The Greek Library Author

Lucian

Τόξαρις ἢ Φιλία

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1936
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg044.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Μνήσιππος

τί φής, ὦ Τόξαρι; θύετε Ὀρέστῃ καὶ Πυλάδῃ ὑμεῖς οἱ Σκύθαι καὶ θεοὺς εἶναι πεπιστεύκατε αὐτούς;

Τόξαρις

θύομεν, ὦ Μνήσιππε, θύομεν, οὐ μὴν θεούς γε οἰόμενοι εἶναι, ἀλλὰ ἄνδρας ἀγαθούς.

Μνήσιππος

νόμος δὲ ὑμῖν καὶ ἀνδράσιν ἀγαθοῖς ἀποθανοῦσι θύειν ὥσπερ θεοῖς;

Τόξαρις

οὐ μόνον, ἀλλὰ καὶ ἑορταῖς καὶ πανηγύρεσιν τιμῶμεν αὐτούς.

Μνήσιππος

τί θηρώμενοι παρʼ αὐτῶν; οὐ γὰρ δὴ ἐπʼ εὐμενείᾳ θύετε αὐτοῖς, νεκροῖς γε οὖσιν.

Τόξαρις

οὐ χεῖρον μὲν ἴσως, εἰ καὶ οἱ νεκροὶ ἡμῖν εὐμενεῖς εἶεν· οὐ μὴν ἀλλὰ πρὸςἀλλὰ καὶ πρὸς Ν. τοὺς ζῶντας ἄμεινον οἰόμεθα πράξειν μεμνημένοι τῶν ἀρίστων, καὶ τιμῶμεν ἀποθανόντας, ἡγούμεθα γὰρ οὕτως ἂν ἡμῖν πολλοὺς ὁμοίους αὐτοῖς ἐθελῆσαι γενέσθαι.

Μνήσιππος

ἀλλὰ ταῦτα μὲν ὀρθῶς γιγνώσκετε. Ὀρέστην δὲ καὶ Πυλάδην τίνος μάλιστα θαυμάσαντες ἰσοθέους ἐποιήσασθε, καὶ ταῦτα ἐπήλυδας ὑμῖν ὄντας καὶ τὸ μέγιστον πολεμίους; οἵ γε, ἐπεὶ σφᾶς ναυαγίᾳ περιπεσόντας οἱ τότε Σκύθαι συλλαβόντες ἀπῆγον ὡς τῇ Ἀρτέμιδι καταθύσοντες, ἐπιθέμενοι τοῖς δεσμοφύλαξι καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες τόν τε βασιλέα κτείνουσι καὶ τὴν ἱέρειαν παραλαβόντες, ἀλλὰ καὶ τὴν Ἄρτεμιν αὐτὴν ἀποσυλήσαντες ᾤχοντο ἀποπλέοντες, καταγελάσαντες τοῦ κοινοῦ τῶν Σκυθῶν. ὥστε εἰ διὰ ταῦτα τιμᾶτε τοὺς ἄνδρας, οὐκ ἂν φθάνοιτε πολλοὺς ὁμοίους αὐτοῖς ἐξεργασάμενοι. καὶ τοὐντεῦθεν αὐτοὶ ἤδη πρὸς τὰ παλαιὰ σκοπεῖτε, εἰ καλῶς ἔχει ὑμῖν πολλοὺς ἐς τὴν Σκυθίαν Ὀρέστας καὶ Πυλάδας καταίρειν. ἐμοὶ μὲν γὰρ δοκεῖτε τάχιστα ἂν οὕτως ἀσεβεῖς αὐτοὶ καὶ ἄθεοι γενέσθαι, τῶν περιλοίπων θεῶν τὸν αὐτὸν τρόπον ὑμῖν ἐκ τῆς χώρας ἀποξενωθέντων. εἶτʼ, οἶμαι, ἀντὶ τῶν θεῶν ἁπάντων τοὺς ἐπʼ ἐξαγωγῇ αὐτῶν ἥκοντας ἄνδρας ἐκθειάσετε καὶ ἱεροσύλοις ὑμῶν οὖσινοῦσιν ΓΝΒ: not in M(C)A. θύσετε ὡς θεοῖς.

Μνήσιππος

εἰ γὰρ μὴ ἀντὶ τούτων Ὀρέστην καὶ Πυλάδην τιμᾶτε, ἀλλʼ εἰπέ, τί ἄλλο,εἰπέ, τί ἄλλο Schmieder: εἴπερ τι ἄλλο MSS. ὦ Τόξαρι, ἀγαθὸν ὑμᾶς εἰργάσαντο ἀνθʼ ὅτου, πάλαι οὐ θεοὺς εἶναι δικαιώσαντες αὐτούς, νῦν τὸ ἔμπαλιν θύσαντες αὐτοῖς θεοὺς νενομίκατε, καὶ ἱερείοις ὀλίγου δεῖν τότε γενομένοις ἱερεῖα νῦν προσάγετε; γελοῖα γὰρ ἂν ταῦτα δόξειε καὶ ὑπεναντία τοῖς πάλαι.

Τόξαρις

καὶ ταῦτα μέν, ὦ Μνήσιππε, γενναῖα τῶν ἀνδρῶν ἐκείνων ἃ κατέλεξας. τὸ γὰρ δύο ὄντας οὕτω μέγα τόλμημα τολμῆσαι καὶ τοσοῦτον ἀπὸ τῆς αὐτῶν ἀπάραντας ἐκπλεῦσαι ἐς τὸν Πόντον ἀπείρατον ἔτι τοῖς Ἕλλησιν ὄντα πλὴν μόνων τῶν ἐπὶ τῆς Ἀργοῦς ἐς τὴν Κολχίδα στρατευσάντων, μὴ καταπλαγέντας μήτε τοὺς μύθους τοὺς ἐπʼ αὐτῷἐπ' αὐτῷ Seager: ἐν αὐτῷ MSS. μήτε τὴν προσηγορίαν καταδείσαντας ὅτι ἄξενος ἐκαλεῖτο, οἷα, οἶμαι, ἀγρίων ἐθνῶν περιοικούντων, καὶ ἐπειδὴ ἑάλωσαν, οὕτως ἀνδρείως χρήσασθαι τῷ πράγματι καὶ μὴ ἀγαπῆσαι εἰ διαφεύξονταιδιαφεύξονται M, edd.: διαφυλάξονται other MSS. μόνον, ἀλλὰ τιμωρησαμένους τὸν βασιλέα τῆς ὕβρεως καὶ τὴν Ἄρτεμιν ἀναλαβόντας ἀποπλεῦσαι, πῶς ταῦτα οὐ θαυμαστὰ καὶ θείας τινὸς τιμῆς ἄξια παρὰ πάντων ὁπόσοι ἀρετὴν ἐπαινοῦσιν; ἀτὰρ οὐ ταῦτα ἡμεῖς Ὀρέστῃ καὶ Πυλάδῃ ἐνιδόντες ἥρωσιν αὐτοῖς χρώμεθα.

