλὺς, ἀρκεῖ πρὸς γε τὴν τοιαύτην χρείαν τὰ τοιαῦτα καθαρὰ καὶ εἰλικρινῆ λέγειν ὕδατα.

Chapter 5

Τρισὶ δ’ αἰσθήσεσιν κρίνεται ταῦτα, γεύσει καὶ ὄψει καὶ ὀσφρήσει. γεύσει μὲν καθαρὸν, εἰ μηδεμιᾶς προσλάβοι ποιότητος, ἀλλ’ ἀκριβῶς ἄποιον φαίνοιτο· τῇ δ’ ὄψει καθαρὸν, ὅταν εἰλικρινὲς ᾖ καὶ διαυγὲς ἀκριβῶς. οὕτω δὲ καὶ πρὸς τὴν ὀσμὴν οὐδεμίαν ἐμφαίνειν αὐτῷ χρὴ ποιότητα, καθάπερ ἔνια τῶν ἐσχάτως μοχθηρῶν ὀξύτητος, ἢ δριμύτητος, ἢ ἅλμης, ἢ σηπεδόνος, ἤ τινος ἄλλης κακίας ἀῤῥήτου προσβάλλει. τὸ τοίνυν ἐκτὸς ἁπάντων τούτων ὕδωρ ἔστι μὲν οὐδ’ αὐτὸ πρὸς γε τὴν φύσιν εἰλικρινὲς ἀκριβῶς, ὥσπερ οὐδ’ ἄλλο τι τῶν τεττάρων στοιχείων τῶν αἰσθητῶν, ὡς μέντοι πρὸς αἴσθησίν τε καὶ χρείαν εἰλικρινὲς ὑπάρχει. τὸ γοῦν τοιοῦτόν ἐστι καὶ ψυχρὸν, ὡς εἴρηται, κατὰ τὴν ἑαυτοῦ φύσιν, ἐπεί τοι θερμήνας σφοδρῶς οὐχ ὕδωρ μόνον, ἀλλὰ καὶ μανδραγόραν καὶ ὑοσκύαμον καὶ κώνειον καὶ μηκώνιον, οὐ μόνον ἂν ἐκθερμήναις προσφέρων, ἀλλὰ καὶ καύσειας ἀνθρώπειον σῶμα. πάντ’ οὖν τὰ δοκιμαζόμενα φάρμακα πάσης ἐπικτήτου τε καὶ σφοδρᾶς θερμότητός τε καὶ ψύξεως ἐκτὸς ἔστωσαν, μὴ μόνον ὕδωρ.

Chapter 6

Ὅτι δὲ ψύχει σαφῶς ἅπαν ὕδωρ γλυκὺ μάθοις ἂν κἀνθένδε. κηρωτὴν ὑγρὰν, εἰ δι’ ὕδατος ψυχροῦ μαλάξας καὶ ἀναδεύσας ἐπιμελῶς ἐπιθείης θερμῷ τινὶ παθήματι, παραχρῆμα καταψύξεις αὐτό. χρὴ δ’ ὡς ὅτι πλεῖστον μιγνύναι τοῦ ὕδατος, γένοιτο δ’ ἂν ἡ μίξις ᾧδέ πως ἄριστα. καθαρὸν ὡς ἔνι μάλιστα κηρὸν ἐλαίῳ χρὴ τήξαντας ὑγρὰν ποιῆσαι κηρωτὴν, ἔπειτα ψύξαντάς τε καὶ ξύσαντας ἐν θυείᾳ μαλάττειν διὰ τῶν χειρῶν ὕδωρ ψυχρὸν παραχέοντας, εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι καὶ μήπως περιῤῥέῃ τὸ ὕδωρ. ἐμψύχει τοῦτο καὶ τοὺς ἐν πυρετῷ καυσουμένους, εἰ κατὰ τῶν ὑποχονδρίων ἐπιτεθείη καὶ φλεγμονὴν ἅπασαν, ὡσαύτως ἕρπητάς τε καὶ ἄνθρακας, ἐρυσιπέλατα καὶ φύγεθλα καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ θερμὰ νοσήματα. μὴ τοίνυν ὕδωρ γλυκὺ, ἀλλὰ καὶ θάλατταν ἢ ἅλμην αὐτῷ παραμίξας ἐφ’ ἑνὸς τῶν εἰρημένων ὅτου βούλῃ χρήσασθαι, θεάσῃ γὰρ αὐτίκα διαφορὰν οὐ σμικρὰν, οὐ μόνον οὐκ ἐμψύχοντος ἔτι τοῦ γενομένου φαρμάκου τῶν εἰρημένων διαθέσεων οὐδεμίαν, ἀλλὰ καὶ προεκκαίοντος. οὕτως ἄρα πολλὴ διαφορὰ τῶν ποτίμων ὑδάτων ἐστὶν πρὸς ἅλμην τε καὶ θάλατταν. οὐχ ἧττον δ’ ἅλμης καὶ θαλάττης τὰ θειώδη καὶ ἀσφαλτώδη, νιτρώδη καὶ χαλκάνθου καὶ μίσυος καὶ χαλκίτεως, ἤ τινος ἁπλῶς τῶν φύσει θερμῶν φαρμάκων ἐμφαίνοντος τῇ γεύσει, πολέμια πάντα ταῖς θερμαῖς τοῦ σώματος ἡμῶν διαθέσεσιν ὑπάρχει. ᾧ δῆλον ὡς ταυτὶ μὲν ἅπαντα θερμὰ ταῖς δυνάμεσίν ἐστιν. τὸ δὲ πότιμον ὕδωρ μόνον ψυχρόν.

