Spuria
- Authority group
- Plato (catalogue association; authorship remains anonymous)
- Edition reference
- Spuria, ed. Burnet, op. cit., vol. 5, St III.364a– 406a.
- CTS identifier
urn:cts:greekLit:tlg0059.tlg038.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
374
c
{—} Ναὶ μὰ Δία σφόδρα γε. {—} Ἦ καὶ τοὺς πολεμίους; {—}
Οὐδαμῶς. {—} Ἀλλὰ βλάπτειν δίκαιον τοὺς πολεμίους, ὠφε-
λεῖν δὲ ἄδικον; {—} Ναί. {—} Οὐκοῦν καὶ ἐξαπατῶντας δίκαιον
βλάπτειν τοὺς πολεμίους; {—} Πῶς γὰρ οὔ; {—} Τί 〈δὲ〉 ψεύ-
δεσθαι ἵνα ἐξαπατῶμεν καὶ βλάπτωμεν αὐτούς; οὐ δίκαιον;
d
{—} Ναί. {—} Τί δέ; τοὺς φίλους οὐκ ὠφελεῖν φῂς δίκαιον
εἶναι; {—} Ἔγωγε. {—} Πότερον μὴ ἐξαπατῶντας ἢ ἐξαπατῶντας
ἐπ' ὠφελίᾳ τῇ ἐκείνων; {—} Καὶ ἐξαπατῶντας νὴ Δία. {—} Ἀλλ'
ἐξαπατῶντας μὲν δίκαιον ἄρα ὠφελεῖν, οὐ μέντοι ψευδο-
μένους γε; ἢ καὶ ψευδομένους; {—} Καὶ ψευδομένους δίκαιον.
{—} Ἔστιν ἄρα, ὡς ἔοικεν, ψεύδεσθαί τε καὶ ἀληθῆ λέγειν δί-
καιον καὶ ἄδικον. {—} Ναί. {—} Καὶ μὴ ἐξαπατᾶν καὶ ἐξαπατᾶν
δίκαιον καὶ ἄδικον. {—} Ἔοικεν. {—} Καὶ βλάπτειν καὶ ὠφελεῖν
δίκαιον καὶ ἄδικον; {—} Ναί. {—} Ταὐτὰ δή, ὡς ἔοικεν, πάντα τὰ
e
τοιαῦτα ὄντα καὶ δίκαια καὶ ἄδικά ἐστιν. {—} Ἔμοιγε φαί-
νεται. {—} Ἄκουε δή. ὀφθαλμὸν ἐγὼ ἔχω δεξιὸν καὶ ἀριστερὸν
ὥσπερ καὶ οἱ ἄλλοι ἄνθρωποι; {—} Ναί. {—} Μυκτῆρα δεξιὸν καὶ
ἀριστερόν; {—} Πάνυ γε. {—} Καὶ χεῖρα δεξιὰν καὶ ἀριστεράν;
{—} Ναί. {—} Οὐκοῦν ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δεξιὰ
φῂς εἶναι, τὰ δὲ ἀριστερὰ τῶν ἐμῶν, εἴ σε ἐγὼ ἐροίμην
ὁπότερα, ἆρ' ἂν ἔχοις εἰπεῖν ὅτι τὰ μὲν πρὸς τοῦ δεξιά ἐστιν,
τὰ δὲ πρὸς τοῦ ἀριστερά; {—} Ναί. {—} Ἴθι δὴ καὶ ἐκεῖ, ἐπειδὴ
τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δίκαια φῂς εἶναι, τὰ δὲ ἄδικα,
375
a
ἔχεις εἰπεῖν ὁπότερα τὰ δίκαια καὶ ὁπότερα τὰ ἄδικα; {—}
Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἐν μὲν τῷ δέοντι καὶ τῷ καιρῷ
ἕκαστα τούτων γιγνόμενα δίκαια εἶναι, ἐν δὲ τῷ μὴ δέοντι
ἄδικα. {—} Καλῶς γέ σοι δοκοῦν. ὁ μὲν ἄρα ἐν τῷ δέοντι ἕκαστα
τούτων ποιῶν δίκαια ποιεῖ, ὁ δὲ μὴ ἐν τῷ δέοντι ἄδικα; {—}
Ναί. {—} Οὐκοῦν ὁ μὲν τὰ δίκαια ποιῶν δίκαιος, ὁ δὲ τἄδικα
ἄδικος; {—} Ἔστι ταῦτα. {—} Τίς οὖν ὁ ἐν τῷ δέοντι 〈καὶ〉 καιρῷ
οἷός τε τέμνειν καὶ κάειν καὶ ἰσχναίνειν; {—} Ὁ ἰατρός. {—} Ὅτι
b
ἐπίσταται ἢ δι' ἄλλο τι; {—} Ὅτι ἐπίσταται. {—} Τίς δ' ἐν τῷ
δέοντι σκάπτειν καὶ ἀροῦν καὶ φυτεύειν οἷός τε; {—} Ὁ γεωρ-
γός. {—} Ὅτι ἐπίσταται, ἢ ὅτι οὔ; {—} Ὅτι ἐπίσταται. {—} Οὐκοῦν
καὶ τἆλλα οὕτως; ὁ μὲν ἐπιστάμενος οἷός τε τὰ δέοντα
ποιεῖν ἐστιν καὶ ἐν τῷ δέοντι καὶ ἐν τῷ καιρῷ, ὁ δὲ μὴ ἐπι-
στάμενος οὔ; {—} Οὕτως. {—} Καὶ ψεύδεσθαι ἄρα καὶ ἐξαπατᾶν
καὶ ὠφελεῖν, ὁ μὲν ἐπιστάμενος οἷός τε ποιεῖν ἕκαστα τούτων
ἐν τῷ δέοντι καὶ τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; {—}
c
Ἀληθῆ λέγεις. {—} Ὁ δέ γε ταῦτα ποιῶν ἐν τῷ δέοντι δίκαιος;
{—} Ναί. {—} Δι' ἐπιστήμην δέ γε ταῦτα ποιεῖ. {—} Πῶς δ' οὔ; {—}
Δι' ἐπιστήμην ἄρα δίκαιος ὁ δίκαιος. {—} Ναί. {—} Οὐκοῦν ὁ ἄδικος
διὰ τὸ ἐναντίον ἄδικός ἐστιν τῷ δικαίῳ; {—} Φαίνεται. {—} Ὁ δὲ
δίκαιος διὰ σοφίαν δίκαιος. {—} Ναί. {—} Δι' ἀμαθίαν ἄρα ὁ ἄδικος
ἄδικος. {—} Ἔοικε. {—} Κινδυνεύει ἄρα ὃ μὲν οἱ πρόγονοι ἡμῖν
κατέλιπον σοφίαν δικαιοσύνη εἶναι, ὃ δὲ ἀμαθίαν, τοῦτο δὲ
d
ἀδικία. {—} Ἔοικεν. {—} Ἑκόντες δὲ ἀμαθεῖς εἰσιν οἱ ἄνθρωποι
ἢ ἄκοντες; {—} Ἄκοντες. {—} Ἄκοντες ἄρα καὶ ἄδικοι; {—} Φαί-
νεται. {—} Οἱ δὲ ἄδικοι πονηροί; {—} Ναί. {—} Ἄκοντες ἄρα πονηροὶ
καὶ ἄδικοι; {—} Παντάπασι μὲν οὖν. {—} Διὰ δὲ τὸ ἄδικοι εἶναι
ἀδικοῦσιν; {—} Ναί. {—} Διὰ τὸ ἀκούσιον ἄρα; {—} Πάνυ γε. {—} Οὐ
μὲν δὴ διὰ τὸ ἀκούσιόν γε τὸ ἑκούσιον γίγνεται. {—} Οὐ γὰρ
οὖν. {—} Διὰ δὲ τὸ ἄδικον εἶναι τὸ ἀδικεῖν γίγνεται. {—} Ναί. {—}
Τὸ δὲ ἄδικον ἀκούσιον. {—} Ἀκούσιον. {—} Ἄκοντες ἄρα ἀδικοῦσιν
καὶ ἄδικοί εἰσιν καὶ πονηροί. {—} Ἄκοντες, ὥς γε φαίνεται. {—}
Οὐκ ἄρα ἐψεύσατο τοῦτό γε ἀοιδός. {—} Οὐκ ἔοικεν.
376
a
Ἆρα διδακτόν ἐστιν ἡ ἀρετή; ἢ οὐ διδακτόν, ἀλλὰ φύσει
οἱ ἀγαθοὶ γίγνονται ἄνδρες, ἢ ἄλλῳ τινὶ τρόπῳ; {—} Οὐκ ἔχω
b
εἰπεῖν ἐν τῷ παρόντι, ὦ Σώκρατες. {—} Ἀλλὰ ὧδε σκεψώμεθα
αὐτό. φέρε, εἴ τις βούλοιτο ταύτην τὴν ἀρετὴν γενέσθαι
ἀγαθὸς ἣν ἀγαθοί εἰσιν οἱ σοφοὶ μάγειροι, πόθεν ἂν γένοιτο;
{—} Δῆλον ὅτι εἰ παρὰ τῶν ἀγαθῶν μαγείρων μάθοι. {—} Τί δέ;
εἰ βούλοιτο ἀγαθὸς γίγνεσθαι ἰατρός, παρὰ τίνα ἂν ἐλθὼν
γένοιτο ἀγαθὸς ἰατρός; {—} Δῆλον δὴ ὅτι παρὰ τῶν ἀγαθῶν
τινὰ ἰατρῶν. {—} Εἰ δὲ ταύτην τὴν ἀρετὴν ἀγαθὸς βούλοιτο
c
γενέσθαι ἥνπερ οἱ σοφοὶ τέκτονες; {—} Παρὰ τῶν τεκτόνων.
{—} Εἰ δὲ ταύτην τὴν ἀρετὴν βουληθείη ἀγαθὸς γενέσθαι ἥνπερ
οἱ ἄνδρες οἱ ἀγαθοί τε καὶ σοφοί, ποῖ χρὴ ἐλθόντα μαθεῖν;
{—} Οἶμαι μὲν καὶ ταύτην, εἴπερ μαθητός ἐστι, παρὰ τῶν
ἀνδρῶν τῶν ἀγαθῶν· πόθεν γὰρ ἄλλοθεν; {—} Φέρε δή, τίνες
ἡμῖν ἄνδρες ἀγαθοὶ γεγόνασιν; ἵνα σκεψώμεθα εἰ οὗτοί
εἰσιν οἱ τοὺς ἀγαθοὺς ποιοῦντες. {—} Θουκυδίδης καὶ Θεμι-
στοκλῆς καὶ Ἀριστείδης καὶ Περικλῆς. {—} Τούτων οὖν ἑκάστου
d
ἔχομεν διδάσκαλον εἰπεῖν; {—} Οὐκ ἔχομεν· οὐ γὰρ λέγεται.
