The Greek Library Author

Aeneas Tacticus

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Scientific editors
William Abbott Oldfather
Edition reference
Aeneas Tacticus, Asclepiodotus, Onasander · London; New York · William Heinemann; G. P. Putnam's Sons · 1923
CTS identifier
urn:cts:greekLit:tlg0058.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter praef

Ὅσοις τῶν ἀνθρώπων ἐκ τῆς αὑτῶν ὁρμωμένοις χώρας ὑπερόριοί τε ἀγῶνες καὶ κίνδυνοι συμβαίνουσιν, ἄν τι σφάλμα γένηται κατὰ γῆν ἢ κατὰ θάλασσαν, ὑπολείπεται τοῖς περιγιγνομένοις αὐτῶν οἰκεία τε χώρα καὶ πόλις καὶ πατρίς, ὥστε οὐκ ἂν ἄρδην πάντες ἀναιρεθείησαν·

τοῖς δὲ ὑπὲρ τῶν μεγίστων μέλλουσι κινδυνεύειν, ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων, οὐκ ἴσος οὐδὲ ὅμοιος ἀγών ἐστιν, ἀλλὰ σωθεῖσι μὲν καὶ καλῶς ἀμυναμένοις τοὺς πολεμίους φοβεροὺς τοῖς ἐναντίοις καὶ δυσεπιθέτους εἰς τὸν λοιπὸν χρόνον εἶναι, κακῶς δὲ προσενεχθεῖσι πρὸς τοὺς κινδύνους οὐδεμία ἐλπὶς σωτηρίας ὑπάρξει.

τοὺς οὖν ὑπὲρ τοσούτων καὶ τοιούτων μέλλοντας ἀγωνίζεσθαι οὐδεμιᾶς παρασκευῆς καὶ προθυμίας ἐλλιπεῖς εἶναι δεῖ, ἀλλὰ πολλῶν καὶ παντοίων ἔργων πρόνοιαν ἑκτέον, ὅπως διά γε αὑτοὺς μηδὲν φανῶσι σφαλέντες·

ἂν δὲ ἄρα τι σύμπτωμα γένηται, ἀλλʼ οἵ γε λοιποὶ τὰ ὑπάρχοντα εἰς ταὐτό ποτε καταστήσαιεν ἄν, καθάπερ τινὲς τῶν Ἑλλήνων εἰς τὸ ἔσχατον ἀφικόμενοι πάλιν ἀνέλαβον ἑαυτούς.

Chapter 1

Τὴν οὖν τῶν σωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος τῆς πόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκων τὰς καταστάσεις καὶ περιοδίας, καὶ ὅσα ἄλλα σώμασι κατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς μερισμοὺς ποιητέον.

τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ συντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ ἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν διαβάσεις καὶ τὰς ἐκ τῶν τοιούτων παρατάξεις·

τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖ συντετάχθαι, πρὸς δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸν παρόντα κίνδυνον.

πρῶτον μὲν οὖν αὐτῶν ἀπονεῖμαι δεῖ τοὺς φρονιμωτάτους τε καὶ ἐμπείρους μάλιστα πολέμου, οἳ περὶ τοὺς ἄρχοντας ἔσονται·

ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ δυνησόμενα μάλιστα πονεῖν, καὶ μερίσαντα λοχίσαι, ἵνα εἴς τε τὰς ἐξόδους καὶ τὰς κατὰ πόλιν περιοδίας καὶ τὰς τῶν πονουμένων βοηθείας ἢ εἴς τινα ἄλλην ὁμότροπον ταύταις λειτουργίαν ὑπάρχωσιν οὗτοι προτεταγμένοι τε καὶ δυνατοὶ ὄντες ὑπηρετεῖν.

εἶναι δὲ αὐτοὺς εὔνους τε καὶ τοῖς καθεστηκόσι πράγμασιν ἀρεσκομένους· μέγα γὰρ πρὸς τὰς τῶν ἄλλων ἐπιβουλὰς τοιοῦτο ἀθρόον ὑπάρχον ἀντʼ ἀκροπόλεως· φόβος γὰρ ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει.

ἡγεμὼν δὲ καὶ ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης.

τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰς φυλακὰς καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι,

τῶν δὲ ὄχλων τοὺς μὲν εἰς τὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον, τοὺς δὲ ἄλλους εἰς τὰς οὔσας ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲν ἔρημον ᾖ εἰς δύναμιν τῆς πόλεως.

Chapter 2

Ἄριστον δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα καὶ ὡς μάλιστα ἀβάτους ποιοῦντα τοῖς νεωτερίζειν βουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς.

Λακεδαιμόνιοι δὴ Θηβαίων ἐμβαλόντων ἔκ τε τῶν ἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων ἄλλοι κατʼ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ τὸ πόλισμα.

Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντο νυκτὸς ἐν τῇ πόλει Θηβαίους ὄντας, κατανοήσαντες οὐ πολλοὺς αὐτοὺς ὄντας οὐδὲ ἔργων τῶν προσηκόντων ἁπτομένους, οἰομένους γε μέντοι κατέχειν τὴν πόλιν, ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατήσειν. τεχνάζουσιν οὖν εὐθέως τοιόνδε.

τῶν ἀρχόντων οἱ μὲν ὁμολογίας ἐποιοῦντο τοῖς Θηβαίοις ἐν τῇ ἀγορᾷ, οἱ δὲ παρήγγελλον κρύφα τοῖς ἄλλοις πολίταις σποράδην μὲν ἐκ τῶν οἰκιῶν μὴ ἐξιέναι, καθʼ ἕνα δὲ καὶ δύο τοὺς κοινοὺς τοίχους διορύττοντας λαθραίως παρʼ ἀλλήλους ἀθροίζεσθαι.

ἑτοιμασθέντος δὲ πλήθους ἀξιομάχου τὰς μὲν διόδους καὶ τὰς ῥύμας ἐτύφλωσαν ἁμάξαις ἄνευ ὑποζυγίων, ἀπὸ δὲ σημείου ἀθροισθέντες ἐφέροντο ἐπὶ τοὺς Θηβαίους.

