The Greek Library Author

Lucian

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1921
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg030.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Τυχιάδης

τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;

Σίμων

πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.

Τυχιάδης

ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν;

Σίμων

μὰ Δία.

Τυχιάδης

Τί δέ, ἰατρικήν;

Σίμων

οὐδὲ ταύτην.

Τυχιάδης

ἀλλὰ γεωμετρίαν;

Σίμων

οὐδαμῶς.

Τυχιάδης

τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.

Σίμων

ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκειδόκει vulg.: δοκεῖν MSS. τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.

Τυχιάδης

ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.

Σίμων

ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρἀλλʼ οὐδὲ γὰρ Harmon: ἀλλ’ οὐδὲ Ν, οὐδὲ γὰρ other MSS. τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.

Τυχιάδης

τίνος οὖν ἑτέρας;

Σίμων

τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ,εἰ δέ σοι καὶ λόγῳ Harmon: εἰ δὲ καὶ σοὶ (σὺ, σὺν) λόγῳ MSS. Εditors, except Jacobitz, omit σοι. οὐκ ἔχω εἰπεῖν.

Τυχιάδης

τίνα ταύτην;

Σίμων

οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ.

Τυχιάδης

ἀλλʼ οὐκ ἀνέξομαι.

Σίμων

τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.

Τυχιάδης

καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.

Σίμων

εἰσαῦθις, ὦ Τυχιάδη.

Τυχιάδης

μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ.

Σίμων

ἡ παρασιτική.

Τυχιάδης

κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν;

Σίμων

ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸνπαιδαγωγὸν Ψ (?), vulg.: παῖδα MSS. (πατέρα N). τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.

Τυχιάδης

οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί;

Σίμων

τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.

Τυχιάδης

καὶ σὺ ἄρα παράσιτος;

Σίμων

πάνυ ὠνείδισας, ὦ Τυχιάδη.

Τυχιάδης

ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;

Σίμων

οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.

Τυχιάδης

καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες;εὖ λέγοντες Harmon: not in MSS. Dindorf supplies εὐφρανεῖτε after ἐμὲ, below.

Σίμων

πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί.

Τυχιάδης

καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.

Σίμων

τὸ ποῖον;

Τυχιάδης

εἴ γε καὶεἴ γε καὶ Hirschig: εἰ ξέσαι MSS. ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ.

Σίμων

καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.

Τυχιάδης

ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.

Σίμων

τίνα μήν;

Τυχιάδης

εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢἢ Fritzsche: not in MSS. ἰατρική, παρασιτική.

Σίμων

ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.

Τυχιάδης

οὐθέν, εἰ καὶ σμικρὰ λέγοις,λέγοις Jacobs: δὲ τοῖς (δέ τοι, δέοι) MSS. ἀληθῆ δέ, διοίσει.

Σίμων

ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιενμετέχοιεν Gesner: μετέχοιμεν MSS. αὐτῆς.

Τυχιάδης

τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντωςπάντως Seiler: πάνυ ὡς MSS. ἐπίστασαι.

Σίμων

πάνυ μὲν οὖν.

Τυχιάδης

μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.

Σίμων

τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.

Τυχιάδης

ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.σύ τε ἀπομνημονεύσας Harmon: οὗτος ἀπομνημονεύσας Γ1; οὕτως ἀπεμνημόνευσας Γ2, other MSS. Cf. ὀρθῶς σύ γε λέγων 7.

Σίμων

εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;

Τυχιάδης

τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.

Σίμων

φέρε δὴ καθʼ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢἢ Fritzsche: καὶ MSS. ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται.σαθρὸν (Seager) ἀποφθέγγεται Fritzsche: μὴ σαπρὸν ἀποφθεγγωνται (ἀποφθέγγηται) MSS. δεῖ τοίνυντοίνυν MSS. (except ΓΩ) insert εἶναι καὶ ταύτην ὥσπερ καὶ. πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων πρῶτονπρῶτον Lacuna Fritzsche: supply εἶναι· ὦν τῷ παρασίτῳ Harmon μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχοὐχ vulg.: not in MSS. ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦταταῦτα vulg.: αὐτὰ MSS. καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων· ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι. ᾧ δὴ καὶ μείζωνμείζων vulg.: μεῖζον MSS. ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν.

ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι.

ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,

οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι.

τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν διʼ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρʼ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ;

Τυχιάδης

καὶ μάλα.