Μνήσιππος

λέγοις ἂν ἤδη ὅ τι τὸ σεμνὸν καὶ θεῖον ἄλλο ἐξειργάσαντο· ἐπεὶ ὅσον ἐπὶ τῷ πλῷἐπὶ τῷ πλῷ Fritzsche; ἐν τῷ πλῷ MSS. καὶ τῇ ἀποδημίᾳ πολλοὺς ἄν σοι θειοτέρους ἐκείνων ἀποδείξαιμι, τοὺς ἐμπόρους, καὶ μάλιστα τοὺς Φοίνικας αὐτῶν, οὐκ εἰς τὸν Πόντον οὐδὲ ἄχρι τῆς Μαιώτιδος καὶ τοῦ Βοσπόρου μόνον ἐσπλέοντας, ἀλλὰ πανταχοῦ τῆς Ἑλληνικῆς καὶ βαρβαρικῆς θαλάττης ναυτιλλομένους· ἅπασαν γὰρ οὗτοι ἀκτὴν καὶ πάντα αἰγιαλόν, ὡς εἰπεῖν, διερευνησάμενοι καθʼ ἕκαστον ἔτος ὀψὲ τοῦ μετοπώρου εἰς τὴν αὐτῶν ἐπανίασιν. οὓς κατὰ τὸν αὐτὸν λόγον θεοὺς νόμιζε, καὶ ταῦτα καπήλους καὶ ταριχοπώλας, εἰ τύχοι, τοὺς πολλοὺς αὐτῶν ὄντας.

Τόξαρις

ἄκουε δή, ὦ θαυμάσιε, καὶ σκόπει καθʼ ὅσον ἡμεῖς οἱ βάρβαροι εὐγνωμονέστερον ὑμῶν περὶ τῶν ἀγαθῶν ἀνδρῶν κρίνομεν, εἴ γε ἐν Ἄργει μὲν καὶ Μυκήναις οὐδὲ τάφον ἔνδοξον ἔστιν ἰδεῖν Ὀρέστου ἢ Πυλάδου, παρʼ ἡμῖν δὲ καὶ νεὼς ἀποδέδεικται αὐτοῖς ἅμα ἀμφοτέροις, ὥσπερ εἰκὸς ἦν, ἑταίροις γε οὖσι, καὶ θυσίαι προσάγονται καὶ ἡ ἄλλη τιμὴ ἅπασα, κωλύει τε οὐδὲν ὅτι ξένοι ἦσαν ἀλλὰ μὴ Σκύθαι ἀγαθοὺς κεκρίσθαι καὶ ὑπὸ Σκυθῶν τῶν ἀρίστων θεραπεύεσθαι.καὶ ὑπὸ Σκυθῶν τῶν ἀρίστων θεραπεύεσθαι inserted here by Geist; after ἀπάσης τύχης κοινωνεῖν (end of § 5) in MSS. οὐ γὰρ ἐξετάζομεν ὅθεν οἱ καλοὶ καὶ ἀγαθοί εἰσιν, οὐδὲ φθονοῦμεν εἰ μὴ φίλοι ὄντες ἀγαθὰ εἰργάσαντο, ἐπαινοῦντες δὲ ἃ ἔπραξαν, οἰκείους αὐτοὺς ἀπὸ τῶν ἔργων ποιούμεθα.

Ὃ δὲ δὴ μάλιστα καταπλαγέντες τῶν ἀνδρῶν ἐκείνων ἐπαινοῦμεν τοῦτό ἐστιν, ὅτι ἡμῖν ἔδοξαν φίλοι οὗτοι δὴ ἄριστοι ἁπάντων γεγενῆσθαι καὶ τοῖς ἄλλοις νομοθέται καταστῆναι ὡς χρὴ τοῖς φίλοις ἁπάσης τύχης κοινωνεῖν.κοινωνεῖν See n. 1.

Τόξαρις

καὶ ἅ γε μετʼ ἀλλήλων ἢ ὑπὲρ ἀλλήλων ἔπαθον ἀναγράψαντες οἱ πρόγονοι ἡμῶν ἐπὶ στήλης χαλκῆς ἀνέθεσαν εἰς τὸ Ὀρέστειον, καὶ νόμον ἐποιήσαντο πρῶτον τοῦτο μάθημα καὶ παίδευμα τοῖς παισὶ τοῖς σφετέροις εἶναι τὴν στήλην ταύτην καὶ τὰ ἐπʼ αὐτῆς γεγραμμένα διαμνημονεῦσαι. θᾶττον γοῦν τοὔνομʼ ἂντοὔνομʼ ἂν Stallbaum: τοὔνομα MSS. ἕκαστος αὐτῶν ἐπιλάθοιτο τοῦ πατρὸς ἢ τὰς Ὀρέστου καὶ Πυλάδου πράξεις ἀγνοήσειεν.

ἀλλὰ καὶ ἐν τῷ περιβόλῳ τοῦ νεὼ τὰ αὐτὰ ὁπόσα ἡ στήλη δηλοῖ γραφαῖς ὑπὸ τῶν παλαιῶν εἰκασμένα δείκνυται, πλέων Ὀρέστης ἅμα τῷ φίλῳ, εἶτα ἐν τοῖς κρημνοῖς διαφθαρείσης αὐτῷαὐτῶν NB. τῆς νεὼς συνειλημμένος καὶ πρὸς τὴν θυσίαν παρεσκευασμένος, καὶ ἡ Ἰφιγένεια ἤδη κατάρχεται αὐτῶν. καταντικρὺ δὲ ἐπὶ τοῦ ἑτέρου τοίχου ἤδη ἐκδεδυκὼς τὰ δεσμὰ γέγραπται καὶ φονεύων τὸν Θόαντα καὶ πολλοὺς ἄλλους τῶν Σκυθῶν, καὶ τέλος ἀποπλέοντες, ἔχοντες τὴν Ἰφιγένειαν καὶ τὴν θεόν. οἱ Σκύθαι δὲ ἄλλως ἐπιλαμβάνονται τοῦ σκάφους ἤδη πλέοντος, ἐκκρεμαννύμενοι τῶν πηδαλίων καὶ ἐπαναβαίνειν πειρώμενοι· εἶτʼ οὐδὲν ἀνύσαντες οἱ μὲν αὐτῶν τραυματίαι, οἱ δὲ καὶ δέει τούτου, ἀπονήχονται πρὸς τὴν γῆν. ἔνθα δὴ καὶ μάλιστα ἴδοι τις ἂν ὁπόσην ὑπὲρ ἀλλήλων εὔνοιαν ἐπεδείκνυντο, ἐν τῇ πρὸς τοὺς Σκύθας συμπλοκῇ. πεποίηκεν γὰρ ὁ γραφεὺς ἑκάτερον ἀμελοῦντα μὲν τῶν καθʼ ἑαυτὸν πολεμίων, ἀμυνόμενον δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ πρὸ ἐκείνου ἀπαντᾶν πειρώμενον τοῖς τοξεύμασιν καὶ παρʼ οὐδὲν τιθέμενον εἰ ἀποθανεῖται σώσας τὸν φίλον καὶ τὴν ἐπʼ ἐκεῖνον φερομένην πληγὴν προαρπάσας τῷ ἑαυτοῦ σώματι.