ἅμα δὲ τούτοις τὰ γύναια καὶ οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι. οἱ μὲν γὰρ ἔφευγον ἄπειροι ὄντες ᾗ χρὴ σωθῆναι διὰ τὰς φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν.

Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες· κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά·

εἰ μὲν ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν τοῖς ἐναντίοις ὑπάρχειν· εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.

Ἄλλη πολιτοφυλάκων σύνταξις

Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ πόλει, τάχιστα ἄν τις εἰς σύνταξιν καὶ φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστήσαι, εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ τείχους κλήρῳ ἀποδείξειεν, ἐφʼ ᾧ ἐλθοῦσαι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν. κατὰ πολυπλήθειαν δὲ φυλῆς ἑκάστης τὸ μέγεθος τοῦ τείχους φυλαττόντων.

ἔπειτα οὕτως ἀφʼ ἑκάστης φυλῆς τοὺς δυναμένους τοῖς σώμασι πονέσαι ἀπολέγειν εἴς τε τὴν ἀγορὰν καὶ τὰς περιοδίας, καὶ εἴ τι ἄλλο δεῖ χρῆσθαι τοῖς τοιούτοις ἀνθρώποις.

ὁμοτρόπως δὲ καὶ φρουρίου ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους τῶν συμμάχων ἑκάστοις ἀποδιδόσθω φυλάττειν. ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους ὦσιν, κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ ἐπιστῆσαι ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ ἄλλος ἀναβαίνειν.

ἐν εἰρήνῃ δὲ καὶ ὧδε χρὴ συντετάχθαι τοὺς πολίτας. πρῶτον μὲν ῥύμης ἑκάστης ἀποδεῖξαι ῥυμάρχην ἄνδρα τὸν ἐπιεικέστατόν τε καὶ φρονιμώτατον, πρὸς ὅν, ἐάν τι ἀπροσδοκήτως νυκτὸς γένηται, συναθροισθήσονται.

χρὴ δὲ τὰς ἐγγυτάτας ῥύμας τῆς ἀγορᾶς εἰς τὴν ἀγορὰν ἄγειν τοὺς ῥυμάρχας, τοῦ δὲ θεάτρου τὰς ἐγγυτάτω ῥύμας εἰς τὸ θέατρον, εἴς τε τὰς ἄλλας ἕκαστον ἐγγύτατα εὐρυχωρίας ἀθροίζεσθαι τοὺς ῥυμάρχας μετὰ τῶν ἐξενεγκαμένων παρʼ αὐτοὺς τὰ ὅπλα·

οὕτω γὰρ ἂν τάχιστα ἔς τε τοὺς προσήκοντας ἕκαστοι τόπους ἀφίκοιντο καὶ ἐγγυτάτω τῶν σφετέρων οἴκων εἶεν, διαπέμποιέν τε ἂν οἰκονομοῦντες πρὸς τοὺς κατʼ οἶκον, τέκνα καὶ γυναῖκας, οὐ πρόσω αὐτῶν διατελοῦντες. τῶν τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι τόπον ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη ἀποστελοῦσι· καὶ τῶν λοιπῶν ἕνεκα ἐπιμελείας ἡγεμόνες ἔσονται, ἄνπερ εὐθὺς ἡγεμονεύσωσιν ὧδε.

Περὶ συσσήμων

Εὐθύτατα δεῖ αὐτοῖς πεποιῆσθαι σύσσημα, ἀφʼ ὧν μὴ ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς· ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκὶς ἡ ἐν Εὐρίπῳ κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας, τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε.

κατὰ τὸ ἐρημότατον τῆς πόλεως καὶ πύλας οὐκ ἀνοιγομένας ἔχων ἔφερεν πυργάστρην, ἣν φυλάσσων τὰς ἡμέρας καὶ τὰς νύκτας ἔλαθεν νυκτὸς τὸν μοχλὸν διαπρήσας καὶ δεξάμενος ταύτῃ στρατιώτας.

ἀθροισθέντων δὲ ἐν τῇ ἀγορᾷ ὡς δισχιλίων ἀνδρῶν ἐσημάνθη τὸ πολεμικὸν σπουδῇ. πολλοὶ δὲ τῶν Χαλκιδέων δι’ ἄγνοιαν ἀπόλλυνται· οἱ γὰρ ἐκφοβηθέντες ἐτίθεντο φέροντες τὰ ὅπλα πρὸς τοὺς πολεμίους ὡς πρὸς φιλίους, αὐτὸς ἕκαστος δοκῶν ὕστερος παραγίγνεσθαι.

οὕτως οὖν καθʼ ἕνα καὶ δύο οἱ πλεῖστοι ἀπώλλυντο, μέχρι χρόνῳ ὕστερον ἔγνωσαν τὸ συμβαῖνον, τῆς πόλεως ἤδη κατεχομένης.

πολεμοῦντα οὖν χρὴ καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας μετὰ συσσήμων ἀποστέλλεσθαι καὶ ἡμερινῶν καὶ νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς ἐπιφαινομένων, εἰ φίλιοι ἢ πολέμιοί εἰσιν·

ἐπὶ δὲ πρᾶξιν πορευθέντων καὶ πέμπειν τινὰς γνωσομένους, ἵνα καὶ τὰ τοιαῦτα ὡς ἐκ πλείστου τῶν ἀπόντων οἱ ὑπομένοντες εἰδῶσιν· μέγα γὰρ ἂν φέροι πρὸς τὸ μέλλον ἐκ πλείονος παρασκευάζεσθαι.

τοῖς δὲ μὴ οὕτω πράττουσιν ἃ συμβέβηκεν ἐμφανισθήσεται τινῶν ἤδη γενομένων, ἃ ἐπὶ παραδείγματος καὶ μαρτυρίου καθαροῦ παραλέγηται.

