Epigrammata
- Authority group
- Plato (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epigrammata, ed. E. Diehl, Anthologia lyrica Graeca, fasc. 1, 3rd edn., Leipzig: Teubner, 1949: 102–110.
- CTS identifier
urn:cts:greekLit:tlg0059.tlg041.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
15
τῆι Παφίηι τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δ' ἦν πάρος οὐ δύναμαι.
16
Ἐννέα τὰς Μούσας φασίν τινες. ὡς ὀλιγώρως.
ἢν ἰδέ· καὶ Σαπφὼ Λεσβόθεν, ἡ δεκάτη.
17
Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.
18
Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,
ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.
καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται
τῆι χρυσῆι μάνδρηι τὸ βραχὺ βουκόλιον.
19
Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ
μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθωι.
εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος. ἀντὶ δὲ τοῦ πρίν
πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.
εὔκηλον δ' ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον
κινήσηις ἁπαλῶι κώματι θελγόμενον.
20
Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου,
λείβω δ' ἀργυρέων ὕδατα Ναϊάδων.
θέλγω δ' ἠρεμέοντα νέον περὶ κώματι παῖδα ...
21
Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν.
ἢν νύξηις, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.
22
Τὸν Νυμφῶν θεράποντα φιλόμβριον ὑγρὸν ἀοιδόν,
τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
χαλκῶι μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκεν
καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.
πλαζομένωι γὰρ ἔδειξεν ὕδωρ εὔκαιρον ἀείσας
κοιλάδος ἐκ δροσερῆς ἀμφιβίωι στόματι.
φωνὴν δ' ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων
{ηὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.}
23
Ἡ Παφίη Κυθέρεια δι' οἴδματος ἐς Κνίδον ἦλθεν
βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
πάντηι δ' ἀθρήσασα περισκέπτωι ἐνὶ χώρωι
φθέγξατο· ‘ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;’
Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις, ἀλλ' ὁ σίδηρος
ἔξεσεν, οἷά γ' Ἄρης ἤθελε, τὴν Παφίην.
24
Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδωι εἶπεν ἰδοῦσα·
‘φεῦ, φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;’
25
Οὔτε σε Πραξιτέλης τεχνάσατο, οὔθ' ὁ σίδαρος·
ἀλλ' οὕτως ἔστης, ὥς ποτε κρινομένη.
26
Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ' ἀπὸ πέτρας
κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων,
αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδωι Πάν
ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων.
αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο
Ὑδριάδες νύμφαι, νύμφαι Ἁμαδρυάδες.
27
Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν
φρίσσουσαν πυκνοῖς κῶνον ὑπὸ ζεφύροις,
καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ
θελγομένωι στάξει κῶμα κατὰ βλεφάρων.
28
Ναυηγοῦ τάφος εἰμί, ὁ δ' ἀντίον ἐστὶ γεωργοῦ,
ὡς ἁλὶ καὶ γαίηι ξυνὸς ὕπεστ' Ἀίδης.
29
Ναυηγόν με δέδορκας, ὃν ἡ κτείνασα θάλασσα
γυμνῶσαι πυμάτου φάρεος ἠιδέσατο.
ἄνθρωπος παλάμηισιν ἀταρβήτοις μ' ἀπέδυσεν
τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰν Ἀίδαο φέροιτο,
καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.
30
Πλωτῆρες, σώιζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν.
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.
31
Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν
οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.
32
Εἰνοδίην καρύην με παρερχομένοις' ἐφύτευσαν
παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
πάντας δ' ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους
κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
δένδρεσιν εὐκάρποις' οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.
33
ἄλσος δ' ὡς ἱκόμεσθα βαθύσκιον, ηὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐ δ' ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα·
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ' εὐπετάλοισι κρέμαντο,
αὐτὸς δ' ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνωι
ηὗδεν μειδιόων· ξουθαὶ δ' ἐφύπερθε μέλισσαι
κηροχυτοῦς' ἐντὸς λαροῖς' ἐπὶ χείλεσι βαῖνον.