The Greek Library Author

Galen

De compositione medicamentorum secundum locos

Author namesGalien · Galien de Pergame · Claude Galien · Galen · Galenos · Galenus · Γαληνος

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Leipzig · Knobloch · 1826
CTS identifier
urn:cts:greekLit:tlg0057.tlg076.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Α.

Ὅτι μὲν οὐ μόνον τὸ θεραπευόμενον πάθος ἐνδείκνυται τὴν θεραπείαν, ἀλλ’ ἥ τε τοῦ κάμνοντος κρᾶσις ἥ τε τοῦ πάσχοντος μορίου φύσις οὐ μικρὸν συνενδείκνυται, δέδεικται πρόσθεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε καὶ ὅπως ἄν τις ἐκ τῶν ἁπλῶν φαρμάκων σύνθετον αὐτὸς ποιοῖ διὰ συντόμου μὲν ἐν ἐκείνοις, πλατύτερον δ’ ἐν τοῖς πρὸ τούτου βιβλίοις ἑπτὰ τὴν μέθοδον ἅπασαν ἐδήλωσα. νυνὶ δὲ τὰς καθ’ ἕκαστον μέρος τοῦ σώματος ἁρμοττούσας δυνάμεις φαρμάκων, ὅπως ἄν τις αὐτός τε κατασκευάζοι μεθόδῳ καὶ ταῖς ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν εὑρημέναις ὀρθῶς χρῷτο, πρόκειται διελθεῖν ἀπὸ τῆς κεφαλῆς ἀρξαμένοις, ὡς καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἔδοξεν. συμβαίνει δ’ αὐτῇ τὰ μὲν πλεῖστα τῶν παθῶν κοινὰ τοῖς ἄλλοις πᾶσι μέρεσιν, τὸ δὲ τῶν τριχῶν πάθος ὀλίγοις κεκοινώνηται, διότι καὶ τὸ τετριχῶσθαι κατὰ πρῶτον λόγον οὐ πολλοῖς ὑπάρχει. γένεσις μὲν γὰρ ταῖς θριξὶν, οἵαπερ ἡ τῶν ἐκ τῆς γῆς φυομένων, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείχθη. καθάπερ δὲ ἐν τούτοις τὰ μὲν κατὰ τέχνην καὶ προαίρεσιν τοῦ γεωργοῦ, τὰ δὲ κατὰ τὰς φυσικὰς αἰτίας γεννᾶται, τὸν αὐτὸν τρόπον κᾀν τοῖς τῶν ζώων σώμασιν ἀρούρᾳ μέν τινι πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων δημητρίων σπερμάτων ἐν αὐτῇ φυομένων ἐχούσῃ τῆς κεφαλῆς ἐοικυίας, ταῖς δ’ ἄλλαις πόαις ὅσαι κατὰ τἀνώτερα χωρία φύονται τῶν ἐν ὅλῳ τῷ σώματι τριχῶν ὁμοίαν ἐχουσῶν τὴν γένεσιν. οὐ γὰρ κατὰ πρῶτον λόγον ἡ φύσις αὐτὰς εἴωθε γεννᾷν, ἀλλὰ κατά τι συμβεβηκός. αἵ γε μὴν κατά τε βλέφαρα καὶ τὰς ὀφρῦς ἐδείκνυντο χρείαν οὐ μικρὰν παρέχουσαι τοῖς ζώοις. αἱ δ’ ἐπὶ τῶν γενείων τε καὶ τῶν αἰδοίων ἕνεκα μικροτέρων χρειῶν γεγονέναι δοκοῦσι, διὸ καὶ τὰ πάθη μάλιστα μὲν τῶν ἐν ὀφθαλμοῖς τε καὶ ταῖς ὀφρύσιν ἐπὶ τὴν ἑαυτῶν θεραπείαν ἡμᾶς προτρέπει, δεύτερα δ’ ἐπ’ αὐτοῖς τῶν κατὰ τὴν κεφαλὴν, εἶτα γενείων τε καὶ αἰδοίων. ἔστι δὲ τὰ πάθη τῶν τριχῶν ἥ τε παντελὴς ἀπώλεια καὶ ἡ κατὰ χρόαν ὑπαλλαγὴ, καθάπερ ἐν ταῖς καλουμέναις λεύκαις γίνεται, καὶ πρὸς τούτοις ἐν ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν οὐ μικρὰ καὶ ἀπρεπὴς ἅμα βλάβη γίγνεται τῶν τριχῶν. ἔνιοι μὲν οὖν ὑπέσχοντο καθάπερ ταύτας, οὕτω καὶ τὰς ἀρχομένας φαλακρώσεις κωλύειν αὐξηθῆναι. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀδύνατον εἶναί φασιν, ἐπὶ δὲ τὴν τῶν ἀλωπεκιῶν τε καὶ ὀφιάσεων ἀφικόμενοι θεραπείαν ἔγραψαν φάρμακα δι’ ὧν ἐπαγγέλλονται τελέως αὐτὰς ἰάσασθαι. καὶ δὴ καὶ χρώμενοι τοῖς γεγραμμένοις ὑπ’ αὐτῶν φαρμάκοις οἱ πολλοὶ τῶν ἰατρῶν οὐ μόνον ἀποτυγχάνουσιν ἐνίοτε μεγάλως, ἀλλὰ καὶ βλάπτουσιν ἰσχυρῶς, ὡς ἀνίατον ἐργάζεσθαι τὴν διάθεσιν, ὅπερ αὐτοῖς συμβαίνει καὶ κατ’ ἄλλα φάρμακα πολλὰ, χωρὶς μεθόδου χρωμένοις. ἐγὼ δ’ ὅπερ Ἱπποκράτης ἐκέλευσεν, ἀεὶ πεπείραμαι πράττειν ἐπὶ τῶν τῆς τέχνης ἔργων, ὡς τὸ προσφερόμενον βοήθημα, καθάπερ ἐκεῖνος ἔγραψεν, ὠφελέειν ἢ μὴ βλάπτειν. ὅτι δ’ ἡ χωρὶς μεθόδου τῶν φαρμάκων χρῆσις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει πολλάκις, ἔνεστί σοι μαθεῖν ἐντεῦθεν· ἤδη γὰρ αὐτοῦ τοῦ προκειμένου καιρὸς ἄρξασθαι.