{—} Τί δέ; μαθητὴν ἢ τῶν ξένων τινὰ ἢ τῶν πολιτῶν ἢ ἄλλον,
ἐλεύθερον ἢ δοῦλον, ὅστις αἰτίαν ἔχει διὰ τὴν τούτων ὁμι-
λίαν σοφός τε καὶ ἀγαθὸς γεγονέναι; {—} Οὐδὲ τοῦτο λέγεται.
{—} Ἀλλ' ἆρα μὴ ἐφθόνουν μεταδιδόναι τῆς ἀρετῆς τοῖς ἄλλοις
ἀνθρώποις; {—} Τάχα. {—} Ἆρα ἵνα μὴ ἀντίτεχνοι αὐτοῖς γί-
γνοιντο, ὥσπερ οἱ μάγειροί τε καὶ ἰατροὶ καὶ τέκτονες
φθονοῦσιν; οὐ γὰρ λυσιτελεῖ αὐτοῖς πολλοὺς ἀντιτέχνους
γίγνεσθαι οὐδὲ οἰκεῖν ἐν πολλοῖς αὐτοῖς ὁμοίοις. ἆρ' οὖν
οὕτω καὶ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς οὐ λυσιτελεῖ ἐν ὁμοίοις
αὐτοῖς οἰκεῖν; {—} Ἴσως. {—} Εἰσὶν δὲ οἱ αὐτοὶ οὐχὶ ἀγαθοί τε καὶ
δίκαιοι; {—} Ναί. {—} Ἔστιν οὖν ὅτῳ λυσιτελεῖ μὴ ἐν ἀγαθοῖς
οἰκεῖν ἀνδράσιν ἀλλ' ἐν κακοῖς; {—} Οὐκ ἔχω εἰπεῖν. {—} Ἆρ' οὖν
οὐδὲ τοῦτ' ἔχεις εἰπεῖν, πότερον ἔργον ἐστὶν τῶν μὲν ἀγαθῶν
βλάπτειν, τῶν δὲ κακῶν ὠφελεῖν, ἢ τοὐναντίον; {—} Τοὐ-
377
a
ναντίον. {—} Οἱ μὲν ἀγαθοὶ ἄρα ὠφελοῦσιν, οἱ δὲ κακοὶ βλά-
πτουσιν; {—} Ναί. {—} Ἔστιν οὖν ὅστις βούλεται βλάπτεσθαι
μᾶλλον ἢ ὠφελεῖσθαι; {—} Οὐ πάνυ. {—} Οὐδεὶς ἄρα βούλεται ἐν
πονηροῖς οἰκεῖν μᾶλλον ἢ ἐν χρηστοῖς. {—} Οὕτως. {—} Οὐδεὶς ἄρα
φθονεῖ τῶν ἀγαθῶν ἀνδρῶν ἄλλῳ, ὥστε ἀγαθὸν καὶ ὅμοιον ἑαυτῷ
ποιῆσαι. {—} Οὔκουν φαίνεταί γε δὴ ἐκ τοῦ λόγου. {—} Ἀκήκοας
οὖν ὅτι Θεμιστοκλεῖ Κλεόφαντος ὑὸς ἐγένετο; {—} Ἀκήκοα.
{—} Οὐκοῦν δῆλον ὅτι οὐδὲ τῷ ὑεῖ ἐφθόνει ὡς βελτίστῳ γενέ-
b
σθαι ὁ Θεμιστοκλῆς, ὅς γε ἄλλῳ οὐδενί, εἴπερ ἦν ἀγαθός;
ἦν δέ, ὥς φαμεν. {—} Ναί. {—} Οἶσθα οὖν ὅτι Θεμιστοκλῆς τὸν ὑὸν
ἱππέα μὲν ἐδιδάξατο σοφὸν εἶναι καὶ ἀγαθόν—ἐπέμενε γοῦν
ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων
ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμάσια εἰργάζετο—καὶ ἄλλα
πολλὰ ἐδίδαξεν καὶ ἐποίησεν σοφόν, ὅσα διδασκάλων ἀγαθῶν
εἴχετο. ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων; {—} Ἀκήκοα.
c
{—} Οὐκ ἄρα τὴν φύσιν γέ τις τοῦ ὑοῦ αὐτοῦ αἰτιάσαιτ' ἂν
κακὴν εἶναι. {—} Οὐκ ἂν οὖν δικαίως γε ἐξ ὧν σὺ λέγεις. {—} Τί
δὲ τόδε; ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ὑὸς ἀνὴρ ἀγαθὸς
καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ ἦν σοφός, ἤδη τοῦτο
ἤκουσας ἢ νεωτέρου ἢ πρεσβυτέρου; {—} Οὐκ ἤκουσα. {—} Ἆρ'
οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν ἑαυτοῦ ὑὸν
παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, μηδὲν βελτίω
d
αὐτὸν ποιῆσαι τῶν γειτόνων μηδενός, εἴπερ διδακτὸν ἦν ἡ
ἀρετή; {—} Οὔκουν εἰκός γε. {—} Οὗτος μὲν δή σοι τοιοῦτος δι-
δάσκαλος ἀρετῆς, ὃν ὑπεῖπες· ἄλλον δὲ δὴ σκεψώμεθα,
Ἀριστείδην, ὃς ἔθρεψεν μὲν τὸν Λυσίμαχον, ἐπαίδευσε δὲ
κάλλιστα Ἀθηναίων ὅσα διδασκάλων εἴχετο, ἄνδρα δὲ οὐ-
δενὸς βελτίω ἐποίησεν· τοῦτον γὰρ καὶ σὺ καὶ ἐγὼ εἴδομεν
καὶ συνεγενόμεθα. {—} Ναί. {—} Οἶσθα οὖν ὅτι Περικλῆς αὖ
ἔθρεψεν ὑεῖς Πάραλον καὶ Ξάνθιππον, ὧν καὶ σύ μοι δοκεῖς
e
τοῦ ἑτέρου ἐρασθῆναι. τούτους μέντοι, ὡς καὶ σὺ οἶσθα,
ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μου-
σικὴν καὶ τὴν ἄλλην ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα
τέχνῃ διδάσκονται, οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας
οὐκ ἐβούλετο ποιῆσαι; {—} Ἀλλ' ἴσως ἂν ἐγένοντο, ὦ Σώκρατες,
εἰ μὴ νέοι ὄντες ἐτελεύτησαν. {—} Σὺ μὲν εἰκότως βοηθεῖς τοῖς
παιδικοῖς, Περικλῆς δὲ ἐκείνους, εἴπερ διδακτὸν ἦν ἀρετὴ
καὶ οἷός τ' ἦν ἀγαθοὺς ποιῆσαι, πολὺ πρότερον ἂν τὴν
αὑτοῦ ἀρετὴν σοφοὺς ἐποίησεν ἢ μουσικὴν καὶ ἀγωνίαν.
378
a
ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν, ἐπεὶ Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν,
Μελησίαν καὶ Στέφανον, ὑπὲρ ὧν σὺ οὐκ ἂν ἔχοις εἰπεῖν
ἅπερ ὑπὲρ τῶν Περικλέους ὑῶν· τούτων γὰρ δὴ καὶ σὺ
οἶσθα τόν γ' ἕτερον μέχρι γήρως βιοῦντα, τὸν δ' ἕτερον
πόρρω πάνυ. καὶ μὴν καὶ τούτω ὁ πατὴρ ἐπαίδευσεν τά τε
ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων· τὸν μὲν γὰρ
Ξανθίᾳ ἔδωκεν, τὸν δὲ Εὐδώρῳ, οὗτοι δέ που ἐδόκουν κάλ-
λιστα τῶν τότε παλαίειν. {—} Ναί. {—} Οὐκοῦν δῆλον ὅτι οὗτος
b
οὐκ ἄν ποτε οἷ μὲν ἔδει δαπανώμενον διδάσκειν, ταῦτα μὲν
ἐδίδαξεν τοὺς παῖδας τοὺς ἑαυτοῦ, οἷ δ' οὐδὲν ἔδει ἀναλώ-
σαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, τοῦτο δὲ οὐκ ἂν ἐδίδαξεν,
εἰ διδακτὸν ἦν; {—} Εἰκός γε. {—} Ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης
φαῦλος ἦν, καὶ οὐχὶ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων
καὶ τῶν συμμάχων. καὶ οἰκίας ἦν μεγάλης καὶ ἐδύνατο
μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστ' εἴπερ
c
ἦν τοῦτο διδακτόν, ἐξηῦρεν ἂν ὅστις αὐτοῦ ἔμελλεν τοὺς ὑεῖς
ἀγαθοὺς ποιήσειν ἢ τῶν ἐπιχωρίων ἢ τῶν ξένων, εἰ αὐτὸς
μὴ ἐσχόλαζε διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ,
ὦ ἑταῖρε, μὴ οὐκ ᾖ διδακτὸν ἡ ἀρετή. {—} Οὔκ, ἴσως. {—} Ἀλλὰ
δὴ εἰ μὴ διδακτόν ἐστιν, ἆρα φύσει φύονται οἱ ἀγαθοί; καὶ
τοῦτο τῇδέ πῃ σκοποῦντες ἴσως ἂν εὕροιμεν. φέρε γάρ·
εἰσὶν ἡμῖν φύσεις ἵππων ἀγαθῶν; {—} Εἰσίν. {—} Οὐκοῦν εἰσίν
d
τινες ἄνθρωποι τέχνην ἔχοντες ᾗ τὰς τῶν ἵππων τῶν ἀγαθῶν
φύσεις γιγνώσκουσιν, καὶ κατὰ τὸ σῶμα πρὸς δρόμον, καὶ
κατὰ τὴν ψυχήν, οἵτινές τε θυμοειδεῖς καὶ ἄθυμοι; {—} Ναί.