Σίμων

τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαιπράττεσθαι vulg.: πλάττεσθαι MSS. οἴει;

Τυχιάδης

οὐδαμῶς.

Σίμων

τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος, τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις;

Σίμων

ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως· αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψιςκατάληψις Text Fritzsche: αἱ δὲ τοῦ παρασίτου καταλήψεις MSS. εἰ μὴ καθʼ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην.

Σίμων

τό γε μὴν πρός τι τέλος εὔχρηστον τῷ βίῳ μὴ καὶ μανίας ᾖἦ Jacobitz: εἴη MSS. ζητεῖν. ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧνὦν Hirschig: ὂν MSS. which (except Γ1Ω) insert τούτου before ἄνευ οὐδὲ ζῆν γε ἄνευ ἔστιν.

Τυχιάδης

πάνυ μὲν οὖν.

Σίμων

καὶ μὴν οὐδὲ τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.

Τυχιάδης

ἀληθῆ λέγεις.

Σίμων

ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειαςἐπιτρέψειας Hirschig: ἐπιτρέψας MSS. σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν;ἠνιοχεῖν Lacuna Fritzsche: supplemented partly by Fritzsche, partly by Harmon

<Τυχιάδης>

<οὐδαμῶς.>

<Σίμων>

<τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;>

Τυχιάδης

οὐδʼ οὗτος.

Σίμων

τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν;

Τυχιάδης

καὶ μάλα.

Σίμων

οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;

Τυχιάδης

ναί.

Σίμων

οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;

Τυχιάδης

πάνυ μὲν οὖν.

Σίμων

τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.

Τυχιάδης

τέχνη, ὡς ἔοικεν.

Σίμων

καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόνταςναυαγίᾳ περιπεσόντας Fritzsche: not in MSS. καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν.

οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.

Τυχιάδης

ὅσον ἐκ τούτου εἰκάζω· ἀλλʼ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς.

Σίμων

ὀρθῶς σύ γε λέγων. δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστιν τέχνη ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων,καὶ πρακτέων Fritzsche: not in MSS. τέλος δὲ αὐτῆς τὸ ἡδύ.

Τυχιάδης

ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην· ἀλλʼ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ.

Σίμων

καὶ μὴν ἀπόχρη γε εἴπερ ἔσται τὸ αὐτὸ τέλος εὐδαιμονίας καὶ παρασιτικῆς.

Σίμων

φανεῖται δὲ οὕτως· ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν·οὕτω φησίν Fritzsche: not in MSS. οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης,δαιτυμόνες—ἑξείης not in MSS.: supplied by Cobet. παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι. καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων· τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι, οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων. καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων. καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ Στωϊκὰ ῥάκη ἐνδύς· ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότεοὐδὲ τότε vulg.: οὐδέποτε MSS. εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκιςΤext anonymous friend of Cobet's: οἷόν τε ἀκούειν αὐτῶν μὴ πολλάκις MSS. λεγομένων· δαιτυμόνες καθήμενοι ἑξείης· καί· παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν.

οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης,δαιτυμόνες—ἑξείης not in MSS.: supplied by Cobet. παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι.

οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι,

ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,

δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ

ἥμενοι ἑξείης,δαιτυμόνες—ἑξείης not in MSS.: supplied by Cobet. παρὰ δὲ πλήθωσι τράπεζαι

σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων

οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι.

τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι,

παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν.

παρὰ δὲ πλήθωσι τράπεζαι

σίτου καὶ κρειῶν.

Σίμων

ὅ γε μὴν Ἐπίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος τῆς καθʼ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ. καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστιν καὶ οὐδὲν Ἐπικούρῳ μέλει τὸ ἡδύ, ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν. ἔγωγε ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι. τούτων τοίνυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ Ἐπίκουρος οὐδὲ θατέρου· ὁ γὰρ ζητῶν περὶ σχήματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος πρός τινας οὐ μόνον ἐν ἀνθρωπίναις, ἀλλὰ καὶ ἐν κοσμικαῖς ἐστιν ὀχλήσεσιν. ὁ δὲ παράσιτος πάντα καλῶς ἔχειν οἰόμενος καὶ πεπιστευκὼς μὴ ἄλλως ταῦτα ἔχειν ἄμεινον ἢ ἔχει, μετὰ πολλῆς ἀδείας καὶ γαλήνης, οὐδενὸς αὐτῷ τοιούτου παρενοχλοῦντος, ἐσθίει καὶ κοιμᾶται ὕπτιος ἀφεικὼς τοὺς πόδας καὶ τὰς χεῖρας ὥσπερ Ὀδυσσεὺς τῆς Σχερίαςτῆς Σχερίας du Soul: τῆς σχεδίας MSS. ἀποπλέων οἴκαδε.