Πεισιστράτῳ γὰρ Ἀθηναίων στρατηγοῦντι ἐξηγγέλθη ὅτι οἱ ἐκ Μεγάρων οἱ ἐπιχειροῖεν ἀφικόμενοι πλοίοις ἐπιθέσθαι νυκτὸς ταῖς τῶν Ἀθηναίων γυναιξὶν θεσμοφόρια ἀγούσαις ἐν Ἐλευσῖνι· ὁ δὲ Πεισίστρατος ἀκούσας προενήδρευσεν.

ἐπεὶ δὲ οἱ ἐκ τῶν Μεγάρων ὡς λεληθότες ἀπέβησαν καὶ ἀπὸ τῆς θαλάττης ἐγένοντο, ἐξαναστὰς ὁ Πεισίστρατος τῶν ἐνεδρευθέντων τε ἀνδρῶν ἐκράτησεν καὶ διέφθειρεν τοὺς πλείστους, καὶ τῶν πλοίων οἷς ἀφίκοντο ἐγκρατὴς ἐγένετο.

ἔπειτα παραχρῆμα τοῖς ἑαυτοῦ στρατιώταις πληρώσας τὰ πλοῖα ἔλαβε τῶν γυναικῶν τὰς ἐπιτηδειοτάτας συμπλεῦσαι, καὶ κατήγετο εἰς τὰ Μέγαρα ὀψὲ ἀπωτέρω τῆς πόλεως.

κατιδόντες οὖν τὰ πλοῖα προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι ὡς εἰκὸς αἰχμαλώτους ἀγομένας ὡς πλείστας καὶ μετʼ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα.

καὶ οὕτως ἐπράχθη. δῆλον οὖν ὅτι μετὰ συσσήμων καὶ μὴ ἀγνοουμένων πρὸς ἀλλήλους, τὰς ἀθροίσεις καὶ τὰς πέμψεις δεῖ ποιεῖσθαι.

Περὶ πυλωρῶν

Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας ἀλλὰ φρονίμους καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν δυναμένους ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ καὶ εὐπόρους καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει, τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες δι’ ἔνδειαν ἢ συναλλαγμάτων ἀνάγκην ἢ δι’ ἄλλην τινὰ ἀπορίαν πεισθεῖεν ὑπό τινων ἢ αὐτοὶ παρακελεύσαιεν ἄν τινας ἐπὶ νεωτερισμῷ.

Λεύκων δὲ ὁ Βοσπόρου τύραννος καὶ τῶν φρουρῶν τοὺς χρεωφειλέτας διὰ κυβείαν ἢ δι’ ἄλλας ἀκολασίας ἀπομίσθους ἐποίει.

Ἡμεροσκοπία

Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως καθιστάναι ἐπὶ τόπῳ ὑψηλῷ καὶ ὡς ἐκ πλείστου φαινομένῳ· ἡμεροσκοπεῖν δὲ ἐφʼ ἑκάστῳ χωρίῳ τρεῖς τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλʼ ἐμπείρους πολέμου, ὅπως μὴ δι’ ἄγνοιαν δοξάζων τι ὁ σκοπὸς σημάνῃ ἢ διαγγείλῃ εἰς τὴν πόλιν καὶ ματαίως ὀχλῇ τοῖς ἀνθρώποις.

πάσχουσι δὲ ταῦτα οἱ ἄπειροι τάξεων καὶ πολέμου, ἀγνοοῦντες τὰς τῶν πολεμίων ἐργασίας καὶ πράξεις, εἴτε ἐκ παρασκευῆς πράσσεται, εἴτε καὶ παρὰ ταὐτομάτου.

ὁ δὲ ἔμπειρος, γνοὺς τὴν τῶν πολεμίων παρασκευὴν καὶ πλῆθος καὶ πορείας καὶ τὴν ἄλλην κίνησιν τοῦ στρατεύματος, οὕτω τὴν ἀλήθειαν ἐμφανιεῖ.

Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν ἀπʼ αὐτῶν φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπʼ ἄλλοις τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν εἰς τὴν πόλιν.

εἶναι δὲ τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ τῶν σημείων δηλοῦν, ἀλλʼ αὐτῶν τινα δέῃ ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται ταχὺ ἀφικνεῖσθαι, καὶ ὡς ἐκ πλείστου ἀγγέλλωσιν.

Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων ἵππων ἱππέας ἱππέας συνείρειν, ἵνα διὰ τῶνδε θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ τῆς πόλεως τοὺς ἡμεροσκόπους ὄρθρου ἢ ἔτι νυκτός, ἵνα τοῖς τῶν πολεμίων σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας πορευόμενοι ἐπὶ τὰ ἡμεροσκοπεῖα.

σύνθημα δὲ μὴ ἔχειν αὐτοὺς ἓν καὶ τὸ αὐτὸ , ὅπως μήτε ἑκόντες μήτε ἄκοντες, ἐὰν συλληφθῶσιν ὑπὸ τῶν πολεμίων, εἰπεῖν ἔχωσι τὸ τῶν ἐν τῇ πόλει σύνθημα. παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ σύσσημα ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς.

Chapter 7

Ὅταν δὲ ἡ χώρα ἐγκάρπως διακέηται μὴ πόρρω ὄντων πολεμίων, εἰκὸς πολλοὺς τῶν ἐν τῇ πόλει περὶ τοὺς ἐγγὺς χώρους διατελεῖν, γλιχομένους τοῦ καρποῦ.

τούτους δʼ οὖν εἰς τὴν πόλιν ἀθροίζειν ὧδε χρή. πρῶτον μὲν τοῖς ἔξω ἅμα ἡλίῳ δύνοντι σημαίνειν ἀπιέναι εἰς τὴν πόλιν· ἐὰν δὲ καὶ ἐπὶ πλέον τῆς χώρας ἐσκεδασμένοι ὦσιν, ὑπὸ διαδεκτήρων σημαίνεσθαι, ὅπως πάντες ἢ οἱ πλεῖστοι παραγίγνωνται εἰς πόλιν.

