The Greek Library Author

Pseudo-Lucian

Ὠκύπους

Scientific editors
Karl Jacobitz
Edition reference
Luciani Samosatensis Opera · Leipzig · Teubner · 1913
CTS identifier
urn:cts:greekLit:tlg0061.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29

0Ὠκύπους Ποδαλειρίου καὶ Ἀστασίας υἱὸς ἐγένετο, κάλλει καὶ δυνάμει διαφέρων, γυμνασίων τε καὶ κυνηγεσίων μὴ ἀμελῶν. πολλάκις δὲ θεωρῶν τοὺς ἐχομένους ὑπὸ τῆς ἀτέγκτου Ποδάγρας κατεγέλα φάσκων μηδὲν ὅλως εἶναι τὸ πάθος. ἡ θεὸς τοίνυν ἀγανακτεῖ καὶ διὰ ποδῶν εἰστρέχει. τοῦ δ’ εὐτόνως φέροντος καὶ ἀρνουμένου, ὕπτιον ὅλως τίθησιν ἡ θεός. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Θήβαις· ὁ δὲ χορὸς συνέστηκεν ἐξ ἐπιχωρίων ποδαγρῶν. συνελεγχόντων τὸν Ὠκύπουν. τὸ δὲ δρᾶμα τῶν πάνυ ἀστείων. τὰ τοῦ δράματος πρόσωπα Ποδάγρα. Ὠκύπους, Τροφεύς, Ἰατρός, Πόνος, Ἄγγελος. προλογίζει δὲ ἡ Ποδάγρα.

Ποδάγρα

1Δεινὴ μὲν ἐν βροτοῖσι καὶ δυσώνυμος

2Ποδάγρα κέκλημαι, δεινὸν ἀνθρώποις πάθος,

3δεσμῶ δὲ νευρίνοισι τοὺς πόδας βρόχοις,

4ἄρθροισιν εἰσδραμοῦσα μὴ νοουμένη.

5γελῶ δὲ τοὺς πληγέντας ὑπ’ ἐμοῦ * *

6καὶ μὴ λέγοντας ἀτρεκῆ τῆς συμφορᾶς,

7ἀλλ’ εἰς ματαίαν πρόφασιν ἐξησκημένους.

8ἅπας γὰρ αὑτὸν βουκολεῖ ψευδοστομῶν,

9ὡς ἐνσεσεικὼς ἢ προκόψας ποι βάσιν

10λέγει φίλοισι, μὴ φράσας τὴν αἰτίαν·

11ὃ μὴ λέγει γάρ, ὡς δοκῶν λαθεῖν τινας,

12χρόνος δέ γ’ ἕρπων μηνύει, κἂν μὴ θέλῃ.

13καὶ τότε δαμασθείς, ὀνομάσας μου τοὔνομα,

14πᾶσιν θρίαμβος ἐμβεβάστακται φίλοις.

15Πόνος δὲ μοι συνεργός ἐστι τῶν κακῶν·

16ἐγὼ γὰρ οὐδέν εἰμι τούτου δίχα μόνη.

17τοῦτ’ οὖν δάκνει μὲ καὶ φρενῶν καθάπτεται,

18ὅτι τὸν ἅπασιν αἴτιον Πόνον κακῶν

19οὐδεὶς κακούργοις λοιδορεῖ βλασφημίαις,

20ἀλλὰ κατ’ ἐμοῦ πέμπουσι δυσφήμους ἀρὰς

21ὡς δεσμὸν ἐλπίζοντες ἐκφυγεῖν ἐμόν.

22τί ταῦτα φλυαρῶ κοὺ λέγω τίνος χάριν

23πάρειμι μὴ φέρουσα τὴν ἐμὴν χολήν;

24ὁ γὰρ δόλον γενναῖος, ὁ θρασὺς Ὠκύπους

25φρονεῖ καθ’ ἡμῶν μηδὲν εἶναί μέ τι λέγων.

26ἐγὼ δ’ ὑπ’ ὀργῆς ὡς γυνὴ δεδηγμένη

27ἀντέδακα τοῦτον ἀθεράπευτον εὐστόχως,

28ὡς ἦν ἔθος μοι κονδύλου ποδὸς τυχεῖν.

29ἤδη δ’ ὁ δεινὸς Πόνος ἔχει λεπτὸν τόπον

30καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω.

31ὁ δ’ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος

32πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον.

33καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον

34δύστηνος αὐτὸς ἐκ δόμων προσέρχεται.