Σίμων

καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατʼ ἐκεῖνα· ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ· εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται,ζήσεται Cobet: οὐ ζήσεται MSS. ἀλλʼ οὐδὲ ζήσεται· εἰ δὲ ἔχει, εἴτε παρʼ ἑαυτοῦ εἴτε παρʼ ἄλλου· εἰ μὲν οὖν παρʼ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃςὃς vulg.: ὡς MSS. λέγει· εἰ δὲ παρʼ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται.

Τυχιάδης

πῶς οὐχ ἡδέως;

Σίμων

εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέατὰ ἀηδέα Harmon not in MSS. τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής;

Τυχιάδης

κἀμοὶ δοκεῖ.

Σίμων

οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλʼ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα,ὑστεροῦντα Seager: ὑστερεῖν MSS. τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. ἢ οὐχ οὕτως;

Τυχιάδης

νὴ Δία, κἀμοὶ δοκεῖ.

Σίμων

τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκοςοἷκος Harmon: οἰκονόμος MSS. Cf. 53. οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.

Σίμων

ἀλλʼ ὅτι μὲν τέχνη ἐστὶν ἡ παρασιτική, κἀκ τούτων καὶ τῶν ἄλλων ἱκανῶς δέδεικται. λοιπὸν ὅτι καὶ ἀρίστη δεικτέον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον μέν, ὅτι κοινῇ πασῶν διαφέρει τῶν τεχνῶν, εἶτα ὅτι καὶ ἰδίᾳ ἑκάστης.

κοινῇ μὲν οὖν ἁπασῶν οὕτω διαφέρει· πάσης γὰρ τέχνης ἀνάγκη προάγειν μάθησιν πόνον φόβον πληγάς, ἅπερ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀπεύξαιτο· ταύτην δὲ τὴν τέχνην, ὡς ἔοικεν, μόνην ἔξεστι μαθεῖν ἄνευ πόνου. τίς γὰρ ἀπὸ δείπνου ποτὲ ἀπῆλθεν κλαίων, ὥσπερ τινὰς ἐκ τῶν διδασκάλων ὁρῶμεν, τίς δʼ ἐπὶ δεῖπνον ἀπιὼν ὤφθη σκυθρωπός, ὥσπερ οἱ εἰς διδασκαλεῖα φοιτῶντες; καὶ μὴν ὁ μὲν παράσιτος ἑκὼν αὐτὸς ἐπὶ δεῖπνον ἔρχεται μάλα ἐπιθυμῶν τῆς τέχνης, οἱ δὲ τὰς ἄλλας τέχνας μανθάνοντες μισοῦσιν αὐτάς, ὥστε ἔνιοι διʼ αὐτὰς ἀποδιδράσκουσι.

τί δέ, οὐ κἀκεῖνο ἐννοῆσαί σε δεῖ, ὅτι καὶ τοὺς ἐν ἐκείναις ταῖς τέχναις προκόπτοντας οἱ πατέρες καὶ μητέρες τούτοις τιμῶσι μάλιστα, οἷς καθʼ ἡμέραν καὶ τὸν παράσιτον, καλῶς νὴ Δία ἔγραψεν ὁ παῖς, λέγοντες, δότε αὐτῷ φαγεῖν οὐκ ἔγραψεν ὀρθῶς, μὴ δότε; οὕτω τὸ πρᾶγμα καὶ ἔντιμον καὶ ἐν τιμωρίᾳ μέγα φαίνεται.

Σίμων

καὶκαὶ vulg.: αἱ MSS. μὴν αἱ ἄλλαι τέχναι τὸ τέλοςτέλος Fritzsche: not in MSS. ὕστερον τοῦτο ἔχουσι, μετὰ τὸ μαθεῖν καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσαι·ἀπολαμβάνουσαι Harmon: ἀπολαμβάνουσι MSS. πολλὴ γὰρ καὶ ὄρθιος οἶμος ἐς αὐτάς·αὐτάς vulg.: αὐτὴν MSS. ἡ δὲ παρασιτικὴ μόνη τῶν ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν.

καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινές, ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν, ὁ δὲ παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξασθαι τῆς τέχνης. ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ τὸ αὐτὸ καὶ ἔργον μὲν ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίγνεται;

Σίμων

καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι,ἄγουσι MSS. add. καὶ αἱ πόλεις δὲ τὰς μὲν δι’ ἔτουες, τὰς δὲ ἐμμήνουε ἑορτὰς διατελοῦσι, excised by Harmon as a comment. Νote also διατελοῦσι or τελοῦσι, or ἐπιτελοῦσι. καὶ εὐφραίνεσθαι λέγονται τότε· ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθʼ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.

Σίμων

ἔτι οἱ μὲν βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις χρῶνται καθάπερ οἱ νοσοῦντες, πολυποσίαις δὲ καὶ πολυσιτίαις οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν.

Σίμων

καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐδαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται· οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου· αὕτη δὲ οὕτως ἐστὶν ἀγαθὴ καὶ οὐ βαρεῖα τῷ τεχνίτῃ, ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ.

Σίμων

καὶ ὡς ἔοικεν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην δὲ λαμβάνοντες. ἔτι τῶν μὲν ἄλλων τεχνῶν εἰσι διδάσκαλοί τινες,

Σίμων

τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλʼ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη καὶ αὕτη τινὶ θείᾳ μοίρᾳ παραγίγνεται.

Σίμων

κἀκεῖνο δὲ σκόπει, ὅτι τὰς μὲν ἄλλας τέχνας ὁδεύοντες ἢ πλέοντες οὐ δυνάμεθα διαπράττεσθαι, ταύτῃταύτῃ vulg.: αὐτῇ MSS. δέ ἐστι χρῆσθαι καὶ ἐν ὁδῷ καὶ πλέοντι.

Τυχιάδης

πάνυ μὲν οὖν.

Σίμων

καὶ μέντοι, ὦ Τυχιάδη, αἱ μὲν ἄλλαι τέχναι δοκοῦσί μοι ταύτης ἐπιθυμεῖν, αὕτη δὲ οὐδεμιᾶς ἑτέρας.

Τυχιάδης

τί δέ, οὐχ οἱ τὰ ἀλλότρια λαμβάνοντες ἀδικεῖν σοι δοκοῦσι;

Σίμων

πῶς γὰρ οὔ;

Τυχιάδης

πῶς οὖν ὁ παράσιτος τὰ ἀλλότρια λαμβάνων οὐκ ἀδικεῖ μόνος;

Σίμων

οὐκ ἔχω λέγειν. καὶ μὴν τῶν ἄλλων τεχνῶν αἱ ἀρχαὶ φαῦλαί τινες καὶ εὐτελεῖς εἰσι, τῆς δὲ παρασιτικῆς ἀρχὴ πάνυ γενναία τις· τὸ γὰρ θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν ἄλλο τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς.

Τυχιάδης

πῶς λέγεις;

Σίμων

ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον ἀλλʼ οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ πρότερον οἶμαι τοῦτον γενέσθαι φίλον, ἵνα κοινωνήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς τέχνης ταύτης μυστηρίων. ἐγὼ γοῦν πολλάκις ἤκουσά τινων λεγόντων, ποταπὸς δὲ οὗτος φίλοςοὗτος φίλος Cobet: οὗτος ὁ φίλος MSS. ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκεν μεθʼ ἡμῶν, δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων.

Σίμων

ὅτι γε μὴν ἡ βασιλικωτάτη τῶν τεχνῶν ἔστιν αὕτη, μάθοις ἂν καὶ ἐκ τοῦδε οὐχ ἥκιστα· τὰς μὲν γὰρ λοιπὰς τέχνας οὐ μόνον κακοπαθοῦντες καὶ ἱδροῦντες, ἀλλὰ νὴ Δία καθήμενοι καὶ ἑστῶτες ἐργάζονται ὥσπερ ἀμέλει δοῦλοι τῶν τεχνῶν, ὁ δὲ παράσιτος μεταχειρίζεται τὴν αὑτοῦ τέχνην ὡς βασιλεὺς κατακείμενος.

Σίμων

ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ'γ' Dirndorf: not in MSS. ἄσπαρτα καὶ ἀνήροτα πάντα νέμεται;

Σίμων

καὶ μὴν ῥήτορά τε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός.

