Φιλόπατρις ἢ Διδασκόμενος
- Scientific editors
- Karl Jacobitz
- Edition reference
- Luciani Samosatensis Opera · Leipzig · Teubner · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0061.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τριεφῶν
Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν κερδαλεόφρονι ἐοικὼς κατὰ τὸν ποιητήν ὠχρός τέ σευ εἷλε παρειάς. μή που τρικάρηνον τεθέασαι ἢ Ἑκάτην ἐξ Ἅιδου ἐληλυ θυῖαν, ἢ καί τινι θεῶν ἐκ προνοίας συνήντηκας; οὐδέπω γάρ σε τοιαῦτα εἰκὸς παθεῖν, εἰ καὶ αὐτὸν ἠκηκόεις, οἷμαι, τὸν κόσμον κλυσθῆναι ὥσπερ ἐπὶ τοῦ Δευκαλίωνος. σοὶ λέγω, ὦ καλὲ Κριτία, οὐκ ἀΐεις ἐμοῦ ἐπιβοωμένου τὰ πολλὰ καὶ ἐς βραχὺ γειτνιάσαντος; δυσχεραίνεις καθ’ ἡμῶν ἢ ἐκκεκώφωσαι ἢ καὶ ἐκ τῆς χειρὸς παλαιστήσοντα ἐπιμένεις;
Κριτίας
Ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λό γον ἀκήκοα καὶ πολλαῖς ὁδοῖς διενειλημένον καὶ ἔτι ἀνα πεμπάζω τοὺς ὕθλους καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος τοῖς ποιηταῖς γενήσομαι ὡς καὶ Νιόβη τὸ πρίν. ἀλλὰ κατὰ κρημνῶν ὠθούμην ἂν ἐπὶ κεφαλῆς σκοτοδινήσας, εἰ μὴ ἐπέκραξάς μοι, ὦ τάν, καὶ τὸ τοῦ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώτου ἐμυθεύθη ἐπ’ ἐμοί.
Τριεφῶν
Ἡράλλεις, τῶν θαυμασίων ἐκείνων φα σμάτων ἢ ἀκουσμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσόφων οὐκ ἐξέπληξάν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος πάντα γέγονεν ἐπὶ σοί.
Κριτίας
Πέπαυσο ἐς μικρὸν καὶ μηκέτι παρενοχλή σῃς, ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ’ ἐμοῦ.
Τριεφῶν
Οἶδ’ ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυρηδὸν ὑποβλέπειν καὶ τὸ ἄστατον τῆς βάσεως τό τε ἄνω καὶ κάτω περιπολεῖν ἀρίγνωτόν σε καθίστησιν. ἀλλ’ ἄμπνευσον τοῦ δεινοῦ, ἐξέμεσον τοὺς ὕθλους, μή τι κακὸν παθέῃς.
Κριτίας
Σὺ μέν, ὦ Τριεφῶν, ὅσον πέλεθρον ἀνάδραμε ἀπ’ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῇς καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς, ὡς καὶ Ἴκαρος τὸ πρίν· ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν.
Τριεφῶν
Ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμπνευσον τοῦ δεινοῦ.
Κριτίας
Φῦ φῦ φῦ φῦ τῶν ὕθλων ἐκείνων, ἰοὺ ἰοὺ ἰοὺ ἰοὺ τῶν δεινῶν βουλευμάτων, αἲ αἲ αἲ αἲ τῶν κενῶν ἐλπίδων.
Τριεφῶν
Βαβαῖ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε· ξεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωθίζοντος βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα κεκίνηκας, ὡς διὰ κάλων αἱ ὁλκάδες τὸν Εὔξεινον πόντον οἰχήσονται, τῶν κυμάτων ἐπικυλινδούντων ἐκ τοῦ φυσήματος· ὅσον οἴδημα τοῖς ἐγκάτοις ἐνέκειτο· πόσος κορκορυγμὸς καὶ κλόνος τὴν γαστέρα σου συνετάρασσε. πολύωτον σεαυτὸν ἀναπέφηνας τοσαῦτα ἀκηκοώς, ὅς γὲ κατὰ τὸ τερατῶδες καὶ διὰ τῶν ὀνύχων ἠκηκόεις.