Chapter 2

[Περὶ ἀλωπεκίας καὶ φαλακρώσεως καὶ ὀφιάσεως.] Καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητος ἐνδείᾳ διαφθείρεται ξηραινόμενα, τινὰ δ’ ὑγροῖς ἀλλοτρίοις τῆς ἑαυτῶν φύσεως ὁμιλοῦντα, τὸν αὐτὸν τρόπον καὶ ταῖς θριξὶν ἤτοι δι’ ἔνδειαν ὑγρῶν, ὑφ’ ὧν τρέφεσθαι πεφύκασιν, ἢ διὰ φαυλότητα φθείρεσθαι συμβαίνει. δι’ ἔνδειαν μὲν ὑγρῶν ἡ φαλάκρωσις γίγνεται, διὰ μοχθηρίαν δὲ χυμῶν ἀλωπεκία τε καὶ ὀφίασις, ἓν μέν γε ἄμφω κατά γε τὴν νοσώδη διάθεσιν οὖσαι πάθος, ὀνόματα δ’ ἐσχηκυῖαι διαφέροντα παρὰ τὸ σχῆμα. παραπλήσιον γὰρ ὄφει τὸ βεβλαμμένον μέρος τῆς κεφαλῆς φαίνεται κατὰ τὰς ὀφιάσεις· αἱ δ’ ἀλωπεκίαι διὰ τοῦτο, ὥς φασιν, οὕτως ὠνομάσθησαν, ὅτι συνεχῶς γίγνονται ταῖς ἀλώπεξιν. ἡμεῖς δὲ διὰ τί μὲν ὠνομάσθησαν οὕτως οὐ ζητοῦμεν, ὅπως δὲ γίγνονται ζητήσαντες ὑγρῶν μοχθηρῶν περιουσίαν αἰτίαν εὕρομεν. ὁποῖα δέ ἐστι ταῦτα, διὰ τῆς χροιᾶς τοῦ τῆς κεφαλῆς δέρματος διαγνώσῃ. φαίνεται γὰρ ἐνίων μὲν ἐπὶ τὸ λευκότερον ἐκτρεπόμενον, ἐνίων δ’ ἐπὶ τὸ μελάντερον ἢ ὠχρότερον, ὥστε καὶ κάθαρσιν πρῶτον ἐπ’ αὐτῶν ἐργάσῃ τοῦ παντὸς σώματος, ἤτοι φλέγματος ἀγωγὸν δοὺς φάρμακον ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης, ἐκ τῆς χροιᾶς τεκμαιρόμενος τὸν πλεονάζοντα χυμόν. ἐγὼ δ’ ἀεὶ διὰ τῆς ἱερᾶς ἐκάθηρα, προσβαλὼν ἐνίοτε μὲν ἐλλεβόρου μέλανος, εἰ μελαγχολικώτερον ἐβουλόμην ἐκκαθᾶραι χυμὸν, ἐνίοτε δὲ σκαμμωνίας εἰ πικρόχολον. εἰ δὲ φλεγματικώτερον ἐπικρατεῖν ὑπέλαβον, οὐδὲν ἔμιξα. τοὺς γὰρ τοιούτους, καὶ μάλιστα ἐκ τῆς κεφαλῆς, ἡ διὰ τῆς κολοκυνθίδος ἱερὰ καθαίρειν πέφυκεν ἅμα τῷ καὶ ἄλλους τινὰς χυμοὺς δηλονότι, κᾂν μὴ προσλάβῃ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ἢ ἐπιθύμου, καὶ τὰ διὰ τῆς ἀλόης δὲ καταπότια τὰ καὶ τῆς σκαμμωνίας καὶ τῆς κολοκυνθίδος ἔχοντα, χρησιμώτερα καθαίρειν πέφυκε τοὺς οὕτω διακειμένους. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος κάθαρσιν ἀποφλεγματίζειν ἄμεινον, εἶθ’ οὕτως χρῆσθαι τοῖς τοπικοῖς βοηθήμασιν, ὑπὲρ ὧν τῆς συνθέσεως ἐρῶν ἔρχομαι. χρὴ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω καὶ ἐπὶ τούτων ἰᾶσθαι τὴν διάθεσιν, ἧς σύμπτωμά ἐστι κάκωσις τῶν τριχῶν. εἴπερ οὖν ἔστι τις κακοχυμία καθ’ ἕνα τόπον ἠθροισμένη, σκοπὸς ἔσται τῆς ἰάσεως ἡ κένωσις ταύτης ὅτι τάχιστα, πρὶν εἴς τινα καχεξίαν ὑπ’ αὐτῆς ἀχθῆναι τὸ δέρμα τηλικαύτην, ὥστε κᾂν ἐκκενώσῃ τις αὐτοῦ τὴν κακοχυμίαν, ἐπιῤῥεῖν τε παρασκευάσῃ χρηστὸν αἷμα καὶ διαφθείρεσθαι τοῦθ’ ὑπὸ τῆς ἐν αὐτῷ κατασκευασθείσης καχεξίας. εἴπερ οὖν ἐκκενῶσαι πρόκειται τὴν ἐν τῷ δέρματι κακοχυμίαν, διαφορητικῶν φαρμάκων ἐστὶ χρεία, καίτοι τάχ’ ἄν τις ἀντερεῖ, τὸν κοινὸν σκοπὸν ἐπὶ πάντων παθῶν ὅσα δι’ ἐπιῤῥοὴν ὑγρῶν γίγνεται καταφρονεῖσθαί τε καὶ ἀνατρέπεσθαι νομίζων. ἀποκρούεσθαι γὰρ αὐτὰ προσήκειν φαμὲν ἐμψύχοντάς τε καὶ στύφοντας τὸ μέρος, οὐχ ἕλκειν θερμαίνοντας, εἶναι δὲ τὰ διαφορητικὰ πάντα θερμὰ ταῖς δυνάμεσι. καὶ ἀληθῶς γε φήσομεν εἰρῆσθαι ταῦτα. τὰς γὰρ ἀρχομένας ὀφιάσεις ἢ ἀλωπεκίας κωλύειν αὐξάνεσθαι χρὴ τοῖς τοιούτοις φαρμάκοις, οὐ μὴν ἤδη γέ πω καλεῖσθαι τὴν ἀρχὴν αὐτῶν ἀλωπεκίαν ἢ ὀφίασιν, ὥσπερ οὐδὲ ψώραν ἢ λέπραν ἤδη τὴν ἐκ λειχῆνος ἀρχομένην. ἐγὼ γοῦν, ὡς ἴστε, καὶ τὰς ἤδη γεγονυίας ἀλωπεκίας ἰασάμην ἐνίοτε καθάρσει μόνῃ μηδὲν ἔτι φάρμακον μετ’ αὐτὴν προσαγαγὼν τῷ πεπονθότι τόπῳ, προὐτράπην δ’ ἐπὶ τῷ καὶ τούτου πλείονα πεῖραν ἔχειν ἔκ τινος τοιαύτης συντυχίας. νεανίσκος τις εὐέκτης τε καὶ γυμναστικὸς ἔσχεν ἐν τῇ κεφαλῇ τὸ πάθος τοῦτο. συνήθης δ’ ἦν ἡμῖν ἱκανῶς, ὥστε καὶ τὴν δίαιταν αὐτοῦ γινώσκειν, ᾗ μηνῶν ἤδη τριῶν ἢ τεττάρων ἐκέχρητο, καθ’ ἑκάστην σχεδὸν ἡμέραν ἐμπιπλάμενος μυκήτων. τοῦτον ἐκάθηρα μόνῃ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, δὶς ἐν ἡμέραις πέντε, τὴν μὲν πρώτην κάθαρσιν ἐπὶ τέσσαρσι δραχμαῖς, τὴν δὲ δευτέραν ἐπὶ πέντε. πρὶν δὲ ἐπὶ τὰς καθάρσεις ταύτας ἐλθεῖν, ἔδωκα τῶν διὰ τῆς ἀλόης αὐτῷ καταποτίων ἕνδεκα, παραπλήσιά πως ἐρεβίνθοις τὸ μέγεθος. ἔχει δὲ ταῦτα τῆς μὲν κολοκυνθίδος ἓν μέρος, ἀλόης δὲ καὶ σκαμμωνίας ἑκατέρου δύο, τούτοις ἓν μέρος ἐγὼ μιγνύω χυλοῦ ἀψινθίου, πρότερον δὲ καὶ μαστίχης χίας ἔβαλον καὶ βδελλίου, οὕτω γὰρ ἐχρῆτο Κόϊντος. ἀλλὰ διὰ τί περιεῖλον ὕστερον αὐτὰ λόγος ἕτερος, ὃν ἐν τοῖς περὶ τῶν καθαιρόντων φαρμάκων συνθέσεως ἐρεῖν ἀναβάλλομαι. μέλλοντος οὖν μου μετὰ τρεῖς ταύτας καθάρσεις ἀποφλεγματίζειν τὸν ἄνθρωπον, εἶτα χρήσασθαί τινι φαρμάκῳ κατὰ τοῦ πεπονθότος μορίου, συνέβη στείλασθαι αὐτόν τινα ἀποδημίαν ἐξαιφνίδιον, ἐν ᾗ διαιτώμενος εὐχύμοις ἐδέσμασιν, οἷς ἠκηκόει παρ’ ἐμοῦ μεθ’ ἡμέρας ὡς εἴκοσιν ὑπέστρεψεν ἐκτεθεραπευμένος τὸ περὶ τὰς τρίχας πάθος. ἐντεῦθεν οὖν ὁρμηθεὶς ἐγὼ τὴν αὐτὴν θεραπείαν ἐφ’ ἑτέρων ποιησάμενος ἀνέμεινα θεάσασθαι χωρὶς τῶν ἐπιτιθεμένων τῇ κεφαλῇ φαρμάκων τὸ γενησόμενον. ἐθεραπεύθησαν οὖν πάντες οὕτως, οὐ μὴν ἐπί γε τῶν ἤδη κεχρονισμένων ἐπεχείρησα τῇ τοιαύτῃ πείρᾳ, δυσέκνιπτοι γὰρ ἐπὶ τούτων εἰσὶν οἱ ἐνιζηκότες ἰχῶρες τῷ δέρματι. πολὺ δὲ μᾶλλον ἐφ’ ὧν ἤδη καὶ αὐτὸ τὸ δέρμα καχεξίαν τινὰ ἔσχεν, οὐ χρὴ θαῤῥεῖν μόναις ταῖς καθάρσεσιν. ταυτὶ μὲν οὖν ἀναγκαίως μοι προείρηται· περὶ δὲ τῶν ὠφελούντων τὸ πάθος φαρμάκων ἄρξομαι λέγειν ἤδη. κενωτικὰ μὲν οὖν εἶναι χρὴ πάντως αὐτὰ τοῦ λυποῦντος χυμοῦ, κενοῦν δ’ οὐδὲν δύναται χωρὶς τοῦ διαφορητικὴν ἔχειν δύναμιν, ἔχειν δὲ αὐτὴν οὐ δύναται χωρὶς τοῦ θερμαίνειν, ἀλλ’ ἐὰν μὲν τῶν πάνυ θερμαινόντων ᾖ, καύσει τὸ δέρμα, καὶ χωρὶς δὲ τοῦ καίειν ἐν ἀρχῇ μὲν ὀνήσει γενναίως, ὑπερξηρανθὲν δὲ τῷ χρόνῳ τὸ δέρμα τῆς κεφαλῆς ἔσται τοιοῦτον ὁποῖον οἱ φαλακρωθέντες ἔχουσιν. οὐ μὴν οὐδ’ ἁπλῶς χρὴ μετρίως εἶναι τὸ φάρμακον θερμὸν, ἐντὸς τῶν ὅρων ἧκον τοῦ προκειμένου σκοποῦ. καὶ γὰρ καὶ λεπτομερὲς εἶναι προσήκει αὐτὸ, μέχρι γε τοῦ βάθους καταδύεσθαι μέλλον, ἐξ οὗ ταῖς τῶν τριχῶν ῥίζαις ἡ τῆς γενέσεως ἀρχὴ, καὶ τῇ δυνάμει τοιοῦτον οἷον προείρηται πρὸς τὸ παχύτερον καὶ σκληρότερον εἶναι τὸ τῆς κεφαλῆς δέρμα καὶ διὰ τοῦτο φαρμάκου δεῖσθαι δραστικωτέρου. εἴγε μὴν πρὸς τῷ διαφορεῖν