ἐπειδὰν δὲ τούτοις σημανθῇ ἀπιέναι, οὕτως τοῖς ἐν τῇ πόλει δειπνοποιεῖσθαι· τὸ δὲ τρίτον σημαίνειν εἰς φυλακὴν ἰέναι καὶ καθιστάναι.

ὡς δὲ δεῖ τοῦτο γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ δὶς περὶ τῶν αὐτῶν γράφειν συμβῇ.

Chapter 8

Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους.

Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ μὴ εἰσπλεῖν ἢ τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι,

τά τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις, οἷον πρὸς τειχοποιίαν ἢ σκηνοποιίαν ἢ ἄλλην τινὰ πρᾶξιν ὡς

δεῖ ἀχρεῖα ποιεῖν ἢ μὴ φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ τὰ κατʼ ἀγροὺς ἔγκαρπα καὶ τὰ ἄλλα κατὰ τὴν χώραν, καὶ τὰ στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν,

περὶ μὲν οὖν τούτων πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τούτων γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά, δηλῶται· γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ Παρασκευαστικῇ βίβλῳ.

Chapter 9

Ἄν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν, ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ στρατιώτας ἢ πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ.

διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν.

τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλʼ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν.

Chapter 10

Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν.

οἷς δʼ ἂν μὴ ὑπάρξῃ ξενία παρʼ οὓς θήσονται, τοὺς ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα. Κηρύγματα

Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας.

τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος.

μηδὲ δειπνεῖν κατὰ συσσιτίαν ἀλλʼ ἐν ταῖς αὑτῶν οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου, καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν.

Ἐὰν δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται.

καὶ ἐάν τίς τινι τῶν φυγάδων συγγένηται ἢ παρʼ ἐκείνων τισὶν ἢ ἐπιστολὰς πέμψῃ ἢ δέξηται, εἶναί τινα κίνδυνον ἢ ἐπιτίμιον αὐτῷ. τῶν δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς οὓς οἰσθήσεται πρότερον.

ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων.

ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι ὁρμίζεσθαι καθʼ ἃς πύλας ἐν τοῖς ἐχομένοις ῥηθήσεται.

ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς αὐτῶν παραιρεῖσθαι, καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας, ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παρʼ ᾧ τίνες, ὅταν κατάγωνται.

τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν, ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ παίδευσιν ἢ κατʼ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι.

ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλʼ ἀεὶ παρεῖναί τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετʼ αὐτῶν συνδιατελοῦσιν μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις.

καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου ἢ ἐλαίου ἢ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν.

ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν ἢ κατʼ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι.

ὅταν τε σημήνῃ, τούτοις τὰ ἐμπόρια καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι·

ὅταν δέ τινι ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ. καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων.

Ἐπὶ δὲ μονάρχῳ ἢ στρατηγῷ ἢ φυγάδι δυναστεύοντι χρὴ καὶ τάδε προκηρύττεσθαι ἐὰν δέ τι καὶ αὐτὸς πάθῃ ὁ ἀποκτείνας, τοῖς τέκνοις αὐτοῦ ἀποδίδοσθαι τὸ ἀγγελθὲν ἀργύριον·

ἐὰν δὲ μὴ ᾖ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ. καὶ ἐάν τις τῶν συνόντων τῷ φυγάδι ἢ μονάρχῳ ἢ στρατηγῷ πράξῃ τι τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ εἶναι· διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν.

ἐν δὲ ξενικῷ στρατοπέδῳ τοιάδ̓, ἀναγγείλαντα σιγήν, πάντων ἀκουόντων κηρῦξαι.

εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι· ἀλλʼ ὕστερον πεπωλήσεται· τὰ δʼ ἐλάσσω τούτων ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον,

θάνατος ἔστω ἡ ζημία. μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι πράγμασι καὶ μάλιστʼ ἂν ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπʼ ἄλλας δημοσίας ἐργασίας.

οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα· γενόμενος αὐτῷ ἐν ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι, φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετʼ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο· τεχνάζει δὲ τοιόνδε.

πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται.

Πόλεως δʼ ὁμηρευομένης, ὅταν ἐπʼ αὐτὴν στρατεία γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ ὑπεναντίον τι πρᾶξαι.

ἐὰν δὲ ἄρα δυσχερὲς ᾖ μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μεθʼ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.

ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι.

Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι,

τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.

Ἐπιβουλαί

Ἔτι δὲ καὶ τῶν πολιτῶν δεῖ τοῖς ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν καὶ μηδὲν εὐθέως ἀποδέχεσθαι διὰ τάδε.

ῥηθήσονται δὲ ἑξῆς αἱ ἐπιβουλαὶ ἐκ τῆς βίβλου παραδείγματος ἕνεκεν, ὅσαι κατὰ πόλιν ἐξ ἀρχόντων ἢ ἰδιωτῶν γεγόνασιν καὶ ὡς ἔνιαι αὐτῶν κωλυθεῖσαι διελύθησαν.

Χίου γὰρ μελλούσης προδίδοσθαι, τῶν ἀρχόντων τις, συμπροδιδοὺς καὶ ἀπατῶν τοὺς συνάρχοντας ἔπεισε λέγων, ὡς, ἐπειδὴ εἰρήνη εἴη, τοῦ τε λιμένος τὸ κλεῖθρον εἰς γῆν ἀνασπάσαντας ξηρᾶναι δεῖ καὶ πισσαλοιφῆσαι καὶ τὰ παλαιὰ τῶν νεῶν ἄρμενα ἀποδόσθαι, τῶν τε νεωρίων ἐπεσκευάσθαι τὰ στάζοντα καὶ τὴν ἐχομένην αὐτῶν στοὰν καὶ τὸν πύργον, ἐν ᾧ διῃτῶντο οἱ ἄρχοντες, ἐχόμενον τῆς στοᾶς, ἵνα ἐκ προφάσεως κλίμακες προπορισθῶσιν τοῖς μέλλουσι καταλαμβάνειν τὰ νεώρια καὶ τὴν στοὰν καὶ τὸν πύργον.

