The Greek Library Author

Anonymous

Bibliotheca historica

Authority group
Diodorus Siculus (catalogue association; authorship remains anonymous)
Edition reference
Bibliotheca historica (lib. 21–40), ed. Walton, op. cit., vols. 11–12 (11:1957; 12:1967; repr. 11:1968) 11:2–456; 12:2–294.
CTS identifier
urn:cts:greekLit:tlg0060.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

21

1

4b

Κύπρου διὰ τὸ κατέχεσθαι ὑπὸ Δημητρίου.

(Exc. Hoesch. p. 489 W.)

5

Ὅτι Σέλευκος μετὰ τὴν διαίρεσιν τῆς Ἀντιγόνου

βασιλείας ἀναλαβὼν τὴν δύναμιν παρεγένετο εἰς

Φοινίκην καὶ ἐπεχείρησε κατὰ τὰς γενομένας συν-

θήκας τὴν Κοίλην Συρίαν ἰδιοποιεῖσθαι. προκατει-

ληφότος δὲ τὰς ἐν αὐτῇ πόλεις Πτολεμαίου καὶ

κατηγοροῦντος ὅτι φίλος ὢν Σέλευκος προσεδέξατο

τὴν ὑπὸ Πτολεμαῖον οὖσαν χώραν εἰς τὴν ἰδίαν

καταταχθῆναι μερίδα, πρὸς δὲ τούτοις ὅτι τοῦ

πολέμου τοῦ πρὸς Ἀντίγονον κεκοινωνηκότος

οὐδὲν αὐτῷ μετέδωκαν οἱ βασιλεῖς τῆς δορικτήτου

χώρας, πρὸς ταύτας τὰς διαβολὰς ἀντεῖπε Σέλευκος

φάμενος δίκαιον εἶναι τοὺς τῇ παρατάξει κρατή-

σαντας κυρίους ὑπάρχειν τῶν δορικτήτων, περὶ

δὲ τῆς Κοίλης Συρίας διὰ τὴν φιλίαν ἐπὶ τοῦ παρ-

όντος μηδὲν πολυπραγμονήσειν, ὕστερον δὲ βου-

λεύσεσθαι πῶς χρηστέον ἐστὶν τῶν φίλων τοῖς

βουλομένοις πλεονεκτεῖν. (Const. Exc. 4, p. 344.)

6

[Οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν,

Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ

τὴν κτισθεῖσαν μὲν ὑπ' αὐτοῦ, ἀπ' ἐκείνου δὲ κλη-

θεῖσαν Σελεύκειαν. ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς

ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παρα-

γενηθέντες.] (Diod. 20. 47. 6.)

Εἴ τῳ περισπούδαστον ταύτας (sc. τὰς ἐκ τῆς

Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας) εἰδέναι,

ἱστόρηται περιέργως Στράβωνι τῷ γεωγράφῳ,

Φλέγοντί τε καὶ Διοδώρῳ τῷ ἐκ Σικελίας ...

(Evagrius, Ecclesiastical History, 1. 20. 275.)

2

1

Ὅτι Κέρκυρα πολιορκουμένη πλοῒ καὶ πεζῇ

ὑπὸ Κασάνδρου βασιλέως Μακεδόνων, καὶ ἑτοίμη

οὖσα ἁλωθῆναι, ὑπὸ Ἀγαθοκλέους βασιλέως Σικε-

λίας ἐρρύσθη, τῶν νηῶν τῶν Μακεδονικῶν ἁπασῶν

ἐμπρησθεισῶν. (Exc. Hoesch. pp. 489—490 W.)

2

Ὑπερβολὴν γὰρ ἑκάτεροι φιλοτιμίας οὐ κατέ-

λιπον, οἱ μὲν Μακεδόνες σπεύδοντες σῶσαι τὰς

ναῦς, οἱ δὲ Σικελιῶται βουλόμενοι μὴ μόνον Καρχη-

δονίων καὶ τῶν κατὰ τὴν Ἰταλίαν βαρβάρων περι-

γενέσθαι δοκεῖν, ἀλλὰ καὶ περὶ τὴν Ἑλλάδα

θεωρηθῆναι κρείττους ὄντες Μακεδόνων τῶν τὴν

Ἀσίαν καὶ τὴν Εὐρώπην πεποιημένων δορίκτητον.

3

Ὅτι Ἀγαθοκλῆς εἰ μὲν ἀποβιβάσας τὴν δύναμιν

ἐπικειμένοις τοῖς πολεμίοις ἐπέθετο, κατέκοψεν ἂν

ῥᾳδίως τοὺς Μακεδόνας· ἀγνοήσας δὲ τὴν γεγενη-

μένην προσαγγελίαν καὶ τὴν ἔκπληξιν τῶν ἀνθρώ-

πων ἠρκέσθη τὴν δύναμιν ἀποβιβάσας καὶ τρόπαιον

στήσας διαλαβεῖν ἀληθῆ τὸν λόγον εἶναι ὅτι πολλὰ

κενὰ τοῦ πολέμου. ἄγνοια γὰρ καὶ ἀπάτη πολ-

λάκις οὐκ ἐλάττω κατεργάζεται τῆς ἐν τοῖς ὅπλοις

ἐνεργείας.

(Const. Exc. 4, pp. 344—345; πολλὰ κενὰ ... ἐν-

εργείας, Exc. Hoesch. p. 490 W.)

3

1

Ὅτι παραγενηθεὶς ἐπὶ τὸ καταλειφθὲν στρα-

τόπεδον Ἀγαθοκλῆς μετὰ τὴν ἐκ Κερκύρας ὑπο-

στροφήν, καὶ πυθόμενος τούς τε Λίγυας καὶ τοὺς

Τυρρηνοὺς ταραχωδῶς ἀπῃτηκέναι τοὺς μισθοὺς τὸν

υἱὸν αὐτοῦ Ἀγάθαρχον κατὰ τὴν ἀπουσίαν αὐτοῦ,

πάντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας τῶν δισ-

χιλίων. τῶν δὲ Βρεττίων ἀλλοτρίως διὰ ταῦτα πρὸς

αὐτὸν διατεθέντων, ἐπεχείρησε πολιορκῆσαι πόλιν

ὀνομαζομένην Ἤθας. τῶν δὲ βαρβάρων ἀθροι-

σάντων μεγάλην δύναμιν καὶ νυκτὸς ἀπροσδοκήτως

ἐπιθεμένων αὐτῷ, ἀπέβαλε στρατιώτας τετρακισ-

χιλίους, καὶ οὕτως ἐπανῆλθεν εἰς Συρακόσας.

(Exc. Hoesch. p. 490 W.; Ὅτι ... δισχιλίων (in

part), Const. Exc. 2(1), pp. 252—253=Chap. 3. 2 Dind.)

4

1

Ὅτι Ἀγαθοκλῆς τὰς ναυτικὰς δυνάμεις

ἀθροίσας διέπλευσεν εἰς Ἰταλίαν. διανοούμενος

ἐπὶ Κρότωνος στρατεύειν, θέλων αὐτὴν πολι-

ορκῆσαι, πρὸς Μενέδημον τὸν Κροτωνιάτην τύραν-

νον, ἑαυτοῦ φίλον ὄντα, ἔπεμψεν ἀγγελιαφόρον μὴ

θορυβεῖσθαι αὐτὸν ψευδῶς, Λάνασσαν τὴν θυγα-

τέρα λέγων πέμπειν πρὸς τὴν Ἤπειρον ἐπὶ τὸν

γάμον, στόλῳ κεκοσμημένην βασιλικῷ, καὶ οὕτως

ἀπατήσας εὗρεν ἀνετοίμους. εἶτα πολιορκήσας ἀπὸ

θαλάσσης εἰς θάλασσαν περιέβαλε τείχη, καὶ διὰ

πετροβόλου καὶ διορυχῆς τὸν μέγιστον οἶκον

καταρράξας, ὡς ἴδον οἱ Κροτωνιᾶται, φόβῳ τὰς

πύλας ἀνοίξαντες ἐδέξαντο τὸν Ἀγαθοκλέα καὶ τὸ

στράτευμα. εἰσπεσόντες δὲ εἴσω τῆς πόλεως, τὰς

μὲν οἰκίας διήρπαζον, τοὺς δὲ ἄνδρας κατέσφαξαν.

πρὸς δὲ τοὺς ὁμόρους βαρβάρους καὶ Ἰάπυγας καὶ

Πευκετίους συμμαχίαν ἐποιήσατο, καὶ ναῦς λῃ-

στρικὰς χορηγῶν αὐτοῖς, τὰ μέρη τῶν λειῶν ἐλάμ-

βανε. καὶ φρουρὰν ἀπολείπων εἰς Κρότωνα εἰς

Συράκοσαν ἔπλευσεν.

5

1

Ὅτι Δίυλλος Ἀθηναῖος συγγραφεὺς τὰς

κοινὰς πράξεις συντάξας ἔγραψε βιβλία εἴκοσιν ἕξ·

Ψάων δὲ ὁ Πλαταιεὺς τὰς ἀπὸ τούτου διαδεξά-

μενος πράξεις ἔγραψε βιβλία τριάκοντα.

6

1

Ὅτι ἐπὶ τοῦ πολέμου τῶν Τυρρηνῶν καὶ

Γαλατῶν καὶ Σαμνιτῶν καὶ τῶν ἑτέρων συμμάχων

ἀνῃρέθησαν ὑπὸ Ῥωμαίων, Φαβίου ὑπατεύοντος,

δέκα μυριάδες, ὥς φησι Δοῦρις.