Τυχιάδης

παπαί, οἷον χρῆμα ἀποφαίνῃ τὴν παρασιτικήν· ὥστε καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσιτος εἶναι ἀντὶ τούτου ὅς εἰμι.

Σίμων

ὡς μὲν τοίνυν κοινῇ πασῶνπασῶν Jacobitz: πάντων MSS. διαφέρει, δεδεῖχθαί μοι δοκῶ. φέρε δὴ ὡς καὶ κατʼ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν. τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης. ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον. ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀποφαίνονταί τινες, ἐπειδὰν Lacuna Dindorf: ἐπειδὰν ἐπειδὰν γοῦν) also is corrupt. μεγίστας εἶναι, ὥστε εἰ gives the required sease. ἐπειδὰν καὶ τούτων ἀποδείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτιδῆλον ὅτι vulg.: σχολῇ δῆλον ὅτι MSS. τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.

Σίμων

κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει καὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν· ἡ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ. οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν, ἀλλʼ οἱ μὲν τέχνην, οἱ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι. ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐοὐ Cobet, Ψ (?): not in other MSS. κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, ἑτέρως μὲν γὰρ Ἐπικούρῳ δοκεῖ τὰ πράγματα ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Ἀκαδημίας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ Περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι· καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται. ἐξ ὧν δῆλον ὅ τι τεκμαίρεσθαι καταλείπεται. ἀρχὴν γάρ φημι μηδὲμηδὲ vulg. μήτε MSS. εἶναι τέχνην ἧς οὐκ ἔστιν ὑπόστασις. ἐπεὶ τί δή ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴκαὶ ἡ αὐτὴ vulg.: καὶ αὐτὴ MSS. καὶ δὶς δύο παρά τετε vulg. γε MSS. ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶν;

Τυχιάδης

ἀληθῆ λέγεις· μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴναὐτὴν Cobet's anonymous friend: αὐτὰς MSS. ποιοῦσι πολλάς.

Σίμων

καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι.δὲ αὐτὴν MSS. (except Ω) add: προσδεκτέος ἂν εἴη. φιλοσοφίαν δὲ τίς ἂν καὶἂν καὶ vulg.: ἀναγκαῖαν MSS. ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφίασοφία Cobet's friend: φιλοσοφία MSS. μία.

Σίμων

ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταὐτὰ φαίη τις ἄν· τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστιν· τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτόαὑτό Halm: αὐτῶν ΜΕΝ. ἐστιν, καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓνἓν Fritzsche: ἂν Γ1Ω, μίαν Γ3, other MSS. εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.

Σίμων

ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν, οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοιςἐν παρασίτοις Harmon: παρασίτοις MSS. Cf. Gullus 27 fin. ἐν ἐκείνοις. τινες οἷον Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους. ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.

Τυχιάδης

πάνυ μοι δοκεῖς ἱκανῶς ταῦτα εἰρηκέναι. ὡς δὲ καὶ τὰ ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;

Σίμων

οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλόσοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.

Τυχιάδης

καὶ τίνας ἂν ἔχοις εἰπεῖν φιλοσόφους παρασιτεῖν σπουδάσαντας;

Σίμων

οὕστινας μέντοι, ὦ Τυχιάδη; οὓς καὶ σὺ γιγνώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμὲ κατασοφίζῃ ὥςκἀμὲ κατασοφίζῃ ὡς Fritzsche: κἀμὲ κατὰ Γ1Ω, κἀμὲ ὡς Γ2, other MSS. τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γιγνομένης, οὐχὶ τιμῆς.

Τυχιάδης

οὐ μὰ τὸν Δία, ὦ Σίμων, ἀλλὰ καὶ σφόδρα ἀπορῶ οὕστινας καὶ εὕροις εἰπεῖν.

Σίμων

ὦ γενναῖε, σύ μοι δοκεῖς ἀνήκοος εἶναι καὶ τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους, ἐπεὶ πάντως ἂν καὶ ἐπιγνῶναι οὕστινας λέγω δύναιο.

Τυχιάδης

καὶ μέντοι νὴ τὸν Ἡρακλέα ποθῶ δὴ ἀκούειν τίνες εἰσίν.

Σίμων

ἐγώ σοι καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς φαύλους, ἀλλʼ ὡςὡς Gesner: ὧν MSS. ἐγὼ δοκῶ, τοὺς ἀρίστους καὶ οὓς ἥκιστα σὺ οἴει. Αἰσχίνης μέντοι ὁ Σωκρατικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους διαλόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πωςεἴ πως Dindorf: ὅπως MSS. δύναιτο διʼ αὐτῶν γνωσθῆναι Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας.