Κριτίας
Οὐ παράδοξόν τι, ὦ Τριεφῶν, ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεργοβατοῦσαν καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλόμενα· καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς ποιηταῖς. ἀλλ’ ἐπεί σε πρῶτον κιχάνω τῷδ’ ἐνὶ χώρῳ, ἀπίωμεν ἔνθα αἱ πλάτανοι τὸν ἥλιον εἴργουσιν, ἀηδόνες δὲ καὶ χελιδόνες εὔηχα κελαδοῦσιν, ἵν᾿ ἡ μελῳδία τῶν ὀρνέων τὰς ἀκοὰς ἐνηδύνουσα τό τε ὕδωρ ἠρέμα κελαρύζον τὰς ψυχὰς καταθέλξειε.
Τριεφῶν
Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί μὲ ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις.
Κριτίας
Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί.
Τριεφῶν
Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου.
Κριτίας
Τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖται ὡς καὶ παρ’ Ὁμήρῳ;
Τριεφῶν
Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης ἄξια; τὰ δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης καὶ τὸ κυοφορεῖν καθ’ ὅλου τοῦ σώματος αἰσχύνομαι καὶ λέγειν.
Κριτίας
Μῶν τὸν Ἀπόλλωνά γ’ ἐπομοσόμεθα, ὃς προφήτης ἄριστος καὶ ἰητρός, ὦγαθέ;
Τριεφῶν
Τὸν ψευδόμαντιν λέγεις, τὸν Κροῖσον πρῴην διολωλεκότα καὶ μετ’ αὐτὸν Σαλαμινίους καὶ ἑτέρους μυρίους, ἀμφίλοξα πᾶσι μαντευόμενον;
Κριτίας
Τὸν Ποσειδῶνα δὲ τί; ὃς τρίαιναν ἐν ταῖν χεροῖν κρατῶν καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ ἐν τῷ πολέμῳ ὅσον ἐννεάχιλοι ἄνδρες ἢ δεκάχιλοι, ἀλλὰ καὶ σεισίχθων, ὦ Τριεφῶν, ἐπονομάζεται;
Τριεφῶν
Τὸν μοιχὸν λέγεις, ὃς τὴν τοῦ Σαλμωνέως παῖδα τὴν Τυρὼ πρῴην διέφθειρε καὶ ἔτι ἐπιμοιχεύει καὶ ῥύστης καὶ δημαγωγὸς τῶν τοιούτων ἐστί; τὸν γὰρ Ἄρην ὑπὸ τοῦ δεσμοῦ πιεζόμενον καὶ δεσμοῖς ἀλύτοις μετὰ τῆς Ἀφροδίτης στενούμενον, πάντων τῶν θεῶν διὰ τὴν μοιχείαν ὑπ’ αἰσχύνης σιωπώντων, ὁ ἵππειος Ποσειδῶν ἔκλαυσε δακρυρροῶν ὥσπερ τὰ βρεφύλλια τοὺς διδασκάλους δεδιότα ἢ ὥσπερ αἱ γρᾶες κόρας ἐξαπατῶσαι· ἐπέκειτο δὲ τῷ Ἡφαίστῳ λῦσαι τὸν Ἄρεα. τὸ δὲ ἀμφίχωλον τοῦτο δαιμόνιον, οἰκτεῖραν τὸν πρεσβύτην θεόν, τὸν Ἄρη ἀπηλευθέρωσεν. ὥστε καὶ μοιχός ἐστιν ὡς μοιχοὺς διασώζων.
Κριτίας
Ἑρμείαν δὲ τί;
Τριεφῶν
Μή μοι τὸν κακόδουλον τοῦ ἀσελγεστάτου Διὸς καὶ τὸν ἀσελγομανοῦντα ἐπὶ τοῖς μοιχικοῖς.
Κριτίας
Ἄρεα δὲ καὶ Ἀφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ προδιαβληθῆναι πρῴην παρὰ σοῦ. ὥστε ἐάσωμεν τούτους. τῆς Ἀθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς παρθένου, τῆς ἐνόπλου καὶ καταπληκτικῆς θεᾶς, ἢ καὶ τὴν τῆς Γοργόνος κεφαλὴν ἐν τῷ στήθει περιάπτεται, τὴν γιγαντολέτιν θεόν. οὐ γὰρ ἔχεις τι λέγειν περὶ αὐτῆς.
Τριεφῶν
Ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ.
Κριτίας
Λέγε ὅ τι γε βούλει.
Τριεφῶν
Εἰπέ μοι, ὦ Κριτία. τί τὸ χρήσιμον τῆς Γοργόνος καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται;
Κριτίας
Ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ καὶ καταπλήσσει τοὺς πολεμίους καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται.
Τριεφῶν
Μῶν καὶ διὰ τοῦτο ἡ Γλαυκῶπις ἀκαταμάχητος´
Κριτίας
Καὶ μάλα.