Τόξαρις

τὴν δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ τὸ πιστὸν καὶ φιλέταιρον καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι, ἀλλά τινος γνώμης βελτίονος ἢ κατὰ τοὺς πολλοὺς τούτους ἀνθρώπους, οἳ μέχρι μὲν κατʼ οὖρον ὁ πλοῦς εἴη τοῖς φίλοις,τοῖς φίλοις Previous editions throw τοῖς φίλοις with what follows, by setting the comma before it. ἀγανακτοῦσιν εἰ μὴ ἐπʼ ἴσης κοινωνήσουσιν τῶν ἡδέων, εἰ δέ τι καὶ μικρὸνκαὶ μικρὸν Text NB: other MSS.repeat τι after μικρόν. ἀντιπνεύσειενἀντιπνεύσειεν Ν: ἀντιπνεύσει Α ἀντιπνεύσῃ ΒΜ and Γ2, in an erasure; Γ1 must have written -ει. αὐτοῖς, οἴχονται μόνους τοῖς κινδύνοις ἀπολιπόντες. καὶ γὰρ οὖν καὶ τόδε ὅπως εἰδῇς, οὐδὲν Σκύθαι φιλίας μεῖζον οἴονται εἶναι, οὐδὲ ἔστιν ἐφʼ ὅτῳ ἄν τις Σκύθης μᾶλλον σεμνύναιτο ἢ ἐπὶ τῷ συμπονῆσαι φίλῳ ἀνδρὶ καὶ κοινωνῆσαι τῶν δεινῶν, ὥσπερ οὐδὲν ὄνειδος μεῖζον παρʼ ἡμῖν τοῦ προδότην φιλίας γεγενῆσθαι δοκεῖν. διὰ ταῦτα Ὀρέστην καὶ Πυλάδην τιμῶμεν, ἀρίστους γενομένους τὰ Σκυθῶν ἀγαθὰ καὶ ἐν φιλίᾳ διενεγκόντας, ὃ πρῶτον ἡμεῖς ἁπάντων θαυμάζομεν, καὶ τοὔνομα ἐπὶ τούτοις αὐτῶν ἐθέμεθα ΚοράκουςΚονάχους C2A2 (ν over ρ, χ over κ). καλεῖσθαι· τοῦτο δέ ἐστιν ἐν τῇ ἡμετέρᾳ φωνῇ ὥσπερ ἂν εἴ τις λέγοι φίλιοι δαίμονες.

Μνήσιππος

ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνους, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάντων πιθανώτατοι. ἐμοὶ γοῦν τέως ἄλλως γιγνώσκοντι ἤδη καὶ αὐτῷ δίκαια ποιεῖν δοκεῖτε οὕτως Ὀρέστην καὶ Πυλάδην ἐκθειάσαντες. ἐλελήθεις δέ με, ὦ γενναῖε, καὶ γραφεὺς ἀγαθὸς ὤν. πάνυ γοῦν ἐναργῶς ἐπέδειξας ἡμῖν τὰς ἐν τῷ Ὀρεστείῳ εἰκόνας καὶ τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων τραύματα. πλὴν ἀλλʼ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις· ἅτε γὰρ ἀξένουςἀξένους du Soul: ξένους MSS. καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας.

Τόξαρις

εἰ μὲν καὶ τὰ ἄλλα ἡμεῖς τῶν Ἑλλήνων καὶ δικαιότεροι τὰ πρὸς τοὺς γονέας καὶ ὁσιώτεροί ἐσμεν, οὐκ ἂν ἐν τῷ παρόντι φιλοτιμηθείην πρὸς σέ. ὅτι δὲ οἱ φίλοι οἱοἱ Βekker: not in MSS. Σκύθαι πολὺ πιστότεροι τῶν Ἑλλήνων φίλων εἰσὶν καὶ ὅτι πλείων φιλίας λόγος παρʼ ἡμῖν ἢ παρʼ ὑμῖν, ῥᾴδιον ἐπιδεῖξαι· καὶ πρὸς θεῶν τῶν Ἑλλήνων μὴ πρὸς ἀχθηδόνα μου ἀκούσῃς ἢν εἴπω τι ὧν κατανενόηκα πολὺν ἤδη χρόνον ὑμῖν συγγινόμενος.

ὑμεῖς γάρ μοι δοκεῖτε τοὺς μὲν περὶ φιλίας λόγους ἄμεινον ἄλλων ἂν εἰπεῖν δύνασθαι, τἄργα δὲ αὐτῆς οὐ μόνον οὐ κατʼ ἀξίαν τῶν λόγων ἐκμελετᾶν, ἀλλʼ ἀπόχρη ὑμῖν ἐπαινέσαι τε αὐτὴν καὶ δεῖξαι ἡλίκον ἀγαθόν ἐστιν· ἐν δὲ ταῖς χρείαις προδόντες τοὺς λόγους δραπετεύετε οὐκ οἶδʼ ὅπως ἐκ μέσων τῶν ἔργων. καὶ ὁπόταν ὑμῖν οἱ τραγῳδοὶ τὰς τοιαύτας φιλίας ἐπὶ τὴν σκηνὴν ἀναβιβάσαντες δεικνύωσιν ἐπαινεῖτε καὶ ἐπικροτεῖτε καὶ κινδυνεύουσιν αὐτοῖς ὑπὲρ ἀλλήλων οἱ πολλοὶ καὶ ἐπιδακρύετε, αὐτοὶ δὲ οὐδὲν ἄξιον ἐπαίνου ὑπὲρ τῶν φίλων παρέχεσθαι τολμᾶτε, ἀλλʼ ἤν του φίλος δεηθεὶς τύχῃ, αὐτίκα μάλα ὥσπερ τὰ ὀνείρατα οἴχονται ὑμῖν ἐκποδὼν ἀποπτάμεναι αἱ πολλαὶ ἐκεῖναι τραγῳδίαι, τοῖς κενοῖς τούτοις καὶ κωφοῖς προσωπείοις ἐοικότας ὑμᾶς ἀπολιποῦσαι, ἃ διηρμέναδιηρμένα Coraes: διηρ ημένα MSS. τὸ στόμα καὶ παμμέγεθες κεχηνότα οὐδὲ τὸ σμικρότατον φθέγγεται. ἡμεῖς δὲ ἔμπαλιν· ὅσῳ γὰρ δὴ λειπόμεθα ἐν τοῖς περὶ φιλίας λόγοις, τοσοῦτον ἐν τοῖς ἔργοις αὐτῆς πλεονεκτοῦμεν.