(Exc. Hoesch. p. 490 W.)

2

Γράφει τοιοῦτόν τι Δοῦρις, Διόδωρος καὶ Δίων,

ὅτι Σαμνητῶν, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πο-

λεμούντων Ῥωμαίοις ὁ Δέκιος ὕπατος Ῥώμης

συστρατηγὸς ὢν Τουρκουάτου οὕτως ἀπέδωκεν

ἑαυτὸν εἰς σφαγὴν καὶ ἀνῃρέθησαν τῶν ἐναντίων

ἑκατὸν χιλιάδες αὐθημερόν.

(Tzetzes, on the Alexandra of Lycophron, v. 1378.)

7

1

Ὅτι Ἀντίπατρος διὰ φθόνον τὴν ἰδίαν μη-

τέρα ἀνεῖλε.

Ὅτι Ἀλέξανδρος ἀδελφὸς Ἀντιπάτρου προσκα-

λεσάμενος Δημήτριον βασιλέα εἰς βοήθειαν, δολο-

φονεῖται ὑπ' αὐτοῦ. ὁμοίως καὶ Ἀντίπατρον τὸν

μητραλοίαν, ἀδελφὸν τοῦ Ἀλεξάνδρου, καὶ αὐτὸν

ἐδολοφόνησεν, οὐ βουλόμενος σύνεδρον ἔχειν τῇ

βασιλείᾳ.

8

1

Ὅτι Ἀγαθοκλῆς συναθροίσας δυνάμεις εἰς

Ἰταλίαν διεπέρασεν ἔχων πεζοὺς τρισμυρίους, ἱπ-

πεῖς τρισχιλίους. τὴν δὲ ναυτικὴν δύναμιν Στίλ-

πωνι παραδούς, λεηλατεῖν ἐπέταξε τὴν Βρεττίων

χώραν· οὗτος πορθῶν τὰς παραθαλασσίους κτή-

σεις, χειμῶνι περιπεσὼν τὰς πλείους τῶν νηῶν

ἀπέβαλε. ὁ δὲ Ἀγαθοκλῆς πολιορκήσας τῶν

Ἱππωνιατῶν πόλιν ... καὶ διὰ μηχανῶν πετρο-

βόλων τῆς πόλεως ἐκυρίευσαν καὶ ταύτην εἷλον.

τῶν δὲ Βρεττίων καταπλαγέντων, πρέσβεις ἀπέ-

στειλαν ὑπὲρ διαλύσεως. καὶ λαβὼν παρ' αὐτῶν

ἑξακοσίους ὁμήρους καὶ φρουρὰν ἀπολιπὼν εἰς

Συρακόσας ἐπανῆλθεν. οἱ δὲ Βρέττιοι τοῖς ὅρκοις

μὴ ἐμμείναντες, ἀλλὰ πανδημεὶ στρατεύσαντες ἐπὶ

τοὺς ἀπολειφθέντας στρατιώτας, τούτους κατέ-

κοψαν· τοὺς δὲ ὁμήρους ἀνασώσαντες ἀπελύθησαν

τῆς Ἀγαθοκλέους δυναστείας.

(Exc. Hoesch. pp. 490—491 W.)

9

1

Ὅτι Δημήτριος ὁ βασιλεὺς λαβὼν ὑποχειρίους

ἅπαντας τοὺς κατ' αὐτοῦ βλασφημεῖν εἰωθότας ἐν

ταῖς ἐκκλησίαις καὶ πάντα κατ' αὐτοῦ πράττειν

φιλαπεχθημόνως ἀφῆκεν ἀθῴους, ἐπιφθεγξάμενος

ὅτι συγγνώμη τιμωρίας αἱρετωτέρα.

(Const. Exc. 4, p. 345; last three words, Exc.

Hoesch. p. 491 W.)

10

1

Ὅτι οἱ πλεῖστοι τῶν ἀγόντων στρατόπεδα,

καθ' οὓς ἂν καιροὺς ἐν ἀτυχήμασιν ὑπάρχωσι

μεγάλοις, ἀκολουθοῦσι ταῖς τῶν πολλῶν ὁρμαῖς

φοβούμενοι τὰς ἐναντιώσεις αὐτῶν.

(Const. Exc. 4, p. 345; Exc. Hoesch. p. 491 W.)

11

1

Ὅτι οἱ Θρᾷκες τὸν τοῦ βασιλέως υἱὸν Ἀγα-

θοκλέα λαβόντες αἰχμάλωτον ἀπέστειλαν μετὰ

δώρων, ἅμα μὲν πρὸς τὰ παράδοξα τῆς τύχης

ἑαυτοῖς παρασκευάζοντες καταφυγάς, ἅμα δὲ διὰ

τῆς φιλανθρωπίας ταύτης ἐλπίζοντες ἀπολήψεσθαι

τὴν ἀφῃρημένην αὐτῶν χώραν ὑπὸ Λυσιμάχου.

οὐκέτι γὰρ ἤλπιζον αὑτοὺς δύνασθαι κρατῆσαι τῷ

πολέμῳ, συμπεφρονηκότων ἁπάντων σχεδὸν τῶν

δυνατωτάτων βασιλέων καὶ συμμαχούντων ἀλ-

λήλοις. (Const. Exc. 2(1), p. 253.)

12

1

Ὅτι ὑπὸ σιτοδείας πιεζομένης τῆς τοῦ

Λυσιμάχου στρατιᾶς, καὶ τῶν φίλων αὐτῷ συμ-

βουλευόντων σώζειν ὅπως ποτὲ δύναται καὶ μη-

δεμίαν ἔχειν ἐλπίδα σωτηρίας ἐν τῷ στρατοπέδῳ,

τούτοις ἀπεκρίθη μὴ δίκαιον εἶναι καταλιπόντα τὴν

δύναμιν καὶ τοὺς φίλους ἰδίᾳ σωτηρίαν αἰσχρὰν

πορίζεσθαι. (Const. Exc. 4, p. 345.)

2

Ὅτι ὁ Δρομιχαίτης ὁ τῶν Θρᾳκῶν βασιλεὺς κατὰ

πάντα τὸν Λυσίμαχον τὸν βασιλέα δεξιωσάμενος

καὶ φιλήσας, ἔτι δὲ πατέρα προσαγορεύσας, ἀπή-

γαγε μετὰ τῶν τέκνων εἰς πόλιν τὴν ὀνομαζομένην

Ἧλιν.

3

Ὅτι μετὰ τὴν ἅλωσιν τῆς Λυσιμάχου δυνάμεως

συνδραμόντων τῶν Θρᾳκῶν καὶ βοώντων ἄγειν εἰς

τὸ μέσον τὸν ἡλωκότα βασιλέα πρὸς τὴν κόλασιν—

δεῖν γὰρ τὴν ἐξουσίαν ἔχειν τὸ τῶν κινδύνων μετεσ-

χηκὸς πλῆθος βουλεύσασθαι πῶς χρηστέον ἐστὶν

τοῖς ἡλωκόσιν—ὁ μὲν Δρομιχαίτης περὶ τῆς τιμω-

ρίας τοῦ βασιλέως ἀντειπὼν ἐδίδαξε τοὺς στρατιώ-

τας ὅτι συμφέρει σῶσαι τὸν ἄνδρα. ἀναιρεθέντος

μὲν γὰρ αὐτοῦ βασιλεῖς ἄλλους καταλήψεσθαι τὴν

Λυσιμάχου δυναστείαν, φοβερωτέρους, ἂν τύχῃ,

τοῦ προϋπάρξαντος· διαφυλαχθέντος δὲ χάριν ἕξειν

ὀφειλομένην τοῖς Θρᾳξὶ παρὰ τοῦ σωθέντος, καὶ

τὰ φρούρια τὰ πρότερον ὑπάρξαντα Θρᾳκῶν ἀπο-

4

λήψεσθαι χωρὶς κινδύνων. συγκαταθεμένου δὲ τοῦ

πλήθους, ὁ Δρομιχαίτης ἀναζητήσας ἐκ τῶν αἰχμα-

λώτων τοὺς φίλους τοῦ Λυσιμάχου καὶ τοὺς περὶ

τὴν θεραπείαν εἰωθότας διατρίβειν, ἀπήγαγε πρὸς

τὸν ἡλωκότα βασιλέα. μετὰ δὲ ταῦτα συντελέσας

θυσίαν παρέλαβεν ἐπὶ τὴν ἑστίασιν τόν τε Λυσί-

μαχον μετὰ τῶν αὐτοῦ φίλων καὶ τῶν Θρᾳκῶν

τοὺς ἐπιτηδειοτάτους. διττὰς δὲ κλισίας κατα-

σκευάσας τοῖς μὲν περὶ τὸν Λυσίμαχον ἔστρωσε

τὴν ἁλοῦσαν βασιλικὴν στρωμνήν, ἑαυτῷ δὲ καὶ

5

τοῖς φίλοις εὐτελῆ στιβάδα. ὁμοίως δὲ διττῶν

ἑτοιμασθέντων δείπνων, ἐκείνοις μὲν παντοδαπῶν

πολυτέλειαν βρωμάτων παρέθηκεν ἐπὶ τραπέζης

ἀργυρᾶς, τοῖς δὲ Θρᾳξὶ λάχανα καὶ κρέα μετρίως

ἐσκευασμένα, ἐπὶ σανίδος εὐτελοῦς ἐπικειμένης

αὐτοῖς τῆς τραπέζης. τὸ δὲ τελευταῖον τοῖς μὲν

ἐνέχει τὸν οἶνον ἀργυροῖς καὶ χρυσοῖς ποτηρίοις,

τοῖς δὲ μεθ' ἑαυτοῦ κερατίνοις καὶ ξυλίνοις, καθ-

άπερ ἦν ἔθος τοῖς Γέταις. προβαίνοντος δὲ τοῦ

πότου πληρώσας τὸ μέγιστον τῶν κεράτων καὶ

προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε

πότερον αὐτῷ δοκεῖ δεῖπνον βασιλικώτερον, τὸ

Μακεδονικὸν ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ

Μακεδονικὸν εἰπόντος (Ζήτει εἰς τὸ Περὶ Γνωμῶν).