{—} Τίς οὖν αὕτη ἡ τέχνη ἐστίν; τί ὄνομα αὐτῇ; {—} Ἱππική. {—}
Οὐκοῦν καὶ περὶ τοὺς κύνας ὡσαύτως ἔστιν τις τέχνη ᾗ τὰς
ἀγαθὰς καὶ τὰς κακὰς φύσεις τῶν κυνῶν διακρίνουσιν; {—}
Ἔστι. {—} Τίς αὕτη; {—} Ἡ κυνηγετική. {—} Ἀλλὰ μὴν καὶ περὶ
τὸ χρυσίον καὶ τὸ ἀργύριον εἰσὶν ἡμῖν δοκιμασταί, οἵτινες
e
ὁρῶντες κρίνουσιν τό τε βέλτιον καὶ τὸ χεῖρον; {—} Εἰσίν. {—}
Τίνας οὖν τούτους καλεῖς; {—} Ἀργυρογνώμονας. {—} Καὶ μὴν οἱ
παιδοτρίβαι γιγνώσκουσι σκοπούμενοι τὰς φύσεις τὰς τῶν
σωμάτων τῶν ἀνθρώπων ὁποῖαί τε χρησταὶ καὶ ὁποῖαι μὴ
πρὸς ἑκάστους τῶν πόνων, καὶ τῶν πρεσβυτέρων καὶ νέων
ὅσα μέλλει τῶν σωμάτων ἄξια λόγου ἔσεσθαι καὶ ἐν οἷς
ἐλπίς ἐστι πολλὴ τὰ ἔργα, ὅσα σώματος ἔχεται, εὖ ἀπεργά-
σασθαι. {—} Ἔστι ταῦτα. {—} Πότερον οὖν σπουδαιότερόν ἐστιν
ταῖς πόλεσιν ἵπποι καὶ κύνες ἀγαθοὶ καὶ τἆλλα τὰ τοιαῦτα,
379
a
ἢ ἄνδρες ἀγαθοί; {—} Ἄνδρες ἀγαθοί. {—} Τί οὖν; οἴει ἄν, εἴπερ
ἦσαν φύσεις ἀγαθαὶ πρὸς ἀρετὴν ἀνθρώπων, οὐκ ἂν πάντα
μεμηχανῆσθαι τοὺς ἀνθρώπους ὥστε διαγιγνώσκειν αὐτάς;
{—} Εἰκός γε. {—} Ἔχεις οὖν τινα εἰπεῖν τέχνην ἥτις ἐστὶν ἐπὶ
ταῖς φύσεσιν ταῖς τῶν ἀνδρῶν τῶν ἀγαθῶν ἀποδεδειγμένη,
ὥστε δύνασθαι αὐτὰς κρίνειν; {—} Οὐκ ἔχω. {—} Καὶ μὲν δὴ
πλείστου ἂν ἦν ἀξία καὶ οἱ ἔχοντες αὐτήν· οὗτοι γὰρ ἂν
ἡμῖν ἀπέφαινον τῶν νέων τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι
b
ἔτι παῖδας ὄντας, οὓς ἂν ἡμεῖς παραλαβόντες ἐφυλάττομεν
ἐν ἀκροπόλει δημοσίᾳ, ὥσπερ τὸ ἀργύριον, καὶ μᾶλλόν τι,
ἵνα μή τι φλαῦρον ἡμῖν πάθοιεν μήτε ἐν μάχῃ μήτε ἐν
ἄλλῳ μηδενὶ κινδύνῳ, ἀλλ' ἀπέκειντο τῇ πόλει σωτῆρές τε
καὶ εὐεργέται, ἐπειδή γε εἰς τὴν ἡλικίαν ἀφίκοντο. ἀλλὰ
γὰρ κινδυνεύει οὔτε φύσει οὔτε μαθήσει ἡ ἀρετὴ τοῖς ἀνθρώ-
ποις παραγίγνεσθαι. {—} Πῶς οὖν ἂν ὦ Σώκρατές σοι δοκοῦσιν
c
γίγνεσθαι, εἰ μήτε φύσει μήτε μαθήσει γίγνονται; τίν' ἄλλον
τρόπον γίγνοιντ' ἂν οἱ ἀγαθοί; {—} Οἶμαι μὲν οὐκ ἂν ῥᾳδίως
αὐτὸ δηλωθῆναι, τοπάζω μέντοι θεῖόν τι μάλιστα εἶναι τὸ
κτῆμα καὶ γίγνεσθαι τοὺς ἀγαθοὺς ὥσπερ οἱ θεῖοι τῶν
μάντεων καὶ οἱ χρησμολόγοι. οὗτοι γὰρ οὔτε φύσει τοιοῦτοι
γίγνονται οὔτε τέχνῃ, ἀλλ' ἐπιπνοίᾳ ἐκ τῶν θεῶν γιγνό-
μενοι τοιοῦτοί εἰσιν. οὕτω δὲ καὶ οἱ ἄνδρες οἱ ἀγαθοὶ
λέγουσι ταῖς πόλεσιν ἑκάστοτε τὰ ἀποβησόμενα καὶ τὰ
d
μέλλοντα ἔσεσθαι ἐκ θεοῦ ἐπιπνοίας πολὺ μᾶλλον καὶ
ἐναργέστερον ἢ οἱ χρησμῳδοί. λέγουσιν δέ που καὶ αἱ
γυναῖκες ὅτι Θεῖος ἀνὴρ οὗτός ἐστι· καὶ Λακεδαιμόνιοι ὅταν
τινὰ μεγαλοπρεπῶς ἐπαινῶσιν, θεῖον ἄνδρα φασὶν εἶναι.
πολλαχοῦ δὲ καὶ Ὅμηρος τῷ αὐτῷ τούτῳ καταχρῆται καὶ
οἱ ἄλλοι ποιηταί. καὶ ὅταν βούληται θεὸς εὖ πρᾶξαι πόλιν,
ἄνδρας ἀγαθοὺς ἐνεποίησεν· ὅταν δὲ μέλλῃ κακῶς πράξειν
πόλις, ἐξεῖλε τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐκ ταύτης τῆς
πόλεως ὁ θεός. οὕτως ἔοικεν οὔτε διδακτὸν εἶναι οὔτε φύσει
ἀρετή, ἀλλὰ θείᾳ μοίρᾳ παραγίγνεται κτωμένοις.
380
a
Σὺ μὲν δὴ κελεύεις με, ὦ Δημόδοκε, συμβουλεύειν ὑμῖν
περὶ ὧν συνέρχεσθε βουλευσόμενοι· ἐμοὶ δὲ σκοπεῖσθαι
ἐπέρχεται τί ποτε δύναται ἡ σύνοδος ὑμῶν καὶ ἡ τῶν
οἰομένων συμβουλεύειν ὑμῖν προθυμία καὶ ἡ ψῆφος ἣν
φέρειν ἕκαστος ὑμῶν διανοεῖται. τοῦτο μὲν γάρ, εἰ μὴ
ἔστιν ὀρθῶς καὶ ἐμπείρως συμβουλεύειν περὶ ὧν συνέρχεσθε
βουλευσόμενοι, πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι βουλευσο-
b
μένους περὶ ὧν συμβουλεύειν οὐκ ἔστιν ὀρθῶς; τοῦτο δέ,
εἰ μὲν ἔστιν ὀρθῶς συμβουλεύειν καὶ ἐμπείρως περὶ τῶν
τοιούτων, ἐπιστήμη δ' ἀφ' ἧς ἔστιν ὀρθῶς συμβουλεύειν καὶ
ἐμπείρως περὶ τούτων μηδεμία ἐστίν, πῶς οὐκ ἄτοπον; εἰ δέ
τις ἐπιστήμη ἀφ' ἧς ἔστιν τὰ τοιαῦτα ὀρθῶς συμβουλεύειν,
οὐκ ἀνάγκη καὶ ἐπισταμένους εἶναί τινας συμβουλεύειν
ὀρθῶς περὶ τῶν τοιούτων; ὄντων δέ τινων ἐπισταμένων
συμβουλεύειν περὶ ὧν συνέρχεσθε βουλευσόμενοι, οὐκ ἀνάγκη
c
ἐστὶ καὶ ὑμᾶς ἤτοι ἐπίστασθαι περὶ τούτων συμβουλεύειν
ἢ μὴ ἐπίστασθαι, ἢ τοὺς μὲν ἐπίστασθαι ὑμῶν, τοὺς δὲ μὴ
ἐπίστασθαι; εἰ μὲν οὖν ἐπίστασθε πάντες, τί δεῖ ἔτι ὑμᾶς
συνέρχεσθαι βουλευσομένους; συμβουλεύειν γὰρ ἱκανὸς
ἕκαστος ὑμῶν. εἰ δ' αὖ πάντες μὴ ἐπίστασθε, πῶς ἂν
δύναισθε βουλεύεσθαι; ἢ τί ὑμῖν προύργου τῆς συνόδου
ταύτης εἴη ἂν μὴ δυναμένων γε βουλεύεσθαι; εἰ δὲ οἱ μὲν
d
ἐπίστανται, οἱ δὲ οὐκ ἐπιστάμενοί εἰσιν ὑμῶν, οὗτοι δὲ
συμβουλῆς δέονται, εἰ ἄρα δυνατόν ἐστιν συμβουλεύειν
ἔμφρονα ἄνδρα τοῖς ἀπείροις, ἱκανὸς δήπου ἐστὶ καὶ εἷς
συμβουλεῦσαι τοῖς ἐπισταμένοις ὑμῖν. ἢ οὐ ταὐτὰ οἱ ἐπιστά-
μενοι συμβουλεύουσιν πάντες; ὥστ' ἀκούσαντας ὑμᾶς τούτου
ἀπαλλάττεσθαι προσήκει. νῦν δ' οὐ ποιεῖτε τοῦτο, ἀλλὰ
βούλεσθε πολλῶν συμβουλευόντων ἀκούειν. οὐ γὰρ ὑπο-
λαμβάνετε εἰδέναι τοὺς ἐπιχειροῦντας ὑμῖν συμβουλεύειν
περὶ ὧν συμβουλεύουσιν. εἰ γὰρ ὑπελαμβάνετε εἰδέναι
τοὺς συμβουλεύοντας ὑμῖν, ἑνὸς μόνου ἀκούσασιν ἐξήρκει ἂν
381
a
ὑμῖν. τὸ οὖν συνέρχεσθαι ἀκουσομένους μὴ εἰδότων ὡς
προύργου τι ποιοῦντας, πῶς οὐκ ἄτοπόν ἐστιν; καὶ περὶ μὲν
τῆς συνόδου ὑμῶν ἀπορῶ ταύτῃ.