ἔτι δὲ συνεβούλευε καὶ τὸ πλῆθος τῶν τὴν πόλιν φυλασσόντων ἀπόμισθον ποιῆσαι, ἵνʼ ὡς ἐλάχιστον δῆθεν ἀνάλωμα τῇ πόλει ᾖ.

καὶ ἄλλα τούτοις ὁμότροπα λέγων ἔπεισε τοὺς συνάρχοντας ἅπερ ἔμελλεν τοῖς προδιδοῦσι καὶ ἐπιτιθεμένοις συνοίσειν πρὸς τὴν κατάληψιν· ὥστε ἀεὶ δεῖ προσέχειν τοῖς τὰ τοιαῦτα τελειοῦν σπουδάζουσιν.

ἅμα δὲ τοῦ τείχους ἐκδήσας κατεκρέμασε δίκτυα ἐλάφεια καὶ σύεια, ὡσεὶ ξηρᾶναι θέλων, καὶ ἄλλῃ ἱστία ἔξω τοὺς κάλους ἔχοντα· καθʼ ἅπερ ἐν νυκτὶ ἀνέβησαν στρατιῶται.

Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρʼ αὐτῶν.

ἐπεὶ δʼ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν οἱ πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους παρεῖναι ἐν τῇ αὑτοῦ φυλῇ ὄντας ἕκαστον.

ἐὰν δέ τις ἄλλως ἐκθῆται τὰ ὅπλα ἢ ἄλλῃ ἐξενεγκάμενος φανῇ, ὡς προδότης καὶ ἐπιβουλεύων τῷ δήμῳ πασχέτω τι.

τοῦτο δὴ αὐτὸ ἵνα κατὰ τὰς φυλὰς ὄντες οἱ πλούσιοι μὴ δύνωνται εἰς ταὐτὸ ἀθροισθέντες μετὰ τῶν ξένων ἐπιθέσθαι, ἀλλʼ ἐν ταῖς φυλαῖς ὄντες διακεχωρισμένοι ὦσιν ἐν πολλοῖς ὀλίγοι φυλέταις. καλῶς δὲ δοκεῖ καὶ ἀγχινόως μετʼ ἀσφαλείας διαλῦσαι τὸ μέλλον.

παραπλησίως δὲ ἐν Ἡρακλείᾳ τῇ ἐν τῷ Πόντῳ, οὔσης δημοκρατίας καὶ ἐπιβουλευόντων τῶν πλουσίων τῷ δήμῳ καὶ μελλόντων ἐπιτίθεσθαι, προγνόντες οἱ προστάται τοῦ δήμου τὸ μέλλον, οὐσῶν αὐτοῖς τριῶν φυλῶν καὶ τεσσάρων ἑκατοστύων, ἔπεισαν τὸ πλῆθος ἑξήκοντα εἶναι ἑκατοστύας, ἵνα ἐν ταύταις καὶ εἰς τὰς φυλακὰς καὶ εἰς τὰς ἄλλας λειτουργίας φοιτῶσιν οἱ πλούσιοι.

συνέβαινεν καὶ ἐνταῦθα διεσκεδασμένους εἶναι τοὺς πλουσίους καὶ ἐν ταῖς ἑκατοστύσιν ὀλίγους ἑκάστοθι παραγίγνεσθαι ἐν πολλοῖς δημόταις·

ὁμότροπον δέ τι τούτῳ καὶ πάλαι ἐν Λακεδαίμονι γενέσθαι. μηνυθείσης γὰρ ἐπιβουλῆς τοῖς ἄρχουσιν ὅτι ὅταν ὁ πῖλος ἀρθῇ ἐπιθήσονται, ἔπαυσαν τοὺς ἐγχειροῦντας ἐπιθέσθαι, κήρυγμα ἀναγγείλαντες τοὺς τὸν πῖλον μέλλοντας ἆραι μὴ ἆραι.

Ἐν Κορκύρᾳ δὲ ἐπανάστασιν δέον γενέσθαι ἐκ τῶν πλουσίων καὶ ὀλιγαρχικῶν τῷ δήμῳ (ἐπεδήμει δὲ καὶ Χάρης Ἀθηναῖος φρουρὰν ἔχων, ὅσπερ συνήθελεν τῇ ἐπαναστάσει) ἐτεχνάσθη τοιόνδε.

τῶν τῆς φρουρᾶς τινες ἄρχοντες σικύας προσβαλόμενοι καὶ τομὰς ἐν τῷ σώματι ποιησάμενοι καὶ αἱματωθέντες ἐξέδραμον εἰς τὴν ἀγορὰν ὡς πληγὰς ἔχοντες, ἅμα δʼ αὐτοῖς εὐθὺς προπαρεσκευασμένοι οἵ τε ἄλλοι στρατιῶται τὰ ὅπλα ἐξηνέγκαντο καὶ τῶν Κορκυραίων οἱ ἐπιβουλεύοντες.

τῶν δʼ ἄλλων ἀγνοούντων τὸ πρᾶγμα καὶ εἰς ἐκκλησίαν παρακληθέντων συνελαμβάνοντο οἱ προστάται τοῦ δήμου, ὡς ἐπαναστάσεως γενομένης ἐξ αὐτῶν, καὶ τὰ ἄλλα μεθίστασαν πρὸς τὸ συμφέρον αὑτοῖς.

Περὶ συμμάχων ἃ δεῖ προνοεῖν

Χρὴ δὲ καὶ συμμάχων εἰς τὴν πόλιν μήποτε ἅμα διατελεῖν τοὺς συμμάχους, ἀλλὰ διεσκεδάσθαι ὁμοτρόπως τῶν αὐτῶν ἕνεκεν τοῖς προειρημένοις.