Chapter 7

Ὅτι δὲ καὶ ὑγρὸν τοῦτο μόνον τῶν εἰρημένων ὑδάτων ἀκριβῶς ἐκ τῆς αὐτῆς ἐπιγνώσῃ μεθόδου. τά τε γὰρ ἕλκη τὰ πέρα τοῦ δέοντος αὐχμώδη καὶ ξηρὰ τούτῳ τέγγων, αὐτίκα μάλα ποιήσεις ὑγρὰ καὶ πλαδαρὰ, τῶν ἄλλων ἁπάντων ὑδάτων ξηραινόντων τὰ ἕλκη, τά τε τῶν ἁλιέων ξηρά τε καὶ τεταριχευμένα φαίνεται, τά τε τῶν βαλανέων ὑγρὰ καὶ πλαδαρά. κἂν εἰ βουληθείης δὲ βρέχων μότον ἐπιτιθέναι τοῖς ἕλκεσιν, ὑγρὰ μὲν ὑπὸ τοῦ ποτίμου, ξηρὰ δὲ ὑφ’ ἅλμης τε καὶ θαλάττης εὑρήσεις γινόμενα. τὰ μέντοι στυπτηριώδη τῶν ὑδάτων, οἷον τὰ κατὰ τὴν Ἰταλίαν Ἄλβουλα προσαγορευόμενα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσίν ἐστιν ἐπιτήδεια καὶ τὰ ῥευματικὰ δὲ πάντα ξηραίνει ῥᾳδίως. οὕτως ἄρα τῶν ἄλλων ὑδάτων οὐδὲν ὑγραίνειν πέφυκεν, ὅτι μηδ’ ὕδωρ ἐστὶν ἀκριβῶς, ἀλλ’ ἐπίμικτόν τε καὶ νόθον ἤτοι στυπτηρίας τε καὶ χαλκίτεως, ἢ ἁλῶν, ἤ τινος ἄλλου τοιούτου προσειληφός. ὅθεν αὐτῶν ἔνια παροξυντικὰ τῶν ἑλκῶν ἐστιν, ὅσα τε δριμέα ἱκανῶς ὑπάρχει καὶ δακνώδη. καὶ μὲν δὴ καὶ διψῶντι τὸ μὲν ὕδωρ παρηγορικὸν ἴαμα, τὰ δ’ ἄλλα πάντα παροξυντικὰ, καὶ τοῖς ὑδερικοῖς ἐναντιώτατον μὲν καὶ πόμα καὶ λουτρὸν τὸ ὕδωρ τὸ γλυκὺ, τὰ δ’ ἁλμυρώδη καὶ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη πάντα χρηστά· καὶ μιμήσασθαι δ’ ἂν δύναιο, καθάπερ θάλατταν, οὕτω καὶ τῶν ἄλλων ἕκαστον ἐπιμιξίᾳ τῆς οὐσίας, ἥτις ἂν ἐν ἑκάστῳ φαίνηται κρατεῖν. θεῖον μὲν γὰρ ἐμβαλὼν ὕδατι γλυκεῖ θειῶδες ὕδωρ ἐργάσῃ, στυπτηρίαν δὲ στυπτηριῶδες, καὶ τῶν ἄλλων ἕκαστον.

Chapter 8

Αὕτη μὲν οὖν ἡ οἰκεία φύσις τοῦ ὕδατος ὑγρά τε ἐστι καὶ ψυχρά. προσλαμβάνον δ’ ἐπίκτητον θερμότητα, θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν οὐχ ὁμοίως ἄμφω πέφυκε δρᾷν ἅμα, ἀλλ’ ὑγραίνει μὲν ἄκρως, ἄν τε χλιαρὸν ἄν τ’ εὔκρατον ἄν τε καὶ θερμότερον ὑπάρχῃ. θερμαίνει δ’ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω δ’ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως πρῶτον. ἂν τοίνυν ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμὸν, εἴτε λούων εἴτε καταντλῶν ὃ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις ἑαυτοῦ καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ τῆς καταντλήσεως. εἰ δ’ ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας καὶ πυκνώσας τὸ σῶμα ψυχροῦ χρήσει, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ ψυχρότερον ἑαυτοῦ γεγονέναι· ἀραιούμενον γάρ τι τὸ σῶμα ψυχρότερον γίνεται, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου θερμασίας. οὐ μὴν ὥσπερ ψυχρότερον ἐς ὕστερον ἡ τοῦ θερμοῦ χρῆσις, οὕτω καὶ ξηρότερον ἀποδείκνυσι τὸ σῶμα. καίτοι καὶ τοῦτ’ ἂν δόξῃ γίγνεσθαι διά τε τὴν ἀραίωσιν τῶν πόρων καὶ μαλακότητα τοῦ σώματος καὶ χύσιν τῆς οὐσίας, ἀτμίζειν γὰρ ἀνάγκη πλέον ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, ὁ δ’ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον. ἀλλὰ γὰρ οὐχ ᾧδ’ ἔχει τἀληθές. ἥ τε γὰρ μαλακότης, ἣν ἐπὶ ταῖς θερμολουσίαις ἐπικτᾶται τὰ σώματα, μόνης ὑγρότητος ἴδιον καὶ ἀχώριστον σημεῖον ἐν ζώου σώματι, καθάπερ ἐν τοῖς περὶ κράσεων ἐδείξαμεν, ἥ τ’ ἐν τοῖς ἡλκωμένοις μορίοις σὰρξ ἐναργῶς τὸ τοιοῦτον ἐμφαίνει, πλαδαρὰ καὶ βρυώδης ἐπὶ ταύταις ταῖς δι’ ὕδατος θερμοῦ καταντλήσεσιν ἀποτελουμένη. κενοῦται μέντοι τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις, ὡς ἔλαττον ἴσχειν ὑγρότητος ἐν ἑαυτῷ νῦν ἢ πρόσθεν. καὶ συγγνοίη τις ἂν τοῖς οἰομένοις ἐπί τε ταῖς θερμολουσίαις καὶ ταῖς καταντλήσεσι τοῦ συμμέτρου θερμοῦ ξηραίνεσθαι τὸ σῶμα. παραπλήσιον γάρ τι σφάλλονται τοῖς ὑπολαμβάνουσι τοὺς γέροντας τῶν νεανίσκων ὑγροτέρους εἶναι. περιττώματα μὲν γὰρ ὑγρὰ πλείω τοῖς γέρουσιν, αὐτὰ δὲ τὰ πεφυκότα καὶ ὀργανικὰ μόρια τοῖς νεανίσκοις ὑγρότερα, καθ’ ὅ τι δέδεικται καὶ διὰ τοῦ δευτέρου περὶ κράσεων. οὕτω δὲ κἀπὶ τῶν καταιονήσεών τε καὶ λουτρῶν ἔχει καὶ πάσης ἁπλῶς τῆς δι’ ὕδατος θερμοῦ τέγξεως. αἱ μὲν γὰρ ἐν τοῖς ἀγγείοις καὶ ταῖς ἄλλαις χώραις ταῖς κεναῖς ὑγρότητες ἐκκενοῦνται πᾶσαι, τὰ σώματα δ’ αὐτὰ τῶν ἀγγείων καὶ σύμπαν τὸ σαρκῶδες γένος ὑγρότερον ἑαυτοῦ γίνεται. καὶ ταύτην μόνην, ὡς ἔοικεν, οὐδέποτε ἀποβάλλει τὴν δύναμιν τὸ ὕδωρ τὸ γλυκὺ δηλοσότι. οὐδὲ γὰρ ὅταν ζέον κατακαύσῃ τὰ σώματα, ξηρὰ τὰ καυθέντα γίνεται, ὡς ἐν τοῖς ὑπὸ πυρὸς ὀπτηθεῖσιν. ὡσαύτως οὐδ’ ἐπειδὰν ἄκρως ψυχρὸν γενόμενον δι’ ὅλης ἡμέρας ἢ καὶ πλείονι χρόνῳ καταντλῆταί τινος μορίου, ξηρότερον ἀπεργάζεται τοῦτο, καίτοι ῥυσσόν γε φαίνεται καὶ πάνυ μικρόν. ἀλλὰ ταῦτα μὲν αὐτῷ διὰ τὸ κεκενῶσθαι τὴν ἐκ τῶν ἀγγείων τε καὶ τῶν ἄλλων χωρίων ὑγρότητα συμβαίνει, τὰ πεφυκότα δ’ αὐτὰ κατ’ οὐδὲν ἑαυτῶν γίνεται ξηρότερα, καὶ χρὴ μεμνῆσθαι καὶ τούτου καὶ παρ’ ὅλον ἀεὶ φυλάττειν τὸν λόγον, ὡς ἔκ τε τῶν ἐναργῶς φαινομένων συλλογίζεσθαι τὴν δύναμιν ἑκάστου τῶν φαρμάκων, ἀεί τε πρὸς ὃ λέγεται θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν εἶναι, πρὸς τοῦτο δοκιμάζειν.