(Const. Exc. 2(1), pp. 253—254.)

6

Ὅτι τοῦ Δρομιχαίτου τὸν Λυσίμαχον ἐπὶ δεῖπνον

κεκληκότος καὶ προβαίνοντος τοῦ πότου, πληρώσας

τὸ μέγιστον τῶν κεράτων καὶ προσαγορεύσας

πατέρα τὸν Λυσίμαχον ἠρώτησε πότερον αὐτῷ

δοκεῖ δεῖπνον εἶναι βασιλικώτερον, τὸ Μακεδονικὸν

ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν

εἰπόντος, Τί οὖν, ἔφη, νόμιμα τοιαῦτα καὶ βίον

λαμπρὸν ἀπολιπών, ἔτι δὲ ἐπιφανεστέραν βασιλείαν,

ἐπεθύμεις εἰς ἀνθρώπους παραγενέσθαι βαρβάρους

καὶ ζῶντας θηριώδη βίον καὶ χώραν δυσχείμερον

καὶ σπανίζουσαν ἡμέρων καρπῶν, ἐβιάσω δὲ παρὰ

φύσιν ἀγαγεῖν δύναμιν εἰς τόπους τοιούτους ἐν οἷς

ξενικὴ δύναμις ὑπαίθριος οὐ δύναται διασώζεσθαι;

εἰπόντος δὲ πάλιν πρὸς ταῦτα τοῦ Λυσιμάχου διότι

τὰ μὲν περὶ ταύτην τὴν στρατείαν ἠγνόησεν, εἰς δὲ

τὸ λοιπὸν πειράσεται φίλος ὢν συμμαχεῖν καὶ

χάριτος ἀποδόσει μὴ λειφθῆναι τῶν εὖ πεποιηκό-

των, ἀποδεξάμενος αὐτὸν φιλοφρόνως ὁ Δρο-

μιχαίτης παρέλαβε τῶν χωρίων τὰ παραιρεθέντα

ὑπὸ τῶν περὶ Λυσίμαχον καὶ περιθεὶς αὐτῷ διά-

δημα ἐξαπέστειλεν. (Const. Exc. 4, pp. 345—346.)

13

1

Οὗτος ὁ Ξερμοδίγεστος, Διόδωρος ὡς γράφει,

οἶμαι τοῦ Αὐδολέοντος Παιόνων βασιλέως

φίλος τελῶν πιστότατος, τοὺς θησαυροὺς μηνύει

ἢ Λυσιμάχῳ ἤ τινι τῆς Θρᾴκης βασιλέων·

ἀργαλέον δέ μοί ἐστι θεὸν ὣς πάντ' ἀγορεύειν

ἀβίβλῃ πεφυκότι μοι· οἴδατε οἷσπερ λέγω·

τοὺς θησαυροὺς ἐμήνυσε τῷ Θρᾴκης στεφη- φόρῳ

τοῦ Σαργεντίου ποταμοῦ κάτωθεν κεκρυμ- μένους,

τοὺς οὓς αὐτὸς κατέκρυπτε σὺν αἰχμαλώτοις μόνοις,

τρέπων τὴν κοίτην ποταμοῦ καὶ κατορύττων κάτω,

εἶτα τὸν ῥοῦν ἐπαφιείς, τοὺς δ' αἰχμαλώτους σφάττων. (Tzetzes, Hist. 6. 470—480.)

14

1

Ὅτι Δημήτριος ὁ βασιλεύς, τὸ δεύτερον ἀπο-

στατησάντων Θηβαίων, πολιορκίᾳ τὰ τείχη καθ-

ελών, τὴν πόλιν κατὰ κράτος εἷλε, δέκα μόνους

ἄνδρας ἀνελὼν τοὺς τὴν ἀποστασίαν κατεργαζο-

μένους. (Exc. Hoesch. p. 491 W.)

2

Ὅτι ὁ βασιλεὺς Δημήτριος παραλαβὼν καὶ τὰς

ἄλλας πόλεις, προσηνέχθη τοῖς Βοιωτοῖς μεγα-

λοψύχως. πλὴν γὰρ ἀνδρῶν δέκα καὶ τεττάρων

τῶν αἰτιωτάτων τῆς ἀποστάσεως ἀπέλυσε τῶν

ἐγκλημάτων ἅπαντας. (Const. Exc. 2(1), p. 254.)

3

Ὅτι ἐπὶ πολλῶν τὸ θυμομαχεῖν εἰς τέλος χαρι-

ζομένους τῷ θυμῷ παραιτητέον· συμφέρει γὰρ

ἐνίοτε διαλύεσθαι καὶ χρημάτων ὠνεῖσθαι τὴν ἀ-

σφάλειαν καὶ καθόλου προκρίνειν τῆς τιμωρίας τὴν

συγγνώμην. (Const. Exc. 4, p. 346.)

15

1

Ὅτι Ἀγαθοκλῆς ἀπέστειλεν Ἀγαθοκλῆ τὸν

υἱὸν πρὸς Δημήτριον τὸν βασιλέα φιλίαν συνθέσθαι

καὶ συμμαχίαν. ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος

τὸν νεανίσκον, στολὴν περιτιθεὶς βασιλικὴν καὶ

δῶρα δοὺς μεγαλοπρεπῆ, συναπέστειλεν Ὀξύθεμιν,

τῶν φίλων ἕνα, τῷ μὲν δοκεῖν τὰ πιστὰ λαβεῖν τῆς

συμμαχίας, τῷ δὲ ἔργῳ κατασκεψόμενον τὴν

Σικελίαν. (Exc. Hoesch. p. 491 W.)

16

1

[Οὐ μὴν ἀλλ' ὑπὲρ μὲν τῆς καταστροφῆς

Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους

ἔλθωμεν αὐτῆς, τὸ γενόμενον βεβαιώσει τὸ νῦν

εἰρημένον.] (Diod. 20. 101. 4.)

Ὅτι Ἀγαθοκλῆς ὁ βασιλεὺς πολὺν χρόνον εἰρη-

νεύων πρὸς Καρχηδονίους, μεγάλην ἐπεποίητο

παρασκεύασιν ναυτικῶν δυνάμεων· διενοεῖτο γὰρ

πάλιν εἰς τὴν Λιβύην διαβιβάζειν στρατόπεδα, καὶ

ταῖς ναυσὶν εἴργειν τοὺς Φοίνικας τῶν ἀπὸ τῶν

Σαρδῶν καὶ Σικελῶν σιτοπομπιῶν. καὶ ἐν τῷ

προγεγονότι κατὰ τὴν Λιβύην πολέμῳ θαλαττοκρα-

τοῦντες οἱ Καρχηδόνιοι διέσωσαν ἐκ τῶν κινδύνων

τὴν πατρίδα. εἶχε δὲ ναῦς Ἀγαθοκλῆς ὁ βασιλεὺς

ἐξηρτυμένας διακοσίας τετρήρεις καὶ ἑξήρεις· ὅμως

εἰς πέρας τὴν προαίρεσιν οὐκ ἤνεγκε διὰ τοιαύτας

2

αἰτίας. Μένων ἦν Αἰγεσταῖος τὸ γένος· ἐν δὲ τῇ

καταλήψει τῆς πατρίδος ἡλωκὼς δοῦλος ἐγένετο

διὰ τὴν εὐπρέπειαν τοῦ σώματος τῷ βασιλεῖ. καὶ

μέχρι μέν τινος εὐδοκεῖν προσεποιεῖτο, τῶν ἐρω-

μένων καὶ φίλων εἷς ἀριθμούμενος· διὰ δὲ τὴν τῆς

πατρίδος συμφορὰν καὶ τὴν περὶ αὑτὸν ὕβριν ὑπού-

λως ἔχων πρὸς τὸν δυνάστην, καιρὸν ἔλαβε τῆς κατ'

αὐτοῦ τιμωρίας. ὁ γὰρ βασιλεὺς ἤδη γεγηρακὼς

τὰς ὑπαίθρους δυνάμεις Ἀρχαγάθῳ παραδεδώκει.