τοὺς μοχθηροὺς χυμοὺς ἐπιτήδειον εἴη τὸ φάρμακον ἕλκειν αἷμα χρηστὸν, ὥσπερ ἡ θαψία, κάλλιστον ἂν εἴη τοῦτο. πολλῷ δ’ οὔσης θερμοτέρας τῆς θαψίας ἢ κατὰ τὴν τοῦ πάθους χρείαν, εἰκότως ἄν τις αὐτὴν φυλαξάτω μόνην προσφέρειν. ἑλκώσεις τε γὰρ εἴωθεν ποιεῖν ἐν τῷ δέρματι καὶ πάντως γε φλεγμονώδη τινὰ οἰδήματα. διὰ τοῦτο οὖν ἐπὶ τὸ μιγνύειν αὐτῇ τινα παραγιγνόμεθα τῶν πραϋνόντων τὴν σφοδρότητα. δύναται δὲ τοῦτο ποιῆσαι κηρωτὴ δι’ ἐλαίου σκευασθεῖσα. λεπτομερὲς δ’ ἔστω τὸ ἔλαιον ὁποῖον τὸ Σαβῖνόν ἐστιν, ἄμεινον δ’ εἰ καὶ συμμέτρως εἴη παλαιόν. ἀγαθὸν δὲ καὶ τὸ κίκινον ἔλαιον εἰς τοῦτο, φύσιν ἐξ ἀρχῆς ἔχον τοιαύτην ὁποίαν ἴσχει τὸ Σαβῖνον παλαιούμενον. εἰ δὲ μηδ’ ἑτέρου τούτων εὐποροίης, τῶν γοῦν ἄλλων τῶν Ἑλληνικῶν ἐλαίων ὁτιοῦν, ἄνευ θαλλῶν ἐλαίας ἐσκευασμένον μιγνύναι καὶ μᾶλλον ἐὰν ᾖ παλαιόν. εὔδηλον οὖν ὅτι τό γε ἀπὸ τῆς Ἰβηρίας ἢ Ἱσπανίας, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, φευκτέον τό τε ἐκ μηδέπω πεπείρων ἀκριβῶς τῶν ἐλαιῶν, ὃ καλοῦσιν ὠμοτριβές τε καὶ ὀμφάκινον. ἐχρησάμην δὲ καὶ μόνῃ θαψίᾳ μίξει δαψιλοῦς ὕδατος, ἐκλύσας αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως. ἐπίστασθαι δὲ χρὴ περὶ θαψίας τὸν χρησόμενον αὐτῇ μεγίστην εἶναι διαφορὰν τῆς προσφάτου πρὸς τὴν παλαιοτέραν. ἐκλύεται γὰρ ἡ δύναμις ἱκανῶς τοῦ φαρμάκου μετ’ ἐνιαυτὸν, ἔτι δὲ μᾶλλον εἰ δυοῖν ἐτῶν γένοιτο· τολμήσειε δ’ ἄν τις εἰπεῖν ἄχρηστον αὐτὴν γίγνεσθαι παντάπασιν εἰς τριετίαν ἐκταθεῖσαν. ἐπιστάμενος οὖν ταῦτα, τὴν μίξιν τοῦ ὕδατος ἄνισον ἐργάζου, τῇ μὲν προσφάτῳ μιγνὺς πάμπολυ καὶ διὰ τοῦτο πλεονάκις ἐπιχρίων ἑκάστης ἡμέρας, τῇ δ’ ἀσθενεστέρᾳ διὰ τὸν χρόνον ἔλαττον, ὡς καὶ προσμένειν ἐπιπλεῖον δύνασθαι διὰ τὸ πάχος καὶ μὴ ἀποῤῥεῖν αὐτίκα δι’ ὑγρότητα. καὶ μέντοι κᾂν σύνθετον φάρμακον ποιῇς, ἔχον καὶ τῆς θαψίας. ὁποῖόν ἐστιν ᾧ συνεχῶς ἐγὼ χρῶμαι, μίξεις οὐκ ἴσον ἀεὶ σταθμὸν τῆς θαψίας, ἀλλ’ ὅσον τῷ χρόνῳ τῆς ἡλικίας προσήκει τοσοῦτον αὐξήσεις. διορισθήσεται δ’ ἀκριβέστερον ἔτι περὶ τοῦδε μικρὸν ὕστερον, ὅταν ἐπὶ τὰ σύνθετα παραγένωμαι, διελθὼν πρότερον ὅσα τῶν ἁπλῶν φαρμάκων ἐστὶν οἰκεῖα τῷ πάθει τούτῳ. τῶν μὲν γὰρ ἰσχυρῶς θερμαινόντων ἐστὶν εὐφόρβιον, τῶν δ’ αὐτάρκως τὸ δάφνινον εἴτ’ οὖν ἔλαιόν ἐστιν εἴτε μύρον εἴθ’ ὅ τι βούλει καλεῖν αὐτὸ, καὶ γὰρ καὶ τούτοις ὑπάρχει μετὰ τοῦ θερμαίνειν τε καὶ διαφορεῖν ἐπισπᾶσθαί τι τοῦ αἵματος εἰς τὸν ὑπ’ αὐτῶν θερμαινόμενον τόπον. ἔνεστι γοῦν αὐτοῖς χρῆσθαι καὶ καταμόνας, τὸ μὲν εὐφόρβιον ἐν ἐλαίῳ λειοῦντα, τῷ δαφνίνῳ δ’ ἐπαλείφοντα μόνῳ χωρὶς ἑτέρου μίξεως. εἰ δ’ εὐαπόῤῥυτον φαίνοιτο, βραχὺ κηροῦ μιγνύσθω. παμπόλλῳ δ’ ὄντος θερμοτέρου τοῦ νέου εὐφορβίου, τῷ μὲν ἤδη δυοῖν ἢ τριῶν ἐτῶν ὄντι χρώμενος ἐμβαλεῖς ἐλαίου λίτρᾳ μιᾷ Ῥωμαϊκῇ οὐγγίαν μίαν εὐφορβίου, ὅπερ ἐστὶ δωδέκατον μέρος τοῦ ἐλαίου, τῷ δὲ νέῳ πεφεισμένως χρήσῃ βραχύτατον μιγνὺς τὴν πρώτην ἢ καὶ κηροῦ προσεπεμβάλλων οὐγγίαν μίαν, ὡς θεάσασθαι πῶς ἐκθερμαίνει τὸν ἄνθρωπον. ἐξέσται γάρ σοι κατὰ τὴν δευτέραν χρῆσιν αὖθις ἐπεμβάλλειν, εἴτ’ ἐλαίου βουληθείης εἴτε κηροῦ. παραπλησίως δὲ καὶ τῇ θαψίᾳ χρηστέον ἅπασί τε τοῖς ἰσχυροῖς φαρμάκοις. ἡ μὲν γὰρ ἐπὶ τοὔλαττον ἁμαρτία βλάβην οὐδεμίαν ἔχει, τὸ δὲ πλέον ἐνίοτε τραχύνει καὶ ἑλκοῖ τὸ δέρμα καὶ φλεγμονὴν ἐργάζεται. καὶ μέντοι κᾂν ἐπὶ τῶν ἐφεξῆς, κατὰ τὰ σύνθετα φάρμακα γράφηταί ποτε εὐφόρβιον ἢ θαψία, τὸν σταθμὸν αὐτῶν ἐπὶ τῶν ἀκμαίων φαρμάκων, οὐ τῶν παλαιῶν ἀκούειν σε χρή. τὰ μὲν οὖν λίαν παλαιὰ φεύγειν προσήκει παντάπασιν οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ τῶν ἄλλων φαρμάκων ὅσα χυλοὶ καὶ ὀποὶ καὶ ἄνθη καὶ φύλλα καὶ καρποὶ καὶ ῥίζαι καὶ σπέρματά ἐστιν, ὁπότε γε καὶ τὰ μεταλλιστὰ πολυχρόνια γενόμενα καταλύεται καὶ αὐτὰ ταῖς δυνάμεσιν. χρώμεθα δ’ ἐνίοις φαρμάκοις ἐτῶν εἴκοσιν οὖσιν ἢ τριάκοντα, διὰ τὸ μηδέπω παντελῆ τὴν παρακμὴν ἔχειν. ἄλλη γὰρ ἄλλου παρακμή τ’ ἐστὶ καὶ ἀκμὴ καὶ ὡς ἂν εἴποι τις καὶ γῆρας. ἐνδείκνυται δὲ τὴν ἰδίαν ἀκμὴν ἕκαστον τοῖς πολλάκις ἑωρακόσιν ἐξ ὀσμῆς καὶ γεύσεως, ἐνίοτε δὲ καὶ χρόας καὶ συστάσεως τῆς κατὰ πάχος. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων ἁπάντων φαρμάκων ἠξίωσα μὴ μόνον ὅτι θερμαίνει γινώσκειν, ἀλλὰ καὶ κατὰ πόσην ἀπόστασιν, οὕτω κᾀπὶ τῶν πρὸς τὰς ἀλωπεκίας ἁρμοζόντων ἀξιῶ σε γινώσκειν ὅτι θερμότατον μέν ἐστι τὸ εὐφόρβιον, ἧττον δ’ αὐτοῦ θερμὸν ἡ θαψία, μετὰ θαψίαν δὲ νᾶπύ τε καὶ κάρδαμόν ἐστιν, καθ’ ἕτερον δὲ τόπον ἡ λιμνῆτις, οὐδενὸς τούτων δεύτερον. ὀνομάζεται δ’ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ διτταῖς ἄλλαις προσηγορίαις ἀδάρκιόν τε καὶ ἀδάρκη. τούτων δ’ ἐφεξῆς ἐστι θεῖόν τε καὶ ὁ τοῦ νίτρου ἀφρὸς, αὐτό τε τὸ μαλακὸν νίτρον καυθέν. ὀνομάζουσι δ’ αὐτὸ καὶ βερενικάριον, ὥσπερ γε καὶ τὸ λευκὸν ἀφρόνιτρον κοῦφόν τε καὶ χαῦνον ὑπάρχον, οὐδεμίαν ἔχον ἐν ἑαυτῷ γεώδη τραχύτητα, οἵ τ’ ἐλλέβοροι ἀμφότεροι καὶ τὸ τοῦ εὐζώμου σπέρμα καὶ τὸ δάφνινον εἴτε μύρον ἐθέλοις ὀνομάζειν εἴτ’ ἔλαιον αὐτὸ, καὶ πρὸς τούτοις ἀλκυόνια τὰ ἀμφότερα, κεκαυμένα τε καὶ ἄκαυστα, βελτίω δὲ τὰ κεκαυμένα. καὶ αἱ ῥίζαι δὲ τοῦ καλάμου καὶ ὁ φλοιὸς, ἄμφω καὶ ταῦτα καυθέντα. ἀλλὰ καὶ ὑγρὰ πίττα καὶ τὸ κέδρινον, ὅπερ ἔνιοι κεδρίαν ὀνομάζουσιν, ἥ τε τῶν μυῶν κόπρος ἄρκτου τε τὸ στέαρ, ἄμεινον δ’ εἰ παλαιότερον εἴη. καὶ μὲν δὴ καὶ τὸ τῆς ὑαίνης, λέοντός τε καὶ παρδάλεως καὶ χηνὸς ἐπιτήδεια, καὶ πάνθ’ ὅσα λεπτομερῆ ταῖς οὐσίαις ἐστὶν, ὡς ἑτοίμως εἰς τὸ βάθος καταδύεσθαι τοῦ δέρματος, ἄχρι τῶν κατὰ τὰς τρίχας ῥιζῶν, ἀλλὰ καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὅλα κεκαυμένα, χρήσιμα καὶ λιβανωτὸς ἐν ὄξει δριμυτάτῳ κατειργασμένος. ἄκουε δέ μου τὸ κατειργάσθαι ῥῆμα λεγόμενον, ὅταν ἡμέραις πλείοσιν καὶ μάλιστ’ ἐπὶ πλέον ἐν ἡλίῳ τρίβηταί τι σὺν ὄξει δριμεῖ. τούτοις ἅπασιν τοῖς φαρμάκοις ἔνεστι χρῆσθαι, τοῖς μὲν ἰσχυροῖς κηρωτὴν ὑγρὰν μιγνύντα, τὰ δ’ ἀσθενῆ δεύοντα ἐλαίῳ δαφνίνῳ, καὶ τὰς μὲν κεχρονισμένας καὶ δυσιάτους τοῖς ἰσχυροῖς ἐξιώμενον, τὰς δ’ ἀρχομένας καὶ μικρὰς τοῖς ἀσθενέσιν.