Τόξαρις

Εἴ δʼ οὖνδ’ οὖν dorf: γοῦν MSS. δοκεῖ, οὕτω νῦν ποιῶμεν. τοὺς μὲν παλαιοὺς φίλους ἀτρεμεῖν ἐάσωμεν, εἴ τινας ἢ ἡμεῖς ἢ ὑμεῖς τῶν πάλαι καταριθμεῖν ἔχομεν, ἐπεὶ κατά γε τοῦτο πλεονεκτοῖτε ἄν, πολλοὺς καὶ ἀξιοπίστους μάρτυρας τοὺς ποιητὰς παρεχόμενοι τὴν Ἀχιλλέως καὶ Πατρόκλου φιλίαν καὶ τὴν Θησέως καὶ Πειρίθου καὶ τῶν ἄλλων ἑταιρείαν ἐν καλλίστοις ἔπεσι καὶ μέτροις ῥαψῳδοῦντας· ὀλίγους δέ τινας προχειρισάμενοι τῶν καθʼ ἡμᾶς αὐτοὺς καὶ τὰ ἔργα αὐτῶν διηγησάμενοι, ἐγὼ μὲν τὰ Σκυθικά, σὺ δὲ τὰ Ἑλληνικά, ὁπότεροςἙλληνικά, καὶ ὁπότερος MSS. Bekker's excision of καί gives the sentence a proper conclusion. To read διηγησὠμεθα above (B2N) necessitates excising καὶ before τὰ ἔργα. ἂν ἐν τούτοις κρατῇ καὶ ἀμείνους παράσχηται τοὺς φίλους, αὐτός τε νενικηκὼς ἔσται καὶ τὴν αὑτοῦ ἀνακηρύξει, κάλλιστον ἀγῶνα καὶ σεμνότατον ἀγωνισάμενος. ὡς ἔγωγε πολὺ ἥδιον ἄν μοι δοκῶ μονομαχῶν ἡττηθεὶς ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττηςἥττης Bekker: τῆς MSS. Σκυθικῆς ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι, καὶ ταῦτα Ἕλληνος, Σκύθης αὐτὸς ὤν.

Μνήσιππος

ἔστιν μέν, ὦ Τόξαρι, οὐ φαῦλον τὸ ἔργον ἀνδρὶ οἵῳ σοὶ πολεμιστῇ μονομαχῆσαι, πάνυ εὐστόχους καὶ τεθηγμένους παρεσκευασμένῳ τοὺς λόγους. οὐ μὴν ἀγεννῶς γε οὕτως καταπροδοὺς ἐν βραχεῖ τὸ Ἑλληνικὸν ἅπαν ὑποχωρήσομαί σοι· καὶ γὰρ ἂν εἴη πάνδεινον ὑπὸ δυοῖν μὲν ἐκείνοιν ἡττηθῆναι τοσούτους τῶν Σκυθῶν ὁπόσους οἵ τε μῦθοι δηλοῦσι καὶ αἱ ὑμέτεραι παλαιαὶ γραφαί, ἃς μικρῷ πρόσθεν εὖ μάλα ἐξετραγῴδησας, Ἕλληνας δὲ πάντας, τοσαῦτα ἔθνη καὶ τοσαύτας πόλεις, ἐρήμην ὑπὸ σοῦ ἁλῶναι. εἰ γὰρ τοῦτο γένοιτο, οὐ τὴν δεξιὰν ὥσπερ ὑμεῖς ἀλλὰ τὴν γλῶτταν ἀποτμηθῆναι καλόν. πότερον δὲ ὡρίσθαι χρὴ τὸν ἀριθμὸν ἡμῖν τῶν φιλικῶν τούτων πράξεων, ἢ ὁπόσῳ ἄν τις πλείους ἔχῃ λέγειν, τοσούτῳ εὐπορώτερος ἂν δόξειεν πρὸς τὴν νίκην;

Τόξαρις

οὐδαμῶς, ἀλλʼ ὡρίσθω μὴ ἐν τῷ πλήθει αὐτῶν τὸ κράτος, ἀλλʼ εἰ ἀμείνους καὶ τομώτεραι φαίνοιντο αἱ σαὶ τῶν ἐμῶν ἴσαι τὸν ἀριθμὸν οὖσαι, καιριώτερα δῆλον ὅτι ἐργάσονταί μοι τραύματατὰ τραύματα N. καὶ θᾶττον ἐνδώσω πρὸς τὰς πληγάς.

Μνήσιππος

εὖ λέγεις, καὶ ὡρίσθωσαν ὁπόσαι ἱκαναί. πέντε ἔμοιγε δοκοῦσιν ἑκατέρῳ.ἑκατέρῳ N: ἑκατέρως ΓMBC.

Τόξαρις

κἀμοὶ δοκεῖ. πρότερος δὲ λέγε, ἀλλʼ ἐπομοσάμενος ἦ μὴν ἀληθῆ ἐρεῖν· ἄλλως γὰρ ἀναπλάττεινἀναπλάττειν Harmon: ἂν πράττειν MSS. (ἂν omitted in A). πλάττειν edd. τὰ τοιαῦτα οὐ πάνυ χαλεπὸν καὶ ὁ ἔλεγχος ἀφανής. εἰ δὲ ὀμόσειας, οὐχ ὅσιον ἀπιστεῖν.

Μνήσιππος

ὀμούμεθα, εἴ τι καὶ ὅρκου δεῖν νομίζεις. τίς δέ σοι τῶν ἡμετέρων θεῶν ἄρʼ ἱκανός; ὁ Φίλιος;

Τόξαρις

καὶ μάλα· ἐγὼ δὲ τὸν ἐπιχώριον ὀμοῦμαί σοι ἐν τῷ ἐμαυτοῦ λόγῳ.

Μνήσιππος

ἴστω τοίνυν ὁ Ζεὺς ὁ Φίλιος, ἦ μὴν ὁπόσα ἂν λέγω πρὸς σὲ ἢ αὐτὸς εἰδὼς ἢ παρʼ ἄλλων ὁπόσον οἷόν τε ἦν διʼ ἀκριβείας ἐκπυνθανόμενος ἐρεῖν, μηδὲν παρʼ ἐμαυτοῦ ἐπιτραγῳδῶν. καὶ πρώτην γέ σοι τὴν Ἀγαθοκλέους καὶ Δεινίου φιλίαν διηγήσομαι, ἀοίδιμον ἐν τοῖς Ἴωσι γενομένην.