3

οὗτος δὲ ἦν Ἀρχαγάθου μὲν υἱὸς τοῦ κατὰ Λιβύην

σφαγέντος, υἱωνὸς δὲ τοῦ βασιλέως Ἀγαθοκλέους,

ἀνδρείᾳ δὲ καὶ ψυχῆς εὐτολμίᾳ πολὺ τοῦ κατὰ

λόγον ὑπεραίρων. ... στρατοπεδεύοντος αὐτοῦ

περὶ τὴν Αἴτνην, ὁ μὲν βασιλεὺς βουλόμενος προ-

άγειν ἐπὶ τὴν διαδοχὴν τῆς βασιλείας τὸν υἱὸν

Ἀγαθοκλῆ, πρῶτον μὲν ἐν ταῖς Συρακούσαις

συνέστησε τὸν νεανίσκον, ἀποφαινόμενος διάδοχον

ἀπολείψειν τῆς ἀρχῆς· μετὰ δὲ ταῦτα ἐξέπεμψεν

αὐτὸν ἐπὶ τὸ στρατόπεδον. γράψας ἐπιστολὴν ἐπὶ

τὸν Ἀρχάγαθον, προσέταξε τούτῳ παραδιδόναι

τὰς πεζικὰς καὶ ναυτικὰς δυνάμεις. δι' ἃς αἰτίας

ὁ μὲν Ἀρχάγαθος ὁρῶν τὴν βασιλείαν εἰς ἕτερον

καταντῶσαν, ἀμφοτέροις ἐπιβουλεῦσαι διέγνω.

πρὸς Μένωνα τὸν Αἰγεσταῖον διαπεμψάμενος

ἔπεισεν ἀνελεῖν τὸν βασιλέα διὰ φαρμάκου, αὐτὸς

δὲ ἔν τινι νήσῳ θυσίαν ἐπιτελέσας, καὶ κατα-

πλεύσαντα τὸν νεώτερον Ἀγαθοκλέα παραλαβὼν

πρὸς τὴν εὐωχίαν, νυκτὸς καταμεθύσας ἀπέσφαξε.

τοῦ δὲ σώματος ῥιφθέντος εἰς τὴν θάλασσαν καὶ

πρὸς τὴν γῆν ὑπὸ τοῦ κλύδωνος ἐκβρασθέντος,

ἐπιγνόντες τινὲς ἀπεκόμισαν εἰς Συρακόσας.

4

Ὁ δὲ βασιλεὺς εἰωθὼς μετὰ τὸ δεῖπνον ἀεὶ πτερῷ

διακαθαίρεσθαι τοὺς ὀδόντας, ἀπολυθεὶς τοῦ πότου

τὸν Μένωνα τὸ πτερὸν ᾔτησεν. εἶτα ὁ μὲν φαρ-

μάκῳ σηπτικῷ χρίσας ἀπέδωκεν, ὁ δὲ χρησάμενος

αὐτῷ φιλοτιμότερον διὰ τὴν ἄγνοιαν ἥψατο παντα-

χόθεν τῆς περὶ τοὺς ὀδόντας σαρκός. καὶ πρῶτον

μὲν πόνοι συνεχεῖς ἐγένοντο καὶ καθ' ἡμέραν ἐπι-

τάσεις ἀλγηδόνων, ἔπειτα σηπεδόνες ἀνίατοι πάντῃ

τοὺς ὀδόντας περιεῖχον. ἐπὶ δὲ τῆς τελευτῆς γενό-

μενος ἐκκλησιάσας τὸν λαὸν κατηγόρησε τῆς

ἀσεβείας Ἀρχαγάθου, καὶ τὰ μὲν πλήθη παρώξυνε

πρὸς τὴν αὑτοῦ τιμωρίαν, τῷ δὲ δήμῳ τὴν δημο-

5

κρατίαν ἔφησεν ἀποδιδόναι. μετὰ δὲ ταῦτα τὸν

βασιλέα διακείμενον ἐσχάτως ἤδη κατέθηκεν ἐπὶ

τῆς πυρᾶς Ὀξύθεμις ὁ πεμφθεὶς ὑπὸ Δημητρίου

τοῦ βασιλέως, καὶ κατέκαυσεν ὄντα μὲν ἔμπνουν

ἔτι, διὰ δὲ τὴν ἰδιότητα τῆς περὶ τὴν σηπεδόνα

συμφορᾶς οὐ δυνάμενον φωνὴν προΐεσθαι. Ἀγα-

θοκλῆς μὲν πλείστους καὶ ποικιλωτάτους φόνους

ἐπιτελεσάμενος κατὰ τὴν δυναστείαν, καὶ τῇ κατὰ

τῶν ὁμοφύλων ὠμότητι προσθεὶς καὶ τὴν εἰς θεοὺς

ἀσέβειαν, πρέπουσαν παρέσχε τῇ παρανομίᾳ τὴν

τοῦ βίου καταστροφήν, δυναστεύσας μὲν ἔτη δύο

τῶν τριάκοντα λείποντα, βιώσας δὲ δύο πρὸς τοῖς

ἑβδομήκοντα ἔτη, καθὼς Τίμαιος ὁ Συρακόσιος

συγγράφει, καὶ Καλλίας καὶ αὐτὸς Συρακούσιος,

εἴκοσι δύο βίβλους συγγράψας, καὶ Ἄντανδρος ὁ

6

ἀδελφὸς Ἀγαθοκλέους καὶ αὐτὸς συγγραφεύς. οἱ

δὲ Συρακόσιοι τῆς δημοκρατίας τυχόντες τὴν

Ἀγαθοκλέους οὐσίαν ἐδήμευσαν, τὰς δὲ εἰκόνας

τὰς ἀνατεθείσας ὑπ' αὐτοῦ κατέσπασαν. Μένων

δὲ ὁ ἐπιβουλεύσας τῷ βασιλεῖ διέτριβεν ἐν τοῖς

περὶ Ἀρχάγαθον, πεφευγὼς ἐκ τῶν Συρακουσῶν·

πεφρονηματισμένος δὲ ἐπὶ τῷ δοκεῖν καταλελυ-

κέναι τὴν βασιλείαν, τὸν μὲν Ἀρχάγαθον ἐδολο-

φόνησε, τοῦ δὲ στρατοπέδου κυριεύσας καὶ τὰ

πλήθη λόγοις φιλανθρώποις ἰδιοποιησάμενος, διέγνω

πολεμεῖν τοῖς Συρακοσίοις καὶ δυναστείας ἀντ-

έχεσθαι. (Exc. Hoesch. pp. 491—493 W.)

7

Ὅτι Ἀγάθαρχος ἀνδρείᾳ καὶ ψυχῆς εὐτολμίᾳ

πολὺ τοῦ κατὰ λόγον ὑπεραίρων τῆς ἰδίας ἡλικίας·

ἦν γὰρ παντελῶς νέος. (Const. Exc. 2(1), p. 254.)

17

1

Ὅτι οὗτος ὁ ἱστορικὸς τὰς ἁμαρτίας τῶν

πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐλέγξας κατὰ

μὲν τἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν

εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι

τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς

αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ' Ἀγαθοκλέους

ἐκ τῆς Σικελίας, ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην

οὐκ ἴσχυσε, τελευτήσαντα δὲ διὰ τῆς ἱστορίας

2

ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. καθόλου γὰρ ταῖς

προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα

πολλὰ παρ' ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς

μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀπο-

τεύξεις, οὐ τὰς δι' αὐτὸν μόνον γενομένας, ἀλλὰ

καὶ τὰς διὰ τύχην μεταφέρων εἰς τὸν μηδὲν ἐξ-

αμαρτόντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ

στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ

καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολ-

μίαν, οὐ διαλείπει παρ' ὅλην τὴν ἱστορίαν ἀποκαλῶν

αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ

οἶδεν ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάτ-

τοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιε-

ποιήσατο; χειροτέχνης γὰρ ἐκ παίδων γενόμενος

δι' ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν, ἐξ ὑστέρου

διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας σχεδὸν

ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ

3

Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. θαυμάσαι δ'

ἄν τις τοῦ συγγραφέως τὴν εὐχέρειαν· παρ' ὅλην

γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων

ἀνδρείαν, τὸν τούτων κρατήσαντα δειλίᾳ φησὶ

διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ

τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ

φιλάληθες τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς

ἰδίας ἕνεκεν ἔχθρας καὶ φιλονικίας. διόπερ τὰς

ἐσχάτας τῆς συντάξεως πέντε βίβλους τοῦ συγ-

γραφέως τούτου, καθ' ἃς περιείληφε τὰς Ἀγαθο-

κλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀποδέξαιτο.

(Const. Exc. 2(1), pp. 254—255; Suidas, s. v. Τίμαιος.)

4

Ὅτι καὶ Καλλίας ὁ Συρακούσιος δικαίως ἂν καὶ

προσηκόντως κατηγορίας ἀξιωθείη. ἀναληφθεὶς

γὰρ ὑπ' Ἀγαθοκλέους καὶ δώρων μεγάλων ἀπο-

δόμενος τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν, οὐ

διαλέλοιπεν ἀδίκως ἐγκωμιάζων τὸν μισθοδότην.

οὐκ ὀλίγων γὰρ αὐτῷ πεπραγμένων πρὸς ἀσεβείας

θεῶν καὶ παρανομίας ἀνθρώπων, φησὶν ὁ συγ-

γραφεὺς αὐτὸν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ πολὺ τοὺς

ἄλλους ὑπερβεβληκέναι. καθόλου δὲ καθάπερ

Ἀγαθοκλῆς ἀφαιρούμενος τὰ τῶν πολιτῶν ἐδω-

ρεῖτο τῷ συγγραφεῖ μηδὲν προσήκοντα παρὰ τὸ

δίκαιον, οὕτως ὁ θαυμαστὸς ἱστοριογράφος ἐχαρί-

ζετο διὰ τῆς γραφῆς ἅπαντα τἀγαθὰ τῷ δυνάστῃ.