Τριεφῶν
Καὶ διὰ τί οὐ τοῖς σώζειν δυναμένοις, ἀλλὰ τοῖς σωζομένοις μηρία καίομεν ταύρων ἠδ’ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν Ἀθηνᾶν;
Κριτίας
Ἀλλ’ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν ὥσπερ τοῖς θεοῖς, ἀλλ’ εἴ τις αὐτὴν ἐπιφέρεται.
Τριεφῶν
Καὶ τί τόδ’ ἔστιν; ἐθέλω γὰρ παρὰ σοῦ εἰδέναι ὡς ἐξευρημένου τὰ τοιαῦτα καὶ ἐς μάλιστα κατωρθωκότος. ἀγνοῶ γὰρ πάντα τὰ κατ’ αὐτὴν πλήν γε τοῦ ὀνόματος.
Κριτίας
Αὕτη κόρη ἐγένετο εὐπρεπὴς καὶ ἐπέραστος· Περσέως δὲ ταύτην δόλῳ ἀποδειροτομήσαντος, ἀνδρὸς γενναίου καὶ ἐς μαγικὴν εὐφημουμένου, ἐπαοιδίαις ταύτην περιῳδήσαντος, ἄλκαρ οἱ θεοὶ ταύτην ἐσχήκασι.
Τριεφῶν
Τουτί μ’ ἐλάνθανέ ποτε τὸ καλόν, ὡς ἀνθρώπων θεοὶ ἐνδεεῖς εἰσι. ζώσης δὲ τί τὸ χρήσιμον; προσηταιρίζετο ἐς πανδοχεῖον ἢ κρυφίως συνεφθείρετο καὶ κόρην αὑτὴν ἐπωνόμαζε;
Κριτίας
Νὴ τὸν Ἄγνωστον ἐν Ἀθήναις παρθένος διέμεινε μέχρι τῆς ἀποτομῆς.
Τριεφῶν
Καὶ εἴ τις παρθένον καρατομήσειε, ταὐτὸ γένοιτο φόβητρον τοῖς πολλοῖς; οἶδα γὰρ μυρίας διαμελεϊστὶ τμηθείσας νήσῳ ἐν ἀμφιρύτῃ, Κρήτην δέ τέ μιν καλέουσι. καὶ εἰ τοῦτο ἐγίνωσκον, ὦ καλὲ Κριτία, πόσας Γοργόνας σοι ἂν ἤγαγον ἐκ Κρήτης; καί σε στρατηγέ την ἀκαταμάχητον ἀποκατέστησα, ποιηταὶ δὲ καὶ ῥήτορες κατὰ πολύ με Περσέως διέκριναν ὡς πλείονας Γοργόνας ἐφευρηκότα.
Τριεφῶν
ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι.
Κριτίας
Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια.
Τριεφῶν
Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ’ ἂν καὶ ἐκ νεκάδῶν ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην.
Κριτίας
Ἥραν δὲ τὴν Διὸς γαμετὴν καὶ κασίγνητον οὐ παραδέχῃ;
Τριεφῶν
Σίγα τῆς ἀσελγεστάτης ἕνεκα μίξεως καὶ τὴν ἐκ ποδοῖν καὶ χεροῖν ἐκτεταμένην παράδραμε.
Κριτίας
Καὶ τίνα ἐπομόσωμαί γε;
Τριεφῶν
Ὑψιμέδοντα θεόν, μέγαν, ἄμβροτον, οὐρανίωνα, υἱὸν πατρός, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, ἓν ἐκ τριῶν καὶ ἐξ ἑνὸς τρία, ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
Κριτίας
Ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐχ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φὴς τὴν Πυθαγόρου ἢ τὴν ὀγδοάδα καὶ τριακάδα;
Τριεφῶν
Σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔσθ’ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν καὶ τίς ὁ πρῴην πάντων καὶ τί τὸ σύστημα τοῦ παντός· καὶ γὰρ πρῴην κἀγὼ ταῦτα ἔπασχον ἅπερ σύ, ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν, ἀναφαλαντίας, ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβατήσας καὶ τὰ κάλλιστα ἐκμεμαθηκώς, δι᾿ ὕδατος ἡμᾶς ἀνεκαίνισεν, ἐς τὰ τῶν μακάρων ἴχνια παρεισώδευσε καὶ ἐκ τῶν ἀσεβῶν χώρων ἡμᾶς ἐλυτρώσατο. καὶ σὲ ποιήσω, ἤν μου ἀκούῃς, ἐπ᾿ ἀληθείας ἄνθρωπον.