Περὶ δὲ τῆς τῶν οἰομένων ὑμῖν συμβουλεύειν προθυμίας
ἐκεῖνο ἄπορον· εἰ μὲν γὰρ μὴ ταὐτὰ συμβουλεύουσι περὶ τῶν
αὐτῶν συμβουλεύοντες, πῶς ἂν πάντες καλῶς συμβουλεύοιεν,
μὴ συμβουλεύοντες ἃ συμβουλεύει ὁ ὀρθῶς συμβουλεύων;
b
ἢ πῶς ἂν οὐκ ἄτοπος εἴη ἡ προθυμία τῶν προθυμουμένων
συμβουλεύειν περὶ ὧν ἀπείρως ἔχουσιν; οὐ γὰρ δὴ ἔμπειροι
ὄντες προαιρήσονται συμβουλεύειν μὴ ὀρθῶς. εἰ δ' αὖ
ταὐτὰ συμβουλεύουσι, τί δεῖ πάντας αὐτοὺς συμβουλεύειν;
εἷς γὰρ αὐτῶν τὰ αὐτὰ συμβουλεύων ἱκανὸς ἔσται. τὸ οὖν
τοιαῦτα προθυμεῖσθαι ἃ οὐδὲν προύργου ἂν γένοιτο, πῶς οὐ
γελοῖον; οὔτε οὖν ἡ τῶν ἀπείρων προθυμία οὐκ ἂν ἄτοπος
c
εἴη, τοιαύτη γε οὖσα, οὔτε ἔμφρονες ἂν τοιαῦτα προθυμηθεῖεν,
εἰδότες ὅτι καὶ εἷς τις αὐτῶν τὸ αὐτὸ πράξει συμβουλεύων
γε ὡς προσήκει. ὥστε πῶς οὐ γελοῖός ἐστιν ἡ προθυμία
τῶν οἰομένων ὑμῖν συμβουλεύειν; οὐ δύναμαι εὑρεῖν.
Τὸ δὲ περὶ τῆς ψήφου ἧς φέρειν διανοεῖσθε τί δύναται,
ἀπορῶ μάλιστα. πότερον γὰρ τοὺς εἰδότας συμβουλεύειν
κρίνετε; ἀλλ' οὐ πλείονες ἑνὸς συμβουλεύσουσιν οὐδ' ἄλλως
καὶ ἄλλως περὶ τοῦ αὐτοῦ· ὥστε περὶ τούτων μὲν τὴν ψῆφον
d
φέρειν ὑμᾶς οὐ δεήσει. ἀλλὰ τοὺς ἀπείρους καὶ ὡς μὴ δεῖ
συμβουλεύοντας κρίνετε; ἢ τοῖς τοιούτοις ὡς μαινομένοις
οὐκ ἐπιτρέπειν συμβουλεύειν προσήκει; εἰ δὲ μήτε τοὺς
ἐμπείρους μήτε τοὺς ἀπείρους κρινεῖτε, τίνας κρίνετε; ἀρχὴν
δὲ τί δεῖ πάντως ἄλλους συμβουλεύειν ὑμῖν, εἴπερ κρίνειν
τὰ τοιαῦτα ἱκανοί ἐστε; εἰ δ' αὖ μὴ ἐστὲ ἱκανοί, τί καὶ
δύνανται ὑμῖν αἱ ψῆφοι; ἢ πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι
e
μὲν ὑμᾶς συμβουλευσομένους, ὡς δεομένους συμβουλίας καὶ
οὐχ ἱκανοὺς ὄντας αὐτούς, συνελθόντας δὲ οἴεσθαι δεῖν ψη-
φίζεσθαι, ὡς κρίνειν ἱκανοὺς ὄντας; οὐ γὰρ δὴ καθ' ἕνα μὲν
ὄντες οὐκ οἴδατε, συνελθόντες δὲ φρόνιμοι γίγνεσθε· οὐδ'
αὖ ἰδίᾳ μὲν ἀπορεῖτε, ἐλθόντες δὲ εἰς τὸ αὐτὸ οὐκέτι ἀπορεῖτε,
ἀλλ' ἱκανοὶ γίγνεσθε συνορᾶν ποῖα πρακτέα ἐστιν ὑμῖν, καὶ
ταῦτα παρ' οὐδενὸς μαθόντες οὐδ' αὐτοὶ εὑρόντες, ὅ ἐστιν
δεινότατον ἁπάντων. οὐ γὰρ δή, μὴ δυνάμενοί γε συνορᾶν
382
a
ἃ πρακτέον ἐστίν, κρίνειν ἱκανοὶ ἔσεσθε τὸν ὀρθῶς συμβου-
λεύοντα περὶ τούτων ὑμῖν. οὐδ' αὖ τοῦτό γε ἐρεῖ εἷς ὢν ὁ
συμβουλεύων ὑμῖν οὗτος ὑμᾶς διδάξειν ἃ πρακτέον ὑμῖν ἐστιν,
καὶ κρίνειν τοὺς κακῶς καὶ μὴ συμβουλεύοντας ὑμῖν, οὕτως
ἐν ὀλίγῳ χρόνῳ καὶ ὄντας τοσούτους. τοῦτο δὲ ἐκείνου
οὐδὲν ἧττον ἂν φανείη δεινὸν ὄν. εἰ δὲ μήθ' ἡ σύνοδος
μήθ' ὁ συμβουλεύων ὑμῖν ἱκανοὺς κρίνειν ποιεῖ ὑμᾶς, τίς
χρεία τῶν ψήφων ἐστὶν ὑμῖν; ἢ πῶς οὐκ ἐναντιοῦται ἡ
b
σύνοδος ὑμῶν ταῖς ψήφοις καὶ αἱ ψῆφοι τῇ τῶν συμβουλευόν-
των ὑμῖν προθυμίᾳ; ἡ μὲν γὰρ σύνοδός ἐστιν ὑμῶν ὡς οὐχ
ἱκανῶν ἀλλὰ συμβούλων δεομένων, αἱ δὲ ψῆφοι φέρονται ὡς
οὐ συμβούλων δεομένων ἀλλὰ καὶ κρίνειν καὶ συμβουλεύειν
δυναμένων. καὶ ἡ μὲν προθυμία τῶν συμβουλευόντων ὑμῖν
ὡς εἰδότων ἐστίν, αἱ δὲ παρ' ὑμῶν ψῆφοι ὡς οὐκ εἰδότων
τῶν συμβουλευόντων φέρονται. καὶ εἴ τις ὑμᾶς ἔροιτο τοὺς
c
ψηφισαμένους, καὶ τὸν συμβουλεύσαντα ὑμῖν περὶ ὧν ἂν
ψηφίσησθε, πότερον ἴστε ὅτι ἔσται οὗ ἕνεκα πράττειν δια-
νοεῖσθε ἃ ἐψηφίσασθε, οὐκ οἴομαι ἂν φῆσαι ὑμᾶς. τί δ',
εἰ γένοιτο οὗ ἕνεκα πράττειν διανοεῖσθε, ἴστε ὅτι συνοίσει
τοῦτο ὑμῖν; οὐδὲ τοῦτο ἂν φῆσαι οἴομαι ὑμᾶς οὐδὲ τὸν
συμβουλεύοντα ὑμῖν. τῶν ἀνθρώπων δὲ τίνα ὑπολαμβάνετε
εἰδέναι τι τούτων; εἴ τις προσέροιτο ὑμᾶς, οὐδὲ τοῦτο συγ-
χωρεῖν ἂν οἴομαι ὑμᾶς. ὅταν οὖν περί τε ὧν συμβουλεύετε
d
ᾖ τοιαῦτα οἷα ὑμῖν μὴ δῆλα εἶναι, οἵ τε ψηφιζόμενοι καὶ οἱ
συμβουλεύοντες ἄπειροι ὦσιν, εἰκότως καὶ ὑμεῖς φήσετε
συμπίπτειν ἀπιστεῖν καὶ μεταμέλεσθαι πολλάκις αὐτοῖς καὶ
περὶ ὧν ἂν συμβουλεύσωνται καὶ περὶ ὧν ἂν ψηφίσωνται.
τοῖς ἀγαθοῖς δὲ τοιαῦτα συμβαίνειν οὐ προσήκει. ἴσασι
γὰρ καὶ περὶ ὧν συμβουλεύουσιν ποῖά τ' ἐστίν, καὶ τοῖς
πεισθεῖσιν αὐτοῖς ὅτι βεβαίως ὑπάρχει ὧν ἕνεκα συμβου-
λεύουσιν, καὶ ὅτι οὔτε αὐτοῖς οὔτε τοῖς πεισθεῖσιν αὐτοῖς
e
πώποτε μεταμελήσει. περὶ τοιούτων οὖν ἔγωγε τοὺς νοῦν
ἔχοντας συμβουλεύειν ἀξιοῦν ὑπελάμβανον, ἀλλ' οὐ περὶ ὧν
σὺ κελεύεις με συμβουλεύειν. ἀπὸ μὲν γὰρ τῆς ἐκείνων
συμβουλίας τὸ τέλος εὐτυχία, ἀπὸ δὲ τῆς τούτων φλυαρίας
ἀτυχία ἐστίν.
Παρεγενόμην δ' ἀνθρώπῳ τινὶ νουθετοῦντι ἑαυτοῦ ἑταῖρον,
διότι ἐπίστευεν τῷ κατηγοροῦντι οὐκ ἀκούσας τοῦ ἀπολογου-
μένου ἀλλὰ μόνου τοῦ κατηγοροῦντος. ἔλεγεν οὖν ὡς δεινὸν
πρᾶγμα ποιοῖ καταγιγνώσκων τοῦ ἀνθρώπου, οὔτε αὐτὸς
383
a
παραγενόμενος οὔτε τῶν φίλων ἀκούσας παραγενομένων,
οἷς εἰκὸς ἦν αὐτὸν λέγουσιν πιστεύειν· οὐδ' αὖ ἀμφοτέρων
ἀκούσας, οὕτως προπετῶς ἐπίστευσε τῷ κατηγοροῦντι. δίκαιον
δὲ εἶναι καὶ τοῦ ἀπολογουμένου ἀκοῦσαι πρὸ τοῦ ἐπαινεῖν ἢ
μέμφεσθαι, ὥσπερ καὶ τοῦ κατηγοροῦντος. πῶς γὰρ ἄν τις
ἢ δίκην καλῶς δικάσαι ἢ ἀνθρώπους κατὰ τρόπον κρῖναι
δύναιτο, μὴ ἀμφοτέρων τῶν ἀντιδίκων ἀκούσας; τοὺς γὰρ
b
λόγους παραβαλλομένους, ὥσπερ τὴν πορφύραν καὶ τὸ χρυ-
σίον, ἄμεινον κρίνεσθαι. ἢ τίνος ἕνεκεν ἢ χρόνον ἀμφοτέροις
δίδοσθαι τοῖς ἀντιδίκοις, ἢ ὀμνύειν τοὺς δικαστὰς ἀκροάσασθαι
ὁμοίως ἀμφοτέρων, εἰ μὴ ὑπελάμβανεν ὁ νομοθέτης τὰς δίκας
δικαιότερον ἂν καὶ βέλτιον κρίνεσθαι ὑπὸ τῶν δικαστῶν; σὺ
δέ μοι δοκεῖς οὐδὲ τοῦτο τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον
ἀκηκοέναι. Τὸ ποῖον; ἔφη.
c
Μηδὲ δίκην δικάσῃς, πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς.