Chapter 9

Ἐξ ἐπιμέτρου δ’ εἰ βούλοιτό τις ἀπὸ τῶν ἔξωθεν ἐπάγειν τὰς πίστεις, οὐ κωλύω μὲν οὐδὲ τοῦτο, προσέχειν δ’ ἀκριβῶς τὸν νοῦν αὐτῷ συμβουλεύω. παραλογισμοὺς γὰρ ἴσχει συχνούς· ἀλλὰ τούτους μὲν ἐν τοῖς ἐφεξῆς ἐρῶ. ὃ δὲ μόνον ἄν τις ἀπὸ τῶν ἔξωθεν εἰς πίστιν τοῦ θερμαίνειν ἢ ψύχειν τὸ κρινόμενον φάρμακον λαμβάνοι, τὸ κατὰ τὴν τοῦ πυρὸς ὁμιλίαν ἐστίν. οὐ γὰρ ἄπο τρόπου τὸ ῥᾳδίως ἐκπυρούμενον ὑπολαμβάνειν θερμὸν εἶναι δυνάμει. μεμνήμεθα γὰρ, οἶμαι, τῶν τοῦ δυνάμει σημαινομένων ἁπάντων ἐν τῷ τρίτῳ περὶ κράσεων διῃρημένων. ἓν οὖν ἐξ αὐτῶν ἦν καὶ τὸ κατὰ τὴν οἰκείαν ὕλην τοῦ λεγομένου, τόδε τι κατὰ δύναμιν ὑπάρχειν. εἰ δέ τι ῥᾳδίως εἰς πῦρ μεταβάλλοι, δυνάμει τοῦτο πῦρ ἐστιν, οὐκ ἐνεργείᾳ δηλονότι. τουτὶ μὲν γὰρ τὸ δυνάμει τῷ κατ’ ἐνέργειαν ἀντιδιαιρεῖται, θάτερον δὲ τὸ καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός. ἐν τούτῳ τοίνυν τῷ τρόπῳ τῆς κρίσεως ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει.

Chapter 10

Μεταβαίνειν δ’ ἀσφαλῶς βουλόμενον ἀπὸ τῶν ἔξωθεν ἐπὶ τὰ τῶν ζώων σώματα σκοπεῖσθαι πρῶτον μὲν εἰ λεπτομερές ἐστιν, ἢ παχυμερὲς τὸ δοκιμαζόμενον φάρμακον, δεύτερον δὲ εἰ συνεχὲς αὑτῷ καὶ πυκνὸν ὅλον, ἢ διαλείμματ’ ἔχον καὶ ἀραιόν. καὶ διὰ τοῦτο χρὴ πλείονα καὶ περὶ τούτου ποιήσασθαι λόγον. ἀρχὴ γάρ τις ἔοικεν εἶναι καὶ αὐτὸ καὶ οἷον στοιχεῖον τι παμπόλλης θεωρίας δεόμενον.