ῥᾴδιον δ' ἦν, οἶμαι, πρὸς ἄμειψιν χάριτος τῷ

γραφεῖ τῶν ἐγκωμίων μὴ λειφθῆναι τῆς ἐκ τοῦ

βασιλικοῦ γένους δωροδοκίας.

(Const. Exc. 2(1), p. 255; Suidas, s. v. Καλλίας.)

18

1

Ὅτι Ἱκέταν στρατηγὸν ἀπέλυσαν Συρακόσιοι

μετὰ δυνάμεως πρὸς Μένωνα πολεμῆσαι. καὶ μέ-

χρι μέν τινος διεπολέμει, φυγομαχούντων τῶν

ἐναντίων καὶ εἰς παράταξιν οὐδαμῶς καταβαινόν-

των. τῶν δὲ Καρχηδονίων συνεπιλαβομένων τοῖς

περὶ Μένωνα, πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων,

ἠναγκάσθησαν οἱ Συρακόσιοι δόντες ὁμήρους τοῖς

Φοίνιξι τετρακοσίους διαλύσασθαι τὸν πόλεμον καὶ

καταγαγεῖν τοὺς φυγάδας. τῶν δὲ μισθοφόρων

ἀτιμαζομένων ἐν ταῖς ἀρχαιρεσίαις, συνέβη στά-

σεως πληρωθῆναι τὴν πόλιν. διαστάντων οὖν ἐν

τοῖς ὅπλοις τῶν τε Συρακοσίων καὶ τῶν μισθο-

φόρων, οἱ πρεσβῦται διαπρεσβευσάμενοι καὶ πολλὰ

δεηθέντες ἀμφοτέρων μόγις κατέπαυσαν τὴν ταρα-

χὴν ἐπὶ τῷ τοὺς μισθοφόρους ἐν τακτῷ χρόνῳ τὰς

ἑαυτῶν κτήσεις ἀποδομένους ἀπελθεῖν ἐκ Σικελίας.

τούτων δὲ κυρωθέντων, οἱ μὲν ξένοι κατὰ τὰς

ὁμολογίας ἐκλιπόντες τὰς Συρακόσας καὶ παρα-

γενηθέντες ἐπὶ τὸν πορθμόν, ὑπεδέχθησαν ὑπὸ τῶν

Μεσσηνίων ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ

τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς

οἰκίας, νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξαμένους, καὶ

τὰς τούτων γυναῖκας γήμαντες κατέσχον τὴν πόλιν.

ἐκάλεσαν δὲ ταύτην Μαμερτίνην ἀπὸ τοῦ Ἄρεως,

διὰ τὸ τοῦτον κατὰ τὴν ἐκείνων διάλεκτον Μάμερ-

τον καλεῖσθαι. (Exc. Hoesch. p. 493 W.)

3

Ὅτι οἱ μισθοφόροι κατὰ τὰς ὁμολογίας ἐκλι-

πόντες τὰς Συρακούσας προσεδέχθησαν ὑπὸ τῶν

Μεσσηνίων, ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ

τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς

ἰδιωτικὰς οἰκίας νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξα-

μένους, καὶ τὰς τῶν παρανομηθέντων γυναῖκας

γήμαντες κατέσχον τὴν πόλιν.

(Const. Exc. 2(1), p. 256.)

2

Οἷς γὰρ οὐ μέτεστι τῆς δημαρχίας, τούτους οὐδὲ

τῆς ὑπὸ δημάρχου κυρουμένης ψήφου κοινωνεῖν.

(Exc. Hoesch. p. 493 W.)

19

1

[Μηνύσει δ' ἀκριβέστερον τὸ τῆς γυναικὸς

ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα

μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον

βασιλείας.] (Diod. 19. 59. 6.)

20

1

Ὅτι τοῦ Δημητρίου φυλαττομένου εἰς Πέλ-

λαν Λυσίμαχος πρέσβεις ἀποστείλας ἠξίου τὸν

Σέλευκον μηδενὶ τρόπῳ τὸν Δημήτριον ἐκ τῶν

χειρῶν ἀφεῖναι, πλεονέκτην ἄνδρα καὶ πᾶσι τοῖς

βασιλεῦσιν ἐπιβεβουλευκότα· ἐπηγγέλλετο δὲ αὐτῷ

δώσειν ὑπὲρ τῆς ἀναιρέσεως τῆς τούτου τάλαντα

δισχίλια. ὁ δὲ βασιλεὺς τοῖς μὲν πρεσβευταῖς

ἐπετίμησε παρακαλοῦσιν αὐτὸν μὴ μόνον ἀθετῆσαι

πίστιν, ἀλλὰ καὶ εἰς συνῳκειωμένον αὐτῷ τὸ

μύσος ἐκεῖνο ἐπανελέσθαι· πρὸς δὲ τὸν υἱὸν Ἀντί-

οχον ἐν τῇ Μηδίᾳ διατρίβοντα γράψας, συνεβού-

λευσε πῶς χρηστέον ἐστὶν τῷ Δημητρίῳ. κεκρικὼς

γὰρ ἦν αὐτὸν ἀπολύειν καὶ κατάγειν ἐπὶ τὴν

βασιλείαν μεγαλοπρεπῶς· ἔσπευδεν δὲ καὶ τὴν τοῦ

υἱοῦ χάριν συνεπιγράψαι ταῖς εὐεργεσίαις, ὡς ἂν

γεγαμηκότος αὐτοῦ Στρατονίκην τὴν Δημητρίου

καὶ τέκνα γεγεννηκότος ἐξ αὐτῆς.

(Const. Exc. 2(1), p. 256.)

21

1

Ὅτι δεῖ τοῖς μὲν πολεμίοις εἶναι φοβερώ-

τατον, τοῖς δὲ φίλοις διαμένειν βέβαια προσηνέ-

στατον.

2

Ἐπειδὴ κατ' ἐκεῖνον τὸν καιρὸν ἀγνοήσαντες τὸ

συμφέρον τοῖς πρὸς χάριν λόγοις ἐπηκολουθήσατε,

νῦν τοῖς ἔργοις ἑωρακότες τὰ κατὰ τὴν χώραν

ἀτυχήματα μεταδιδάχθητε.

3

Τὸ μὲν γὰρ ἀγνοῆσαί ποτε κατὰ τὸν βίον ἐστὶν

ἀνθρώπου, τὸ δὲ ἐπὶ τοῖς αὐτοῖς πράγμασι πλεον-

άκις ἁμαρτάνειν τέλεον ἐξεστηκότος τοῖς λογισμοῖς.

ὅσῳ γὰρ πλείοσιν ἐλαττώμασι περιπεπτώκαμεν,

τοσούτῳ μείζονος τιμωρίας ἄξιοι τυχεῖν ὑπάρ-

χομεν.

4

Ἐπὶ τοσοῦτον γάρ τινες τῶν πολιτῶν προεληλύ-

θασι πλεονεξίας ὥστε βούλεσθαι τοὺς ἰδίους οἴκους

λαμπροὺς κατασκευάζειν ἐκ τῶν τῆς πατρίδος

ἀτυχημάτων.

5

Οἱ δὲ περὶ τοὺς βοηθοῦντας τοῖς ἄλλοις ἀνομή-

σαντες πῶς ἂν χρήσαιντο περὶ αὑτῶν;

6

Ὅτι δεῖ τοῖς μὲν ἡμαρτημένοις δοῦναι συγγνώ-

μην, εἰς δὲ τὸν λοιπὸν χρόνον ἔχειν εἰρήνην.

7

Ὅτι οὐ δεῖ τοὺς ἁμαρτήσαντας ἐκ παντὸς τρό-

που κολάζειν, ἀλλὰ τοὺς ἐπὶ τοῖς ἡμαρτημένοις μὴ

μεταδιδασκομένους.

8

Ὅτι προτερεῖ παρὰ τοῖς ἀνθρώποις ἡ μὲν ἐπιεί-

κεια τῆς ὀργῆς, ἡ δὲ εὐεργεσία τῆς τιμωρίας.

9

Ὅτι καλὸν καὶ εὔθετόν ἐστι λύειν μὲν τὴν ἔχθραν,

ἀντεισάγειν δὲ φιλίαν. ὅταν γὰρ εἰς ἀπορίαν ἔλθῃ

ὁ ἄνθρωπος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἀρωγὴν

ὁρμᾶν εἴωθεν. (Exc. Hoesch. pp. 493—494 W.)

Ὅτι ὅταν εἰς ἀπορίαν ἔλθῃ στρατιώτης ἀλλό-

φυλος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἁρπαγὴν ὁρμᾶν

εἴωθεν.

10

Ἔμφυτος γὰρ οὖσα τοῖς βασιλεῦσιν ἡ τοῦ πλέο-

νος ἐπιθυμία τοιαύτης οὐκ ἀφέξεται πόλεως.

(Const. Exc. 4, p. 346.)

Ὅτι ἔμφυτος οὖσα τοῖς ἀνθρώποις ἡ τοῦ

πλείονος ἐπιθυμία τῆς τοιαύτης ὁρμῆς οὐδ' ὅλως

ἀφέξεται.

11

Δεῖ γὰρ τὸ τῆς ὑπερηφανίας μέγεθος καὶ τὸ τῆς

ἐσθῆτος τυραννικὸν οἴκοι φυλάττειν, εἰς δὲ πόλιν

ἐλευθέραν εἰσιόντα τοῖς ἐνθάδε νόμοις πείθεσθαι.