καίτοι οὐκ ἂν οὕτω τοῦτο περιεφέρετο, εἰ μὴ καλῶς ἐλέγετο
καὶ ὡς προσήκει. συμβουλεύω οὖν σοι, ἔφη, τοῦ λοιποῦ
μὴ προπετῶς οὕτως τοὺς ἀνθρώπους μήτε μέμφεσθαι μήτ'
ἐπαινεῖν.
Ὁ οὖν ἑταῖρος ἄτοπον ἔφη ἑαυτῷ καταφαίνεσθαι εἰ ἕνα
μὲν γνῶναι λέγοντα πότερον ἀληθεύει ἢ ψεύδεται οὐ δυνατόν,
δύο δὲ λέγοντας γνῶναι δυνατὸν ἔσται· καὶ παρὰ μὲν τοῦ
d
ἀληθῆ λέγοντος μαθεῖν οὐ δυνατόν, ὑπὸ τούτου δ' αὐτοῦ καὶ
ἄλλου ψευδομένου διδαχθῆναι ταὐτὰ οἷόν τε· καὶ εἰ ὁ μὲν
εἷς ὀρθῶς καὶ ἀληθῆ λέγων ἐμφανίσαι ἃ λέγει οὐ δυνήσεται,
δύο δέ, ὧν ὁ ἕτερος ψεύσεται καὶ οὐκ ὀρθῶς ἐρεῖ, δυνήσονται
ἐμφανίσαι τοῦτο ὃ ὁ λέγων ὀρθῶς ἐμφανίσαι οὐχ οἷός τ' ἦν.
ἀπορῶ δ', ἔφη, κἀκεῖνο, πῶς ποτε ἐμφανιοῦσι. πότερον γὰρ
σιωπῶντες ἢ λέγοντες; εἰ μὲν γὰρ σιωπῶντες ἐμφανιοῦσιν,
οὐδετέρου ἂν δέοι, μήτι γε ἀμφοτέρων, ἀκούειν· εἰ δὲ
e
λέγοντες ἀμφότεροι ἐμφανιοῦσιν, ἀμφότεροι δὲ κατ' οὐδένα
τρόπον λέγουσιν—ἐν μέρει γὰρ λέγειν ἑκάτερον ἀξιοῦσιν—
πῶς ἀμφοτέρους ἐμφανίσαι ἅμα οἷόν τε; εἰ γὰρ ἐμφανιοῦσιν
ἅμα ἀμφότεροι, καὶ ἐροῦσιν τότε ἅμα. τοῦτο δ' οὐκ ἐῶσιν.
ὥστε λοιπόν, εἴπερ λέγοντες ἐμφανιοῦσιν, ἑκάτερος εἰπὼν
ἐμφανιεῖ· καὶ ὁπότε γε ἐρεῖ ἑκάτερος, τότε καὶ ἐμφανιεῖ
ἑκάτερος αὐτῶν. ὥστ' ἐρεῖ ὁ μὲν πρότερος, ὁ δ' ὕστερος·
καὶ ἐμφανιεῖ ὁ μὲν πρότερος, ὁ δ' ὕστερος. καίτοι εἴπερ
ταὐτὸ ἐν μέρει ἐμφανιοῦσιν ἑκάτεροι, τί δεῖ ἔτι τοῦ ὑστέρου
ἀκούειν; ὑπὸ γὰρ τοῦ πρότερον εἰπόντος ἤδη φανερὸν ἔσται.
384
a
ἐκεῖνο δ', ἔφη, εἴπερ ἀμφότεροι ἐμφανιοῦσιν, πῶς οὐ καὶ ὁ
ἕτερος αὐτῶν ἐμφανιεῖ; ὧν γὰρ ὁ ἕτερος οὐκ ἐμφανιεῖ, οὗτοι
ἀμφότεροι πῶς ἂν ἐμφανίσαι δύναιντο; εἰ δ' ἑκάτερος ἐμ-
φανιεῖ, δῆλον ὅτι ἐρεῖ πρότερος καὶ ἐμφανιεῖ πρότερος·
ὥστ' ἐκείνου μόνου ἀκούσαντα γνῶναι πῶς ἐστιν οὐχ οἷόν τε.
Ἐγὼ γοῦν ἀκούων αὐτῶν ἠπόρουν καὶ κρίνειν οὐχ οἷός τ'
ἦν· οἱ μὲν γὰρ ἄλλοι ἔφασαν οἱ παρόντες τὸν πρῶτον λέγειν
b
ἀληθῆ. εἰ οὖν τι ἔχεις συμβάλλεσθαι μοι περὶ τούτων,
πότερόν ἐστιν ἑνὸς λέγοντος γνῶναι τί λέγει, ἢ προσδεῖται
τοῦ ἀντεροῦντος, εἰ μέλλει τις γνώσεσθαι πότερον ὀρθῶς
λέγει· ἢ οὐκ ἀναγκαῖόν ἐστιν ἀμφοτέρων ἀκούειν. ἢ πῶς
νομίζεις;
Πρῴην τις ἐνεκάλει ἀνθρώπων τινὶ ὅτι αὐτῷ ἀργύριον
χρῆσαι οὐκ ἠθέλησεν οὐδὲ πιστεῦσαι. κἀκεῖνος μὲν ᾧ ἐνε-
κάλει, ἀπελογεῖτο· ἄλλος δέ τις τῶν παρόντων ἠρώτησε τὸν
c
ἐγκαλοῦντα πότερον ὁ μὲν μὴ πιστεύσας αὐτῷ μηδὲ χρήσας
ἥμαρτεν· σὺ δ', ἔφη, οὐ πείσας σοι χρῆσαι οὐχ ἡμάρτηκας;
ὁ δέ, Τί γὰρ ἥμαρτον; εἶπεν. {—} Πότερος δ', ἔφη, σοὶ δοκεῖ
ἁμαρτάνειν; ὁ ἀποτυχὼν ὧν ἤθελεν ἢ ὁ μή; {—} Ὁ ἀποτυχών,
εἶπεν. {—} Οὐκοῦν, εἶπεν, σὺ μὲν ἀπέτυχες, χρήσασθαι ἐθέλων;
ὁ δέ σοι μὴ προέσθαι, οὐκ ἀπέτυχε τούτου; {—} Ναί, εἶπεν· ἀλλ'
ἐγὼ τί ἥμαρτον, καὶ εἰ μὴ ἐκεῖνός μοι ἔδωκεν; {—} Ὅτι εἰ μὲν
ἐδέου αὐτοῦ, ἔφη, ὧν οὐκ ἐχρῆν, πῶς οὐκ οἴει ἁμαρτάνειν;
d
ἐκεῖνος δὲ ὁ μὴ προέμενος ὀρθῶς ἔπραξεν. εἰ δὲ ὧν χρῆν
ἐδέου αὐτοῦ, ἀποτυχὼν τούτου, πῶς οὐχ ἥμαρτες ἐξ ἀνάγκης; {—}
Ἴσως, εἶπεν. ἀλλ' ἐκεῖνος πῶς οὐχ ἥμαρτεν, ὁ μὴ πιστεύσας
μοι; {—} Ἆρ' οὖν, ἔφη, εἰ προσωμίλησας αὐτῷ ὡς προσήκει,
οὐκ ἂν ἥμαρτες οὐδέν; {—} Οὐ γὰρ δή. {—} Νῦν ἄρα οὐχ ὡς προσ-
ήκει αὐτῷ προσωμίλησας. {—} Φαίνομαι, εἰπεῖν. {—} Εἰ οὖν ὡς
μὴ προσήκει ὁμιλοῦντός σου μὴ ἐπείσθη, πῶς ἂν δικαίως
e
ἐγκαλοίης ἐκείνῳ; {—} Οὐκ ἔχω εἰπεῖν. {—} Οὐδὲ ὅτι τοῖς κακῶς
χρωμένοις οὐ προσεκτέον ἐστιν ἔχεις εἰπεῖν; {—} Καὶ μάλ',
ἔφη, τοῦτό γε. {—} Ἀλλ' οὖν οὐχ οἱ ὡς οὐ προσήκει ὁμιλοῦντες,
ἔφη, κακῶς χρῆσθαί σοι δοκοῦσιν; {—} Ἔμοιγε, ἔφη. {—} Τί οὖν
ἥμαρτεν εἴ σοι μὴ προσέσχεν κακῶς χρωμένῳ; {—} Οὐδὲν φαί-
νεται, εἰπεῖν. {—} Τί οὖν ποτε οἱ ἄνθρωποι, ἔφη, τοιαῦτα ἐγκα-
λοῦσιν πρὸς ἀλλήλους, καὶ τοῖς μὲν μὴ πεισθεῖσιν αὐτοῖς
ὅτι οὐκ ἐπείσθησαν μέμφονται, αὑτοῖς δέ, ὅτι οὐκ ἔπεισαν,
385
a
οὐδ' ὁτιοῦν ἐγκαλοῦσιν; {—} Καὶ ἄλλος τις παρών, Ὅταν τε γάρ
τις, ἔφη, εὖ χρήσηταί τῳ καὶ βοηθήσῃ, εἶτα ἀξιῶν αὐτῷ
ὁμοίως χρήσασθαι μὴ τυγχάνῃ τούτου, πῶς οὐκ εἰκότως
μέμφοιτ' ἂν ὁ τοιοῦτος; {—} Οὐκοῦν ἔφη, ὃν ἀξιοῖ ὁμοίως αὐτῷ
χρῆσθαι, ἤτοι δυνατός ἐστιν χρῆσθαι αὐτῷ καλῶς ἢ οὐ δυνα-
τός; καὶ εἰ μὲν μὴ δυνατός ἐστιν, πῶς ἂν καλῶς ἀξιοίη, ἀξιῶν
αὐτὸν ὃ οὐ δυνατός ἐστιν; εἰ δὲ δυνατός ἐστιν, πῶς τοιοῦτον
ἄνθρωπον οὐκ ἔπεισεν; ἢ πῶς τοιαῦτα λέγοντες καλῶς
b
λέγουσιν; {—} Ἀλλὰ νὴ Δί', ἔφη, τοῦτο δεῖ ἐγκαλεῖν, ὅπως
οὗτός τε τοῦ λοιποῦ βέλτιον χρῆται αὐτῷ, καὶ οἱ ἄλλοι φίλοι
ἀκούσαντες αὐτοῦ ἐγκαλοῦντος. {—} Βέλτιον δὲ χρῆσθαι, ἔφη,
οἴει τινὰς ἀκούοντας ὀρθῶς λέγοντος καὶ ἀξιοῦντος, ἢ ἁμαρ-
τάνοντος; {—} Ὀρθῶς λέγοντος, ἔφη. {—} Ὁ δέ γε οὐκ ὀρθῶς
ἀξιοῦν ἐδόκει σοι; {—} Ναί, ἔφη. {—} Πῶς οὖν ἀκούοντες τοιαῦτα
ἐγκαλοῦντος βέλτιον χρήσονται; {—} Οὐδαμῶς, ἔφη. {—} Τοῦ οὖν
c
ἕνεκα τοιαῦτά τις ἐγκαλεῖ; {—} Ἀνευρεῖν ἔφη οὐκ ἂν δύνασθαι.