Chapter 11

Φαίνεται τοίνυν οὐδὲν τῶν ὁμολογουμένων θερμῶν ταῖς δυνάμεσιν ἡμᾶς θερμαῖνον, πρὶν εἰς λεπτὰ καταθραυσθῆναι. πέπερι οὖν ἁδρομερὲς εἴ τις ἐπιπάττοι τῷ δέρματι, θερμότητος οὐκ ἂν οὐδεμιᾶς αἴσθοιτο. κατὰ ταὐτὰ δὲ κᾂν εἰ κατὰ γλώττης ἐπιθείη, κᾂν εἰ καταπίοι, κᾂν ὁπωσοῦν ἄλλως ἁδρομερεῖ χρήσαιτο, μὴ λειώσας ἀκριβῶς καὶ διασήσας καὶ πάνυ λειώσας, ὡς χνοῶδες γενέσθαι. τὸ μὲν γὰρ ὡς χνοῦς λεπτὸν κατὰ τοῦ δέρματος ἐπιπαττόμενον θερμαίνει, καὶ μᾶλλον, εἰ ἀνατρίψαις αὐτὸ καὶ κατὰ τὴν γλῶτταν ἐπιβαλλόμενον καὶ εἰς τὴν γαστέρα καταπινόμενον· ὁλοσχερὲς δὲ καὶ ἁδρομερὲς ἐπιτιθέμενον οὔτε δέρμα θερμαίνει καὶ τῇ γλώττῃ καὶ τῇ γαστρὶ βραχεῖαν θερμότητος αἴσθησιν ἐπιφέρει. ἐπεὶ τοίνυν λεπτομερὲς μὲν καλεῖται τὸ ῥᾳδίως εἰς λεπτὰ καταθραυόμενον, ἁδρομερὲς δὲ τὸ ἐναντίον, ὑπάρχει δὲ τοῖς μὲν σκληροῖς καὶ γλίσχροις ἢ μόγις καὶ χαλεπῶς ἤ οὐδ’ ὅλως εἰς λεπτὰ καταθραύεσθαι, τοῖς δὲ κραύροις καὶ μαλακοῖς ἄνευ γλισχρότητος ἑτοίμως εἰς λεπτότατα λύεσθαι, πρόδηλον, οἶμαι, τοὐντεῦθεν ὡς πολλὰ δυνάμει μέν ἐστι θερμὰ καὶ ῥᾳδίως ἐκπυροῦται, θερμαίνει δὲ οὐ ῥᾳδίως ἡμᾶς. τὸ μὲν γὰρ πῦρ ἁπάντων λεπτομερέστατόν τε ἅμα καὶ θερμότατον ὑπάρχον εἴς τε τὸ βάθος αὐτὸ διικνεῖται ῥᾳδίως καὶ καταθραύει καὶ λεπτύνει καὶ μεταβάλλει καὶ νικᾷ καὶ πρὸς τὴν ἑαυτοῦ μεθίστησι φύσιν, ὁμιλοῦν πάντῃ καὶ κρατοῦν τοῦ πλησιάζοντος, ἡ δ’ ἡμετέρα θερμασία πρὸς τῷ παχυμερὴς εἶναι καὶ ἀτμώδης ἔτι καὶ ἀσθενής ἐστιν, ὡς μὴ ῥᾳδίως μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ περὶ κράσεων, οὗ χωρὶς ἕπεσθαι τοῖς ἐν τῷδε λεγομένοις ἀδύνατον, ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ θερμαίνειν πέφυκεν, ἀλλ’ ὡς εὐέξαπτος ὕλη. τὴν γὰρ ἀρχὴν τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμότητος λαμβάνοντα, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρὸς ἀντιθερμαίνει τε ἡμᾶς καὶ οἷον μόρια ἄττα τῆς ἐμφύτου γίνεται θερμασίας, ὡς ἐκεῖνοι τοῦ πυρός. ὃ γὰρ ἦν πρότερον κάλαμος, τοῦτο νῦν γίνεται πῦρ, ὥστε καὶ τὴν οὐσίαν ὅλην αὐξάνειν τοῦ μεταβάλλοντος αὐτὸ πυρός. ἐδείχθη δὲ καὶ ὡς ἔνια βραχείας μεταβολῆς ἔξωθεν τυχόντα κατὰ τὴν ἑαυτῶν ἤδη φύσιν ἐπὶ πλεῖστον ἀλλοιώσεως προέρχεται. ὥστ’ οὐδὲν θαυμαστὸν, εἰ τὴν μὲν ἀρχήν τι τῶν φαρμάκων τῆς πρώτης μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν ἴσχει θερμασίας, ἐπὶ πλέον δ’ ἐντεῦθεν καὶ αὐτοῦ τοῦ μεταβάλλοντος προέρχεται. ἡ γὰρ ἰδιότης ἑκάστου τῶν σωμάτων ἡ μὲν εὐφυὴς, ἡ δὲ ἀφυὴς εἰς θερμασίαν ὑπάρχουσα ταῖς ἴσαις ἀρχαῖς οὐκ ἴσην τὴν αὔξησιν ἑπομένην ἴσχει.

Chapter 12

Καὶ μὴν ὅτι γε τὸ μὲν σμικρὸν πάνυ σῶμα ῥᾳδίως ἀλλοιοῦταί τε καὶ μεταβάλλεται πρὸς τοῦ πλησιάζοντος, τὸ δὲ μεῖζον ἐν χρόνῳ τε καὶ μόλις αἰσθητὴν ἴσχει τὴν ἀλλοίωσιν, οὐ τοῖς φυσικοῖς μόνοις ἀνδράσιν ἀποδεδειγμένον, ἀλλὰ καὶ πρὸς ἁπάντων ἀνθρώπων ἐξ αὐτῆς τῆς τοῦ γινομένου πείρας πεπιστευμένον, ἱκανῶς μαρτυρεῖ τοῖς νῦν λεγομένοις. εἰ γὰρ τὰ τοῦ πεπέρεως μόρια δεῖται ἀρχήν τινα μεταβολῆς λαβεῖν ἐξ ἡμῶν, λαμβάνειν δὲ ῥᾷον ὅσῳπερ ἂν ᾖ σμικρότερα, θαυμαστὸν οὐδὲν, εἰ θᾶττον αὐτῶν αἰσθανόμεθα θερμαινόντων, ὅσῳπερ ἂν ἐπιμελέστερον εἰς ἐλάχιστα καταθραύσωμεν.