[Πρὸς ἀλωπεκίας σύνθετα.] Σύνθετα δὲ φάρμακα τὰ μὲν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν, ὅσοι γε ἀξιόλογοι, μεγάλως ἐπῃνημένα, τὰ δ’ ὑφ’ ἡμῶν αὐτῶν διὰ μακρᾶς πείρας βεβασανισμένα τὰ τοιαῦτά ἐστιν. ♃ εὐφορβίου καὶ θαψίας καὶ δαφνίνου, ἑκάστου δραχ. β΄. θείου ἀπύρου καὶ ἐλλεβόρου ἀνὰ δραχ. μίαν, ἄν τε μέλανος εὐπορῇς ἄν τε λευκοῦ. τούτοις δὲ μίγνυε κηροῦ δραχ. στ΄, δαφνίνῳ τήξας ἢ κικίνῳ ἢ ἐλαίῳ παλαιῷ, καὶ χρῷ τούτῳ ὡς ἰσχυροτάτῳ φαρμάκῳ ἐπὶ τῶν κεχρονισμένων καὶ δυσθεραπεύτων, τούτοις ἔμιξά ποτε καὶ καρδάμου δραχμὴν μίαν ἢ ἀλκυονίου κεκαυμένου δραχ. α΄. ἄμεινον δ’ εἰς ταῦτα τὸ σκληρότερον καὶ τραχύτερον. θαψίας δὲ μὴ παρούσης, ἀντ’ αὐτῆς τοσοῦτον σταθμὸν ἤτοι καρδάμου σπέρματος ἢ εὐζώμου μικτέον ἐστὶν ἢ τὸ κάρδαμον. εἰ δὲ δάφνινον οὐκ ἔχεις καλὸν, ὑγρὰν πίσσαν μίγνυε. τῷ μὲν οὖν δαφνίνῳ πρὸς τὴν ὑγρὰν πίτταν οὐ μεγάλη ἡ ὑπεροχὴ, τῇ θαψίᾳ δὲ πρὸς τἄλλα μεγίστη. τὸ γὰρ ἰσχυρότατον τῶν πρὸς τὸ πάθος ἐνεργῶς ποιούντων τοῦτο τὸ φάρμακόν ἐστιν, ὅταν γε, ὡς ἔφην, δυσθεράπευτον ᾖ. τὰ γὰρ μικρὰ καὶ ἀρχόμενα καὶ κάθαρσις ἰᾶται μόνη καὶ τῶν ἁπλῶν ὧν εἶπον ἕκαστον κεκαυμένον, ἀναλαμβανόμενον ἤτοι δαφνίνῳ ἢ κεδρίνῳ ἢ πίττῃ ὑγρᾷ ἢ κικίνῳ, ἐλαίῳ παλαιῷ. ἔμιξα δέ ποτε καὶ μέλιτος ἀντὶ τῆς κηρωτῆς ἐλάττονος ὄγκῳ τε καὶ σταθμῷ, καὶ οὐδενὶ χεῖρον ἐγένετο τὸ φάρμακον. καὶ τὰ διὰ τῶν στεάτων δὲ συντιθέμενα, προσλαβόντα θαψίας ὀλίγον, ὀνίνησιν καὶ μᾶλλον ὅταν αὐτοῖς μίξῃς ἀδάρκιόν τε καὶ εὐφόρβιον. ἔστω δὲ τῶν μὲν στεάτων ἑκάστου μέρος ἓν, ὄντων τριῶν, λεοντείου, παρδαλείου καὶ ὑαίνης. εἰ δὲ μὴ παρείη τὸ τῆς ὑαίνης, ἀρκεῖ τοῖς παροῦσι δύο χρῆσθαι μίξαντα τὸ χήνειον. εἰ δὲ καὶ πάντ’ ἔχοις τὰ τέτταρα, μιγνύναι πάντα, καὶ σὺν αὐτοῖς γε τὸ ἄρκτειον, εἰ ἔχοις καὶ τοῦτο. τῷ δ’ ἐξ αὐτῶν ἠθροισμένῳ δωδέκατον ἀρκεῖ μίξαι μέρος θαψίας ἢ εὐφορβίου· εἰ δ’ ἰσχυρότερον ἐθέλοις ποιῆσαι, ἀμφοτέρων ἅμα, τῇ πείρᾳ γὰρ καὶ ταῦτα κριθέντα τὰ φάρμακα τῶν ἐνεργῶν εὑρέθη· χάριν γὰρ τοῦ πλειόνων πεῖραν ἔχειν ἑκάστῳ τῶν αἰτούντων ἰατρῶν φίλων ἄλλο τι καὶ ἄλλο σχεδιάζων ἐδίδουν τῶν τῇ πείρᾳ κριθέντων καὶ εὑρέθη τὰ πλεῖστα βέλτιστα. πρὸ πάντων δὲ ἡμᾶς χρὴ μεμνῆσθαι τῆς κατὰ τὴν χρῆσιν αὐτῶν μεθόδου, κοινῆς οὔσης ἐπὶ πάντων καὶ μάλιστα τῶν ἰσχυρῶν φαρμάκων, καὶ διὰ τοῦτό γε πολλάκις αὐτῆς ἀναμιμνήσκω, διότι μεγάλην ἔχει δύναμιν. ὁ γὰρ ἑκάστῳ τῶν ἰσχυρῶν φαρμάκων χρώμενος ἐν ἀρχῇ μὲν αὐτὸ μαλακώτερον προσφερέτω, μίξει δηλονότι τῶν ἐκλυόντων τὴν δύναμιν, οἷα πέρ ἐστιν ἔλαιόν τε καὶ κηρὸς καὶ τῶν ἁπλῶν ὅσα προείπομεν ἀσθενῆ λιβανωτός τε καὶ καλάμου φλοιὸς καὶ ῥίζαι κεκαυμέναι καὶ ἀμύγδαλα πικρὰ καὶ ὅσα τοιαῦτα. μετὰ δὲ τὴν πρώτην χρῆσιν ὅταν ἐπὶ τὴν δευτέραν παραγίνηται, σκοπεῖσθαι χρὴ τίνα παραλλαγὴν ἐν τῷ πεπονθότι μορίῳ τὸ προσαχθὲν φάρμακον εἰργάσατο καὶ πρὸς ἐκείνην ἀποβλέποντας ἤτοι πραΰνειν αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ἢ αὐξάνειν. οἷον ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου πάθους ἀφελεῖν μὲν χρὴ ξυρῷ τὰς τρίχας, ἀνατρίβειν δὲ τὸ πεπονθὸς δέρμα δι’ ὀθόνης μήτε πάνυ τραχείας μήτε μαλακῆς, ὁρῶντα πόσον ἐρεύθους τούτῳ προσέρχεται μετὰ τοιᾶσδε κινήσεως καὶ ἀνατρίψεως. ἔσται γάρ σοι τοῦτο πρὸς τὴν τῆς ἰάσεως ἐλπίδα χρήσιμον, εἰ μὲν ἐπ’ ὀλίγαις ἀνατρίψεσιν ἐρυθραίνοιτο, μετρίαν ἡγούμενος τὴν διάθεσιν, εἰ δ’ ἐπὶ πολλαῖς, χαλεπωτέραν, ὡς ἔνιά γε δέρματα, κᾂν ἐπὶ πολὺ τρίβῃς, οὐκ ἐρυθραίνεται. πρόδηλον οὖν ὅτι ταῦτα μέν ἐστι χαλεπώτατα, καθάπερ τὰ ῥᾳδίως ἐρυθραινόμενα πρᾳότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἅπαντα κατὰ τοσοῦτον ἀλλήλων διαφέροντα καθ’ ὅσον ἤτοι τοῖς χειρίστοις ἢ τοῖς μετριωτάτοις πλησιάζει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι γε οὐκ ὄντα πάρεργα. πάλιν δὲ ἐπὶ τὸ προκείμενον ἀνελθὼν ἀναμνήσω σε τῆς ἐν τῇ χρήσει μεθόδου. μετὰ γὰρ τὴν πρώτην προσφορὰν τοῦ δοκιμασθέντος φαρμάκου σκέπτεσθαι προσήκει πρῶτον μὲν εἰ καὶ πρὸ τῆς ἀνατρίψεως εὐχρούστερον φανείη τὸ δέρμα, δεύτερον δὲ εἰ μετ’ ὀλιγωτέρας ἀνατρίψεως ἢ πρόσθεν ἢ εἰ μετὰ τῆς ἴσης μὲν, ἀλλὰ μᾶλλον ἢ πρόσθεν ἐρυθρὸν γένοιτο. σκοπεῖσθαι δὲ πρὸ πάντων, ὅταν ἰσχυρὰ προσενέγκης φάρμακα, μή τι περαιτέρω τοῦ προσήκοντος ἐκθερμαίνοιτο τὸ δέρμα, φανεῖται δὲ τοῦτο θεωμένῳ τέ σοι τὴν χρόαν αὐτοῦ καὶ τοὺς δακτύλους ἐπιβάλλοντι· τῇ χροιᾷ μὲν γὰρ ἔσται ξανθότερον, ἐπιβάλλοντι δὲ τοὺς δακτύλους θερμὸν ἱκανῶς φανεῖται. προσέχειν οὖν ἐπὶ τοιούτων χρὴ, κίνδυνος γὰρ ἐπικαυθῆναι τὸ δέρμα, δεύτερον ἢ τρίτον αὐτοῖς χρησαμένῳ. μεταβαίνειν οὖν ἐπί τι τῶν μαλακωτέρων, ἢ τῷ μὲν αὐτῷ χρηστέον, ἀλλ’ ἐκλύσαντα τὴν δύναμιν αὐτοῦ μίξει κηρωτῆς ἢ στέατος ἢ ὑγρότητός τινος ἐλαιώδους. χρῆσθαι δὲ καταβροχῇ δι’ ἐλαίου γλυκέος θερμοῦ καὶ ἄρτῳ ἐν καταπλάσματι, πυρίαις τε καὶ κατασχασμοῖς καὶ σικύαις καὶ κηρωτῆς ἐπαλείψεσιν. χρονίσαντος δὲ τοῦ πάθους καὶ συνεχέσι ξυρήσεσιν καὶ φοινιγμῷ διὰ νάπυος, ὡς προείρηται, καὶ ἀνατρίψεσιν ταῖς γεγραμμέναις ταῖς ἑξῆς, ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου καὶ μετὰ τὴν ἀνάτριψιν κατασχασμοῖς. ἔνιοι δὲ βελόνας συνδήσαντες, ὥστε τὰς ἀκμὰς ἔχειν ἐπὶ τὸ δέρμα, κατεκέντησαν ταύταις αὐτὸ, μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν κατασχασμὸν φαρμάκοις χρῆσθαι μετασυγκριτικοῖς· ἐπὶ πάντων δὲ κοινὸς σκοπὸς ἐν τῷ ἀέρι θερμῷ τὴν προσφορὰν ποιεῖσθαι τοῦ φαρμάκου, καὶ εἴ γε ἡλιούμενον ἔχοις τι χωρίον, ἐν ἐκείνῳ μάλιστα χωρὶς αὔρας καταπνεούσης αὐτὸ, χειμῶνος δὲ κάλλιον ἐπὶ λουτρῷ χρῆσθαι τοῖς φαρμάκοις.