Κριτίας
Λέγε, ὦ πολυμαθέστατε Τριεφῶν· διὰ φόβου γὰρ ἔρχομαι.
Τριεφῶν
Ἀνέγνωκάς ποτε τὰ τοῦ Ἀριστοφάνους τοῦ δραματοποιοῦ Ὄρνιθας ποιημάτια;
Κριτίας
Καὶ μάλα.
Τριεφῶν
Ἐγκεχάρακται παρ’ αὐτοῦ τοιόνδε· Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν.
Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν.
Κριτίας
Εὖ λέγεις. εἶτα τί ἦν;
Τριεφῶν
Ἦν φῶς ἄφθιτον ἀόρατον ἀκατανόητον, ὃ λύει τὸ σκότος καὶ τὴν ἀκοσμίαν ταύτην ἀπήλασε, λόγῳ μόνῳ ῥηθέντι ὑπ’ αὐτοῦ, ὡς ὁ βραδύγλωσσος ἀπεγράψατο, γῆν ἔπηξεν ἐφ ὕδασιν, οὐρανὸν ἐτάνυσεν, ἀστέρας ἐμόρφωσεν ἀπλανεῖς, δρόμον διετάξατο, οὓς σὺ σέβῃ θεούς, γῆν δὲ τοῖς ἄνθεσιν ἐκαλλώπισεν, ἄνθρωπον ἐκ μὴ ὄντων ἐς τὸ εἶναι παρήγαγε, καὶ ἔστιν ἐν οὐρανῷ βλέπων δικαίους τε κἀδίκους καὶ ἐν βίβλοις τὰς πράξεις ἀπογραφόμενος· ἀνταποδώσει δὲ πᾶσιν ἣν ἡμέραν αὐτὸς ἐνετείλατο.
Κριτίας
Τὰ δὲ τῶν Μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας ἐγχαράττουσί γε καὶ ταῦτα;
Τριεφῶν
Τὰ ποῖα;
Κριτίας
Τὰ τῆς εἱμαρμένης.
Τριεφῶν
Λέγε, ὦ καλὲ Κριτία, περὶ τῶν Μοιρῶν, ἐγὼ δὲ μαθητιῶν ἀκούσαιμι παρὰ σοῦ.
Κριτίας
Οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε, μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν· ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους, οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι καὶ τὰς ἐν τούτῳ μεταβολας· ἔνθα δ’ ἔπειτα πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ’ ἐκείνης γίνεσθαι· ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο, καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι. ὥστε πάντα ὑπὸ τῶν Μοιρῶν γίνεσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ θελῆσαι τὸν υἱὸν θανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ μᾶλλον αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ. ὥστε, ὦ Τριεφῶν, διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν Μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης.
μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν·
ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους, οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
ἔνθα δ’ ἔπειτα πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο, καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι.
θανάτοιο δυσηχέος ἐξαναλῦσαι,
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ.
Τριεφῶν
Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι, τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’ Ἀχιλλέως, διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται. ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος, ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.
διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται.
ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.
Τριεφῶν
οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ μὲν τῆς μοιχείας καὶ τῆς Ἀγαμέμνονος ἐπιβουλῆς ξῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ πολλάκις προὐμαντευσάμην, ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης, εἰ δέ γε μὴ τοῦτο πράξῃς, βιώσῃ καλῶς, οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη. οὐχ ὁρᾶς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπογράψωνται.
οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη.
Κριτίας
Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ ἐγχαράττουσι;
Τριεφῶν
Πάντα, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι.
Κριτίας
Πολλούς γε γραφέας φὴς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.
Τριεφῶν
Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ ξῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγοντι, οὐδέποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν εὐκολία διαδραμεῖν ἑκάστου πρᾶξιν καὶ ἔννοιαν; οἱ γάρ σου θεοὶ κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.
Κριτίας
Πάνυ εὖ λέγεις, καί με ἀντιστρόφως τῆς Νιόβης παθεῖν· ἐκ στήλης γὰρ ἄνθρωπος ἀναπέφηνα. ὥστε τοῦτον τὸν θεὸν προστιθῶ σοι, μὴ κακόν τι παθεῖν παρ’ ἐμοῦ.