Chapter 13

Ἀλλὰ μὴν ὅτι γε τὸ μὲν ἐκτὸς πέρας τοῦ δέρματος καὶ τυλῶδές ἐστι καὶ σκληρὸν καὶ ψυχρὸν, τὸ δ’ ὑπ’ αὐτὸ βάθος ἅπαν, ὅσῳπερ ἂν εἴσω προερχώμεθα, τοσούτῳ θερμότερον, οὐδεὶς ἀμφισβητεῖ. προσθεὶς δὴ τούτῳ τῷ λόγῳ δύο ἑτέρας ἀρχὰς, ἐν ἄλλαις ἡμῖν πραγματείαις ἀποδεδειγμένας, οὕτως ἤδη συλλογίζεσθαι δυνήσῃ τὸ πᾶν. ἡ μὲν ἑτέρα τῶν εἰς τὴν ἀπόδειξιν ἀρχῶν, ἢ λημμάτων, ἢ ἀξιωμάτων, ἢ προτάσεων, ἢ ὅπως ἂν ἐθελήσῃς ὀνομάζειν, ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἀποδέδεικται, συνεχὲς μὲν ἑαυτῷ τὸ πᾶν εἶναι δέρμα κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν, ἐν χρόνῳ δὲ κατατιτρᾶσθαί τε καὶ πόρους ἔχειν παμπόλλους ὁμοίως τοῖς κοσκίνοις. ἡ δ’ ἑτέρα τῶν εἰς τὸν συλλογισμὸν χρησίμων προτάσεων ἐστὶ τὸ ἔκπνουν εἶναι καὶ εἴσπνουν τὸ σῶμα πᾶν, ὡς Ἱπποκράτης ἔλεγεν. εἴρηται δὲ καὶ περὶ ταύτης ἐπιπλέον ἐν τῷ περὶ χρείας σφυγμῶν, ἐπιδεικνύντων ἡμῶν ὡς, ἐπειδὰν εἰς ἑαυτὰς ἕλκωσιν αἱ ἀρτηρίαι διαστελλόμεναι πανταχόθεν καὶ διὰ πάντων ἐπισπώμεναι τῶν πόρων, οὐκ ἀέρα μόνον ἢ ἀτμὸν ἕλκουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι ἂν εὔελκτόν τε καὶ λεπτομερὲς ὑπάρχον τῇ ῥύμῃ τῆς πνευματικῆς οὐσίας ἑτοίμως ἕπεται. τούτων οὕτως ἐχόντων πολλαὶ φλέβες καὶ ἀρτηρίαι ἀναστομοῦνται εἴς τε τοὺς πόρους τοῦ δέρματος καὶ εἰς τὴν ἐντὸς αὐτοῦ ἐπιφάνειαν, εἴς τε τὰς τῶν πόρων κατατρήσεις οὐκ ὀλίγα στόματα διήκειν ἀρτηριῶν τε καὶ φλεβῶν ὑποληπτέον. οὐχ ἧττόν τε πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ὡς περαίνειν τοῖς στόμασιν. ὅσον δὲ ἀκριβῶς χνοῦς ἐγένετο τοῦ πεπέρεως, ἐπισπᾶσθαι τὰς ἀρτηρίας ἅμα τῷ πέριξ ἀέρι, εὐθὺς δὲ καὶ τοῦτο καὶ μεταβάλλεσθαι ὑπὸ τῆς ἐμφύτου θερμότητος, διά τε σμικρότητα καὶ σύμφυτον ἐπιτηδειότητα, πρὸς τὴν ὑπὸ τῆς θερμασίας ἀλλοίωσιν. οὐ γὰρ ἄλλο γέ τι ἦν αὐτῷ τῷ θερμῷ κατὰ δύναμιν ὑπάρχειν, ἔξω τοῦ πεφυκέναι θερμαίνεσθαι ῥᾳδίως. εἰ δ’ ἅπαξ ὑπάρξει τοῦτο αὐτῷ, θαυμαστὸν οὐδὲν ἐστι πάντη τοῦ σώματος ἐν τῷ χρόνῳ φερόμενον ἀντιθερμαίνειν αὐτὸ, καὶ διὰ τοῦτο πρῶτα μὲν καὶ μάλιστα πρὸς τῶν τοιούτων φαρμάκων θερμαίνεσθαι τὰ πρώτως ψαύσαντα μόρια, δεύτερα δὲ τὰ τούτοις συνεχῆ καὶ οὕτως ἐφεξῆς ἤδη τρίτα τε καὶ τέταρτα κατὰ τὴν τῆς θέσεως ἐγγύτητα συνεκθερμαίνεσθαι τῷ πρώτως θερμανθέντι. ταῦτα ἐπιστημονικὴν μὲν ἔχει τὴν ἀπόδειξιν, οὐ μὴν πιστήν γε τοῖς ἀγυμνάστοις περὶ τὰ πρῶτα. χρὴ γὰρ κᾀν τοῖς περὶ στοιχείων λογισμοῖς γεγυμνάσθαι, κᾀν τοῖς περὶ κράσεων τε καὶ περὶ χρείας σφυγμῶν ὑπομνήμασιν καὶ πρὸ τούτων ἁπάντων ἐν ταῖς ἀποδεικτικαῖς ἠσκῆσθαι μεθόδοις. ὀλίγοι μέν εἰσιν οἱ διὰ πάντων ἰέναι δυνάμενοι. πλὴν καὶ τούτοις ἀρκέσει, κατὰ γε τὴν ἐμὴν γνώμην, ἐν αὐτοῖς τοῖς ἐναργέσιν ἀναστρέφεσθαι, βραχέων ἐπιλογισμῶν ἁπτομένοις, ὥστε τὴν μὲν αἰτίαν δι’ ἣν οὐ θερμαίνει τὰ τῶν ἀνθρώπων σώματα τὰ παχυμερῆ προσαγόμενα, κᾂν θερμὰ τὴν φύσιν ὑπάρχη, μόνοις τοῖς ἕπεσθαι δυναμένοις εἰρῆσθαι νομιζέτωσαν, αὐτοὶ δὲ διαρκείσθωσαν τῷ φαινομένῳ διὰ τῶν αἰσθήσεων ἐναργῶς. φαίνεται δὲ ἐναργῶς μηδὲν τῶν παχυμερῶν, πρὶν ἀκριβῶς καταθραυσθῆναί τε καὶ λεπτυνθῆναι, μήτ’ αὐτὸ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν μήτ’ ἀντιδρᾶσαί τι δυναμένου. οὐ γὰρ μόνον ἐπὶ πεπέρεως, ἢ νάπυος, ἢ κάγχρυος, ἢ τῶν ἄλλων ἁπάντων τῶν θερμαινόντων ἡμᾶς, ἀλλὰ καὶ ἐπὶ τῶν ψυχρῶν ταῖς δυνάμεσιν ὡσαύτως ἔχει. μανδραγόρου γοῦν ῥίζης φλοιὸν, εἴ τις εἰς μεγάλα καταθραύσας ἐπιθείη κατὰ τοῦ δέρματος, ἢ καταπλάττοι ἢ καταπίοι παντελῶς, οὐδὲν ἀνύσει, λεπτουργηθεὶς δ’ ἱκανῶς ψύχειν πέφυκε. οὕτω δὲ καὶ τὸ τῆς μήκωνος σπέρμα καὶ τὸ τοῦ κωνείου, καίτοι τοῦτό γε σφοδρότατον ὑπάρχει τῶν ψυγόντων πρὶν ἀκριβῶς καταθραυσθῆναι, πλησιάζον ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ τοίνυν θαυμάσῃς, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μὲν οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα. τὴν ἀρχὴν γὰρ, οὐδὲ μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμάνῃ διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆναι χνοωδῶς· ἐπεὶ ὅ γε κάλαμος ὁ ἐξ Ἰνδίας, ὃν καὶ ἀρωματίτην ὀνομάζουσιν, τῷ κόπτεσθαί τε καὶ διασσᾶσθαι καὶ ὅλως τῷ καταθραύεσθαι, μᾶλλον τοῦ παρ’ ἡμῖν ἐναργῶς φαίνεται θερμαίνων, ὡς καὶ τοῖς πρεσβυτέροις ἡμῶν ἰατροῖς ὡμολόγηται πᾶσιν.