[Περὶ τῶν γεγραμμένων φαρμάκων συνθέτων ἐπὶ τοῦ τῆς ἀλωπεκίας πάθους τοῖς ἐμοῦ πρεσβυτέροις ἰατροῖς.] Ἥρας μὲν οὖν ἐν τῷ νάρθηκι κατὰ λέξιν οὕτως ἔγραψεν· πρὸς ἀλωπεκίας. ἀλκυόνιον τὸ τραχύτερον, καύσας καὶ λειοτριβήσας σὺν ἐλαίῳ κατάχριε τὸν τόπον, μάλιστα ἐν λύχνῳ λαμβάνων τὸ ἔλαιον. αὕτη μὲν ἡ τοῦ Ἥρα γραφή. καὶ χρὴ γινώσκειν ἡμᾶς τὸ φάρμακον τοῦτο μέσον εἶναι τῇ δυνάμει καὶ διὰ τοῦτο καὶ τὰς μέσας κατὰ μέγεθος ἀλωπεκίας ἰάσασθαι ἱκανόν. μέτριον μὲν γάρ ἐστι φάρμακον, εἰ καλάμου ῥίζαν ἤ φλοιὸν ἢ ἀμύγδαλα πικρὰ ἤ τι τῶν τοιούτων καύσας ἐλαίῳ μίξαις, ἰσχυρὰ δὲ τὰ δι’ εὐφορβίου καὶ θαψίας καὶ ἀδάρκης. ἐν τῷ μεταξὺ δ’ αὐτῶν ἐστι τὸ κεκαυμένον ἀλκυόνιον. ἀλλὰ καὶ αὐτὸ τοῦτο μετριώτερον μέν ἐστιν ἐλαίῳ μιχθὲν, ἰσχυρότερον δ’ ὑγρᾷ πίσσῃ καὶ δαφνίνῳ. μίγνυται δὲ καὶ τοῖς εἰρημένοις στέασι. καὶ χρωμένῳ γέ τινι πρὸς τὸ πάθος ἀρκτείῳ στέατι μηδὲν ἀνύοντος αὐτοῦ συνεβούλευσα μίξαι τὸ κεκαυμένον ἀλκυόνιον, ὑφ’ οὗ διὰ ταχέων ἐθεραπεύθη. τὸ δὲ τοῦ λύχνου ἔλαιον οὐ κατ’ ἄλλον τινὰ λόγον ἐπιτήδειόν ἐστιν ἢ τῷ λεπτομερέστερον εἶναι τοῦ λοιποῦ. προσέρχεται δὲ τοῦτο αὐτῷ κατὰ τὴν οἷον ἕψησιν τὴν ἐν τῷ λύχνῳ καὶ γίγνεται τῷ τε παλαιῷ καὶ τῷ κικίνῳ παραπλήσιον, ὡς εἰ καὶ ἄλλως ἐπὶ πυρὸς ἐθέλοις ἔλαιον θερμῆναι. καὶ γὰρ οὖν καὶ ὁ ῥύπος ὁ ἐπὶ ταῖς λυχνίαις γιγνόμενος ἐοικὼς ὑγρῷ πηλῷ τοῖς ἐπὶ τῆς ἀγροικίας παρ’ ἡμῖν, ἔγνωσται θεραπεύων τὰ ἐν τῷ μέσῳ τῶν ἐν τοῖς ποσὶ δακτύλων ἕλκη, συνεχῶς αὐτοῖς γιγνόμενα δι’ ἀλουσίαν τε καὶ ἀμέλειαν τοῦ διανίζειν αὐτὰ καθ’ ἑκάστην ἡμέραν. τούτῳ τοίνυν αὐτῷ τῷ ῥύπῳ πηλώδει συνεβούλευσά τινι τῶν ἀγροίκων ξύσαντι τὴν ἀλωπεκίαν, ἣν ἔδειξέ μοι, καταχρίεσθαι μετὰ τοῦ ξυρᾷν τὸν τόπον συνεχῶς, ἐκθεραπευθεὶς δὲ ὑπ’ αὐτοῦ καὶ ἄλλους ἐπεχείρησεν οὕτως ἰᾶσθαι, νομίσας ἅπασαν ἀλωπεκίαν ὑπὸ τοῦ φαρμάκου τούτου δύνασθαι θεραπεύεσθαι. ἐγὼ δὲ μετρίαν αὐτοῦ τὴν διάθεσιν θεασάμενος, ἤλπισα διὰ τοῦ ῥύπου θεραπευθήσεσθαι.