Ἀνθρώπου τις κατηγόρει εὐήθειαν ὅτι ταχέως καὶ τοῖς
τυχοῦσιν ἀνθρώποις λέγουσι πιστεύοι. πολίταις μὲν γὰρ καὶ
οἰκείοις λέγουσιν πιστεύειν εἰκός ἐστιν· τοιούτοις δ' ἀνθρώ-
ποις οὓς οὔτε εἶδεν οὔτε ἤκουσεν πρότερον αὐτῶν, πιστεύειν,
καὶ ταῦτα οὐκ ἀγνοοῦντα ὅτι οἱ πλεῖστοι τῶν ἀνθρώπων
εἰσὶν ἀλαζόνες καὶ πονηροί, ἠλιθιότητος σημεῖον οὐ σμικρὸν
d
εἶναι. Καὶ τῶν παρόντων τις ἔφη, Ἐγὼ δὲ ᾤμην σὲ τὸν
ταχὺ καὶ τοῦ τυχόντος ἂν αἰσθανόμενον πολλοῦ νομίζειν ἄξιον
εἶναι μᾶλλον ἢ τὸν βραδέως. {—} Καὶ γὰρ νομίζω, εἶπεν ἐκεῖνος.
{—} Τί οὖν, ἔφη, ἐγκαλεῖς εἰ ταχὺ καὶ τοῖς τυχοῦσιν πιστεύει
τἀληθῆ λέγουσιν; {—} Ἀλλ' οὐ τοῦτο ἐγκαλῶ, εἰπεῖν, ἀλλ' ὅτι
πιστεύει ταχέως ψευδῆ λέγουσιν. {—} Εἰ δ' ἐν πλείονι χρόνῳ
καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευε καὶ ᾐτιᾶτο, οὐκ ἂν ἐνεκάλεσας
αὐτῷ μᾶλλον; {—} Ἔγωγ' ἄν, εἰπεῖν. {—} Ἆρα διότι γε βραδέως
e
καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευεν; {—} Μὰ Δί', εἶπεν. {—} Οὐ γὰρ
οἶμαί γ', ἔφη, διὰ τοῦτ' ἐγκαλεῖν ἀνθρώπῳ ἄξιον εἶναι ὑπολαμ-
βάνεις, ἀλλὰ διότι πιστεύει λέγουσιν ἄπιστα. {—} Ἔγωγ',
εἰπεῖν. {—} Πότερον οὖν, ἔφη, διὰ μὲν τὸ βραδέως καὶ μὴ τοῖς
τυχοῦσιν πιστεύειν οὐκ οἴει ἄξιον εἶναι ἐγκαλεῖν αὐτῷ, διὰ
δὲ τὸ ταχέως καὶ τοῖς τυχοῦσι πιστεύειν ἄξιον; {—} Οὐκ ἔγωγ',
εἰπεῖν. {—} Τί οὖν, ἔφη, ἐγκαλεῖς αὐτῷ; {—} Ὅτι ἁμαρτάνει, πρὸ
τοῦ σκέψασθαι ταχέως πιστεύων τοῖς τυχοῦσιν. {—} Ἀλλ' εἰ
386
a
βραδέως ἐπίστευσεν πρὸ τοῦ σκέψασθαι, οὐκ ἂν ἡμάρτανεν;
{—} Μὰ Δί', εἶπεν, ἀλλὰ καὶ οὕτως ἡμάρτανεν ἂν οὐδὲν ἧττον.
ἀλλ' οὐ τοῖς τυχοῦσιν οἶμαι δεῖν πιστεύειν. {—} Εἰ δὲ μὴ πι-
στεύειν τοῖς τυχοῦσιν, ἔφη, οἴει δεῖν, ἀλλὰ τοῖς ἀγνῶσιν πῶς
προσήκει ταχέως πιστεύειν; ἀλλὰ πρότερον οἴει δεῖν σκέ-
ψασθαι εἰ ἀληθῆ λέγουσιν. {—} Ἔγωγ', εἶπεν. {—} Ἐπεὶ οἰκείων
καὶ συνήθων, ἔφη, ὄντων οὐ δεῖ σκοπεῖσθαι εἰ λέγουσιν
ἀληθῆ. {—} Ἐγὼ μὲν φαίην ἄν, εἰπεῖν. {—} Ἴσως γὰρ καὶ τούτων
τινές, ἔφη, λέγουσιν ἄπιστα. {—} Καὶ μάλα, εἶπεν. {—} Τί οὖν
b
μᾶλλον, ἔφη, τοῖς οἰκείοις καὶ συνήθεσιν εἰκὸς πιστεύειν, ἢ
τοῖς τυχοῦσίν ἐστιν; {—} Οὐκ ἔχω, ἔφη, εἰπεῖν. {—} Τί δ'; εἰ οὐ
μᾶλλον τοῖς οἰκείοις πιστεύειν δεῖ ἢ τοῖς τυχοῦσιν, οὐκ
ἀπίστους αὐτοὺς δεῖ νομίζειν μᾶλλον ἢ τοὺς τυχόντας; {—}
Πῶς γὰρ οὔκ; ἔφη. {—} Ἐὰν οὖν τοῖς μὲν οἰκεῖοι ὦσιν, τοῖς δ'
ἀγνῶτες, πῶς οὐ δεήσει τοὺς αὐτοὺς μᾶλλον αὐτῷ πιστοὺς
νομίζειν; οὐ γὰρ ὁμοίως πιστοὺς αὐτοὺς δεῖ νομίζειν τοὺς
οἰκείους καὶ τοὺς ἀγνῶτας, ὡς φῄς. {—} Οὐκ ἀρέσκει μοι, εἰπεῖν.
{—} Ὁμοίως δ', ἔφη, καὶ τὰ λεγόμενα ὑπ' αὐτῶν οἱ μὲν
πιστεύουσιν, οἱ δ' οὐ πιστὰ ἡγήσονται, καὶ οὐδέτεροι ἁμαρ-
τήσονται αὐτῶν. {—} Ἄτοπον καὶ τοῦτ', εἰπεῖν. {—} Ἔπειτα, ἔφη,
εἰ ταὐτὰ λέγουσιν οἱ οἰκεῖοι καὶ οἱ τυχόντες, πῶς οὐχ ὁμοίως
c
τὰ λεγόμενα πιστὰ εἴη ἂν ἢ ἄπιστα; {—} Ἀνάγκη, εἶπεν. {—}
Οὐκοῦν καὶ τοῖς λέγουσιν αὐτὰ ὁμοίως πιστευτέον λέγουσιν
αὐτά; {—} Πιθανόν, εἶπεν.
Ταῦτ' οὖν λεγόντων αὐτῶν ἠπόρουν τίσιν ποτὲ δεῖ πιστεύειν
καὶ τίσιν οὔ, καὶ πότερον τοῖς πιστοῖς καὶ τοῖς εἰδόσι περὶ
ὧν λέγουσιν ἢ τοῖς οἰκείοις καὶ τοῖς γνωρίμοις. περὶ τούτων
οὖν πῶς σὺ νομίζεις;
387
b
{ΣΩ.} Ἡμεῖς δὲ καὶ χθές σε πολὺν χρόνον ἀνεμείναμεν, ὦ
Σίσυφε, ἐπὶ τῇ Στρατονίκου ἐπιδείξει, ὅπως ἂν συνηκροῶ ἡμῖν
ἀνδρὸς σοφοῦ πολλά τε καὶ καλὰ ἐπιδεικνυμένου πράγματα
καὶ λόγῳ καὶ ἔργῳ, καὶ ἐπεὶ σὲ οὐκέτι ᾠόμεθα παρέσεσθαι,
αὐτοὶ ἤδη ἠκροώμεθα τἀνδρός.
{ΣΙ.} Ναὶ μὰ τὸν Δία· ἀσχολία γάρ μοί τις ἐγένετο
ἀναγκαιοτέρα, ὥστε μὴ παραμελῆσαι αὐτῆς. οἱ γὰρ ἄρχοντες
c
ἡμῶν ἐβουλεύοντο χθές· συμβουλεύειν οὖν αὑτοῖς ἠνάγκαζόν
με. ἡμῖν δὲ τοῖς Φαρσαλίοις καὶ νόμος ἐστὶ τοῖς ἄρχουσι
πείθεσθαι, ἂν κελεύωσι συμβουλεύειν τινὰ ἡμῶν αὐτοῖς.
