Epigrammata
- Authority group
- Plato (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epigrammata, AG: 5.78–80; 6.1, 43; 7.99– 100, 256, 259, 265, 268–269, 669–670; 9.3, 44, 51, 506, 747, 823; 16.13, 160–161, 210, 248.
- CTS identifier
urn:cts:greekLit:tlg0059.tlg039.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
79
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
80
{ΤΟΥ ΑΥΤΟΥ}
Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ' ἐπίνευσον,
Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
6
1
{ΠΛΑΤΩΝΟΣ}
Ἡ σοβαρὸν γελάσασα καθ' Ἑλλάδος, ἡ τὸν ἐραστῶν
ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δ' ἦν πάρος, οὐ δύναμαι.
43
{ΠΛΑΤΩΝΟΣ}
Τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν,
τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε,
καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.
πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας
κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι·
φωνὴν δ' ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων
εὗρε πόσιν γλυκερῶν, ὧν ἐπόθει, λιβάδων.
7
99
{ΠΛΑΤΩΝΟΣ ΦΙΛΟΣΟΦΟΥ}
Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις·
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
κεῖσαι δ' εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
100
{ΠΛΑΤΩΝΟΣ}
Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ' ὅτι καλός,
ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ' ἀνιήσεις
ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
256
{ΠΛΑΤΩΝΟΣ}
Οἵδε ποτ' Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίῳ κείμεθ' ἐνὶ μεσάτῳ.
χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετ', Ἀθῆναι,
γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη.
259
{ΠΛΑΤΩΝΟΣ}
Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα· θεῦ, γαίης ὅσσον ἀφ' ἡμετέρης.
265
{ΠΛΑΤΩΝΟΣ}
Ναυηγοῦ τάφος εἰμί, ὁ δ' ἀντίον ἐστὶ γεωργοῦ·
ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ' Ἀίδης.
268
{ΠΛΑΤΩΝΟΣ}
Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα
γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο,
ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ' ἀπέδυσε,
τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο,
καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.
269
{ΤΟΥ ΑΥΤΟΥ ΠΛΑΤΩΝΟΣ}
Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν·
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.
669
{ΠΛΑΤΩΝΟΣ}
Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.
670
{ΤΟΥ ΑΥΤΟΥ}
Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος·
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
9
3
{ΑΝΤΙΠΑΤΡΟΥ, [οἱ δὲ ΠΛΑΤΩΝΟΣ]}
Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν
παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης·
πάντας δ' ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους
κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη·
δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.
44
{ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ, 〈οἱ δὲ〉 ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ}
Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν,
ὃν λίπεν, οὐχ εὑρὼν ἧψεν, ὃν εὗρε, βρόχον.
51
{ΠΛΑΤΩΝΟΣ}
Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν
οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.
506
{ΠΛΑΤΩΝΟΣ}
Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως·
ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.
747
{ΠΛΑΤΩΝΟΣ}
Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,
ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.
καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται
τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.
823
{ΠΛΑΤΩΝΟΣ}
Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ' ἀπὸ πέτρας
κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων,
αὐτὸς ἐπεὶ σύριγγι μελίσδεται εὐκελάδῳ Πάν,
ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων·
αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο
Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.
16
13
{ΠΛΑΤΩΝΟΣ}
Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν
φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις,
καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ
θελγομένῳ στάξει κῶμα κατὰ βλεφάρων.
160
{ΠΛΑΤΩΝΟΣ}
Ἡ Παφίη Κυθέρεια δι' οἴδματος ἐς Κνίδον ἦλθε
βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
πάντῃ δ' ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ
φθέγξατο· „Ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;“
Πραξιτέλης οὐκ εἶδεν, ἃ μὴ θέμις, ἀλλ' ὁ σίδηρος
ἔξεσεν, οἷά γ' Ἄρης ἤθελε, τὴν Παφίην.
161
{ΠΛΑΤΩΝΟΣ}
Οὔτε σε Πραξιτέλης τεχνάσατο οὔθ' ὁ σίδαρος·
ἀλλ' οὕτως ἔστης ὥς ποτε κρινομένη.
210
{ΠΛΑΤΩΝΟΣ}
Ἄλσος δ' ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐ δ' ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα,
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ' εὐπετάλοισι κρέμαντο·
αὐτὸς δ' ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ
εὗδεν μειδιόων· ξουθαὶ δ' ἐφύπερθε μέλισσαι,
κηροχυτοῦσαι 'ντός, λαροῖς ἐπὶ χείλεσι βαῖνον.
248
{ΠΛΑΤΩΝΟΣ}
Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν·
ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.
ὀφρυόϲκιον τὸν ὀφθαλμόντὸ φαλάγγιον ϲηψιδακέϲτὸν μυελὸν ὀϲτογενέϲ
5
78
Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον·
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.
79
Τῶι μήλωι βάλλω σε· σὺ δ' εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος·
εἰ δ' ἄρ' ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτ' αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
80
Μῆλον ἐγώ, βάλλει με φιλῶν σέ τις· ἀλλ' ἐπίνευσον,
Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
7
669
Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς' ὄμμασιν εἰς σὲ βλέπω.
670
Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωιοῖσιν Ἑῶιος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
99
Δάκρυα μὲν Ἑκάβηι τε καὶ Ἰλιάδεσσι γυναιξί
Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις.
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
κεῖσαι δ' εὐρυχόρωι ἐν πατρίδι τίμιος ἀστοῖς,
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
100
Νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ' ὅτι καλός,
ὦπται καὶ πάντηι πᾶς τις ἐπιστρέφεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ' ἀνιήσεις
ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν,
9
51
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
ἆ δειλοί, νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπλόου, δι' ὅσης ἤλθετε πυρκαϊῆς.Εὐβοίης γένος ἦμεν Ἐρετρικόν, ἄγχι δὲ Σούσων κείμεθα· φεῦ, γαίης ὅσσον ἀφ' ἡμετέρης.
7
256
Οἵδε ποτ' Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίωι κείμεθ' ἐνὶ μεσάτωι.
χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ', Ἀθῆναι,
γείτονες Εὐβοίης, χαῖρε, θάλασσα φίλη.
9
44
Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν
ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν ηὗρε βρόχον.
Χρυσὸν ἀνὴρ ὃ μὲν ηὗρεν, ὃ δ' ὤλεσεν· ὧν ὁ μὲν εὑρών
5
79
ῥῖψεν, ὁ δ' οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.
Ἁ Κύπρις Μούσαισι· ‘κοράσια, τὰν Ἀφροδίταν τιμᾶτ' ἢ τὸν Ἔρωτ' ὔμμιν ἐφοπλίσομαι.’αἱ Μοῦσαι ποτὶ Κύπριν· ‘Ἄρει τὰ στωμύλα ταῦτα· ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον.’Αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται ζηλοῦσαι, ψυχὴν ηὗρον Ἀριστοφάνους.
6
1
Ἡ σοβαρὸν γελάσασα καθ' Ἑλλάδος, ἥ〈περ〉 ἐραστῶν
ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,