Ἀγαθοκλῆς γὰρ οὗτος ὁ Σάμιος οὐ πρὸ πολλοῦ ἐγένετο, ἄριστος μὲν πρὸς φιλίαν, ὡς ἔδειξεν, τὰ ἄλλα δὲ οὐδὲν ἀμείνων Σαμίων τῶν πολλῶν οὔτε ἐς τὸ γένος οὔτε ἐς τὴν ἄλλην περιουσίαν. Δεινίᾳ δὲ τῷ ΛύσωνοςΛύσωνος A: Λυσίωνος ΓΝB. In 15 all bit Ν read Λύσωνος. Ἐφεσίῳ φίλος ἐκ παίδων ἦν. ὁ δὲ Δεινίας ἐπλούτει ἄρα εἰς ὑπερβολήν, καὶ ὥσπερ εἰκὸς νεόπλουτον ὄντα, πολλοὺς καὶ ἄλλους εἶχε περὶ ἑαυτόν, ἱκανοὺς μὲν συμπιεῖν καὶ πρὸς ἡδονὴν συνεῖναι, φιλίας δὲ πλεῖστον ὅσον ἀποδέοντας.

τέως μὲν οὖν ἐν τούτοις καὶ ὁ Ἀγαθοκλῆς ἐξητάζετο, καὶ συνῆν καὶ συνέπινεν αὐτοῖς οὐ πάνυ χαίρων τῇ τοιαύτῃ διατριβῇ, καὶ ὁ Δεινίας οὐδὲν αὐτὸν ἐντιμότερον εἶχεν τῶν κολάκων. τελευταῖον δὲ καὶ προσέκρουε τὰ πολλὰ ἐπιτιμῶν, καὶ φορτικὸς ἐδόκει ὑπομιμνήσκων ἀεὶ τῶν προγόνων καὶ φυλάττειν παραγγέλλων ἃ μετὰ πολλῶν καμάτων ὁ πατὴρ αὐτῷ κτησάμενος κατέλιπεν, ὥστε διὰ ταῦτα οὐδὲ ἐπὶ τοὺς κώμους ἀπῆγεν ἔτι αὐτόν, ἀλλὰ μόνος μετʼ ἐκείνων ἐκώμαζε, λανθάνειν πειρώμενος τὸν Ἀγαθοκλέα.

Μνήσιππος

καὶ δή ποτε ὑπὸ τῶν κολάκων ἐκείνων ὁ ἄθλιος ἀναπείθεται ὡς ἐρῴη αὐτοῦ Χαρίκλεια Δημώνακτος γυνή, ἀνδρὸς ἐπιφανοῦς καὶ πρώτου Ἐφεσίων τὰ πολιτικά· καὶ γραμματεῖά τε εἰσεφοίτα παρὰ τῆς γυναικὸς αὐτῷ καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλά τινα ἀποδεδηγμένα καὶ ἄλλα ὁπόσα αἱ μαστροποὶ ἐπὶ τοῖς νέοις μηχανῶνται,τοῖς νέοις ἐπιμηχάνωνται (C)A. But cf. ἐπὶ τούτῳ μεμηχανῆσθαι, Dial. Mer., 4, 2. κατὰ μικρὸν αὐτοῖς ἐπιτεχνώμεναι τοὺς ἔρωτας καὶ ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας (ἐπαγωγότατον γὰρ τοῦτό γε, καὶ μάλιστα τοῖς καλοῖς εἶναι οἰομένοις), ἄχρι ἂν λάθωσιν εἰς τὰ δίκτυα ἐμπεσόντες.

ἡ Χαρίκλεια δὲ ἦν ἀστεῖον μέν τι γύναιον, ἑταιρικὸν δὲ ἐκτόπως καὶ τοῦ προστυχόντος ἀεί, καὶ εἰ πάνυ ἐπʼ ὀλίγῳ ἐθελήσειέ τις· καὶ εἰ προσίδοι τις μόνον, εὐθὺς ἐπένευε, καὶ δέος οὐδὲν ἦν μή πημή πη Γ1Β2: μή ποι Γ2 (οι in erasure) B1Ν; μή τι C, edd. cf. Lexiph., 11. ἀντείποι Χαρίκλεια. δεινὴ δὲ καὶ τὰ ἄλλα, καὶκαὶ ΓΝΒ: not in A. τεχνῖτις παρʼ ἥντινα βούλει τῶν ἑταιρῶν ἐπισπάσασθαι ἐραστὴν καὶ ἀμφίβολον ἔτι ὄντα ὅλον ὑποποιήσασθαι καὶ ἐνεχόμενον ἤδη ἐπιτεῖναι καὶ προσεκκαῦσαι ἄρτι μὲν ὀργῇ, ἄρτι δὲ κολακείᾳ, καὶ μετὰ μικρὸν ὑπεροψίᾳ καὶ τῷ πρὸς ἕτερον ἀποκλίνειν δοκεῖν, καὶ ὅλη συνεκεκρότητο ἁπανταχόθεν ἡ γυνὴ καὶ πολλὰ μηχανήματα παρεσκεύαστο κατὰ τῶν ἐραστῶν.

Μνήσιππος

ταύτην οὖν τότε οἱ Δεινίου κόλακες παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ ὑπεκωμῴδουν, συνωθοῦντες αὐτὸν εἰς τὸν ἔρωτα τῆς Χαρικλείας. ἡ δὲ πολλοὺς ἤδη νέους ἐκτραχηλίσασα καὶ μυρίους ἔρωτας ὑποκριναμένη καὶ οἴκους πολυταλάντους ἀνατρέψασα, ποικίλον τι καὶ πολυγύμναστον κακόν, παραλαβοῦσα εἰς τὰς χεῖρας ἁπλοϊκὸν καὶ ἄπειρον τῶν τοιούτων μηχανημάτων νεανίσκον οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων, ἀλλὰ περιέχουσα πανταχόθεν καὶ διαπείρασα, ὅτε ἤδη παντάπασιν ἐκράτει, αὐτή τε ἀπώλετο ὑπὸ τῆς ἄγρας καὶ τῷ κακοδαίμονι Δεινίᾳ μυρίων κακῶν αἰτία ἐγένετο.

τὸ μὲν γὰρ πρῶτον εὐθὺς ἐκεῖνα ἐπʼ αὐτὸν καθίει τὰ γραμματεῖα, συνεχῶςσυνεχῶς Ν: καὶ συνεχῶς Γ, vulg. πεμπομένη τὴν ἅβραν, ὡς ἐδάκρυσε καὶ ἐπηγρύπνησε καὶ τέλος ὡς ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτος, ἕως δὴ ὁ μακάριος ἐπείσθη καλὸς εἶναι καὶ ταῖς Ἐφεσίων γυναιξὶ περιπόθητος, καί που συνηνέχθη πολλὰ ἱκετευθείς.