τὸ δὲ αὐτὸ καὶ μετὰ ξένων μισθοφόρων μέλλοντάς τι πράσσειν ἀεὶ χρὴ ὑπερέχειν πλήθει καὶ δυνάμει τοὺς ἐπαγομένους πολίτας τῶν ξένων· εἰ δὲ μή,

ἐπʼ ἐκείνοις γίγνονται αὐτοί τε καὶ ἡ πόλις. οἷον Χαλκηδονίοις πολιορκουμένοις παρόντες σύμμαχοι ἔπεμψαν φρουρὰν αὐτοῖς οἱ τῶν Χαλκηδονίων σύμμαχοι. βουλευομένων τὰ αὑτοῖς συμφέροντα οὐκ ἔφασαν οἱ φρουροὶ ἐπιτρέψειν, ἐὰν μὴ καὶ Κυζικηνοῖς δοκῇ εἶναι συμφέροντα, ὥστε τοῖς Χαλκηδονίοις τὴν φρουρὰν ἔσω οὖσαν πολὺ φοβερωτέραν εἶναι τῶν προκαθημένων πολεμίων.

δεῖ οὖν μήποτε εἰς πόλιν οἰκείαν μείζω δύναμιν ἐπακτὸν δέχεσθαι τῆς ὑπαρχούσης τοῖς πολίταις, ξένοις τε χρωμένην ἀεὶ δεῖ τὴν πόλιν πολλῷ ὑπερέχειν τῆς τῶν ξένων δυνάμεως· οὐ γὰρ ἀσφαλὲς ξενοκρατεῖσθαι καὶ ἐπὶ μισθοφόροις γίγνεσθαι.

οἷον καὶ Ἡρακλεώταις τοῖς ἐν τῷ Πόντῳ συνέβη. ἐπαγόμενοι γὰρ ξένους πλείονας τοῦ προσήκοντος, πρῶτον μὲν τοὺς ἀντιστασιώτας ἀνεῖλον, ἔπειτα αὑτοὺς καὶ τὴν πόλιν ἀπώλεσαν, τυραννευθέντες ὑπὸ τοῦ εἰσάγοντος τοὺς ξένους.

Ξενοτροφία

Ἂν δὲ δέῃ ξενοτροφεῖν, ὧδε ἂν ἀσφαλέστατα γίγνοιτο. χρὴ τοῖς ἐν τῇ πόλει εὐπορωτάτοις προστάξαι κατὰ δύναμιν ἑκάστῳ παρασχεῖν ξένους ἕκαστον, τοὺς μὲν τρεῖς, τοὺς δὲ δύο, τινὰς δὲ ἕνα· ἀθροισθέντων δὲ ὅσων ἂν δέοιο, διελεῖν αὐτοὺς εἰς λόχους,

καταστήσαντας ἐπʼ αὐτοὺς τῶν πολιτῶν τοὺς πιστοτάτους λοχαγούς. τὸν δὲ μισθὸν καὶ τὴν τροφὴν οἱ ξένοι παρὰ τῶν μισθωσαμένων λαμβανόντων, τὸ μέν τι παρʼ αὐτῶν, τὸ δὲ καὶ τῆς πόλεως συμβαλλομένης.

καὶ διαιτάσθωσαν ἕκαστοι ἐν ταῖς τῶν μισθωσαμένων οἰκίαις, οἱ δὲ τὰς λειτουργίας καὶ τὰς ἐκκοιτίας καὶ τὰ ἄλλα ἐπιτάγματα ἐκ τῶν ἀρχόντων ἀθροιζόμενοι ὑπὸ τῶν λοχαγῶν ὑπηρετούντων.

κομιδὴ δὲ τοῖς προαναλίσκουσιν εἰς τοὺς ξένους χρόνῳ τινὶ γενέσθω ὑπολογιζομένων τῶν εἰς τὴν πόλιν εἰσφερομένων παρὰ ἑκάστου τελῶν· οὕτω γὰρ ἂν τάχιστά τε καὶ ἀσφαλέστατα καὶ εὐτελέστατα ξενοτροφηθείη.

̔Υπόδειξις εἰς ὁμόνοιαν

Τοῖς μὲν οὖν ἐν τῇ πόλει ὑπεναντία θέλουσιν τοῖς καθεστηκόσι προσφέρεσθαι ὡς προγέγραπται. τὸ δὲ πλῆθος τῶν πολιτῶν εἰς ὁμόνοιαν τέως μάλιστα χρὴ προάγειν, ἄλλοις τε ὑπαγόμενον αὐτοὺς καὶ τοὺς χρεωφειλέτας κουφίζοντα τόκων βραχύτητι ἢ ὅλως ἀφαιροῦντα, ἐν δὲ τοῖς λίαν ἐπικινδύνοις καὶ τῶν ὀφειλημάτων τι μέρος, καὶ πάντα ὅταν δέῃ, ὡς πολύ γε φοβερώτατοι ἔφεδροί εἰσιν οἱ τοιοίδε ἄνθρωποι, τούς τε ἐν ἀπορίᾳ ὄντας τῶν ἀναγκαίων εἰς εὐπορίαν καθιστάναι.

καὶ ὅπως ἴσως καὶ ἀλύπως τοῖς πλουσίοις ταῦτʼ ἂν γιγνόμενα πράττοιτο καὶ ἐξ οἵων πόρων πορίζοιτο, καὶ περὶ τούτων ἐν τῇ Ποριστικῇ βίβλῳ δηλωτικῶς γέγραπται.

Chapter 15

Κατασκευασθέντων δὲ τούτων, ἄν τι ἀγγελθῇ ἢ πυρσευθῇ βοηθείας δεόμενον, ἐξιέναι ἐπὶ τὰ κακούμενα τῆς χώρας.

τοὺς δὲ στρατηγοὺς τοὺς παρόντας εὐθὺς συντάττειν, ἵνα μὴ σποράδην καὶ κατʼ ὀλίγους ἐξιόντες ἐπὶ τὰ αὑτῶν ἀπολλύωνται δι’ ἀταξίαν καὶ κόπον ἄκαιρον, ἐνεδρευόμενοί τε ὑπὸ τῶν πολεμίων καὶ κακὰ πάσχοντες.