Chapter 14

Ἐπισκέπτεσθαι δὲ, ὡς εἴρηται, μὴ μόνον εἰ παχυμερής ἐστιν ἢ λεπτομερὴς ἡ τῶν ἐξεταζομένων φαρμάκων οὐσία, ἀλλ’ εἰ καὶ ἀραιὰ καὶ πυκνή. λέγω δὴ ἀραιὰν ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν δηλονότι καὶ μεμνημένων ἀεὶ πῶς λέγεται χώρα κενὴ πρὸς τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα. τοιαύταις οὖν εὐρυχωρίαις πολλαῖς, ὅταν ᾖ διειλημμένον τὸ σῶμα, ῥᾷον ἐκπυροῦται τῶν πυκνῶν, κᾂν ὁμοίως αὐτοῖς τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἔχει κράσεως. ὁ γὰρ ἐν ταῖς εὐρυχωρίαις ἀὴρ εὐπαθέστατος ὑπάρχων ἐκφλογοῦται μὲν αὐτὸς εὐθέως κατὰ τὴν πρώτην τοῦ πυρὸς προσβολὴν, συνεκκαίει δ’ αὐτῷ καὶ τὸ πᾶν σῶμα, πανταχόθεν ἕκαστον αὐτοῦ μόριον προσλαμβάνον. εἴπερ οὖν τὰ σμικρὰ σώματα περιεχομένης αὐτοῖς ἐν κύκλῳ φλογὸς ἐξάπτεται ἑτοίμως· φαίνεται γὰρ τοῦτο ἐναργῶς εὐλόγως, τὸ ἀραιὸν σῶμα ταχέως ἐκπυροῦται, τῶν ἐν τῷ βάθει μορίων ἁπάντων αὐτοῦ ψαυούσης τῆς φλογός. οὕτως οὖν καὶ τοὺς ξηροὺς καλάμους τὸ πῦρ ἐκκαίει ταχέως, κᾂν ἧττον ἑτέρας οὐσίας ὦσι θερμοὶ, διὰ τὸ πλῆθος τῶν πόρων, οὓς πρότερον μὲν ἀὴρ κατειλήφει, ψαύσαντος δὲ τοῦ πυρὸς ἡ φλὸξ ἐπινέμεται. ἀὴρ μὲν γὰρ ἐκπυρωθεὶς φλόξ ἐστι, γῆ δὲ ἄνθραξ. ὅτι δ’ ἀερώδεις πόρους παμπόλλους ὁ ξηρὸς κάλαμος ἔχει μέγιστον τεκμήριον ἡ κουφότης αὐτοῦ. ξηρὸν γὰρ φύσει σῶμα κοῦφον ἄλλως οὐκ ἐγχωρεῖ γενέσθαι, εἰ μὴ ἔχει κενότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κίσσηρις καὶ σπογγιὰ ξηρὰ καὶ πάνθ’ ὅσα σηραγγώδη καὶ πολύκενα, κοῦφα τοῖς σταθμοῖς ἐστιν. οὕτω μὲν καὶ ὁ κάλαμος οὐχὶ τῷ ξηρὸν εἶναι μόνον, ἀλλὰ καὶ τῷ πλείστου μετέχειν ἀέρος, ἑτοίμως ἐκφλογοῦται, τῷ δ’ ἡμετέρῳ σώματι δυσθέρμαντός ἐστιν, διὰ τὸ παχυμερὲς τῆς οὐσίας. ὅταν οὖν τινος τῶν φαρμάκων ἐκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας τεκμαιρόμενοι τὴν κρᾶσιν, εἰ καὶ πρὸς ἡμᾶς φαίνεται τοιοῦτον, ἐθέλομεν ἐξευρεῖν, εἰς τὴν τῆς οὐσίας αὐτοῦ σύστασιν ἀποβλεπτέον. εἰ μὲν γὰρ λεπτομερής ἐστι καὶ συνεχὴς ἑαυτῇ, τὴν αὐτὴν καὶ πρὸς ἡμᾶς ἐπιδείξεται φύσιν, ἥνπερ καὶ πρὸς τὸ πῦρ. εἰ δὲ ἀραιά τε καὶ παχυμερὴς, ἐνδέχεται πρὸς μὲν τοῦ πυρὸς ἀλλοιοῦσθαι ῥᾳδίως αὐτὴν, οὐ μὴν πρός γε τῆς ἐν ἡμῖν θερμασίας, καὶ διὰ τοῦτο μηδὲ ἀντιθερμαίνειν ἡμᾶς.

Chapter 15

Ὅτε τοίνυν ταῦθ’ οὕτω διώρισται, πάλιν ἐπανέλθωμεν ἐπὶ τὸν περὶ τοῦ ὕδατος λόγον. ὅτι μὲν γὰρ λεπτομερές ἐστιν ἐκ τοῦ διαῤῥεῖν ἑτοιμότατα καὶ πλοκάμων καὶ ὑφασμάτων ἔνεστι τεκμήρασθαι. διά τε γὰρ ὑγρότητα καὶ μαλακότητα καὶ τὸ μηδὲν ἔχειν γλίσχρον, εὔθραυστα κέκτηται τὰ μόρια καὶ μέχρι σμικροτάτου, ῥᾳδίως διαιρούμενα· τοιοῦτον δὲ ὂν ὅμως οὐδ’ ἡμᾶς θερμαίνει κατὰ τὴν ἑαυτοῦ φύσιν οὔτ’ ἔστιν οἰκεία τροφὴ πυρὸς, ἀλλὰ πᾶν τοὐναντίον ἀντίκειταί τε καὶ στασιάζει καὶ κατασβέννυσιν, ὡς ἐναντιώτατον ὑπάρχον αὐτοῦ. καὶ οὐδὲν θαυμαστὸν, εἰ θερμοτάτῳ καὶ ξηροτάτω τὴν φύσιν ὑπάρχοντι τῷ πυρὶ ψυχρὸν καὶ ὑγρὸν ὂν ἀντιτέτακται τὸ ὕδωρ. στοχάζεται τοίνυν, ὡς εἴρηται, κᾀκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας, ὅπως ἔχει θερμότητος ἢ ψύξεως ἕκαστον τῶν φαρμάκων. οὐ μὴν εὐθύς γε καὶ πρὸς ἡμᾶς νομίζειν φαίνεσθαι τοιοῦτον, εἰ καὶ μὴ λεπτομερὲς εἴη καὶ πυκνόν. οὕτω γοῦν καὶ τοὔλαιον, καίτοι ῥᾳδίως ἐκφλογούμενον οὐ πάνυ τι ταχέως οὐδ’ ἐναργῶς ἡμᾶς θερμαίνει τῷ γλίσχρῳ καὶ παχυμερεῖ τῆς οὐσίας, δυσαπολύτως ἐμπλαττόμενον οἷς ἂν ὁμιλήσῃ πρώτοις. καὶ διὰ τοῦτο μέχρι πλείστου παραμένει πᾶσιν οἷς ἂν ἐπαλείφηται, μήθ’ ὑπὸ τοῦ περιέχοντος λεπτυνθῆναί τε καὶ διαφορηθῆναι ῥᾳδίως δυνάμενον, ἀλλὰ μηδ’ εἴσω τοῦ σώματος ἑτοίμως μεταληφθῆναι. τὸ ὕδωρ τοὐναντίον εἰς ἀτμοὺς τάχιστα διαλυόμενον ἑτοίμως διαφορεῖται. καὶ διὰ τοῦτο, κᾂν ἕψῃς, εἰς ταὐτὸν ἀγγεῖον ἐμβάλλων ἔλαιον ὕδατι, πρῶτον διαφορεῖται καὶ ἐκδαπανᾶται τὸ ὕδωρ. οὕτω κᾂν λιθάργυρον, ἢ ψιμμύθιον ἢ ὁτιοῦν ἄλλο μίξας ἀκριβῶς, ἀμφότερα ἑψεῖν ἐθελήσῃς, πρῶτον ὄψει διαφορούμενον τὸ ὕδωρ.