Μνήσιππος

τὸ ἐντεῦθεν ἤδη ῥᾷον, ὡς τὸ εἰκός, ἁλώσεσθαι ἔμελλεν ὑπὸ γυναικὸς καλῆς καὶ πρὸς ἡδονήν τε ὁμιλῆσαι ἐπισταμένης καὶ ἐν καιρῷ δακρῦσαι καὶ μεταξὺ τῶν λόγων ἐλεεινῶς ὑποστενάξαι καὶ ἀπιόντος ἤδη λαβέσθαι καὶ εἰσελθόντι προσδραμεῖν καὶ καλλωπίζεσθαι ὡς ἂν μάλιστα ἀρέσειε, καί που καὶ ᾆσαι καὶ κιθαρίσαι. οἷς ἅπασι κατὰ τοῦ Δεινίου ἐκέχρητο· καὶ ἐπεὶ ᾔσθετο πονηρῶς ἔχοντα καὶ διάβροχον ἤδη τῷ ἔρωτι καὶ τακερὸν γεγενημένον, ἄλλο ἐπὶ τούτοις ἐπενόει καὶ τὸν ἄθλιον ἀπώλλυε· κύειν τε γὰρ ἐξ αὐτοῦ σκήπτεται — ἱκανὸν δὲ καὶ τοῦτο βλᾶκα ἐραστὴν προσεκπυρῶσαι — καὶ οὐκέτι ἐφοίτα πρὸς αὐτόν, φυλάττεσθαι ὑπὸ τἀνδρὸς λέγουσα πεπυσμένου τὸν ἔρωτα.

ὁ δʼ οὐκέτι οἷός τε ἦν φέρειν τὸ πρᾶγμα, οὐδὲ ἠνείχετο μὴ ὁρῶν αὐτήν, ἀλλὰ ἐδάκρυε καὶ τοὺς κόλακας εἰσέπεμπεν καὶ τοὔνομα τῆς Χαρικλείας ἐπεβοᾶτο καὶ τὴν εἰκόνα περιβαλὼν αὐτῆς — ἐπεποίητο δὲ λίθου λευκοῦ — ἐκώκυε, καὶ τέλος καταβαλὼν ἑαυτὸν εἰς τοὔδαφος ἐκυλίνδετο καὶ λύττα ἦν ἀκριβὴς τὸ πρᾶγμα. τὰ μὲν γὰρ δῶρα οὐ κατὰ μῆλα καὶ στεφάνους ἀντεδίδοτο αὐτῇ, ἀλλὰ συνοικίαι ὅλαι καὶ ἀγροὶ καὶ θεράπαιναι καὶ ἐσθῆτες εὐανθεῖς καὶ χρυσὸν ὁπόσον ἐθελήσειε.ἐθελήσειε A: ἐθελήσει ΓΝΒΜ.

Καὶ τί γάρ; ἐν βραχεῖ ὁ Λύσωνος οἶκος, ὀνομαστότατος τῶν ἐν Ἰωνίᾳ γενόμενος, ἐξήντλητο ἤδη καὶ ἐξεκεκένωτο.

Μνήσιππος

εἶτα, ὡς ἤδη αὖος ἦν, ἀπολιποῦσα αὐτὸν ἄλλον τινὰ Κρῆτα νεανίσκον τῶν ὑποχρύσων ἐθήρα καὶ μετέβαινεν ἐπʼ ἐκεῖνον καὶ ἤρα ἤδη αὐτοῦ, κἀκεῖνος ἐπίστευεν.

ἀμελούμενος οὖν ὁ Δεινίας οὐχ ὑπὸ τῆς Χαρικλείας μόνον ἀλλὰ καὶ ὑπὸ τῶν κολάκων (κἀκεῖνοι γὰρ ἐπὶ τὸν Κρῆτα ἤδη τὸν ἐρώμενον μετεληλύθεσαν) ἔρχεται παρὰ τὸν Ἀγαθοκλέα καὶ πάλαι εἰδότα ὡς ἔχοι πονηρῶς τὰ πράγματα αὐτῷ, καὶ αἰδούμενος τὸ πρῶτον ὅμως διηγεῖτο πάντα — τὸν ἔρωτα, τὴν ἀπορίαν, τὴν ὑπεροψίαν τῆς γυναικός, τὸν ἀντεραστὴν τὸν Κρῆτα, καὶ τέλος ὡς οὐ βιώσεται μὴ οὐχὶ συνὼν τῇ Χαρικλείᾳ. ὁ δὲ ἄκαιρον εἶναι νομίσας ἐν τούτῳ ἀπομνημονεύειν τῷ Δεινίᾳ διότι οὐ προσίετο μόνον αὐτὸν τῶν φίλων ἀλλὰ τοὺς κόλακας αὐτοῦ προετίμα τότε, ἣν μόνον εἶχεν πατρῴαν οἰκίαν ἐν Σάμῳ ἀπεμπολήσας ἧκεν αὐτῷ τὴν τιμὴν κομίζων, τρία τάλαντα.

λαβὼν δὲ ὁ Δεινίας οὐκ ἀφανὴς εὐθὺς ἦν τῇ Χαρικλείᾳ καλός ποθεν αὖθις γεγενημένος, καὶ αὖθις ἡ ἅβρα καὶ τὰ γραμματεῖα, καὶ μέμψις ὅτι μὴ πολλοῦ χρόνου ἀφίκετο, καὶ οἱ κόλακες συνέθεον ἐπικαλαμησόμενοι, ὁρῶντες ἐδώδιμον ἔτι ὄντα τὸν Δεινίαν.

Μνήσιππος

ὡς δὲ ὑπέσχετο ἥξειν παρʼ αὐτὴν καὶ ἧκε περὶ πρῶτον ὕπνον καὶ ἔνδον ἦν, ὁ Δημῶναξ, ὁ τῆς Χαρικλείας ἀνήρ, εἴτε ἄλλως αἰσθόμενος εἴτε καὶ ἀπὸ συνθήματοςσυνθήματος B: συνθέματος Γ: συνθήκης Ν. τῆς γυναικός (ἄμφω γὰρ λέγεται) ἐπαναστὰς ὥσπερ ἐκ λόχου τήν τε αὔλειον ἀποκλείειν ἐκέλευεν καὶ συλλαμβάνειν τὸν Δεινίαν, πῦρ καὶ μάστιγας ἀπειλῶν καὶ ξίφος ὡς ἐπὶ μοιχὸν σπασάμενος.

ὁ δὲ συνιδὼν οὗ κακῶν ἦν, μοχλόν τινα πλησίον κείμενον ἁρπάσας αὐτόν τε ἀποκτείνει τὸν Δημώνακτα, πατάξας εἰς τὸν κρόταφον, καὶ τὴν Χαρίκλειαν, οὐ μιᾷ πληγῇ ταύτην, ἀλλὰ καὶ τῷ μοχλῷ πολλάκις καὶ τῷ ξίφει τοῦ Δημώνακτος ὕστερον. οἱ δʼ οἰκέται τέως μὲν ἑστήκεσαν ἄφωνοι, τῷ παραδόξῳ τοῦ πράγματος ἐκπεπληγμένοι, εἶτα πειρώμενοι συλλαμβάνειν, ὡς καὶ αὐτοῖς ἐπῄει μετὰ τοῦ ξίφους, ἐκεῖνοι μὲν ἔφευγον, ὁ Δεινίας δὲ ὑπεξέρχεταιὑπεξέρχεται NB: ὑπέρχεται ΓC, ἐξέρχεται M. τηλικοῦτον ἔργον εἰργασμένος.