{ΣΩ.} Ἀλλὰ καλὸν τό τε τῷ νόμῳ πείθεσθαι, τό τε ὑπὸ
τῶν πολιτῶν δεδοξάσθαι εὔβουλον εἶναι, ὥσπερ καὶ σὺ
δεδόξασαι εὔβουλος εἶναι εἷς τῶν Φαρσαλίων. ἀτάρ, ὦ
Σίσυφε, ἐγὼ γὰρ οὔπω περὶ τοῦ εὖ βουλεύεσθαι τοὺς λόγους
d
ἂν δυναίμην ποιήσασθαι πρὸς σέ, ἡγούμενος καὶ σχολῆς εἶναι
πολλῆς καὶ λόγου μακροῦ, ἀλλὰ περὶ αὐτοῦ τοῦ βουλεύεσθαι
πρῶτον, ὅτι ἔστιν, ἐγχειρήσαιμ' ἂν διαλεχθῆναί σοι. ἆρ' οὖν
ἔχοις ἄν μοι εἰπεῖν αὐτὸ τὸ βουλεύεσθαι ὅτι ποτ' ἔστιν; μή
μοι ἢ τὸ εὖ ἢ κακῶς ἢ τὸ καλῶς πως, ἀλλ' αὐτὸ μόνον τὸ
βουλεύεσθαι, ὁποῖόν τί ἐστιν. ἢ καὶ πάνυ ῥᾳδίως, αὐτός
γε οὕτως εὔβουλος ὤν; ἀλλὰ μὴ ἐμὴ περιεργία ᾖ καὶ τὸ
ἐρωτῆσαί σε περὶ τούτου;
{ΣΙ.} Ἦ σοι γὰρ ἄγνωστόν ἐστιν ὅτι τὸ βουλεύεσθαί ἐστιν;
e
{ΣΩ.} Ἔμοιγε, ὦ Σίσυφε, εἴ γέ τι ἄλλο ἐστὶν ἢ ὅπερ τὸ
μὴ ἐπιστάμενόν τινα περὶ ὧν ἂν δέῃ τι πράττειν, διαμαν-
τευόμενον καὶ σχεδιάζοντα λέγειν ὅτι ἂν τύχῃ, εἰκάζοντα καὶ
κατὰ ταὐτὰ αὑτῷ, ὥσπερ καὶ οἱ ἀρτιάζοντες τῶν ἀνθρώπων,
οὐδὲν ἐπιστάμενοι δήπου περὶ τῶν ἀρτίων τε καὶ περιττῶν
ὧν ἂν ἐν ταῖς χερσὶν ταῖς αὑτῶν ἔχωσιν, ὅμως ἐπιτυγχάνουσι
388
a
λέγοντες περὶ τῶν αὐτῶν τἀληθῆ. πολλάκις μὲν οὖν τοιοῦτόν
τι καὶ τὸ βουλεύεσθαί ἐστιν, οἷον μηδὲν ἐπιστάμενον περὶ ὧν
ἂν βουλεύηταί τις, ἀπὸ τύχης εἰπόντα ἐπιτυγχάνειν τἀληθῆ.
εἰ μὲν οὖν τοιοῦτόν ἐστιν, γιγνώσκω δὴ οἷον τὸ βουλεύεσθαί
ἐστιν· εἰ μέντοι γε μὴ τοιοῦτόν ἐστιν, οὐκ ἄν πω ἐπισταίμην
αὐτό.
{ΣΙ.} Οὐ τοίνυν τοιοῦτόν ἐστιν ὅπερ τὸ μὴ ἐπίστασθαι
κομιδῇ μηδέ τι, ἀλλ' οἷον τὸ μὲν εἰδέναι τι τοῦ πράγματος
ἤδη, τὸ δὲ μηδέπω ἐπίστασθαι.
b
{ΣΩ.} Ἆρα τοιόνδε τι λέγεις τὸ βουλεύεσθαι πρὸς τοῦ
Διός—ὥσπερ γὰρ ἂν καὶ αὐτὸς ὑπομαντεύεσθαί μοι δοκῶ
τὴν διάνοιάν σου περὶ τοῦ εὖ βουλεύεσθαι—οἷον τὸ ζητεῖν
τὰ βέλτιστα ἐξευρεῖν τινα ἑαυτῷ διαπράξασθαι, μηδέπω δὲ
ἐπίστασθαι σαφῶς, ἀλλ' ὥσπερ ἐν νοήσει τινὰ εἶναι; τοῦτο
οὐχ οὕτω πως λέγεις;
{ΣΙ.} Ἔγωγε.
{ΣΩ.} Ζητοῦσι δ' οἱ ἄνθρωποι πότερον ἃ ἂν ἐπιστῶνται
c
τῶν πραγμάτων, ἢ καὶ ἃ ἂν μὴ ἐπιστῶνται; {—ΣΙ.} Ἀμφότερα.
{—ΣΩ.} Ἆρ' οὖν καὶ τοῦθ' οὕτως πως λέγεις, τὸ ζητεῖν ἀμφό-
τερα τοὺς ἀνθρώπους, ἃ ἄν τε ἐπιστῶνται καὶ ἃ ἂν μὴ
ἐπιστῶνται, ὅμοιον ὥσπερ εἴ τις Καλλίστρατον γιγνώσκοι
μὲν ὅστις ὁ Καλλίστρατος, μὴ μέντοι ἐπίσταιτο ὅπου εἴη
ἐξευρεῖν, οὐχ ὅστις εἴη ὁ Καλλίστρατος. ἆρ' οὕτω πως
λέγεις τὸ ζητεῖν εἶναι ἀμφότερα; {—ΣΙ.} Ἔγωγε. {—ΣΩ.} Οὐκοῦν
ἐκεῖνο μὲν οὐκ ἂν ζητοίη, τὸν Καλλίστρατον εἰδέναι, ὅ γε
d
εἰδώς; {—ΣΙ.} Οὐ γάρ. {—ΣΩ.} Ὅπου δέ γε εἴη, ζητοίη ἂν αὐτόν.
{—ΣΙ.} Ἔμοιγε δοκεῖ. {—ΣΩ.} Οὐκοῦν οὐδὲ τοῦτο ἐζήτει, ὅπου
ἦν ἐξευρεῖν αὐτόν, εἰ ᾔδει· ἀλλ' ἐξηῦρεν ἂν εὐθέως; {—
ΣΙ.} Ναί.
{ΣΩ.} Οὐκ ἄρα ταῦτά γε δὴ ζητοῦσιν ἅττα ἂν ἐπιστῶνται
οἱ ἄνθρωποι, ἀλλὰ ἃ ἂν μὴ ἐπιστῶνται, ὡς ἔοικεν. εἰ δέ σοι
οὗτος ὁ λόγος ἐριστικὸς εἶναι δοκεῖ, ὦ Σίσυφε, καὶ μὴ τοῦ
πράγματος ἕνεκα λέγεσθαι ἀλλ' αὐτοῦ τοῦ διαλέγεσθαι μόνον,
e
σκόπει δὲ καὶ ὧδε ἐὰν δοκῇ σοι οὕτως ἔχειν ὥσπερ καὶ νῦν
λέγεται. ἆρα γὰρ οὐκ ἐν τῇ γεωμετρίᾳ οἶσθα τοῦτο γιγνό-
μενον· ἀγνοουμένην τὴν διάμετρον τοῖς γεωμέτραις, οὐκ εἰ
διάμετρός ἐστιν ἢ μή—οὐδὲ γὰρ οὐδὲ ζητεῖται τοῦτο ὑπ' αὐτῶν
εὑρεθῆναι—ἀλλ' ὁπόση τίς ἐστιν μέτρῳ πρὸς τὰς πλευρὰς τῶν
χωρίων ὧν ἂν διατέμνῃ; ἆρ' οὐ τοῦτό ἐστιν αὐτὸ τὸ ζητού-
μενον περὶ αὐτῆς; {—ΣΙ.} Ἔμοιγε δοκεῖ. {—ΣΩ.} Ὅπερ καὶ
ἀγνοεῖται. ἦ γάρ; {—ΣΙ.} Πάνυ γε. {—ΣΩ.} Τί δέ; ὁ τοῦ κύβου
διπλασιασμὸς οὐκ οἶσθ' ὅτι ζητεῖται τοῖς γεωμέτραις ὁπόσος
τίς ἐστιν εὑρεθῆναι λόγῳ; αὐτὸς δὲ ὁ κύβος οὐ ζητεῖται
αὐτοῖς εἰ κύβος ἐστὶν ἢ μή, ἀλλ' ἐπίστανται τοῦτό γε. ἦ γάρ;
389
a
{—ΣΙ.} Ναί. {—ΣΩ.} Οὐκοῦν καὶ περὶ τοῦ ἀέρος Ἀναξαγόραν
τε καὶ Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τοὺς μεταρσιολέσχας
ἅπαντας οἶσθα ζητοῦντας πότερον ἄπειρός ἐστιν ἢ πέρας
ἔχων; {—ΣΙ.} Ναί. {—ΣΩ.} Ἀλλ' οὐκ ἐκεῖνο, εἰ ἀήρ ἐστιν. ἦ
γάρ; {—ΣΙ.} Οὐ δῆτα. {—ΣΩ.} Συγχωρήσαις ἂν οὖν μοι καὶ
κατὰ τῶν ἄλλων πάντων οὕτως ἔχειν ἤδη, μηδὲν μηδενὶ εἶναι
ζητεῖν τῶν ἀνθρώπων ὧν ἂν ἐπίστηταί τις, ἀλλὰ μᾶλλον ὧν
ἂν μὴ ἐπίστηται; {—ΣΙ.} Ἔγωγε.
b
{ΣΩ.} Οὐκοῦν καὶ τὸ βουλεύεσθαι τοῦτο ἐδόκει ἡμῖν εἶναι
αὐτό, τὸ ζητεῖν τὰ βέλτιστά τινα ἐξευρεῖν περὶ ὧν ἂν δέοιτο
διαπράττεσθαι αὐτῷ; {—ΣΙ.} Ναί. {—ΣΩ.} Τὸ δὲ ζητεῖν γε ὅπερ
τὸ βουλεύεσθαι ἦν περὶ τῶν πραγμάτων. ἦ γάρ; {—ΣΙ.} Πάνυ
μὲν οὖν. {—ΣΩ.} Οὐκοῦν σκεπτέον ἡμῖν ἐστι νῦν ἤδη τί ἐστιν
ἐμποδὼν τοῖς ζητοῦσιν περὶ ὧν ἂν τὴν ζήτησιν ποιῶνται εἰς
τὸ ἐξευρεῖν. {—ΣΙ.} Ἔμοιγε δοκεῖ. {—ΣΩ.} Ἆρ' οὖν ἄλλο τι
c
φαίημεν ἂν αὐτοῖς ἐμποδὼν εἶναι ἢ τὴν ἀνεπιστημοσύνην; {—
ΣΙ.} Σκοπῶμεν νὴ Δία.