[Ἕτερον τοῦ Ἥρα ἐπὶ παίδων ἁρμόττον.] Ἕτερον δ’ ἑξῆς τῷ προγεγραμμένῳ φαρμάκῳ ὁ Ἥρας ἔγραψε κατὰ λέξιν οὕτως. ♃ εὐζώμου σπέρματος μέρος ἓν, καρδάμου μέρος α΄. νίτρου μέρος α΄. ἐν ἐνίοις δὲ ἀντιγράφοις ἁπλῶς γέγραπται ♃ εὐζώμου μέρος ἓν, καρδάμου μέρος ἓν, νίτρου μέρος ἓν, λεάνας πίσσαν ὑγρὰν παράχει καὶ προανατρίβων τὸν τόπον ἐπίπλασσε. καὶ ὅταν ἄρῃς τὸ φάρμακον ἀπόμασσε τὸν τόπον σπόγγῳ ἐκ θερμοῦ, ἆραι δὲ δὶς τῆς ἡμέρας. ἐνεργεῖ δὲ μάλιστα ἐπὶ τῶν παιδίων τοῦτο τὸ φάρμακον, ἰσχυρότερον μὲν γάρ ἐστι τοῦ προτέρου, κεχρονισμένην δὲ καὶ δυσθεράπευτον ἀλωπεκίαν οὐκ ἂν ἰάσαιτο· δηλοῖ δὲ τοῦτο καὶ ὁ Ἥρας αὐτὸς προσγράψας ἐνεργεῖν ἐπὶ παίδων αὐτὸ μάλιστα, τουτέστιν ἐπὶ σωμάτων μαλακὸν ἐχόντων τὸ δέρμα. ῥᾳδίως γὰρ ἐκ τῶν τοιούτων οἱ μοχθηροὶ διαφοροῦνται χυμοὶ, παραπλήσιον δὲ δηλονότι οἱ εὐνοῦχοι καὶ αἱ γυναῖκες ἔχουσι τὸ δέρμα τοῖς παιδίοις.