καὶ τὸ μέχρι τῆς ἕω παρὰ τῷ Ἀγαθοκλεῖ διέτριβεν, ἀναλογιζόμενοι τὰ πεπραγμένα καὶ περὶ τῶν μελλόντων ὅ τι ἀποβήσεται σκοποῦντες· ἕωθεν δὲ οἱ στρατηγοὶ παρῆσαν — ἤδη γὰρ τὸ πρᾶγμα διεβεβόητο — καὶ συλλαβόντες τὸν Δεινίαν, οὐδʼ αὐτὸν ἔξαρνον ὄντα μὴ οὐχὶ πεφονευκέναι, ἀπάγουσι παρὰ τὸν ἁρμοστὴν ὃς ἥρμοζε τὴν Ἀσίαν τότε. ὁ δὲ βασιλεῖ τῷ μεγάλῳ ἀναπέμπει αὐτόν· καὶ μετʼ οὐ πολὺ κατεπέμφθη ὁ Δεινίας εἰς Γύαρον νῆσον τῶν Κυκλάδων, ἐν ταύτῃ φεύγειν εἰς ἀεὶ τεταγμένος ὑπὸ βασιλέως.

Μνήσιππος

ὁ δὲ Ἀγαθοκλῆς καὶ τἄλλα μὲν συνῆν καὶ συναπῆρεν εἰς τὴν Ἰταλίαν καὶ συνεισῆλθεν εἰς τὸ δικαστήριον μόνος τῶν φίλων καὶ πρὸς οὐδὲν ἐνεδέησεν. ἐπεὶ δὲ ἤδη ἔφευγεν ὁ Δεινίας, οὐδὲ τότε ἀπελείφθη τοῦ ἑταίρου, καταδικάσας δὲ αὐτὸς αὑτοῦ διέτριβεν ἐν Γυάρῳ καὶ συνέφευγεν αὐτῷ, καὶ ἐπειδὴ παντάπασιν ἠπόρουν τῶν ἀναγκαίων, παραδοὺς ἑαυτὸν τοῖς πορφυρεῦσι συγκατεδύετο καὶ τὸ γινόμενον ἐκ τούτου ἀποφέρων ἔτρεφε τὸν Δεινίαν· καὶ νοσήσαντά τε ἐπὶ μήκιστον ἐθεράπευσε καὶ ἀποθανόντος οὐκέτι ἐπανελθεῖν εἰς τὴν ἑαυτοῦ ἠθέλησεν, ἀλλʼ αὐτοῦ ἐν τῇ νήσῳ ἔμεινεν αἰσχυνόμενος καὶ τεθνεῶτα ἀπολιπεῖν τὸν φίλον.

τοῦτό σοι ἔργον φίλου Ἕλληνος οὐ πρὸ πολλοῦ γενόμενον· ἔτη γὰρ οὐκ οἶδα εἰ πέντε ἤδη διελήλυθεν ἀφʼ οὗ Ἀγαθοκλῆς ἐν Γυάρῳ ἀπέθανεν.

Τόξαρις

καὶ εἴθε γε, ὦ Μνήσιππε, ἀνώμοτος ὢν ταῦτα ἔλεγες, ἵνα καὶ ἀπιστεῖν ἂν ἐδυνάμην αὐτοῖς· οὕτω Σκυθικόν τινα φίλον τὸν Ἀγαθοκλέα τοῦτον διηγήσω. πλὴν οὐοὐ Bekker: οὖν B. Not in other MSS. δέδια μή τινα καὶ ἄλλον ὅμοιον εἴπῃς αὐτῷ.

Μνήσιππος

ἄκουε τοίνυν καὶ ἄλλον, ὦ Τόξαρι, Εὐθύδικον τὸν Χαλκιδέα. διηγεῖτο δέ μοι περὶ αὐτοῦ Σιμύλος ὁ ναύκληρος ὁ Μεγαρικός, ἐπομοσάμενος ἦ μὴν αὐτὸς ἑωρακέναι τὸ ἔργον. πλεῖν μὲν γὰρ ἔφη ἐξ Ἰταλίας Ἀθήναζε περὶ δύσιν Πλειάδος συλλογιμαίους τινὰς ἀνθρώπους κομίζων, ἐν δὲ τούτοις εἶναι τὸν Εὐθύδικον καὶ μετʼ αὐτοῦ Δάμωνα, Χαλκιδέα καὶ τοῦτον, ἑταῖρον αὐτοῦ· ἡλικιώτας δὲ εἶναι, τὸν μὲν Εὐθύδικον ἐρρωμένον καὶ καρτερόν, τὸν δὲ Δάμωνα ὕπωχρον καὶ ἀσθενικόν, ἄρτι ἐκ νόσου μακρᾶς, ὡς ἐδόκει, ἀνιστάμενον.

Ἄχρι μὲν οὖν Σικελίας εὐτυχῶς διαπλεῦσαι ἔφη ὁ Σιμύλος σφᾶς· ἐπεὶ δὲ τὸν πορθμὸν διαπεράσαντες ἐν αὐτῷ ἤδη τῷ Ἰονίῳ ἔπλεον, χειμῶνα μέγιστον ἐπιπεσεῖν αὐτοῖς. καὶ τὰ μὲν πολλὰ τί ἄν τις λέγοι, τρικυμίας τινὰς καὶ στροβίλους καὶ χαλάζας καὶ ἄλλα ὅσα χειμῶνος κακά; ἐπεὶ δὲ ἤδη σφᾶς κατὰ τὴν Ζάκυνθον εἶναι ἀπὸ ψιλῆς τῆς κεραίας πλέοντας, ἔτι καὶ σπείρας τινὰς ἐπισυρομένους, ὡς τὸ ῥόθιον ἐπιδέχεσθαι τῆς ὁρμῆς, περὶ μέσας νύκτας οἷον ἐν τοσούτῳ σάλῳ ναυτιάσαντα τὸν Δάμωνα ἐμεῖν ἐκκεκυφόταἐκκεκυφότα Harmon: ἐξ ἐγκεκυφότα Γ, ἐγκεκυφότα other MSS. ἐς τὴν θάλασσαν· εἶτα, οἶμαι, τῆς νεὼς βιαιότερον ἐς ὃ ἐκεκύφει μέρος ἐπικλιθείσης καὶ τοῦ κύματος συναπώσαντος, ἐκπεσεῖν αὐτὸν ἐπὶ τὴν κεφαλὴν ἐς τὸ πέλαγος, οὐδὲ γυμνὸν τὸν ἄθλιον,τὸν ἄθλιον: only N the article. ὡς ἂν καὶ ῥᾷον δύνασθαι νεῖν. εὐθὺς οὖν βοᾶν πνιγόμενον καὶ μόγις ἑαυτὸν ὑπερέχοντα τοῦ κλύδωνος.