12

Οὗ γάρ τις τὸ γένος καὶ τὴν βασιλείαν κεκλη-

ρονόμηκε, τούτου θελήσει καὶ τῆς εὐδοξίας γενέ-

σθαι διάδοχος· αἰσχρὸν γάρ ἐστι τὸ μὲν ὄνομα

φέρειν Πύρρου τοῦ Ἀχιλλέως, ταῖς δὲ πράξεσι

φαίνεσθαι Θερσίτην.

13

Ὅσῳ γάρ τις πλείονος κυριεύει δόξης, τοσούτῳ

μείζονα χάριν ἕξει τοῖς αἰτίοις τῶν εὐτυχημάτων.

ὥστε ὧν δύναταί τις τυγχάνειν μετὰ δόξης καὶ

χάριτος, τούτων οὐκ ἂν ἐπιθυμήσαι μετὰ ἀδικίας

καὶ ὀνείδους κυριεῦσαι.

14

Καλὸν οὖν ἐστιν, ὦ ἄνθρωποι, ἐν τοῖς ἀλλοτρίοις

ἁμαρτήμασι περὶ τῆς ἰδίας ἀσφαλείας λαμβάνειν

τὴν πεῖραν.

15

Ὅτι οὐ δεῖ προκρίνειν τινὰ τῆς μὲν συγγενείας

τὴν ἀλλοτριότητα, τῆς δὲ τῶν συμμάχων εὐνοίας τὸ

τῶν πολεμίων μῖσος. (Exc. Hoesch. p. 494 W.)

22

t

1

{FRAGMENTA LIBRI XXII}

1

1

Ὅτι πάτριόν ἐστι τοῖς Ἠπειρώταις μὴ μόνον

περὶ τῆς ἰδίας πατρίδος ἀγωνίζεσθαι, ἀλλὰ καὶ

ὑπὲρ τῶν φίλων καὶ συμμάχων κινδυνεύειν.

2

Ὅτι Δέκιος ὁ Ῥωμαῖος χιλίαρχος φύλαξ γενό-

μενος Ῥηγίου διὰ Πύρρον τὸν βασιλέα κατέσφαξεν

αὐτοὺς καὶ τὰς κτήσεις καὶ τὰς γυναῖκας ἰδιοποιή-

σατο. Καμπανοὶ δὲ οὗτοι ἦσαν, καὶ ἐποίησαν κατὰ

τὸν ὅμοιον τρόπον Μαμερτίνοις, ὥσπερ ἐκεῖνοι

Μεσσηνίους σφάξαντες. εἶτα τὴν διαίρεσιν τῆς

κτήσεως τῶν ἠτυχηκότων ἄδικον ποιησάμενος ἐξέ-

πεσεν ἐκ τοῦ Ῥηγίου φυγαδευθεὶς ὑπὸ τῶν ἰδίων

Καμπανῶν. συνήργησαν δὲ καὶ Μαμερτῖνοι ...

μετὰ τῶν ληφθέντων χρημάτων στρατηγὸν ἐποίη-

σαν. καὶ δὴ ὀφθαλμίας νόσου αὐτὸν περιεχούσης,

τῶν ἰατρῶν τὸν δόκιμον μεταστειλαμένου αὐτοῦ,

οὗτος τὴν ὕβριν τῆς πατρίδος ἐκδικῶν κανθαρίσιν

ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως αὐτὸν ἀπε-

στέρησε καὶ φεύγει ἐκ Μεσσήνης.

(Exc. Hoesch. pp. 494—495 W.)

3

Ὅτι εἰς τὸ Ῥήγιον ἀπεστάλη φρουρὰ ὑπὸ

Ῥωμαίων. ὁ δὲ χιλίαρχος Δέκιος, τὸ γένος Καμ-

πανός, πλεονεξίᾳ καὶ τόλμῃ διαφέρων ἐμιμήσατο

τὴν τῶν Μαμερτίνων παρανομίαν. ἐκεῖνοί τε γὰρ

προσδεχθέντες ὑπὸ Μεσσηνίων ὡς φίλοι τὴν μὲν

πόλιν κατελάβοντο, τοὺς δὲ Μεσσηνίους ἐπὶ τῆς

ἰδίας ἑστίας ἑκάστους σφάξαντες ἔγημαν τὰς τῶν

ἰδιοξένων γυναῖκας καὶ τὰς τῶν σφαγέντων κτήσεις

κατέσχον· οἱ δὲ περὶ τὸν Δέκιον Καμπανοὶ δο-

θέντες ὑπὸ Ῥωμαίων φύλακες τῶν Ῥηγίνων

ἐζήλωσαν τὴν τούτων ὠμότητα· τοὺς γὰρ Ῥηγίνους

σφάξαντες καὶ τὰς κτήσεις διελόμενοι κατέσχον

τὴν πόλιν ὡς δορίκτητον. ὁ δὲ ἐπὶ τῆς φρουρᾶς

τεταγμένος Δέκιος ἐξαργυρισάμενος τὰς τῶν ἠτυχη-

κότων κτήσεις καὶ τὴν διαίρεσιν τῆς ὠφελείας

ἄδικον ποιησάμενος ἐξέπεσεν ἐκ τοῦ Ῥηγίου,

φυγαδευθεὶς ὑπὸ τῶν συνασεβησάντων Καμπανῶν.

οὐ μὴν ἐξέφυγον τὴν τιμωρίαν οἱ παρανομήσαντες,

ἀλλ' ὁ μὲν Δέκιος εἰς ὀφθαλμίαν χαλεπὴν ἐμπεσὼν

μετεπέμψατο τῶν ἰατρῶν τὸν ἄριστον· οὗτος δὲ

τὴν ὑπὲρ τῆς πατρίδος τιμωρίαν λαμβάνων ἱκανῶς

κανθαρίσιν ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως

αὐτὸν στερήσας ἔφυγεν ἐκ τῆς Μεσσήνης.

(Const. Exc. 2(1), pp. 256—257.)

2

1

Κατὰ δὲ Σικελίαν ἦσαν τύραννοι Ἱκέτας ἐν

Συρακόσῃ, Φιντίας εἰς Ἀκράγαντα, Τυνδαρίων ἐν

Ταυρομενίῳ, καὶ ἕτεροι τῶν ἐλαττόνων πόλεων.

Φιντίας δὲ καὶ Ἱκέτας πρὸς ἀλλήλους πόλεμον

ἐνστησάμενοι παρετάξαντο περὶ τὸν Ὕβλαιον, καὶ

τὴν νίκην Ἱκέτας ἀπηνέγκατο. καταδρομὰς δὲ

πρὸς ἀλλήλους ποιούμενοι τὰς κτήσεις διήρπασαν,

τὴν δὲ χώραν ἀγεώργητον ἐποίησαν. Ἱκέτας δὲ

τῇ νίκῃ ἐπαιρόμενος παρετάξατο πρὸς Καρχηδο-

νίους, καὶ λειφθεὶς πολλοὺς στρατιώτας ἀπέβαλε

2

περὶ τὸν Τηρίαν ποταμόν. κτίζει δὲ Φιντίας πόλιν,

ὀνομάσας αὐτὴν Φιντιάδα, Γελῴους ἀναστάτους

ὄντας οἰκίσας ἐν αὐτῇ· ἐστὶ δὲ αὕτη παραθαλάσ-

σιος. καθαιρῶν τὰ τείχη καὶ τὰς οἰκίας, τοὺς

λαοὺς τῆς Γέλας εἰς τὴν Φιντιάδα μετήνεγκε,

κτίσας τεῖχος καὶ ἀγορὰν ἀξιόλογον καὶ ναοὺς

θεῶν.

3

Ὅθεν μιαιφόνου γεγονότος, ὑπὸ πασῶν τῶν πό-

λεων ἐμισήθη τῶν οὐσῶν ὑπ' αὐτῷ, καὶ τοὺς πρὸς

φρουρὰν ὄντας ἐδίωξαν, ἐν οἷς πρῶτον ἀπέστησαν

Ἀγυριναῖοι. (Exc. Hoesch. p. 495 W.)

4

Ὅτι Φιντίας τῶν πόλεων βιαίως ἄρχων καὶ

πολλοὺς τῶν εὐπόρων ἀναιρῶν ὑπὸ τῶν ὑποτεταγ-

μένων διὰ τὴν παρανομίαν ἐμισεῖτο. διόπερ ἁπάν-

των ὄντων πρὸς ἀπόστασιν, ταχὺ ταπεινωθεὶς

μετεβάλετο τὸν τρόπον καὶ φιλανθρωπότερον ἄρχων

διακατέσχεν αὐτοὺς ὑπὸ χεῖρα.

3

1

Ὅτι Πτολεμαῖος ὁ Μακεδόνων βασιλεὺς τὴν

μὲν ἡλικίαν νέος ὢν παντελῶς, πραγμάτων δὲ

πολεμικῶν ἄπειρος, φύσει δὲ θρασὺς καὶ προπετὴς

οὐδὲν τῶν χρησίμων προενοεῖτο· τῶν γὰρ φίλων αὐ-

τῷ συμβουλευόντων ἀναδέξασθαι τοὺς ἀφυστεροῦν-

τας, οὐ προσέσχεν. (Const. Exc. 2(1), p. 257.)

2

Ὅτι ὑπὸ Γαλατῶν Πτολεμαῖος ὁ βασιλεὺς ἐσφά-

γη καὶ πᾶσα ἡ Μακεδονικὴ δύναμις κατεκόπη

καὶ διεφθάρη. (Exc. Hoesch. p. 495 W.)