Ὠκύπους

35Πόθεν δ’ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆν

36ἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος;

37τείνει δὲ νεῦρον οἷα τοξότης ἀνὴρ

38βέλος προπέμπων καὶ στένειν βιάζεται·

39τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ.

Τροφεύς

40Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον.

41μή πῶς με πίπτων καταβάλῃς σὺ χωλὸς ὦν.

Ὠκύπους

42Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι

43καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ·

44νεωτέρῳ γὰρ αἶσχος ἐν παισὶν ἀεὶ

45ὑπηρέτης ἀδύνατος γογγύζων γέρων.

Τροφεύς

46Μὴ μὴ σὺ ταῦτα, μωρέ, μή με κερτομει,

47μή μ’ ὡς νέος κόμπαξε, τοῦτ’ εἰδὼς ὅτι

48ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος.

49πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,

50ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί.

Ὠκύπους

51Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων.

52προθυμία γὰρ ἐν γέρουσι παρέπεται,

53πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.

Τροφεύς

54Τί μοι σοφίζῃ. κοὺ λέγεις οἵῳ τρόπῳ

55πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βασιν;

Ὠκύπους

56Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα,

57τρέχων ἔτεινα. καὶ συνεμμίχθην πόνῳ.

Τροφεύς

58Πάλιν τρέχ᾿, ὡς τις εἶπεν, ὃς καθήμενος

59πώγωνα τίλλει χουριῶν ὑπ’ ὠλέναις.

Ὠκύπους

60Οὐκοῦν παλαίων ὡς θέλων παρεμβολὴν

61βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι.

Τροφεύς

62Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν

63βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον.

64τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ

65μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων.

66νῦν δ’ εἰσορᾷς ἅπαντας ἐξ . . . . .

67ὁ πόνος δ’ ἑλίξας ἐμμελῶς διαστρέφει.

Ἰατρός

68Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι,

69τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον;

70ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς

71πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει.

72ἀλλ’ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν

73κεῖται κατ’ εὐνῆς ὕπτιος βεβλημένος.

74ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν πάθος

75τί τοῦτο; λέξον, Ὠκύπου, τάχ’, ὡς μάθω

76εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι

77τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφορᾶν.

Ὠκύπους

78Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε,

79σάλπιγγος αὐτῆς ὄνομ’ ἔχων Σωτήριχε,

80δεινὸς πόνος μὲ τοῦ ποδὸς δάκνει κακῶς,

81δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποδί.

Ἰατρός

82Πόθεν; τί παθών; μήνυσον, ἢ ποίῳ τρόπῳ;

83μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς

84κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών.

Ὠκύπους

85Δρόμον τιν’ ἀσκῶν καὶ τέχνην γυμναστικὴν

86δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων.

Ἰατρός

87Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ

88τόπου κατ’ αὐτοῦ κοὐκ ἔχεις τιν’ ἐμβροχήν;

Ὠκύπους

89Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,

90εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν.

Ἰατρός

91Τί οὖν δοκεῖ σοι; κατακνήσω σου τὸν πόδα;

92ἂν γὰρ παράσχῃς μοί σε, γιγνώσκειν σε χρή,

93ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ.

Ὠκύπους

94Ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις,

95ἵν᾿ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον.

Ἰατρός

96Ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν.

97ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον.

Ὠκύπους

98Ἔα, ἔα.

Τροφεύς

99Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας.

100τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον;

101μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσί.

102ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων.

103οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει,

104ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.

105ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις,

106φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς

107κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος·

108ἔπειτα νυκτὸς διυπνίσας ἐχραύγασεν

109ὡς δαίμονι πληγείς, καὶ φόβος πάντας λάβεν.

110ἔλεξε δ’, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην;

111δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός.

112πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος

113ὁποῖα κῆρυξ ἐξεθρήνει τὸν πόδα.

114ἐπεὶ δ’ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,

115οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν

116θρηνῶν πυρέσσων ἐπ’ ἐμοὶ βάζων * * *

117ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντ’ ἐψεύσατο.

118τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια.

Ὠκύπους

119Γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται

120καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων.

121ὁ γὰρ πονῶν τι καὶ φίλοις ψευδὴ λέγων

122πεινῶντ’ ἔοικε μαστίχην μασωμένῳ.

Ἰατρός

123Πλανᾷς ἅπαντας, ἄλλα δ’ ἐξ ἄλλων λέγεις,

124λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς οὔπω λέγεις.