Τριεφῶν
Εἴπερ ἐκ καρδίας μ᾽ ὄντως φιλεῖς. μὴ ἑτεροῖόν τι ποιήσῃς ἐν ἐμοὶ καὶ ἕτερον μὲν κεύσῃς ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃς. ἀλλ’ ἄγε δὴ τὸ θαυμάσιον ἐκεῖνο ἀκουσμάτιον ἄεισον, ὅπως κἀγὼ κατωχριάσω καὶ ὅλως ἀλλοιωθῶ, καὶ οὐχ ὡς ἡ Νιόβη ἀπαυδήσω, ἀλλ’ ὡς ἀηδὼν ὄρνεον γενήσομαι καὶ τὴν θαυμασίαν σου ἔκπληξιν κατ’ ἀνθηρὸν λειμῶνα ἐκτραγῳδήσω.
Κριτίας
Νὴν τὸν υἱὸν τὸν ἐκ πατρὸς οὐ τοῦτο γενήσεται.
Τριεφῶν
Λέγε παρὰ τοῦ πνεύματος δύναμιν τοῦ λόγου λαβών, ἐγὼ δὲ καθεδοῦμαι δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.
Κριτίας
Ἀπῄειν ἐπὶ τὴν λεωφόρον ὠνησόμενός γε τὰ χρειωδέστατα, καὶ δὴ ὁρῶ πλῆθος πάμπολυ ἐς τὸ οὖς ψιθυρίζοντας, ἐπὶ δὲ τῇ ἀκοῇ ἐφῦντο τοῖς χείλεσιν· ἐγὼ δὲ παπτήνας ἐς ἅπαντας καὶ τὴν χεῖρα τοῖς βλεφάροις περικάμψας ἐσκοπίαζον ὀξυδερκέστατα, εἴ πού γέ τινα τῶν φίλων θεάσωμαι. ὁρῶ δὲ Κράτωνα τὸν πολιτικόν, παιδόθεν φίλον ὄντα καὶ συμποτικόν.
Τριεφῶν
Αἰσθάνομαι· τοῦτον τὸν ἐξισωτὴν γὰρ εἴρηκας. εἶτα τί;
Κριτίας
Καὶ δὴ πολλοὺς παραγκωνισάμενος ἧκον ἐς τα πρόσω καὶ τὸ ἑωθινὸν χαῖρε εἰπὼν ἐχώρουν ὡς αὐτόν.
Κριτίας
ἀνθρωπίσκος δέ τις τοὔνομα Χαρίκενος, σεσημμένον γερόντιον ῥέγχον τῇ ῥινί, ὑπέβηττε μύχιον, ἐχρέμπτετο ἐπισεσυρμένον, ὁ δὲ πτύελος κυανώτερος θανάτου· εἶτα ἤρξατο ἐπιφθέγγεσθαι κατισχνημένον· Οὗτος, ὡς προεῖπον, τοὺς τῶν ἐξισωτῶν καταλείπει ἐλλειπασμοὺς καὶ τὰ χρέα τοῖς δανεισταῖς ἀποδώσει καὶ τά τε ἐνοίκια πάντα καὶ τὰ δημόσια, καὶ τὰς εἰραμάγγας δέξεται μὴ ἐξετάζων τῆς τέχνης. καὶ κατεφλυάρει ἔτι πικρότερα. οἱ περὶ αὐτὸν δὲ ἥδοντο τοῖς λόγοις καὶ τῷ καινῷ τῶν ἀκουσμάτων προσέκειντο.
Κριτίας
ἕτερος δὲ τοὔνομα Χλευόχαρμος τριβώνιον ἔχων πολύσαθρον ἀνυπόδετός τε καὶ ἄσκεπος μετέειπε τοῖς ὀδοῦσιν ἐπικροτῶν, ὡς ἐπεδείξατό μοί τις κακοείμων, ἐξ ὀρέων παραγενόμενος, κεκαρμένος τὴν κόμην, ἐν τῷ θεάτρῳ ἀναγεγραμμένον ὄνομα ἱερογλυφικοῖς γράμμασιν, ὡς οὗτος τῷ χρυσῷ ἐπικλύσει τὴν λεωφόρον. ἦν δ’ ἐγὼ κατὰ μὲν τὰ Ἀριστάνδφρου καὶ Ἀρτεμιδώρου, Οὐ καλῶς ἀποβήσονται ταῦτά γε τὰ ἐνύπνια ἐν ὑμῖν, ἀλλὰ σοὶ μὲν τὰ χρέα πληθυνθήσεται ἀναλόγως τῆς ἀποδόσεως· οὗτος δὲ ἐπὶ πολὺ τοῦ ὀβολοῦ γε στερηθήσεται ὡς πολλοῦ χρυσίου εὐπορηκώς. καὶ ἔμοιγε δοκεῖτε ἐπὶ λευκάδα πέτρην καὶ δῆμον ὀνείρων καταδαρθέντες τοσαῦτα ὀνειροπολεῖν ἐν ἀκαρεῖ τῆς νυκτὸς οὔσης.