Σίμων

τί δέ, καὶ Ἀρίστιππος ὁ Κυρηναῖος οὐχὶ τῶν δοκίμων φαίνεταί σοι φιλοσόφων;

Τυχιάδης

καὶ πάνυ.

Σίμων

καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέτριβεν ἐν Συρακούσαις παρασιτῶν Διονυσίῳ. πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς ηὐδοκίμει παρʼ αὐτῷ· καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων πρὸς τὴν τέχνην εὐφυής, ὥστε τοὺς ὀψοποιοὺς ὁσημέραι ἔπεμπεν παρὰ τοῦτον ὁ Διονύσιος ὥς τι παρʼ αὐτοῦ μαθησομένους.

οὗτος μέντοι δοκεῖ καὶ κοσμῆσαι τὴν τέχνην ἀξίως.

Σίμων

ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικόμενος καὶ φιλοπονῄσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε· καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.

Τυχιάδης

καὶ τίς, ὦ Σίμων, περὶ τούτου λέγει;

Σίμων

πολλοὶ μὲν καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μουσικός, πολλοῦ λόγου ἄξιος.λόγου ἄξιος MSS. add: καὶ αὐτὸς δὲ παράσιτος Νηλέως ἦν, excised by Cobet. Dindorf, referring it to Aristotle, sets it after τεχνῶν.

Εὐριπίδης μὲν γὰρ ὅτι Ἀρχελάῳ μέχρι μὲν τοῦ θανάτου παρεσίτει καὶ Ἀνάξαρχος Ἀλεξάνδρῳ πάντως ἐπίστασαι.

Σίμων

καὶ Ἀριστοτέλης δὲ τῆς παρασιτικῆς ἤρξατο μόνον ὥσπερ καὶ τῶν ἄλλων τεχνῶν.

Σίμων

φιλοσόφους μὲν οὖν, ὥσπερ ἦν, παρασιτεῖνπαρασιτεῖν du Soul: παρασιτίᾳ MSS. σπουδάσαντας ἔδειξα· παράσιτον δὲ οὐδεὶς ἔχει φράσαι φιλοσοφεῖν ἐθελήσαντα.

Σίμων

καὶ μέντοι εἰ ἔστιν εὔδαιμον τὸ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν, ταῦτα οὐδενὶ ἄλλῳ ὑπάρχει ἢ παρασίτῳ. ὥστε φιλοσόφους μὲν ἄν τις πολλοὺς καὶ ῥιγοῦντας καὶ πεινῶντας εὕροι, παράσιτον δὲ οὔ· ἢ οὐκ ἂν εἴη παράσιτος, ἀλλὰ δυστυχής τις καὶκαὶ Harmon: ἢ MSS. πτωχὸς ἄνθρωπος καὶκαὶ Harmon: ἢ MSS. φιλοσόφῳ ὅμοιος.

Τυχιάδης

ἱκανῶς ταῦτά γε. ὅτι δὲ κατὰ τἄλλατἄλλα Fritzsche: πολλὰ MSS. διαφέρει φιλοσοφίας καὶ ῥητορικῆς ἡ παρασιτικὴ πῶς ἐπιδεικνύεις;

Σίμων

εἰσίν, ὦ βέλτιστε, καιροὶ τοῦ τῶν ἀνθρώπων βίου, ὁ μέν τις εἰρήνης, οἶμαι, ὁ δʼ αὖ πολέμου. ἐν δὴ τούτοις πᾶσα ἀνάγκη φανερὰς γίγνεσθαι τὰς τέχνας καὶ τοὺς ἔχοντας ταύτας ὁποῖοί τινές εἰσιν. πρότερον δέ, εἰ δοκεῖ, σκοπώμεθα τὸν τοῦ πολέμου καιρόν, καὶ τίνες ἂν εἶεν μάλιστα χρησιμώτατοι ἰδίᾳ τε ἕκαστος αὐτῷ καὶ κοινῇ τῇ πόλει.

Τυχιάδης

ὡς οὐ μέτριον ἀγῶνα καταγγέλλεις τῶν ἀνδρῶν· καὶ ἔγωγε πάλαι γελῶ κατʼ ἐμαυτὸν ἐννοῶν ποῖος ἂν εἴη συμβαλλόμενος παρασίτῳ φιλόσοφος.