[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων πρὸς ἀλωπεκίας.] Κρίτων δὲ ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν. πρὸς δὲ τὰς λεγομένας ἀλωπεκίας, πάθος τριχῶν λυμαντικὸν καὶ κοινῶς δυσμορφίας ποιητικὸν, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις, ὡς Ἡρακλείδης ὁ Ταραντῖνος. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις κατακαύσας καὶ τρίψας μετ’ ὄξους ἀναλάμβανε μικρὸν μέλιτος ἐπιβαλὼν, ἐπὶ δὲ τῆς χρήσεως προανατρίβων τὸν πεπονθότα τόπον ὀθονίῳ καθαρῷ ἐπίχριε συνεχῶς. ὠφελεῖ δὲ μάλιστα καὶ ἡ συνεχὴς ξύρησις, πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου. ἄλλο ᾧ Μόσχος ἐχρῆτο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας καὶ ὕδατι ἀναλαβὼν ἐπιτίθει προανατρίβων τοὺς τόπους. ἔν τισιν ἀντιγράφοις εὗρον οὐχ ὕδατι ἀλλὰ στέατι ἀρκτείῳ, ἀναλαμβανομένης τῆς τῶν ἐχίνων σποδιᾶς, καὶ μᾶλλον οὕτως ἐμοὶ ἤρεσεν· ἔστι γὰρ ἐνεργέστερον. ἄλλο. καλάμου ῥίζας κατακαύσας, ἀναλαβὼν στέατι ἀρκτείῳ, οὕτως ἐπιτίθει. ἄλλο. θαψίας φλοιὸν τρίψας μετ’ ὄξους ἐπιτίθει. ἄλλο. χαμαιλέοντος ῥίζαν τρίψας ἐπιμελῶς μετὰ ὄξους ἐπιτίθει. ταῦτα προειπὼν ὁ Κρίτων ἐφεξῆς τάδε γράφει. χρονιζούσης δὲ τῆς διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις· ἐνδεικνύμενος ἐκ τούτων τὰ προγεγραμμένα φάρμακα μετρίων εἶναι διαθέσεων ἰατικά. γράφει τοίνυν ἐφεξῆς καὶ τὰ πρὸς τὰς ἰσχυροτέρας διαθέσεις ἁρμόττοντα κατὰ τὴν ἐκείνου λέξιν οὕτως ἔχοντα.

[Περὶ τῶν ὑπὸ Ἡρακλείδου γεγραμμένων πρὸς ἀλωπεκίας χρονίας.] Πρὸς ἀλωπεκίας ὡς Ἡρακλείδης ὁ Ταραντῖνος. Ὀρεστίνου πρὸς τὰς κεχρονισμένας ἀλωπεκίας ♃ μυοχόδων δραχ. β΄. λιβανωτοῦ δραχ. β΄. ὄξει δριμυτάτῳ διαλύσας ἐπίχριε, προξυρήσας τοὺς τόπους. ἄλλο. ♃ ἐχίνων θαλασσίων σὺν τοῖς ὀστράκοις κεκαυμένων δραχ. β΄. κηκίδων ὀμφακιτίδων τὸ ἴσον, ἀμυγδάλων πικρῶν κεκαυμένων τὸ ἴσον. μυοχόδων δραχ. α΄. ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἐπιτίθει. ἄλλο ὡς Ὀρεστῖνος. ♃ ἀρκτείων τριχῶν κεκαυμένων, ἀδιάντου κεκαυμένου, καλάμου ῥιζῶν κεκαυμένων, συκῆς φύλλων κεκαυμένων, κιλικίου ῥάκους κεκαυμένου ἑκάστου τὸ ἴσον ἀναλάμβανε στέατι ἀρκτείῳ καὶ κεδρίᾳ. ἐπὶ δὲ τῆς χρήσεως πυρία, ἀνατρίβων τὸν τόπον συκῆς φύλλοις καὶ νίτρῳ ἀποσμήχων, κατάχριε τῷ φαρμάκῳ καθ’ ἡμέραν, ἑλκωθείσης δὲ τῆς ἐπιφανείας ἐπιτίθει κηρωτὴν διὰ λεκίθου καὶ πυρίνων καὶ κριθίνων ἀλεύρων, χυλῷ προσφάτῳ ἐπίχριε. ἄλλο Ὄθωνος Σικελοῦ ἐπιτετευγμένον. ♃ βατράχων τῶν σμικροτάτων κεκαυμένων ἐν χυτριδίῳ, τῆς σποδοῦ μέρος α΄. μυοχόδων, ἐλλεβόρου λευκοῦ, καλάμου ῥίζης κεκαυμένης, πεπέρεως λευκοῦ, ἑκάστου τὸ ἴσον, ὄξει προσανάλαβε καὶ χρῶ προανατρίβων καὶ ἀποξυρῶν. τὸν τόπον. ἄλλο. ♃ ὀνύχων αἰγείων κεκαυμένων τῆς σποδοῦ, θαψίας χυλοῦ, ἀλκυονίου, μυοχόδων, ἀφρονίτρου, σμύρνης, πεπέρεως λευκοῦ, ζιγγιβέρεως, ἑκάστου τὸ ἴσον τρίψας ἐπιμελῶς ἀναλάμβανε αἰγείᾳ χολῇ.

[Περὶ τῶν ὑπὸ Κλεοπάτρας γεγραμμένων ἐν τῷ κοσμητικῷ.] Ἐν τῷ Κλεοπάτρας κοσμητικῷ πρὸς ἀλωπεκίας γέγραπται φάρμακα κατὰ τὴν αὐτῆς ἐκείνης λέξιν, ᾧδέ πως ἔχουσαν. πρὸς ἀλωπεκίας. σανδαράχην λειώσας ἀναλάμβανε ἰξῷ δρυΐνῳ, ὡς ὅτι πλείστῳ καὶ προεκνιτρώσας, ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει. ἐγὼ δὲ καὶ νίτρου ἀφρῷ προσέμιξα τὰ προειρημένα καὶ ἐνήργησεν καλῶς. ἄλλο. ♃ σκίλλης δραχ. α΄. ἐλλεβόρου λευκοῦ δραχ. α΄. λεῖα ποιήσας σὺν ὄξει καὶ ξυρήσας καὶ προεκνιτρώσας κατάχριε. ἄλλο. ♃ νάπυος δραχ. α΄. καρδάμου δραχ. α΄. λεῖα μετ’ ὄξους ἐπιτίθει, προξυρήσας καὶ ἐκνιτρώσας τὸν τόπον, βέλτιον δὲ κατασχάζειν. ἄλλο. ♃ φλοιοῦ καλάμου δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. πίσσῃ ὑγρᾷ ἀναλαβὼν χρῶ. συνεχῶς δὲ ἐπιξύρα τὸν τόπον καὶ τάχιστα τριχοφυήσει, ἔτι δὲ καὶ προσανάτριβε ὀθονίῳ. ἄλλο. μυῶν κεφαλὰς συναπόθλα ἀνατρίβων. ἄλλο. μυόχοδα λεῖα κατάχριε, ὀθονίῳ ἐφαιμάξας τὸν τόπον. ἄλλο. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις καύσας, τρῖψον μετ’ ὄξους καὶ μέλιτος καὶ τὸν τόπον ἐφαιμάσσων τῇ ἀνατρίψει κατάχριε. ποίει δὲ τοῦτο συνεχῶς καὶ ἀναξύρα τὸν τόπον, καὶ ταχέως τρίχες ἀναβήσονται. ἄλλο. αὕτη ἡ δύναμις πασῶν ἐστι βελτίων, ποιοῦσα καὶ πρὸς ῥεούσας τρίχας, σὺν ἐλαίῳ ἢ μύρῳ ἐνιεμένη καὶ τοῖς ἐν ἀρχῇ μαδαριῶσιν ἢ εἰς φαλακρότητα ἐμπίπτουσιν, ἔστι δὲ θαυμάσιος. ♃ μυῶν τῶν κατοικιδίων κεκαυμένων, μέρος α΄. ἀμπελίνου ῥάκους κεκαυμένου μέρος ἓν, ἱππείων ὀδόντων κεκαυμένων μέρος ἓν, στέατος ἀρκτείου μέρος ἓν, μυελοῦ ἐλαφείου μέρος α΄. καλάμου φλοιοῦ μέρος ἓν, ταῦτα ξηρὰ λειούσθω καὶ προσμισγομένου μέλιτος ἱκανοῦ, ἕως ἂν σχῇ μέλιτος πάχος, τριβέσθω καὶ μιγνυέσθω τὸ στέαρ καὶ ὁ μυελὸς τακέντα, καὶ ἀποτιθέσθω εἰς πυξίδα χαλκῆν τὸ φάρμακον καὶ ἀνατριβέσθω ἡ ἀλωπεκία, μέχρις οὗ ἀνατριχοφυήσῃ. ὁμοίως δὲ καὶ αἱ ῥέουσαι τρίχες καθ’ ἡμέραν ὑποχριέσθωσαν. καὶ τούτων τῶν φαρμάκων καὶ τῶν ἐφεξῆς γραφησομένων οὐ χαλεπὸν διακρῖναι τά τε δριμύτερα καὶ ἰσχυρότερα καὶ τὰ μαλακώτερα καὶ ἀσθενέστερα, μεμνημένους ὧν κατ’ ἀρχὰς εἶπον. οὕτω γὰρ ὑπάρχει καὶ τὸ κεχρῆσθαι καλῶς αὐτοῖς, ἐπὶ μὲν τῶν μετριωτέρων ἀλωπεκιῶν τοῖς μετριωτέροις, ἐπὶ δὲ τῶν ἰσχυροτέρων τοῖς ἰσχυροτέροις, ὥσπερ γε κᾀπὶ τῶν ἰσχυροτάτων τοῖς ἰσχυροτάτοις.