4

1

Κατὰ δὲ τοὺς χρόνους τούτους, τῶν Γαλατῶν

ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐ-

τήν, διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ

πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς

καὶ Μελέαγρος, ἀδελφὸς Πτολεμαίου τοῦ Λάγου,

πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών·

ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας τεσσαράκοντα

πέντε· μεθ' οὓς Σωσθένης, ἔτι δὲ Πτολεμαῖος, πρὸς

δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης·

οἱ πάντες ἔτη τρία κατὰ Διόδωρον.

(Georgius Syncellus, p. 507.)

5

1

Ὅτι Ἀπολλόδωρος ἐπιθέμενος τυραννίδι καὶ

βεβαιῶσαι κρίνας τὴν συνωμοσίαν, μειρακίσκον

τινὰ φίλον αὐτοῦ καλέσας ὡς ἐπὶ θυσίαν καὶ

σφαγιάσας τοῖς θεοῖς τά τε σπλάγχνα τοῖς συνο-

μόσασιν ἔδωκε φαγεῖν καὶ τὸ αἷμα κεράσας οἴνῳ

πιεῖν παρεκελεύσατο.

2

Ὅτι ὁ αὐτὸς Ἀπολλόδωρος Γαλάτας εὑρὼν καὶ

τούτοις ὅπλα διδοὺς καὶ δωρεαῖς τιμήσας δορυ-

φόροις ἐχρῆτο πιστοῖς καὶ πρὸς τὰς κολάσεις εὐ-

θέτοις διὰ τὴν ὠμότητα. τὰς δὲ τῶν εὐπόρων

οὐσίας δημεύων πλῆθος χρημάτων ἤθροιζεν. ἀνα-

βιβάσας δὲ τοὺς στρατιωτικοὺς μισθοὺς καὶ μετα-

διδοὺς τοῖς πένησι τῆς εὐπορίας δύναμιν ἀξιόλογον

περιεποιήσατο. ἐκτραπεὶς δὲ εἰς ὠμότητα καὶ

πλεονεξίαν εἰσεπράττετο τοὺς πολιτικοὺς χρήματα,

καὶ πολλοὺς μὲν ἄνδρας, οὐκ ὀλίγας δὲ γυναῖκας

τῇ διὰ τῶν βασάνων τιμωρίᾳ βιαζόμενος ἠνάγκασε

πάντας ἄργυρον καὶ χρυσὸν παραδιδόναι. εἶχε δὲ

τυραννίδος εἰσηγητὴν καὶ διδάσκαλον Καλλιφῶντα

τὸν Σικελόν, συνδιατετριφότα πολλοῖς τοῖς κατὰ

τὴν Σικελίαν τυράννοις. (Const. Exc. 2(1), p. 257.)

6

1

Ὅτι ἡ Καδμεία νίκη παροιμία ἐστίν. ἐστὶ δὲ

οὕτω· τὸ τοὺς νικήσαντας συμφορὰν ἔχειν, τοὺς δὲ

ἡττημένους μηδὲν κινδυνεύειν διὰ τὸ μέγεθος τῆς

ἡγεμονίας. (Exc. Hoesch. p. 495 W.)

2

Ὅτι Πύρρος ὁ βασιλεὺς πολλοὺς τῶν Ἠπειρω-

τῶν τῶν συνδιαβεβηκότων ἀποβεβληκώς, ἐπεί τις

ἠρώτησεν αὐτὸν τῶν ἰδιοξένων πῶς τὰ κατὰ τὴν

μάχην ἀπήντησεν αὐτῷ, εἰπεῖν ὅτι ἐὰν ἔτι μιᾷ

μάχῃ νικήσῃ τοὺς Ῥωμαίους, οὐδεὶς αὐτῷ τῶν

στρατιωτῶν τῶν συνδιαβεβηκότων ἀπολειφθήσεται.

ταῖς γὰρ ἀληθείαις ἁπάσας τὰς νίκας ἔσχε Καδμείας

κατὰ τὴν παροιμίαν· οἱ γὰρ ἡττηθέντες οὐδὲν

ἐταπεινώθησαν διὰ τὸ μέγεθος τῆς ἡγεμονίας, ὁ δὲ

νικήσας τὴν τῶν ἡττημένων βλάβην καὶ συμφορὰν

ἀνεδέδεκτο.

3

Ὅτι Κινέας πρεσβευτὴς ἀποσταλεὶς παρὰ Πύρρου

περὶ διαλύσεως πρὸς Ῥωμαίους, οὗτος πειστικὸς

ὢν ἐν τῷ πρεσβεύειν καὶ δῶρα πολυτελῆ τοῖς

εὐθέτοις ἐδίδου. οἱ δὲ οὐκ ἔλαβον ταῦτα, πάντες

δὲ μίαν καὶ τὴν αὐτὴν ἀπόκρισιν ἔδωκαν αὐτῷ,

ὅτι νῦν μὲν ὄντος αὐτοῦ πολεμίου μηδαμῶς ἁρμό-

ζειν τὴν δωρεάν, ἐὰν δὲ καταπράξηται τὴν εἰρήνην

καὶ γένηται φίλος Ῥωμαίων, ἡδέως προσδέξεσθαι

τὴν δόσιν οὖσαν ἀκατηγόρητον.

(Const. Exc. 4, pp. 346—347.)

7

1

Ὅτι Φιντίας ὁ Φιντιάδος κτίστωρ, Ἀκρά-

γαντος τύραννος, εἶδεν ὄναρ δηλοῦν τὴν τοῦ βίου

καταστροφήν, ὗν ἄγριον κυνηγοῦντος, ὁρμῆσαι

κατ' αὐτοῦ τὸν ὗν καὶ τὴν πλευρὰν αὐτοῦ τοῖς

ὀδοῦσι πατάξαι καὶ διελάσαντα τὴν πληγὴν κτεῖ-

ναι.

2

Ὅτι Ἱκέτας ἐννέα ἔτη δυναστεύσας Συρακόσας

ὑπὸ Θοίνωνος τοῦ Μαμέως ἐκβάλλεται τῆς τυραν-

νίδος.

3

Ὅτι Θοίνων καὶ Σώστρατος διαδεξάμενοι Ἱκέ-

ταν, οὕτω πάλιν προκαλοῦνται Πύρρον τὸν βασιλέα

εἰς Σικελίαν.

4

Ὅτι Μαμερτῖνοι οἱ Μεσσηνίους δολοφονήσαντες

συμμαχίαν μετὰ Καρχηδονίων ποιήσαντες, ἔκριναν

κοινῇ διακωλύειν Πύρρον τὴν εἰς Σικελίαν διάβασιν·

Τυνδαρίων δὲ ὁ Ταυρομενίας τύραννος ἔκλινε πρὸς

αὐτόν, καὶ ἕτοιμος ἦν δέξασθαι τῇ πόλει τὰς μετ'

αὐτοῦ δυνάμεις.

5

Ὅτι Καρχηδόνιοι συμμαχίαν ποιήσαντες μετὰ

Ῥωμαίων πεντακοσίους ἄνδρας ἔλαβον εἰς τὰς

ἰδίας ναῦς, καὶ εἰς τὸ Ῥήγιον διαβάντες προσβολὰς

ποιούμενοι τῆς μὲν πολιορκίας ἀπέστησαν, τὴν δὲ

παρεσκευασμένην ὕλην εἰς ναυπηγίαν ἐνέπρησαν,

καὶ διέμειναν φυλάττοντες τὸν πορθμόν, παρα-

τηροῦντες τὴν διάβασιν Πύρρου.

6

Ὅτι Θοίνωνος τῆς Νήσου κυριεύοντος, καὶ Σω-

στράτου τῆς Συρακόσης τυραννοῦντος, ἔχοντες

στρατιώτας μυρίους διεπολέμουν ἀλλήλοις· ἀμ-

φότεροι δὲ κάμνοντες ἐν τῷ πολέμῳ διεπρεσβεύοντο

πρὸς Πύρρον.

8

1

Ὅτι Πύρρος ἐν Ἰταλίᾳ ἐπολέμησεν ἔτη δύο

καὶ μῆνας τέσσαρας. ὅτι τούτου παρασκευαζο-

μένου πρὸς τὸν ἔκπλουν, τὰς Συρακόσας Καρχη-

δόνιοι ἐπολιόρκουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν,

ἑκατὸν ναυσὶν ἐφορμοῦντες τῷ μεγάλῳ λιμένι·

πεζῇ δὲ πέντε μυριάσι πλησίον τῶν τειχῶν

στρατεύοντες, τειχήρεις συνεῖχον τοὺς Συρακο-

σίους, καὶ τὴν χώραν αὐτῶν κατατρέχοντες ἔρημον

2

κατεσκεύασαν. διὸ τῷ πολέμῳ κάμνοντες οἱ Συρα-

κόσιοι τὰς ἐλπίδας εἶχον ἐν τῷ Πύρρῳ διὰ Λάνασ-

σαν τὴν γυναῖκα, τὴν θυγατέρα Ἀγαθοκλέους,

ἐξ ἧς ἐγέννησεν Ἀλέξανδρον υἱόν, καὶ διὰ τοῦτο

καθ' ἡμέραν ἄλλους ἐπ' ἄλλοις πρέσβεις ἔστελλον

πρὸς αὐτόν. ἐμβιβάσας δὲ τὸν λαὸν εἰς τὰς ναῦς

καὶ τοὺς ἐλέφαντας καὶ τὴν ἄλλην παρασκευήν,

ἐξέπλευσεν ἐκ τῆς Τάραντος, καὶ δεκαταῖος εἰς

3

Λοκροὺς κατῆρεν. ἐντεῦθεν καταπλεύσας τὸν

πορθμὸν καὶ διάρας Σικελίαν, κατῆρεν εἰς τὴν Ταυ-

ρομένιον. ἐκεῖθεν προσλαβόμενος εἰς συμμαχίαν

Τυνδαρίωνα τὸν δυνάστην Ταυρομενίας, καὶ λαβὼν

παρ' αὐτοῦ στρατιώτας, κατέπλευσεν εἰς τὴν Κατά-

νην. καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγάλως

καὶ χρυσοῖς στεφάνοις στεφθείς, ἀπεβίβασε τὴν

πεζὴν δύναμιν. ταύτης δὲ πορευομένης εἰς Συρα-

κόσας. καὶ ὁ στόλος συμπαρέπλει κεκοσμημένος

πρὸς ναυμαχίαν. ὡς δὲ πλησίον ἐγένοντο Συρα-

κόσης, οἱ μὲν Καρχηδόνιοι προαπεσταλκότες

τριάκοντα ναῦς διά τινας χρείας ἀναγκαίας, ταῖς

καταλελειμμέναις οὐκ ἐτόλμησαν πολεμῆσαι.