ἀλλὰ χρὴ τούς τε παραγιγνομένους ἐπὶ τὰς πύλας ἀθροίζεσθαι μέχρι τινὸς πλήθους, ὡς λόχου ἢ διλοχίας, εἶτα συνταχθέντας καὶ ἡγεμόνος αὐτοῖς φρονίμου δοθέντος, οὕτως ἐκπέμπεσθαι καὶ σπεύδειν ἰόντας ἐν τάξει ὡς μάλιστα.

ἔπειτα ἄλλο καὶ ἄλλο πλῆθος οὕτως ἐκπέμπειν καὶ ἐν τάχει μέχρις οὗ ἱκανοὶ δοκοῦσιν ἐκβεβοηθηκέναι, ἵνα καὶ ἐν τῇ πορείᾳ ἐχόμενα ᾖ τὰ μέρη, καὶ ἐάν τε μέρει μέρος δέῃ βοηθῆσαι ἐάν τε ἅμα πάντα δέῃ, ῥᾳδίως ὑπάρχῃ συμμίσγειν ἀλλήλοις καὶ μὴ δρόμῳ πόρρωθεν παραγίγνωνται.

πρὸ δὲ αὐτῶν δεῖ πρώτους τοὺς ὑπάρχοντας ἱππέας καὶ κούφους ἐξιέναι, μηδὲ τούτους ἀτάκτους, προεξερευνῶντάς τε καὶ προκαταλαμβάνοντας τὰ ὑψηλὰ τῶν χωρίων, ἵνʼ ὡς ἐκ πλείστου προειδῶσιν οἱ ὁπλῖται τὰ τῶν πολεμίων καὶ μηδὲν ἐξαίφνης αὐτοῖς προσπέσῃ.

περί τε τὰς καμπὰς τῶν χωρίων καὶ τὰς βάσεις τῶν ἀκρολοφιῶν καὶ τὰς ἐκτροπὰς τῶν ὁδῶν, ὅπου ἂν τρίοδοι ὦσιν, εἶναι σημεῖα, ἵνα μὴ περὶ ταῦτα σχίζωνται ἀπʼ ἀλλήλων οἱ ὑπολελειμμένοι δι’ ἄγνοιαν τῆς ὁδοῦ.

ἀπιόντα τε εἰς τὴν πόλιν πεφυλαγμένως ἀναχωρεῖν πολλῶν ἕνεκεν καὶ μάλιστα ἐνέδρας φοβούμενον πολεμίων· ἤδη γὰρ περὶ βοήθειαν ἀφύλακτον τοιόνδε συνέβη.

Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον.

οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας.

ὅπου δὴ λέγεται ἐκ μιᾶς πόλεως, τοσαύτης γε τὸ μέγεθος, πλείστους ἐν ἐλαχίστῳ χρόνῳ ἀπολέσθαι. οὐδὲ γὰρ ἀκούσαντες τὸν ὄλεθρον τῶν πρώτων ἐπεξελθόντων οἱ ἄλλοι ἐπέσχον τῆς βοηθείας, ἀλλʼ ἄλλος ἄλλον παρακαλῶν ἔσπευδεν βοηθεῖν τοῖς ἐπεξελθοῦσι, μέχρι ἠρημώθη ἡ πόλις ἀνδρῶν.

Ἄλλη βοήθεια

Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας.

πρῶτον μὲν οὖν νυκτὸς οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων, ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων.

χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα τοὺς δὲ ὁπλίζοντα.

δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατʼ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφʼ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δʼ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν.

δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλʼ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δʼ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο.

ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν,

ἐάνπερ γε σὺ αὐτοῖς εὐκαίρως ἐπιθῇ. ἡτοιμασμένης γάρ σοι τῆς βοηθείας εἰς τὸν παρηγγελμένον τόπον καὶ ἐσπαρμένων ἤδη τῶν πολεμίων πρὸς ἁρπαγήν, οὕτω χρὴ αὐτοῖς προσκεῖσθαι τοῖς μὲν ἱππεῦσιν προκαταλαμβάνοντα τὰς ἀποχωρήσεις, τοῖς δʼ ἐπιλέκτοις ἐνέδρας ποιούμενον, τοῖς δʼ ἄλλοις κούφοις ἐπιφαινόμενον αὐτοῖς, τοὺς δʼ ὁπλίτας ἀθρόους ἐν τάξει ἄγοντα, μὴ πόρρω δὲ τῶν προπεμφθέντων μερῶν.

Ἐπιτίθεσο δὲ τοῖς πολεμίοις ἐν οἷς ἄκων μὲν μὴ μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων.

διὰ οὖν τὰ πρότερα εἰρημένα λυσιτελεῖ ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην κατασῦραι τῆς χώρας, ἵνα δὴ λεηλατοῦντες καὶ διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην δώσουσιν· τά τε γὰρ ληφθέντα πάντʼ ἂν σῴζοιτο, οἵ τʼ ἀδικήσαντες κατʼ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια.

ὀξέως δʼ ἂν βοηθήσας τοῖς μὲν σαυτοῦ ἀπαρασκεύοις τε καὶ οὐ τεταγμένοις κινδυνεύοις, οἵ τε πολέμιοι μικρὰ μὲν ἂν φθάσαιεν κακουργήσαντες, ἐν τάξει δʼ ἂν ἔτι ὄντες ἀτιμώρητοι ἂν ἀπέλθοιεν.

πολὺ δὲ κρεῖσσον, ὡς γέγραπται, ἐνδόντα ἀφυλάκτως διακειμένοις αὐτοῖς ἐπιθέσθαι.