Chapter 16

Οὐκοῦν ἁπλῶς ὅ τι περ ἂν ἐκπυροῦται θᾶττον, εὐθὺς τοῦτο καὶ πρὸς ἡμᾶς φαίνεται θερμότερον. ἐδείχθη γὰρ καὶ πρόσθεν ὡς τῶν ἐνεργείᾳ θερμαινόντων τὸ μὲν ἁπλῶς ἦν θερμὸν, ὥσπερ τὸ πῦρ, τὸ δ’ ἐπικρατείᾳ θερμὸν, ὥσπερ τὸ ἐν ἡμῖν. οὕτω καὶ τῶν δυνάμει θερμῶν τὸ μὲν ὡς πρὸς τὸ πρῶτόν τε καὶ ἁπλῶς θερμὸν εἶναι τοιοῦτον, τὸ δ’ ὡς πρὸς τὸ κατ’ ἐπικράτειαν λεγόμενον. ὥστ’ οὐχ ἁπλῶς ἀπὸ τῆς πρὸς τὸ πῦρ σχέσεως τῶν κρινομένων φαρμάκων προσήκει μεταβαίνειν ἐφ’ ἡμᾶς, ἀλλὰ μετὰ τὸ διορίσασθαι τὸν εἰρημένον διορισμόν.

Chapter 17

Ὁ δ’ αὐτὸς οὗτος διορισμὸς ἀναγκαῖός ἐστι κᾀπειδὰν ἐκ τοῦ πήγνυσθαί τι ῥᾳδίως ψυχρὸν εἶναι συλλογιζώμεθα. τῶν γὰρ ὡσαύτως ἐχόντων κατὰ λεπτομερὲς ἢ παχυμερὲς τῆς συστάσεως τὸ θᾶττον ὑπὸ τοῦ ψυχροῦ πηγνύμενον ψυχρότερόν ἐστι τὴν κρᾶσιν. ὡς εἴη τὸ μὲν λεπτομερέστερον, ὡς οἶνος εἰ τύχοι, τὸ δὲ παχυμερέστερον, ὡς ἔλαιον, οὐκ ἀναγκαῖόν ἐστι θᾶττον ἢ μᾶλλον πήγνυσθαι τὸ ψυχρότερον. ἀλλ’ εἰ μὲν ὅσῳ θάτερόν ἐστι ψυχρότερον, τοσούτῳ θάτερον εἴη παχυμερέστερον, ἅμα μὲν ἄμφω παγήσεται, μᾶλλον δ’ ἂν δόξειε πεπῆχθαι τῇ σκληρότητι τῆς συστάσεως τὸ παχυμερέστερον. εὔλογον γὰρ οἶμαι τῶν ὁμοίως πεπηγότων τὸ παχυμερέστερον καὶ σκληρότερον γίνεσθαι. εἰ δ’ ἤτοι πλέον ψυχρότερον εἴη θάτερον, ἢ παχυμερέστερον τὸ λοιπὸν, ἢ ἔμπαλιν ἧττον ψυχρότερον τὸ ἕτερον αὐτῶν, παχυμερέστερον δὲ τὸ λοιπὸν, οὐκ ἔτ’ ἐν ἴσῳ χρόνῳ πήγνυσθαι τούτοις δυνατὸν, ἀλλὰ τὸ μὲν πλέον ψυχρότερον ἢ παχυμερέστερον θάτερον, ἐν ἐλάττονι χρόνῳ, τὸ δ’ ἧττον ψυχρότερον ἢ παχυμερέστερον τὸ λοιπὸν ἐν πλείονι. οὕτω δὲ καὶ τὸ μᾶλλον ἢ ἧπτον φαίνεσθαι σκληρὸν ὁπότερον αὐτῶν, ἀνάλογον τῷ μεγέθει τῆς ὑπεροχῆς ἀναγκαῖον ἀποβαίνειν.

Chapter 18

Τούτων οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς οὐ ταὐτόν ἐστι τὸ ψύχεσθαι τῷ πήγνυσθαι, κᾂν ὅτι μάλιστα διὰ τὸ ψύχεσθαι γίγνηται. τὸ μὲν γὰρ ψύχεσθαι ψυχράν ἐστιν ἐπιδέχεσθαι ποιότητα, τὸ δὲ πήγνυσθαι σκληρύνεσθαι διὰ ψύξιν. ὅσα τοίνυν ἐστὶ λεπτομερῆ σώματα, τῷ πάσχειν ῥᾳδίως ἑτοίμως μὲν θερμαίνεταί τε καὶ ψύχεται, πήγνυται δὲ οὐκ ἔθ’ ἑτοίμως, ὥσπερ ἀήρ τε καὶ πῦρ. τὸ μὲν γὰρ ὅλως οὐ πήγνυται, ὁ δ’ οὐχ ὁμοίως ὑάλῳ καὶ πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ καὶ ἀσφάλτῳ, καίτοι θερμοτάτη γε ἡ ἄσφαλτος, ἀλλὰ τὸ παχυμερὲς αὐτῆς καὶ γεῶδες εἰς τὸ πάχος τῆς πήξεως συντελεῖ. καὶ ἁψάμενος ἂν εὕρῃς ἔτι θερμὴν ἤδη πεπηγυῖαν τελέως, ὥσπερ, οἶμαι, καὶ ὁ μόλυβδος καὶ ὁ κασσίτερος ἔτι ζέοντα πέπηγεν ὁμοίως. οὕτω τοι καὶ τὸ ὕδωρ Ἱπποκράτης ἔλεγεν, τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον ἀεὶ κουφότατον. ὅσῳ γὰρ ἂν ᾖ λεπτομερέστερον, τοσούτῳ ῥᾷον πάσχει. λεπτομερέστερον δὲ τὸ γεώδους ἰλύος ἥκιστα μετέχον. οὐχ ἁπλῶς οὖν οὐδ’ ὡς ἔτυχεν ἐκ τῶν πρὸς τὸ πῦρ παθῶν τῆς ὕλης τεκμαίρεσθαι χρὴ τὴν πρὸς ἡμᾶς δύναμιν αὐτῆς, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν. ὅθεν οὐδ’ ἀσφαλὴς ἡ κρίσις ὁμοίως τῆς πρὸς ἡμᾶς αὐτούς. ἡ δὲ καὶ ταύτης ἔτι προσωτέρω μετάβασις παντάπασιν σφαλερά· καίτοι γε χρῶνται ταύτῃ πάμπολλοι τῶν ἰατρῶν, οἱ μὲν πᾶν τὸ γλίσχρον θερμὸν εἶναι λέγοντες, οἱ δὲ πᾶν τὸ στῦφον, οἱ δὲ πᾶν τὸ γλυκὺ, τὸ δ’ αὐστηρὸν ἢ τὸ στρύφνὸν ἕτεροι. τινὲς δὲ καθ’ ἕκαστον αὐτῶν τἀναντία τιθέμενοι. περὶ μὲν δὴ τῶν ἐν τούτοις σφαλμάτων ἐφεξῆς ἐρῶ. νυνὶ δὲ συντελέσαι βούλομαι τὸν ἐνεστῶταστρυφνὸν λόγον, ὡς εἰ κᾀκ τῆς πρὸς τὸ πῦρ κοινωνίας ἐθέλοι τις κρίνειν τὴν ὕλην, οὐχ ἁπλῶς οὐδ’ ἀορίστως προσήκει κρίνειν, οὐδ’ ὡσαύτως ἔχειν ἡγεῖσθαι τῶν κρινομένων ἕκαστον, πρὸς ἄνθρωπόν τε καὶ πῦρ. ὕδωρ μὲν οὖν ἐναντιώτατόν ἐστιν πυρὶ, ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον τὴν δύναμιν. ἅλμη δὲ καὶ θάλαττα καὶ τὸ ἀσφαλτῶδες ὕδωρ καὶ τὸ θειῶδες οὐκ ἔθ’ ὡσαύτως. ἀποκεχώρηκε γὰρ ἅπαντα τὰ τοιαῦτα τοῦ ὕδατος ἐπὶ τὸ θερμότερον. ἀλλὰ περὶ μὲν τῶν αὐτοφυῶν ὑδάτων ἱκανὰ καὶ ταῦτα. καθ’ ἕκαστον γὰρ τῶν φαρμάκων, ὧν τὰς ποιότητας αὐτὸ τὸ ὕδωρ δέδεκται, τὸν λόγον ποιούμενοι, κᾂν εἴ τι νῦν ὑπὲρ αὐτῶν ἀσαφέστερον ἢ ἐλλιπέστερον εἴρηται προσθήσομεν.