4

διόπερ Πύρρος ἀκινδύνως διέπλευσεν εἰς Συρα-

κόσας, καὶ παρέλαβε τὴν Νῆσον παρὰ Θοί-

νωνος, τὴν δὲ ἄλλην πόλιν παρὰ Συρακοσίων καὶ

Σωσιστράτου. οὗτος δὲ ἐκυρίευσεν Ἀκράγαντος

καὶ πολλῶν ἄλλων πόλεων, ἔχων στρατιώτας ὑπὲρ

τοὺς μυρίους. καὶ τὸν μὲν Θοίνωνα καὶ Σωσί-

στρατον καὶ τοὺς Συρακοσίους κατήλλαξε καὶ εἰς

ὁμόνοιαν ἤγαγεν, ὡς μεγάλης τευξόμενος ἀπο-

5

δοχῆς διὰ τὴν εἰρήνην. ὁ δὲ βασιλεὺς παραλαβὼν

τά τε βέλη καὶ τὰς μηχανὰς καὶ τὰς ἐν τῇ πόλει

παρασκευάς· αἱ δὲ ναῦς ἃς παρέλαβεν ἐν ταῖς

Συρακόσαις κατάφρακτοι ἑκατὸν εἴκοσι καὶ ἄφρα-

κτοι εἴκοσι· ἡ μὲν βασιλικὴ ἐννήρης· ὁ δὲ σύμπας

στόλος σὺν ταῖς μετ' αὐτοῦ κομισθείσαις πλείους

διακοσίων. ἐν τούτῳ δὲ ὄντος αὐτοῦ, ἧκον πρέσ-

βεις ἐκ Λεοντίνων ἀπὸ Ἡρακλείδου τοῦ δυνάσ-

του λέγοντος παραδώσειν τῷ βασιλεῖ τὴν πόλιν καὶ

τὰ φρούρια καὶ στρατιώτας πεζοὺς τετρακισχιλίους,

ἱππεῖς δὲ πεντακοσίους. ἧκον δὲ καὶ ἕτεροι πλεῖ-

στοι εἰς Συράκοσαν, λέγοντες τὰς πόλεις παρα-

δώσειν καὶ συνεργήσειν τῷ Πύρρῳ. ὁ δὲ πάντας

φιλανθρώπως ἀποδεξάμενος ἀπέλυσεν εἰς τὰς ἰδίας

πατρίδας, ἐλπίζων καὶ Λιβύης τυχεῖν.

6

Ὅτι ὁ λιμὴν ὁ Κορινθιακὸς Λέχαιον καλεῖται.

9

1

Ὅτι Βρέννος ὁ βασιλεὺς Γαλατῶν μετὰ πεντε-

καίδεκα μυριάδων θυρεοφόρων καὶ ἱππέων μυρίων

καὶ ἑτέρου ἀγοραίου ὄχλου καὶ ἐμπόρων πλείστων

καὶ ἁμαξῶν δισχιλίων εἰς Μακεδονίαν ἐλθὼν πόλε-

μον ἐποίησεν, ἐν ᾧ πολλοὺς στρατιώτας ἀποβαλών,

ὡς μὴ ἰσχύσας ... ὕστερον εἰς τὴν Ἑλλάδα

ἐλθὼν καὶ εἰς τὸ ἐν Δελφοῖς μαντεῖον, θέλων ἀπο-

συλῆσαι αὐτό. καὶ πολλοῦ πολέμου γεγονότος,

μυριάδας ἐκεῖσε στρατιωτῶν ἀποβαλὼν ἐπλήγη

2

καὶ αὐτὸς Βρέννος τρισὶ πληγαῖς. βαρυνόμενος δὲ

καὶ πρὸς θάνατον, συναγαγὼν τὸν λαὸν αὐτοῦ,

διελάλησε τοῖς Γαλάταις, συμβουλεύσας αὐτοῖς

ἑαυτὸν καὶ τοὺς τραυματίας ἅπαντας ἀποκτεῖναι

καὶ τὰς ἁμάξας καύσαντας εὐζώνους εἰς τὰ οἰκεῖα

ἐπανελθεῖν· βασιλέα δὲ καταστῆσαι Κιχώριον.

Βρέννος δὲ ἄκρατον πολὺν ἐμφορησάμενος ἑαυτὸν

3

ἀπέσφαξε. Κιχώριος δὲ τοῦτον θάψας, τοὺς τραυ-

ματίας καὶ τοὺς ἀπὸ χειμῶνος καὶ πείνης ταλαι-

πωρήσαντας ἀνεῖλεν, ὄντας περὶ δισμυρίους· καὶ

οὕτως τοῖς λοιποῖς διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς οἶκον

τὴν πορείαν ἐποιεῖτο. κατὰ δὲ τὰς δυσχωρίας οἱ

Ἕλληνες ἐπιτιθέμενοι τὰς οὐραγίας ἀπέκοπτον καὶ

τὴν ἀποσκευὴν ἦραν ἅπασαν· πορευόμενοι δὲ πρὸς

Θερμοπύλας, καὶ σπανιζούσης αὐτοῦ τροφῆς, ἀπέ-

λιπον ἄλλους δισμυρίους. διὰ δὲ τῶν Δαρδάνων

διερχόμενοι ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὑπε-

λείφθη ἀπελθεῖν οἶκον.

(Exc. Hoesch. pp. 495—497 W.)

4

Ὅτι Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς εἰς

ναὸν ἐλθὼν ἀργυροῦν μὲν ἢ χρυσοῦν οὐδὲν εὗρεν

ἀνάθημα, ἀγάλματα δὲ μόνον λίθινα καὶ ξύλινα

καταλαβὼν κατεγέλασεν ὅτι θεοὺς ἀνθρωπομόρφους

εἶναι δοκοῦντες ἵστασαν αὐτοὺς ξυλίνους τε καὶ

λιθίνους.

5

Ὅτι οἱ ἐν Δελφοῖς ὄντες κατὰ τὴν τῶν Γαλατῶν

ἔφοδον θεωροῦντες πλησίον ὄντα τὸν κίνδυνον ἐπη-

ρώτησαν τὸν θεὸν εἰ τὰ χρήματα καὶ τὰ τέκνα καὶ

τὰς γυναῖκας ἀποκομίσωσιν ἐκ τοῦ μαντείου πρὸς

τὰς ὀχυρωτάτας τῶν πλησίον πόλεων. ἡ δὲ Πυθία

τοῖς Δελφοῖς ἀπόκρισιν ἔδωκεν προστάττειν τὸν

θεὸν ἐᾶν τὰ ἀναθήματα καὶ τἄλλα τὰ πρὸς τὸν

κόσμον τῶν θεῶν ἀνήκοντα κατὰ χώραν ἐν τῷ

μαντείῳ· φυλάξειν γὰρ ἅπαντα τὸν θεὸν καὶ μετ'

αὐτοῦ τὰς λευκὰς κόρας. ὄντων δὲ ἐν τῷ τεμένει

δυεῖν νεῶν παντελῶς ἀρχαίων Ἀθηνᾶς Προναίας

καὶ Ἀρτέμιδος, ταύτας τὰς θεοὺς ὑπέλαβον εἶναι

τὰς διὰ τοῦ χρησμοῦ προσαγορευομένας λευκὰς

κόρας. (Const. Exc. 4, p. 347.)

10

1

Ὁ Πύρρος τὰ κατὰ Συρακόσας καὶ Λεον-

τίνους καταστησάμενος μετὰ δυνάμεως ἐπὶ τὴν

Ἀκράγαντα προῆλθεν. ὄντος δὲ αὐτοῦ περὶ τὴν

ὁδοιπορίαν, ἧκον Ἐνναῖοι λέγοντες τὴν φρουρὰν

τὴν Καρχηδονίων ἐκβεβληκέναι, ἣν εἶχον ὅπως μὴ

Φιντίας δυναστεύσῃ αὐτῶν, λέγοντες τὴν πόλιν

παραδώσειν καὶ συμμάχους γενέσθαι. αὐτοῦ δὲ

ἀναλαβόντος τὴν στρατιάν ... εἰς Ἀκράγαντα

παραγενόμενος τὴν…

σ…

The complete text is available when the reading interface loads.