Κριτίας
οἱ δὲ ἀνεκάγχασαν ἅπαντες ὡς ἀποπνιγέντες ὑπὸ τοῦ γέλωτος καὶ τῆς ἀμαθίας μου κατεγίνσκον. ἦν δ’ ἐγὼ πρὸς Κράτωνα, Μῶν κακῶς πάντα ἐξερρίνισα, ἵν’ εἴπω τι κωμικευσάμενος, καὶ οὐ κατὰ Ἀρίστανδρον τὸν Τελμισέα καὶ Ἀρτεμίδωρον τὸν ᾿Εφέσιον ἐξίχνευσα τοῖς ὀνείρασιν; ἦ δ’ ὅς, Σίγα, ὦ Κριτία· εἰ ἐχεμυθεῖς, μυσταγωγήσω σε τὰ κάλλιστα καὶ τὰ νῦν γενησόμενα· οὐ γὰρ ὄνειροι τάδ’ εἰσίν, ἀλλ’ ἀληθῆ, ἐκβήσονται δὲ εἰς μῆνα Μεσορί. ταῦτα ἀκηκοὼς παρὰ τοῦ Κράτωνος καὶ τὸ ὀλισθηρὸν τῆς διανοίας αὐτῶν κατεγνωκὼς ἠρυθρίασα καὶ σκυθρωπάζων ἐπορευόμην πολλὰ τὸν Κράτωνα ἐπιμεμφόμενος. εἷς δὲ δριμὺ καὶ τιτανῶδες ἐνιδὼν δραξάμε- νός μου τοῦ λώπους ἐσπάρασσε ῥήτρην ποιήσασθαι πει θόμενός τε καὶ παρανυττόμενος παρὰ τοῦ πεπαλαιωμένου ἐκείνου δαιμονίου.
Κριτίας
εἰς λόγους δὲ ταῦτα παρεκτείναντες πείθει με τὸν κακοδαίμονα εἰς γόητας ἀνθρώπους παραγενέσθαι καὶ ἀποφράδι τὸ δὴ λεγόμενον ἡμέρᾳ συγκυρῆσαι· ἔφασκε γὰρ πάντα ἐξ αὐτῶν μυσταγωγηθῆναι. καὶ δὴ διήλθομεν σιδηρέας τε πύλας καὶ χαλκέους οὐδούς. ἀναβάθρας δὲ πλείστας περικυκλωσάμενοι ἐς χρυσόροφον οἶκον ἀνήλθομεν, οἷον Ὅμηρος τὸν Μενελάου φησί. καὶ δὴ ἅπαντα ἐσκοπίαζον ὅσα ὁ νησιώτης ἐχεῖνος νεανίσκος. ὁρῶ δὲ οὐχ Ἑλένην, μὰ Δί’, ἀλλ’ ἄνδρας ἐπικεκυφότας καὶ κατωχριωμένους· οἱ δὲ ἰδόντες γήθησαν καὶ ἐξ ἐναντίας παρεγένοντο· ἔφασκον γὰρ ὡς εἴ τινα λυγρὰν ἀγγελίαν ἀγάγοιμεν· ἐφαίνοντο γὰρ οὗτοι ὡς τὰ κάκιστα εὐχόμενοι καὶ ἔχαιρον ἐπὶ τοῖς λυγροῖς ὥσπερ αἱ ποινοποιοὶ ἐπὶ θέατρα, τὰς κεφαλὰς δ’ ἄγχι σχόντες ἐψιθύριζον. μετὰ δὲ τὰ ἤροντό με, τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες; χρηστὸς γὰρ ἂν εἴης ἀπό γε τοῦ σχήματος. ἦν δ’ ἐγώ, Ὀλίγοι γε χρηστοί, ὥσπερ βλέπω πανταχοῦ· Κριτίας δὲ τοὔνομα, πόλις δέ μοι ἔνθεν ὅθεν καὶ ὑμῖν.
τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες;
Κριτίας
ὡς δ’ ἀεροβατοῦντες ἐπυνθάνοντο, Πῶς τὰ τῆς πόλεως καὶ τὰ τοῦ κόσμου; ἦν δ’ ἐγώ, Χαίρουσί γε πάντες καὶ ἔτι γε χαρήσονται. οἱ δὲ ἀνένευον ταῖς ὀφρύσιν, Οὐχ οὕτω· δυστοκεῖ γὰρ ἡ πόλις. ἦν δ’ ἐγὼ κατὰ τὴν αὐτῶν γνώμην· Ὑμεῖς πεδάρσιοι ὄντες καὶ ὡς ἀπὸ ὑψηλοῦ ἅπαντα καθορῶντες ὀξυδερκέστατα καὶ τάδε νενοήκατε. πῶς δὲ τὰ τοῦ αἰθέρος; μῶν ἐκλείψει ὁ ἥλιος, ἡ δὲ σελήνη κατὰ κάθετον γενήσεται; ὁ Ἄρης εἰ τετραγωνήσει τὸν Δία καὶ ὁ Κρόνος διαμετρήσει τὸν ἥλιον; ἡ Ἀφροδίτη εἰ μετὰ τοῦ Ἑρμοῦ συνοδεύσει καὶ Ἑρμαφροδίτους ἀποκυήσουσιν, ἐφ’ οἷς ὑμεῖς ἥδεσθε; εἰ ῥαγδαίους ὑετοὺς ἐκπέμψουσιν; εἰ νιφετὸν πολὺν ἐπιστρωννύσουσι τῇ γῇ, χάλαζαν δὲ καὶ ἐρυσίβην εἰ κατάξουσι, λοιμὸν καὶ λιμὸν εἰ ἐπιπέμψουσιν, εἰ τὸ κεραυνοβόλον ἀγγεῖον ἀπεγεμίσθη καὶ τὸ βροντοποιὸν δοχεῖον ἀνεμεστώθη;
Κριτίας
οἱ δὲ ὡς ἅπαντα κατωρθωκότες κατεφλυάρουν τὰ αὑτῶν ἐράσμια, ὡς μεταλλαγῶσι τὰ πράγματα, ἀταξίαι δὲ καὶ ταραχαὶ τὴν πόλιν καταλήψονται, τὰ στρατόπεδα ἥττονα τῶν ἐναντίων γενήσονται. τοῦτο ἐχταραχθεὶς καὶ ὥσπερ πρῖνος καόμενος οἰδηθεὶς διάτορον ἀνεβόησα, Ὦ, δαιμόνιοι ἀνδρῶν, μὴ μεγάλα λίαν λέγετε θήγοντες ὀδόντας κατ’ ἀνδρῶν θυμολεόντων πνειόντων δόρυ καὶ λόγχας καὶ λευκολόφους τριφαλείας. ἀλλὰ ταῦθ’ ὑμῖν ἐπὶ κεφαλὴν καταβήσεται, ὡς τὴν πατρίδα ὑμῶν κατατρύχετε· οὐ γὰρ αἰθεροβατοῦντες ταῦτα ἠκηκόητε, οὐ τὴν πολυάσχολον μαθηματικὴν κατωρθώκατε. εἰ δέ γε μαντεῖαι καὶ γοητεῖαι ὑμᾶς παρέπεισαν, διπλοῦν τὸ τῆς ἀμαθίας· γυναικῶν γὰρ εὑρέματα ταῦτα γραϊδίων καὶ παίγνια· ἐπὶ πολὺ γὰρ τὰ τοιαῦτα αἱ τῶν γυναικῶν ἐπίνοιαι μετέρχονται.
Τριεφῶν
Τί δὲ πρὸς ταῦτα ἔφησαν, ὦ καλὲ Κριτία, οἱ κεκαρμένοι τὴν γνώμην καὶ τὴν διάνοιαν;
Κριτίας
Ἅπαντα ταῦτα παρέδραμον εἰς ἐπίνοιαν τετεχνασμένην καταπεφευγότες· ἔλεγον γάρ, Ἡλίους δέκα ἄσιτοι διαμενοῦμεν καὶ ἐπὶ παννύχους ὑμνῳδίας ἐπαγρυ πνοῦντες ὀνειρώττομεν τὰ τοιαῦτα.
Τριεφῶν
Σὺ δὲ τί πρὸς αὐτοὺς εἴρηκας; μέγα γὰρ ἔφησαν καὶ διηπορημένον.