{ΣΩ.} Ὑπερφυῶς μὲν οὖν, τὸ λεγόμενόν γε, πάντα κάλων
ἐφέντες καὶ πᾶσαν φωνὴν ἀφιέντες. ἄθρει δὲ δὴ μετ' ἐμοῦ
τόδε· ἆρά γε νομίζεις οἷόν τέ τι εἶναι ἀνθρώπῳ περὶ μουσικῆς
βουλεύεσθαι, μήτε ἐπισταμένῳ περὶ μουσικῆς, μηδὲ ὅπως ἢ
κιθαριστέον εἴη αὐτῷ ἢ ἄλλο τι τῶν κατὰ μουσικὴν ποιητέον;
{—ΣΙ.} Οὐκ ἔγωγε. {—ΣΩ.} Τί δὲ περὶ στρατηγίας ἢ κυβερνη-
d
τικῆς; τὸν μὴ ἐπιστάμενον μηδέτερα τούτων οἴει ἔχειν ἄν τι
βουλεύεσθαι περὶ τούτων τοῦ ἑτέρου ὅτι ποιητέον εἴη αὐτῷ;
ὅπως ἢ στρατηγητέον ἢ κυβερνητέον ἐκείνῳ αὐτῷ τῷ μὴ
ἐπισταμένῳ μήτε στρατηγεῖν μήτε κυβερνᾶν; {—ΣΙ.} Οὐχί. {—
ΣΩ.} Ἦ καὶ περὶ τῶν ἄλλων οὖν ἁπάντων οὕτως ἀξιοῖς ἔχειν,
περὶ ὧν ἂν μὴ ἐπίστηταί τις, μὴ εἰδέναι μηδὲ βουλεύεσθαί
πω δυνατὸν τῷ μὴ ἐπισταμένῳ περὶ αὐτῶν; {—ΣΙ.} Ἔγωγε. {—
ΣΩ.} Ἀλλὰ ζητεῖν περὶ ὧν ἄν τις μὴ ἐπιστήμων ᾖ. ἦ γάρ; {—
e
ΣΙ.} Πάνυ μὲν οὖν. {—ΣΩ.} Τὸ μὲν αὐτὸ ἄρα οὐκ ἂν ἔτι εἴη τὸ
ζητεῖν τῷ βουλεύεσθαι. {—ΣΙ.} Πῶς δή; {—ΣΩ.} Ὅτι τὸ μὲν
ζητεῖν ἐστι δήπου ἐπὶ τούτοις οἷς ἂν μὴ ἐπίστηταί τις, τὸ
δὲ βουλεύεσθαι οὐχ οἷόν τ' εἶναι δοκεῖ περὶ ταῦτα ἀνθρώπῳ,
περὶ ἃ ἄν τις μὴ ἐπιστήμων ᾖ. ἢ οὐχ οὕτως ἐλέχθη; {—
ΣΙ.} Πάνυ γε.
{ΣΩ.} Οὐκοῦν ὑμεῖς χθὲς ἐζητεῖτε τὰ βέλτιστα ἐξευρεῖν τῇ
πόλει, οὐκ ἠπίστασθε δὲ αὐτά; εἰ γὰρ ἠπίστασθε, οὐκ ἂν ἔτι
δήπου ἐζητεῖτε αὐτά, ὥσπερ οὐδὲ ἄλλο οὐδὲν ὧν ἂν ἐπιστώ-
μεθα ζητοῦμεν. ἦ γάρ; {—ΣΙ.} Οὐ γὰρ οὖν. {—ΣΩ.} Πότερον
οὖν σοι δοκεῖ χρῆναι, ὦ Σίσυφε, ἂν μὴ ἐπίστηταί τις, ζητεῖν
390
a
ἢ μανθάνειν; {—ΣΙ.} Μανθάνειν ἔμοιγε νὴ Δία. {—ΣΩ.} Ὀρθῶς
γέ σοι δοκεῖ. ἀλλ' ἆρά γε καὶ διὰ τοῦτό σοι δοκεῖ χρῆναι
μανθάνειν μᾶλλον ἢ ζητεῖν, διότι θᾶττον ἂν καὶ ῥᾷον ἐξεύροι
τις, εἰ παρὰ τῶν ἐπισταμένων μανθάνοι, ἢ εἰ αὐτὸς ὁ μὴ
εἰδὼς ζητοίη; ἢ δι' ἄλλο τι; {—ΣΙ.} Οὐκ, ἀλλὰ διὰ τοῦτο.
{ΣΩ.} Τί οὖν οὐκ ἀμελήσαντες χθὲς ὑμεῖς τοῦ βουλεύεσθαι
περὶ ὧν ἂν μὴ ἐπίστασθε, καὶ τοῦ ζητεῖν τὰ βέλτιστα δια-
πράττεσθαι ἐν τῇ πόλει, ἐμανθάνετε παρὰ τῶν ἐπισταμένων
b
τινός, ὅπως ἂν ἐδύνασθε τὰ βέλτιστα διαπράττεσθαι τῇ
πόλει; ἀλλ' ἐδοκεῖτέ μοι τὴν ἡμέραν ὅλην τὴν χθὲς αὐτοσχε-
διάζοντες καὶ διαμαντευόμενοι καθῆσθαι περὶ ὧν οὐκ ἠπί-
στασθε, ἀμελήσαντες μανθάνειν, οἵ τε ἄρχοντες τῆς πόλεως
καὶ σὺ μετὰ τούτων. ἴσως δ' ἂν φαίης ταῦτα ἐμοί τε εἶναι
πεπαιγμένα πρὸς σὲ τοῦ διαλεχθῆναι μόνον εἵνεκα, σοί τε
c
οὐκ ἐσπουδασμένως ἀποδεδεῖχθαι. ἀλλὰ τοῦτό γε πρὸς Διός,
ὦ Σίσυφε, σκόπει νῦν σπουδῇ· εἰ δοθείη τὸ βουλεύσασθαί
τι εἶναι, καὶ μὴ ὥσπερ νῦν οὐδὲν ἐξευρίσκεται ἀλλοῖον ἢ ὅπερ
ἐπιστήμη τε καὶ εἰκασία καὶ σχεδιασμός, ὀνόματι σεμνοτέρῳ
μόνον κεχρημένον τούτῳ, ἄλλῳ δ' οὐδενί, ἆρ' ἂν οἴει αὐτῷ
διενεγκεῖν τι ἑτέρους ἑτέρων πρὸς τὸ εὖ βουλεύεσθαί τε
καὶ εὐβούλους εἶναι, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις
ἁπάσαις διαφέρουσιν ἕτεροι ἑτέρων, τέκτονες τεκτόνων ἰατροί
d
τε ἰατρῶν αὐληταί τε αὐλητῶν, οἵ τε ἄλλοι δημιουργοὶ
ἅπαντες, αὐτοί τε αὑτῶν διαφέρουσιν, ὥσπερ καὶ οὗτοι οἱ
ἐν ταύταις ταῖς τέχναις; ἦ οὕτως καὶ ἐν τῷ βουλεύεσθαι οἴει
ἄν τι διενεγκεῖν ἑτέρους ἑτέρων;
{ΣΙ.} Ἔγωγε.
{ΣΩ.} Εἰπὲ δή μοι· οὐχ ἅπαντες οἵ τε εὖ βουλευόμενοι καὶ
οἱ κακῶς περὶ μελλόντων τινῶν ἔσεσθαι βουλεύονται; {—
ΣΙ.} Πάνυ γε. {—ΣΩ.} Ἄλλο τι οὖν ἢ τὰ μέλλοντα οὔπω ἐστίν;
{—ΣΙ.} Οὐ γὰρ δή. {—ΣΩ.} Εἰ γὰρ εἴη, οὐκ ἂν ἔτι δήπου μέλλοι
e
ἔσεσθαι, ἀλλ' εἴη ἂν ἤδη. ἦ γάρ; {—ΣΙ.} Ναί. {—ΣΩ.} Οὐκοῦν
εἰ μήπω ἐστίν, οὕτως οὐδὲ γέγονε τὰ μὴ ὄντα; {—ΣΙ.} Οὐ γάρ. {—
ΣΩ.} Οὐκοῦν εἰ μήπω μηδὲ γέγονεν, οὔπω οὐδὲ φύσιν ἔχει
οὐδεμίαν αὐτῶν; {—ΣΙ.} Οὐ γὰρ οὖν. {—ΣΩ.} Ἄλλο τι οὖν ἢ οἵ
τε εὖ βουλευόμενοι καὶ οἱ κακῶς ἅπαντες βουλεύονται περὶ
πραγμάτων οὔτε ὄντων οὔτε γεγενημένων οὔτε φύσιν οὐδε-
μίαν ἐχόντων, ὅταν περὶ τῶν μελλόντων βουλεύωνται; {—
ΣΙ.} Φαίνονταί γε.
{ΣΩ.} Δοκεῖ οὖν σοι δυνατὸν εἶναι τοῦ μὴ ὄντος τυχεῖν
τινι ἢ εὖ ἢ κακῶς;
{ΣΙ.} Πῶς τοῦτο λέγεις;
{ΣΩ.} Ἐγώ σοι φράσω ὅ γε βούλομαι εἰπεῖν. σκόπει γάρ.
391
a
πῶς ἂν τοξοτῶν πολλῶν διαγνοίης τόν τε χρηστὸν καὶ τὸν
πονηρὸν ὅστις εἴη αὐτῶν; ἢ τοῦτο μὲν οὐ χαλεπὸν εἰδέναι;
ἴσως γὰρ ἂν κελεύοις αὐτοὺς ἐπὶ σκοποῦ τινος τοξεύειν. ἦ
γάρ; {—ΣΙ.} Πάνυ μὲν οὖν. {—ΣΩ.} Οὐκοῦν καὶ τὸν πλειστάκις
βάλλοντα τοῦ σκοποῦ κατ' ὀρθὸν κρίνοις ἂν νικᾶν; {—ΣΙ.}
Ἔγωγε. {—ΣΩ.} Εἰ δὲ σκοπὸς μηδεὶς εἴη κείμενος αὐτοῖς τοῦ
τοξεύειν, ἀλλ' ἕκαστος βάλλοι ὅπως βούλοιτο, πῶς ἂν
b
διαγνοίης τὸν εὖ ἢ κακῶς τοξεύοντα αὐτῶν; {—ΣΙ.} Οὐδαμῶς.
{—ΣΩ.} Οὐκοῦν καὶ τοὺς βουλευομένους ἢ εὖ ἢ κακῶς, εἰ μὴ
ἐπίσταιντο περὶ ὅτου βουλεύοιντο, ἀπορήσειας ἂν διαγνῶναι;
{—Σ…
The complete text is available when the reading interface loads.