Ὠκύπους

125Πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν;

126πάσχων γὰρ οὐδὲν οἶδα, πλὴν πονῶ μόνον.

Ἰατρός

127Ὅταν ἀφορμῆς δίχα πονῇ τις τὸν πόδα,

128πλάσσει τὸ λοιπὸν οὓς θέλει κενοὺς λόγους

129εἰδὼς τὸ δεινὸν ᾧ συνέζευκται κακῷ.

130καὶ νῦν μὲν ἀκμὴν εἷς . . . . .

131ἐπὰν δὲ καὶ τὸν ἕτερον ἀλγήσῃς πόδα,

132στένων δακρύσεις. ἓν δέ σοι φράσαι θέλω·

133τοῦτ’ ἔστ’ ἐχεῖνο, Κἂν θέλῃς, κἂν μὴ θέλῃς.

Ὠκύπους

134Τί δ’ ἔστ’ ἐκεῖνο γ’, εἰπέ, καὶ τί κλῄζεται;

Τροφεύς

135Ἔχει μὲν ὄνομα συμφορᾶς γέμον διπλῆς.

Ὠκύπους

136Οἴμοι. τί τοῦτο; λέξον, ὦ, δέομαι, γέρον.

Τροφεύς

137Ἐκ τοῦ τόπου μὲν οὗ πονεῖς ἀρχὴν ἔχει.

Ὠκύπους

138Ποδὸς μὲν ἀρχὴν ὄνομ’ ἔχει, καθὼς λέγεις;

Τροφεύς

139Τούτῳ σὺ πρόσθες ἐπὶ τέλει δεινὴν ἄγραν.

Ὠκύπους

140Καὶ πῶς με τὸν δύστηνον ἔτι . . . .

Τροφεύς

141Ζεινή περ οὖσα. φείδεται γὰρ οὐδενός.

Ὠκύπους

142Σωτήρ, τί λέγεις; τί δέ με . . . . . ;

Ἰατρός

143Ἄφες με μικρόν ἠλόγημαι σοῦ χάριν.

Ὠκύπους

144Τί δ’ ἔστι δεινὸν ἢ τί συμβέβηκέ μοι;

Ἰατρός

145Εἰς δεινὸν ἦλθες πόνον ἀχώριστον ποδός.

Ὠκύπους

146Οὐκοῦν με δεῖ πρόχωλον ἐξαντλεῖν βίον;

Ἰατρός

147Χωλὸς μὲν ἂν ᾖς, οὐδέν ἐστι, μὴ φοβοῦ.

Ὠκύπους

148Τί δ’ ἔστι χεῖρον;

Ἰατρός

149Ἀμφοῖν ποδοῖν σε συμποδισθῆναι μένει.

Ὠκύπους

150Οἴμοι. πόθεν μοι καινὸς εἰσῆλθεν πόνος

151ποδὸς δι᾿ ἄλλου. καί με συμπάσχει κακῶς;

152ἢ πῶς ὅλος πέπηγα μεταβῆναι θέλων;

153δειλαίνομαι δὲ πολλὰ μεταστῆσαι πόδα,

154νήπιος, ὁποῖα βρέφος ἄφνω φοβούμενος.

155ἀλλ’ ἄντομαί σε πρὸς θεῶν, Σωτήριχε,

156εἴπερ τι τέχνη σὴ δύναται, μηδὲν φθονῶν

157θεράπευσον ἡμᾶς, εἰ δὲ μή, διοίχομαι·

158πάσχω γὰρ ἀφανῶς, κατὰ ποδὼν τοξεύομαι.

Ἰατρός

159Τοὺς μὲν πλανήτας περιελὼν λόγους ἐγώ,

160τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον,

161ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον.

162τὰ πάντα σοι πάσχοντι συντόμως φράσω.

163ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν·

164οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν,

165ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον.

166δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην,

167ἧς οὐκ ἂν ἂραιτ’ ἄχθος ἀνθρώπων φύσις.

Ὠκύπους

168Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι.

169πόθεν μὲ τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος;

170δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν,

171ὁποῖα Σάτυροι Βακχίους ὑπ’ ὠλένας.

Τροφεύς

172Γέρων μέν εἰμι, πλὴν ἰδού, σοὶ πείθομαι,

173καὶ τὸν νέον σὲ χειραγωγῶ πρέσβυς ὤν.