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ταῖς ἀλωπεκίαις χρησίμων.] Ἔγραψε καὶ Ἀρχιγένης ταῦτα τὰ φάρμακα πρὸς ἀλωπεκίας διὰ τῆσδε τῆς λέξεως. τὰς ἐπιπολαίους ἀλωπεκίας ἐκνιτρώσας καὶ ὀθονίῳ ἐκμάξας περιστερεῶνι ἐν ἡλίῳ τριβέντι καὶ ὄξει διέντι, κατάχριε ἱκανῶς ἢ ὁμοίως σμήξας σεύτλου φύλλα ἐπίθες, ἐπάνω δὲ ὑγρὸν ὀθόνιον, ἀφαίρει δὲ βρέχων τὸν τόπον. τὰς δὲ βαθείας ἀνάτριβε σὺν ὄξει, νίτρου βώλῳ ἢ σηπίας ὀστράκῳ ἢ ἰχθύᾳ ἢ συκῆς φύλλοις, μέχρις ἀναξασμοῦ, εἶτα ἀπομάξας τὸ αἷμα σεῦτλον ἐν οἴνῳ ἑφθὸν ἐπίθες, ἢ ἰσχάδας κεκαυμένας ἐν οἴνῳ ἢ φακοῦ ἄλευρον σὺν οἴνῳ κατάπλασσε ἢ φλυκταινώσας τὴν ἀλωπεκίαν βουπρήστει μετ’ ὄξους ἢ βατραχίῳ ἢ ἄρου ῥίζῃ σύν τινι τούτων κηρωτοειδὲς ποιήσας καὶ ἐπιθεὶς εἰς νύκτα, πρωὶ δ’ ἀποσχάσας τὰς φλυκταίνας κατάπλασσε σκορόδῳ ἢ βουσελίνῳ ἢ ἀνεμώνης φύλλοις, καλῶς ποιοῦσι μετὰ τὰς φλυκταινώσεις καὶ ἱππόκαμποι θαλάσσιοι καέντες καὶ ἐπιπασσόμενοι μετ’ ὀλίγου χαλκάνθου, ὠμοῦ λείου ἢ ὑείων σιαγόνων ὀστᾶ κεκαυμένα. ἄλλο. ἢ ξυρήσας καὶ σμήξας ἀφρονίτρῳ καὶ ἀλκυονίῳ μετὰ δριμέος ὄξους ἀνάτριβε, μέχρις ἂν αἱμάξῃ, εἶτα κατάχριε καρύων Ποντικῶν κελύφεσιν κεκαυμένοις λεάνας μετὰ μέλιτος, θεράπευε δὶς τῆς ἡμέρας. τὸ πολὺ καθίστησιν ἐν ἡμέραις δέκα. ἢ μύας κατοικιδίους ἐν χύτρᾳ καύσας, λείους ἀναλάμβανε ἀξουγγίῳ καὶ προανατρίβων σκορόδῳ τὰς ἀλωπεκίας ἐν σπληνίῳ ἐπιτίθει, καὶ τοῦτο καθ’ ἡμέραν ποίει, μέχρις ἂν ἐκφυῶσιν τρίχες. ἢ βατράχια τὰ μικτὰ ὁμοίως κατακαύσας τὴν τέφραν μετὰ πίσσης πολλάκις ἀνεξεσμένης, μέχρις ἂν παχεῖα γένηται, ἐπίχριε μήτε προξυρῶν μήτε προσμήχων. ἢ μυόχοδα καὶ λίβανον ἴσα σὺν ὄξει μέλιτος πάχος κατάχριε προφοινίσσων, ἢ σῦκα ξηρὰ κεκαυμένα κατάχριε μετ’ ἐλαίου ὁμοίως λειώσας. ἢ ἐλλέβορον λευκὸν, πέπερι, μυόχοδα προσμήξας καὶ καταξύσας, σὺν ὄξει κατάχριε. ἢ ῥαφάνῳ καὶ κρομμύῳ, ἐπικαρσίως τμηθέντι ἀνατρίψας εὖ μάλα κατάχριε. ἢ ἀλκυονίῳ πεφοσμένῳ καὶ βάπτων τὸν δάκτυλον ἐν ἐλαίῳ τρῖβε ἐπιμελῶς, μέχρις ἂν δηχθῇ, καὶ κατορθώσεις. ἢ ἀλκυόνιον πρὸς λύχνον φώξας καὶ στέαρ ἄρκτειον ὁμοίως τήξας, μίξον καὶ κατάχριε προσμήχων ἐν ἡλίῳ. ἢ προκεντήσας ὡς ἔθος, κατάπλασσε κρομμύῳ λείῳ μετὰ μέλιτος. ἢ ῥαφάνου φλοιῷ ὁμοίως. ἢ κατασχάσας καλάμου ἐπιφάνειαν, ἣν Αἰγύπτιοι σιφθείριον καλοῦσι, κεκαυμένην πίσσῃ ὑγρᾷ πρόσμιγε καὶ σπλήνιον ἐπιτιθεὶς λῦε τετράκις ἢ πεντάκις, εἶτα ἀποσμήξας ἄλλο σπλήνιον ἐπιτίθει. ἔνιοι νίτρον πρὸς τὸ δέκατον τῆς τέφρας μίσγουσι καὶ λίαν ὠφελοῦσιν. ἢ λεπίδι στομώματος μετ’ ὄξους καὶ ἐλαίου κατάχριε ὁμοίως. ἢ αἰλούρου ἢ κροκοδείλου κόπρου δραχ. στ΄. νάπυος δραχ. δ΄. μετ’ ὄξους δριμέος κατάχριε. ἢ κανθαρίδας κεκαυμένας πίσσῃ ὑγρᾷ ἀναλαβὼν ὡς κηρωτὴν ὑγρὰν γενέσθαι, προαποσμήξας νίτρῳ ὀπτῷ καὶ ἐκμάξας ἐν σπληνίῳ, ἐπίθες καὶ ἔα διανυκτερεῦσαι, πρωὶ δὲ ἄρας ἔα ξηρανθῆναι τὸν τόπον, μέχρις ἂν περιῤῥαγῇ. ὅταν δὲ ἀναστείλωσιν αἱ τρίχες, ξύρα συνεχῶς. ἢ κάρδαμον, οἱ δὲ πέπερι, μυόχοδα, ἐλλέβορον λευκὸν, ἴσα μετ’ ὄξους κατάχριε ἢ αἱμάξας ἐπιπολῆς ἰχθύᾳ ἢ συκίνῳ φύλλῳ ἢ κισσήρει λείᾳ, ἀμύγδαλα πικρὰ καύσας μετ’ ὀξυμέλιτος κατάχριε. συνεχῶς δὲ τοῦτο ποίει καὶ ξύρα, αὐξήσουσι γὰρ ταχέως. ἢ χελώνης θαλασσίας αἵματι κατάχριε, ἐπαινεῖται. ἢ ἱπποποτάμου δέρμα καύσας κατάχριε. ἢ καρύοις Ποντικοῖς κεκαυμένοις καὶ σταφίσιν ἀγρίαις σὺν δαφνίνῳ μύρῳ, τοῦτο γὰρ Ἀρχιγένης ἐπαινεῖ. ἢ μυόχοδα καὶ ἐλλέβορον κατάχριε λευκόν. ἢ καλάμου φλοιοῦ κεκαυμένου καὶ νίτρου ἑκάστου ἴσον, πίσσῃ ὑγρᾷ μαλαγματῶδες ποίει. ἢ κάρυα πικρὰ σὺν τοῖς λεπύροις καύσας μετ’ ὄξους ἢ μέλιτος, πυκνῶς κατάχριε προεκμάξας ὀθονίῳ καὶ ξύρα τὸν τόπον πυκνῶς. ἢ ἀμμωνιακοῦ θυμιάματος μετ’ ὀποῦ τιθυμάλλου ἀνάτριβε. ἢ αἰλούρου ἀφοδεύματι ξηρῷ μετ’ ὄξους ἢ ῥοὸς δραχ. δ΄ ἢ β΄. σινήπεως δραχ. β΄ σὺν ὄξει δριμεῖ κατάχριε. ἢ ἀμυγδάλοις πικροῖς καὶ κισσήρει ἐπίχριε. Διονυσίδωρος δὲ ὁ ἰατρὸς, κάσσυμα καινὸν καίων μετ’ ὄξους δριμέος κατάχριε. ἄκρως δὲ ποιεῖ ἐπὶ τῶν χρονίων, εἰ θαψίας χυλὸν ἢ ῥίζαν ἀναλαβὼν κηρωτῇ ἐπιθείης τῷ τόπῳ μετὰ τοῦ μηδὲν ἄλλο προσαπεργάσασθαι. ἀφίσταται γὰρ ἡ ἄνωθεν ἐπιφάνεια καὶ ἰχωῤῥοεῖ, ὑποφύονταί τε αἱ τρίχες αὐτόματοι. ὁρᾷς ὅπως καὶ ὁ Ἀρχιγένης ἐπαινεῖ τὸ διὰ τῆς θαψίας, οὐ γὰρ ἂν εὕροις ἄμεινον αὐτοῦ φάρμακον. αὐξάνεται δ’ ἡ πίστις τῶν ὠφελούντων κᾀκ τῆς συμφώνου ἱστορίας, καὶ διὰ τοῦτο κᾀγὼ τὰ παρὰ τοῖς ἐμπείροις ἰατροῖς φάρμακα γράφω πάντα.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ περὶ ἀλωπεκίας βιβλίῳ.] Οὐ τοῦ νεωτέρου δηλονότι μέμνημαι νῦν Ἀσκληπιάδου, τοῦ συνθέσεις φαρμάκων ἀξιολόγους ἐν πολλοῖς γράψαντος βιβλίοις, ἀλλὰ τοῦ παλαιοτέρου τοῦ Βιθυνοῦ. οὗτος τοίνυν ὁ Ἀσκληπιάδης σεμνύνεται θεραπείας ἀγωγὴν εὑρηκέναι δι’ ἧς ἰᾶσθαί φησιν πολλοὺς, ἀλωπεκίας δυσθεραπεύτους ἔχοντας, πλέον δέ φησιν εἰς τὴν θεραπείαν δύνασθαι τὴν ὅλην δίαιταν ἢ τὰ φάρμακα· περὶ μὲν οὖν τῆς διαίτης τάδε γράφει. ἀφεκτέον οὖν παντὸς οἴνου εἰς τέλος, διὰ ταύτας τὰς αἰτίας. εὔδηλον δ’ ὅτι προείρηκεν αὐτὸς τὰς αἰτίας, ἃς ἔξεστι βουλομένῳ μαθεῖν, ἀναγνόντι τὸ βιβλίον. εἶτ’ ἐφεξῆς φησιν· ἀφεκτέον δὲ καὶ τοῦ λίαν ὑπερεμπίπλασθαι, κωλύει δὲ καὶ κρεῶν ἐσθίειν καὶ τυροῦ καὶ γάλακτος καὶ ὀσπρίων καὶ πάντων ἁπλῶς ὅσα δυνάμεις ἐν μικροῖς ὄγκοις ἔχει πολυτρόφους τε καὶ πνευματούσας, ἀλλὰ καὶ τὰ πολλὰ τῶν γυμνασίων κελεύει φεύγειν, ὥσπερ γε καὶ τὰ συνεχῆ λουτρὰ καὶ τοὺς πολλοὺς ἱδρῶτας. περὶ δὲ τῶν φαρμάκων τάδε γράφει κατὰ λέξιν. ἔστι δὲ τὸ μὲν πρῶτον σύγχρισμα τοιοῦτον. ♃ ἀφρονίτρου μέρη δύο, ἁλὸς ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα λεάναντες, ὄξει διέντες ὡς δριμυτάτῳ μέχρι τοῦ λαβεῖν γλοιοῦ πάχος, προκαταξυσθείσης τῆς ἀλωπεκίας κούφως, ὥστε δασυνθῆναι καὶ ἔναιμον γενέσθαι τὸν τόπον, μετρίως καταχρίοντες τὴν κεφαλὴν καὶ τρίψαντες μέχρι τοῦ συλλαβεῖν καὶ εἰς βάθος παρενεχθῆναι τὸ φάρμακον, καλῶς προκαταχρίσαντες ἡσυχάζειν ἐῶμεν ἕως δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες τῇ ἑσπέρᾳ καὶ τῇ ἑξῆς καὶ τῇ τρίτῃ παραπλησίως, μεγάλην παραλλαγὴν εὑρίσκομεν. ἵσταται γὰρ ἡ νομὴ καὶ αἱ τρίχες καταψώμεναι καὶ μὴ διελκόμεναι μετὰ βίας ἀντείχοντο καὶ οὐκ ἀνεσπῶντο. ἔπειτα τῇ ἑξῆς ἐπανατρίψαντες ἐν ὄξει καταπλάττομεν, μέχρι τοῦ φλυκταίνας ἐπαναστῆναι καὶ ἕλκωσιν ἐπιπόλαιον λαβεῖν τὸ δέρμα. παρασχάσαντες δὲ τὰς φλυκταίνας καὶ ἄχρι δυεῖν ἡμερῶν ὑποδεξάμενοι τὸ ὑδατῶδες, τὸ ἀπὸ τῶν ἑλκῶν ῥέον, ἐχρώμεθα πάλιν τῷ αὐτῷ συγχρίσματι, φειδόμενοι τῶν ἑλκωδῶν τόπων καὶ ὑπερβαίνοντες, αὐτοὺς δὲ τοὺς ὑγιεῖς λαμβάνοντες καὶ τούτους καταψῶντες ἡσυχάζειν ἐῶμεν ἕως δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες καὶ ἀνατρίβοντες ἐπὶ βραχὺ, μέχρις ἑπτὰ καὶ ὀκτὼ ποιοῦντες ἡμερῶν, ἤδη που συνθεωροῦμεν ἀπὸ τῶν περάτων τῆς ἀλωπεκίας, οὐκ ἔτι λεπτὰς καὶ χνοώδεις τρίχας ὡς ἔμπροσθεν, ἀλλ’ ἐμβριθεστέρας, ἔπειτα κατὰ μικρὸν ἀεὶ ταύτας ἐπιβαινούσας τοῖς ἐψιλωμένοις, συνεκλειπούσας δὲ πάλιν τὰς λεπτὰς καὶ ἀσθενεῖς ὁμοίου τινὸς συμβαίνοντος τοῖς ἡλκωμένοις. καὶ γὰρ ἐπὶ τῶν ἑλκῶν ἀπὸ τοῦ πέρατος ἡ οὐλὴ τὴν ἀρχὴν λαμβάνουσα τὸ ἔσχατον εἰς τὰ μέσα τοῦ ἕλκους ἀποτελευτᾷ, ἐπί τε τῆς ἀλωπεκίας τὰ πρὸς τῷ τετριχωμένῳ πρῶτα ἐξισχύει καὶ δασύνεται, τὰ δ’ ἐν τοῖς μέσοις ὕστατα πάντων τριχοφυεῖ. προκοπτούσης μὲν οὖν τῆς θεραπείας οὕτως, οὐδὲν προσδεόμεθα φαρμάκων ἑτέρων, ἀλλ’ ἑνὶ τούτῳ διὰ πλείονος ἀεὶ χρόνου χρώμεθα καὶ ὑπήκουεν ἐπιεικῶς τὸ πάθος, εἰ μὴ παντελῶς εὐμεγέθης ἡ ψιλότης εἴη. τὸν δὲ μέσον χρόνον τῷ τε καταξυσμῷ τῷ διὰ τοῦ σμιλίου συνεχῶς ἐνηργοῦμεν, καὶ ἔστιν ὅτε τῇ ἀκμῇ τοῦ ὀξυβελοῦς ἐπικρούοντες τὸν χρῶτα διὰ τῶν νυγμάτων αἱμάτιον ἐκομισάμεθα σύμμετρον. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης αὐτοῖς ὀνόμασιν ἐφεξῆς ἀπεφήνατο περὶ ξυρήσεως ἐναντίως τοῖς ἄλλοις. οὐ γὰρ συνεχῶς, ἀλλ’ ἐκ διαλειμμάτων κελεύει ξυρᾶσθαι τὸ πεπονθὸς μόριον, ὅταν ἤδη μετρίως παχεῖαι τρίχες ἐν αὐτῷ φύωνται. τὰς δ’ ἀρχομένας ἔτι καὶ λεπτὰς οὐκ ἀξιοῖ ξυρᾷν. μετὰ δὲ τὸν περὶ τῆς ξυρήσεως λόγον ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. εἰ δὲ καταβραδύνοιτο τῆς τριχώσεως, ἐπὶ τὰς ὑπογεγραμμένας δυνάμεις καταφεύγομεν, εἰσὶ δὲ τοιαῦταί τινες. ἐχίνου χερσαίου τὴν κεφαλὴν ἢ τὸ δέρμα κατακαύσας καὶ τρίψας λεῖον μέλιτι δεύσας ἐπίχριε. ἄλλο. ἱπποκάμπον…

[Π…

The complete text is available when the reading interface loads.