Σίμων

ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς μηδὲ τὸ πρᾶγμά σοι δοκῇ χλεύης ἄξιον, φέρε προτυπωσώμεθα παρʼ ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δῃουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους. πρῶτον τοίνυν ἀποδύσωμεν αὐτούς· ἀνάγκη γὰρ τοὺς μέλλοντας ὁπλίζεσθαι γυμνοῦσθαι πρότερον. θεῶ δὴ τοὺς ἄνδρας, ὦ γενναῖε, καθʼ ἕκαστον καὶ δοκίμαζε τὰ σώματα. τοὺς μὲν τοίνυν αὐτῶν ὑπὸ ἐνδείας ἴδοις ἂν λεπτοὺς καὶ ὠχρούς, πεφρικότας, ὥσπερ ἤδη τραυματίας παρειμένους· ἀγῶνα μὲν γὰρ καὶ μάχην σταδιαίαν καὶ ὠθισμὸν καὶ κόνιν καὶ τραύματα μὴ γελοῖον ᾖ λέγειν δύνασθαι φέρειν ἀνθρώπους ὥσπερ ἐκείνους τινὸς δεομένους ἀναλήψεως.

Σίμων

ἄθρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον ὁποῖός τις φαίνεται. ἆρʼ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ λευκός — τὸ μὲν γὰρ γυναικί, τὸ δὲ δούλῳ προσέοικεν — ἔπειτα θυμοειδής, δεινὸν βλέπων ὁποῖον ἡμεῖς, μέγα καὶ ὕφαιμον; οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν. ἆρʼ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτʼ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ καὶ εἰ ἀποθάνοι νεκρός;νεκρός Harmon: καλῶς MSS. Sommerbrodt excises καλῶς.

Σίμων

ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν ἔχοντας αὐτῶν παραδείγματα; ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ τείχους προελθεῖν, εἰ δέ τις καὶ ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα τὴν τάξιν ὑποστρέφειν.

Τυχιάδης

ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον. λέγε δὲ ὅμως.

Σίμων

τῶν μὲν τοίνυν ῥητόρων Ἰσοκράτης οὐχ ὅπως εἰς πόλεμον ἐξῆλθέν ποτε, ἀλλʼ οὐδʼ ἐπὶ δικαστήριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχεν ἔτι. τί δʼ;τί δ’ Fritzsche: not in MSS. οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φιλίππου πολέμου τὴν πόλιν προὔδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ καὶ διετέλεσαν Ἀθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευόμενοι, ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοιςὃς—Ἀθηναίοις Harmon: ὡς—Ἀθηναῖος MSS. κατὰ ταῦτα ἐπολέμει· κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος. Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, οἵ γε δοκοῦντες ἀνδρειότεροι κἀν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τί ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ; καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος οὐδὲ ἐξῆλθον, ἀλλʼ οὐδὲ ὅλως ἐτόλμησαν μικρὸν ἔξω παρακῦψαι τῶν πυλῶν, ἀλλʼ ἐντειχίδιοι ἐκάθηντο παρʼ αὐτοῖς ἤδη πολιορκούμενοι γνωμίδια καὶ προβουλευμάτια συντιθέντες. ὁ δὲ δὴ κορυφαιότατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς· Φίλιππος γὰρ ὁ Μακεδὼν ὄλεθρος, ὅθεν οὐδὲ ἀνδράποδον πρίαιτό τίς ποτε, τολμήσας προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν. ἢ οὐδέπω ταῦτα πρότερον διήκουσας οὐδενός, πάνυ γνώριμα ὄντα οὐχ ὅπως Ἀθηναίοις, ἀλλὰ Θρᾳξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν;

Τυχιάδης

ἐπίσταμαι ταῦτα· ἀλλʼ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ. τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.

Σίμων

οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα· ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν· μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳἐπὶ Δηλίῳ Gesner: ἐν τῇ πόλει MSS. μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.

Τυχιάδης

ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρʼ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων· ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν ἀνδρῶν.

Τυχιάδης

ἀλλʼ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλωςκαθόλως Harmon: καὶ ὅλως MSS. λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;

Σίμων

καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτωςοὕτως Dindorf: not in MSS. ἀνήκοος Ὁμήρου, οὐδʼ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρʼ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει,ἀπέρρει vulg.: ἀπορρεῖ MSS. αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δʼ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα. καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.

Τυχιάδης

ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι· οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν.

The complete text is available when the reading interface loads.