Chapter 19

Ἐπὶ δὲ τὰ λοιπὰ τῶν ὑγρῶν φαρμάκων ἤδη μεταβαίνωμεν, ὧν ἐν τοῖς μάλιστα περὶ ὄξους ἠμφισβήτηται, τῶν μὲν ψυχρὸν εἶναι λεγόντων αὐτὸ, τῶν δὲ θερμὸν, ἐνίων δὲ τινὰ μὲν θερμότητα διδόντων αὐτῷ, τινὰ δ’ ἀφαιρουμένων. ὥσπερ οἱ λέγοντες οἶνον τεθνεῶτα καὶ νεκρὸν εἶναι τὸ ὄξος. οὗτοι γὰρ ἀπολωλεκέναι μὲν αὐτό φασι τὴν οἰκείαν οἴνου θερμότητα, σηπεδονώδη δέ τινα προσειληφέναι. καὶ ἔγωγ’ ἂν ἐπῄνεσα τὴν γνώμην αὐτῶν, κἀξ ἑτοίμου προσηκάμην καὶ συνεκινδύνευσα περὶ τὴν ἀπόφασίν τε καὶ δόξαν, εἴ τινα μηχανὴν ἐξευρεῖν ἠδυνάμην, ὥσπερ ἐν γάλακτι τῶν ἐναντίων μορίων τῆς διακρίσεως, οὕτω κᾀνταῦθα. νυνὶ δ’ ὅτι μὲν τὸ γάλα μὴ σύμπαν ὁμοιομερές ἐστι, μηδὲ ταὐτὸν ἑαυτῷ πάντη, σαφῶς ἐπιδείκνυσιν ἡ σχίσις αὐτοῦ πολλῶν τοῖς ἀνθρώποις ἐξευρημένων τρόπων εἰς τὴν διάκρισιν τῶν τυρωδῶν μορίων ἀπὸ τῶν ὀῤῥωδῶν. οὐ μὴν ἐπί γε τοῦ ὄξους οὔθ’ εὕρηταί τι τοιοῦτον οὔτ’ ἐναργῶς ἀποδεῖξαι δυνατὸν ὡς ὅσον μὲν αὐτοῦ λεπτὸν καὶ ὑγρὸν ἀκριβῶς ἐστιν, τοῦτο μὲν ψύχει, τὸ δὲ κατὰ τὴν τρυγὸς οὐσίαν ἐμφερόμενον αὐτῷ, καθάπερ κᾀν τοῖς οἴνοις θερμαίνει· μόνως γὰρ ἂν οὕτως ἐναργῶς ἐπιδείξειέ τις ἐξ ἐναντίων ταῖς δυνάμεσι συγκείμενον αὐτὸ μορίων, ὥσπερ τὸ γάλα. πᾶσι μὲν οὖν τοῖς ἐκ καρπῶν ἀποθλιβομένων γιγνομένοις ὑγροῖς ἐμφέρεταί τι παχυμερὲς, ὃ δὴ καὶ ὑφιζάνει τῷ χρόνῳ, τρὺξ μὲν ἐπὶ τῶν οἴνων, ἀμόργη δ’ ἐπ’ ἐλαίου καλούμενον. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὑπάρχει, κᾂν εἰ μὴ τέτευχεν ἰδίων ὀνομάτων, ἡ οἷον τρὺξ ἐν αὐτοῖς. ἔστι δή τι τοιοῦτον κᾀν τῷ ὄξει καὶ τάχα, τὸ μὲν τῆς θερμότητος μετέχον ἐστὶ τοῦτο τὸ δὲ τῆς ψύξεως, τὸ λεπτόν. ἴσως δὲ καὶ κατ’ αὐτὸ τὸ λεπτὸν ἐμφέρεταί τι σμικρὸν ἐν πολλῷ παρεσκευασμένον, τῆς ἑτέρας φύσεως ἢ τὸ ὅλον ἐστιν. ὅτι μὲν γὰρ πλείονι μοίρᾳ ψυχρὸν ἢ θερμόν ἐστιν, ἐναργῶς οἶμαι φαίνεσθαι τοῖς ἀληθῶς ἐξετάζουσιν τὴν αὐτοῦ δύναμιν.

Chapter 20

Καὶ θαυμάζω γε ὅπως εἰς τοσοῦτόν τινες…

Chapter 21

Ἡμε…

The complete text is available when the reading interface loads.