Κριτίας
Θάρσει, οὐκ ἀγεννές· ἀντεῖπον γὰρ τὰ κάλλιστα. τὰ γὰρ παρὰ τῶν ἀστικῶν θρυλλούμενα, ἔφην, περὶ ὑμῶν, ὁπόταν ὀνειροπολεῖτε, τὰ τοιαῦτά που παρεισάγονται. οἵ δὲ σεσηρὸς ὑπομειδιῶντες, Ἔξω που παρέρχονται τοῦ κλινιδίου. ἦν δ’ ἐγώ, Εἰ ἀληθῆ εἰσι ταῦτα, ὦ αἰθέριοι, οὐκ ἄν ποτε ἀσφαλῶς τὰ μέλλοντα ἐξιχνεύσητε, ἀλλὰ καταπεισθέντες ὑπ’ αὐτῶν ληρήσετε τὰ μὴ ὄντα μηδὲ γενησόμενα. ἀλλὰ ταῦτα μὲν οὐκ οἷδ’ ὅπως ληρεῖτε ὀνείροις πιστεύοντες, καὶ τὰ κάλλιστα βδελύττεσθε, τοῖς δὲ πονηροῖς ἤδεσθε, μηδὲν ὀνούμενοι τοῦ βδελύγματος. ὥστε ἐάσετε τὰς ἀλλοκότους ταύτας φαντασίας καὶ τὰ πονηρὰ βουλεύματα καὶ μαντεύματα, μή που θεὸς ὑμᾶς ἐς κόρακας βάλοι διὰ τὸ τῇ πατρίδι ἐπαρᾶσθαι καὶ λόγους κιβδήλους ἐπιφημίζειν.
Κριτίας
οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάδε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε καὶ ἄνθρωπον ἀπεκατέστησε.
Τριεφῶν
Σίγα, ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕθλους· ὁρᾶς γὰρ ὡς ἐξώγκωταί μου ἡ νηδὺς καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κυνὸς λυττῶντος. καὶ εἰ μὴ φάρμακον ληθεδανὸν ἐμπιὼν ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακὸν ἐργάσεται. ὥστε ἔασον τούτους τὴν εὐχὴν ἀπὸ πατρὸς ἀρξάμενος καὶ τὴν πολυώνυμον ᾠδὴν ἐς τέλος ἐπιθείς.
Τριεφῶν
ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ;
Κριτίας
Καὶ μάλα.
Τριεφῶν
Κλεόλαε, μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς, ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις.
Κλεόλαος
Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς.
Τριεφῶν
Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται;
Κλεόλαος
Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη Περσῶν, καὶ Σοῦσα κλεινὸν ἄστυ. πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.
καὶ Σοῦσα κλεινὸν ἄστυ. πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.
Κριτίας
Τοῦτ’ ἐκεῖνο, ὡς ἀεὶ τὸ θεῖον οὐκ ἀμελεῖ τῶν ἀγαθῶν, ἀλλ’ αὔξει ἄγον ἐπὶ τὰ κρείττονα. ἡμεῖς δέ, ὦ Τριεφῶν, τὰ κάλλιστα εὑρηκότες ἐσμέν. ἐδυσχέραινον γὰρ ἐν τῇ ἀποβιώσει τί τοῖς τέκνοις καταλιπεῖν ἐπὶ ταῖς διαθήκαις· οἶδας γὰρ τὴν ἐμὴν πενίαν ὡς ἐγὼ τὰ σά. τοῦτο ἀρκεῖ τοῖς παισίν, αἱ ἡμέραι τοῦ αὐτοκράτορος· πλοῦτος γὰρ ἡμᾶς οὐκ ἐκλείψει καὶ ἔθνος ἡμᾶς οὐ καταπτοήσει.
Τριεφῶν
Κἀγώ, ὦ Κριτία, ταῦτα καταλείπω τοῖς τέκνοις, ὡς ἴδωσι Βαβυλῶνα ὀλλυμένην, Αἶγυπτον δουλουμένην, τὰ τῶν Περσῶν τέκνα δούλειον ἦμαρ ἄγοντα, τὰς ἐκδρομὰς τῶν Σκυθῶν παυομένας, εἴθ’ οὖν καὶ ἀνακοπτομένας. ἡμεῖς δὲ τὸν ἐν Ἀθήναις Ἄγνωστον ἐφευρόντες καὶ προσκυνήσαντες χεῖρας εἰς οὐρανὸν ἐκτείναντες τούτῳ εὐχαριστήσομεν ὡς καταξιωθέντες τοιούτου κράτους ὑπήκοοι γενέσθαι, τοὺς δὲ λοιποὺς ληρεῖν ἐάσωμεν ἀρκεσθέντες ὑπὲρ αὐτῶν εἰπεῖν τὸ οὐ φροντὶς Ἱπποκλείδῃ κατὰ τὴν παροιμίαν.