ἐὰν δέ σε λάθῃ ἢ φθάσῃ τὰ ἐκ τῆς χώρας λεηλατηθέντα, οὐ χρὴ τὴν δίωξιν αὐτῶν ποιεῖσθαι τὰς αὐτὰς ὁδοὺς καὶ τοὺς αὐτοὺς χώρους, ἀλλὰ τῇδε μὲν ὀλίγους ἐπιφαίνεσθαι καὶ διώκοντας μὴ ἐπικαταλαμβάνειν ἑκουσίως καὶ ἀνυπόπτως, ἄλλο δὲ πλῆθος μετὰ ἀξιοχρέου δυνάμεως σπεύδειν κατʼ ἄλλας ὁδοὺς ὅτι τάχιστα πορευόμενον, καὶ φθάσαντας ἐν τῇ τῶν ἀγόντων

χώρᾳ περὶ τὰ ὅρια ἐνεδρεῦσαι (φθάσαι δέ σε εἰκός ἐστι, πρότερον εἰς τὴν ἐκείνων ἀφικόμενον, διὰ τὸ λείαν ἄγοντας αὐτοὺς βραδυτέρως πορεύεσθαι), τὴν δʼ ἐπίθεσιν αὐτοῖς ποιεῖσθαι δειπνοποιουμένοις· οἱ γὰρ λεηλατήσαντες, ἔν τε τῇ αὑτῶν ἤδη γεγονότες καὶ ἐν ἀσφαλεῖ ὄντες, πρὸς ῥᾳθυμίαν τρεπόμενοι ἀφυλακτοτέρως ἂν διακέοιντο.

ἄριστον δ̓, ἵνα νεοκμῆσιν τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι· τό τε γὰρ φθάσαι καὶ τὰ ἄλλα εἰς τὸ δέον σοι συμβήσεται, ἐὰν μὴ κατοφθῇς πλέων ὑπʼ αὐτῶν.

Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν· κομισθέντων δὲ εἰς τὸ προσῆκον καὶ ἑξῆς τῶν ζευγέων παραταχθέντων, ἀποβάντες οἱ ὁπλῖται καὶ ἐν τάξει γενόμενοι εὐθὺς νεοκμῆτες προσεφέροντο τοῖς πολεμίοις.

οἷς οὖν εὐπορία ζευγῶν, καλὸν τὸ πλεονέκτημα, ταχύ τε καὶ νεοκμῆτας τοὺς στρατιώτας εἰς τὸ δέον ἐλθεῖν· εἴησαν δὲ ἂν αἱ ἅμαξαι εὐθὺς καὶ ἔρυμα ταῖς στρατοπεδείαις· οἱ τραυματίαι καὶ εἴ τι ἄλλο γένοιτο σύμπτωμα τοῖς στρατιώταις, ἐπὶ τούτοις ἀπάγοιντʼ ἂν εἰς τὴν πόλιν.

Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλʼ ὀλίγαι ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι καὶ βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους καὶ τοὺς φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων.

ἂν δὲ μὴ δυσείσβολος ᾖ ἡ χώρα, ᾖ δὲ πολλαχῇ πολλοὺς εἰσβάλλειν, χρησίμους καταλαβεῖν τῆς χώρας τόπους, ὥστε τοῖς πολεμίοις χαλεπὴν εἶναι τὴν πάροδον ἐπὶ τὴν πόλιν.

ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ ἀπιέναι πρὸς τὴν πόλιν· κἂν οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους.

τὰς δʼ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς— ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν— τοῖς δὲ πολεμίοις ἀσυνήθεις καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.

εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν, τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντʼ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας, εἰ οἷόν τέ πως ἦν τοῦτο ἅμα γενέσθαι.

ὑπάρχοντος δέ σοι ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς· οὐ γὰρ ἐλάσσω τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε παραπλέον ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ τὰς παρὰ θάλασσαν ὁδούς, ἵνʼ ὑπὸ ὑμῶν τε ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν νηῶν κατὰ νώτου αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων.

ταῦτα δὲ οὕτως πράττοντες ἀπαρασκευαστοτάτοις ἂν τοῖς πολεμίοις ἐπιθεῖσθε καὶ παρὰ δόξαν τὰ ἀφʼ ὑμῶν αὐτοῖς ἀποβαίη.

Chapter 17

Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων χρὴ προνοοῦντα εὐλαβεῖσθαι τὰς μετʼ ὄχλου ἐξόδους ἐπὶ θεωρίαν λαμπάδος καὶ ἱπποδρομίας καὶ τῶν ἄλλων ἀγώνων ὅσαι γε ἱεροποιίαι πανδημεὶ ἐκτὸς τῆς πόλεως καὶ σὺν ὅπλοις πομπαὶ ἐκπέμπονται, ἔτι καὶ περὶ τὰς πανδήμους νεωλκίας καὶ τὰς συνεκφορὰς τῶν τελευτησάντων· ἔνι γὰρ καὶ ἐν τοιῷδε καιρῷ σφαλῆναι τοὺς ἑτέρους.

παράδειγμα δὲ ἐξοίσω γενόμενον πάθος. ἑορτῆς γὰρ πανδήμου ἔξω τῆς πόλεως Ἀργείων γενομένης ἐξῆγον πομπὴν σὺν ὅπλοις τῶν ἐν τῇ ἡλικίᾳ· συχνοὶ δὲ τῶν ἐπιβουλευόντων καὶ αὐτοὶ παρεσκευάζοντο καὶ αὐτοῖς συνείποντο ἔνοπλοι εἰς τὴν πομπήν,

καὶ ὡς ἐγένετο πρὸς τῷ ναῷ τε καὶ τῷ βωμῷ, οἱ μὲν πολλοὶ τὰ ὅπλα θέμενοι ἀπωτέρω τοῦ ναοῦ πρὸς τὰς εὐχάς τε καὶ τὸν βωμὸν ὥρμησαν. τῶν δὲ ἐπιβουλευόντων οἱ μὲν ἐπὶ τῶν ὅπλων ὑπέμειναν, οἱ δὲ ταῖς ἀρχαῖς τε καὶ τῶν πολιτῶν τοῖς προέχουσι παρέστησαν ἐν ταῖς εὐχαῖς, ἀνὴρ ἀνδρί, ἔχοντες ἐγχειρίδια·

καὶ τοὺς μὲν κατεβεβλήκεσαν, οἱ δὲ αὐτῶν εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις ἔσπευσαν. ἕτεροι δὲ τῶν…

Χῖοι…

ἄρ…

The complete text is available when the reading interface loads.