Μνήσιππος

τὸν δὲ Εὐθύδικον, ὡς ἤκουσε — τυχεῖν δὲ γυμνὸν ἐν τῇ εὐνῇ ὄντα — ῥῖψαι ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ καταλαβόντα τὸν Δάμωνα ἤδη ἀπαγορεύοντα — φαίνεσθαι γὰρ ἐπὶ πολὺ ταῦτα τῆς σελήνης καταλαμπούσης — συμπαρανήχεσθαι καὶ συγκουφίζειν. σφᾶς δὲ ἐπιθυμεῖν μὲν αὐτοῖς βοηθεῖν καὶ ἐλεεῖν τὴν συμφορὰν τῶν ἀνδρῶν, μὴ δύνασθαι δέ, μεγάλῳ τῷ πνεύματι ἐλαυνομένους. πλὴν ἐκεῖνά γε ποιῆσαι, φελλούς τε γὰρ πολλοὺς ἀφεῖναι αὐτοῖς καὶ τῶν κοντῶν τινας, ὡς ἐπὶ τούτων ἀπονήξαιντο, εἴ τινι αὐτῶν περιτύχοιεν, καὶ τέλος καὶ τὴν ἀποβάθραν αὐτὴν οὐ μικρὰν οὖσαν.

Ἐννόησον τοίνυν πρὸς θεῶν ἥντινα ἄν τις ἄλλην ἐπίδειξιν ἐπιδείξαιτο εὐνοίας βεβαιοτέραν πρὸς ἄνδρα φίλον ἐν νυκτὶ ἐκπεσόντα ἐς πέλαγος οὕτως ἠγριωμένον ἢ κοινωνήσας τοῦ θανάτου; καί μοι ἐπʼ ὀφθαλμῶν λαβὲ τὴν ἐπανάστασιν τῶν κυμάτων, τὸν ἦχον τοῦ ὕδατος ἐπικλωμένου, τὸν ἀφρὸν περιζέοντα, τὴν νύκτα καὶ τὴν ἀπόγνωσιν· εἶτα ἀποπνιγόμενον ἐκεῖνον καὶ μόγις ἀνακύπτοντα καὶ τὰς χεῖρας ὀρέγοντα τῷ ἑταίρῳ, τὸν δὲ ἐπιπηδῶντα εὐθὺς καὶ συννέοντα καὶ δεδιότα μὴ προαπόληταιπροαπόληται vulg.: προαπολεῖται ΓNB. αὐτοῦ ὁ Δάμων. οὕτω γὰρ ἂν μάθοις ὡς οὐκ ἀγεννῆ σοι καὶ τοῦτον φίλον τὸν Εὐθύδικον διηγησάμην.

Τόξαρις

πότερον δὲ ἀπώλοντο, ὦ Μνήσιππε, οἱ ἄνδρες, ἤ τις αὐτοῖς ἐκ παραλόγου σωτηρία ἐγένετο; ὡς ἔγωγε οὐ μετρίως δέδοικα ὑπὲρ αὐτῶν.

Μνήσιππος

θάρρει, ὦ Τόξαρι, ἐσώθησαν, καὶ ἔτι καὶ νῦν εἰσιν Ἀθήνησιν ἄμφω φιλοσοφοῦντες. ὁ μὲν γὰρ Σιμύλος ταῦτα μόνα εἶχε λέγειν ἅ ποτε εἶδε τῆς νυκτός, τὸν μὲντὸν μὲν Ν: not ἰη ΓΒ(C)Α. ἐκπίπτοντα, τὸν δὲ ἐπιπηδῶντα, καὶ νηχομένους ἐς ὅσον ἐν νυκτὶ καθορᾶν ἐδύνατο. τὰ δὲ ἀπὸ τούτου οἱ ἀμφὶ τὸν Εὐθύδικον αὐτοὶ διηγοῦνται. τὸ μὲν γὰρ πρῶτον φελλοῖς τισι περιπεσόντας ἀνέχειν ἐπὶ τούτων ἑαυτοὺς καὶ ἀπονήχεσθαι πονηρῶς, ὕστερον δὲ τὴν ἀποβάθραν ἰδόντας ἤδη πρὸς ἕω προσνήξασθαί τε αὐτῇ καὶ τὸ λοιπὸν ἐπιβάντας εὐμαρῶς προσενεχθῆναι τῇ Ζακύνθῳ.

Μνήσιππος

μετὰ δὲ τούτους οὐ φαύλους ὄντας, ὡς ἔγωγʼ ἂν εἴποιμι, ἄκουσον ἤδη τρίτον ἄλλον οὐδέν τι χείρονα αὐτῶν.

Εὐδαμίδας Κορίνθιος Ἀρεταίῳ τῷ Κορινθίῳ καὶ ΧαριξένῳΧαριξένῳ BΝ: Χαριξείνῳ Γ(C)A. Similarly Just below; but Χαρίξενος without variants, and in § 23. τῷ Σικυωνίῳ φίλοις ἐκέχρητο εὐπόροις οὖσι πενέστατος αὐτὸς ὤν· ἐπεὶ δὲ ἀπέθνησκε, διαθήκας ἀπέλιπε τοῖς μὲν ἄλλοις ἴσως γελοίους,γελοίους ΓΝΒ: γελοίας ΟΑ. σοὶ δὲ οὐκ οἶδα εἰ τοιαῦται δόξουσιν ἀνδρὶ ἀγαθῷ καὶ φιλίαν τιμῶντι καὶ περὶ τῶν ἐν αὐτῇ πρωτείων ἁμιλλωμένῳ· ἐγέγραπτο γὰρ ἐν αὐταῖς, ἀπολείπω Ἀρεταίῳ μὲν τὴν μητέρα μου τρέφειν καὶ γηροκομεῖν, Χαριξένῳ δὲ τὴν θυγατέρα μου ἐκδοῦναι μετὰ προικὸς ὁπόσην ἂν πλείστην ἐπιδοῦναι παρʼ αὑτοῦ δύνηται — ἦν δὲ αὐτῷ καὶ μήτηρ πρεσβῦτις καὶ θυγάτριον ὡραῖον ἤδη γάμου — ἢν δέ τι ἅτερος αὐτῶν ἐν τοσούτῳ πάθῃ, τὴν ἐκείνου μερίδα, φησίν, ἐχέτω ὁ ἕτερος. τούτων ἀναγνωσθεισῶν τῶν διαθηκῶν οἱ τὴν πενίαν μὲν εἰδότες τοῦ Εὐδαμίδα, τὴν φιλίαν δὲ ἣ πρὸς τοὺς ἄνδρας ἦν αὐτῷ ἀγνοοῦντες ἐν παιδιᾷ τὸ πρᾶγμα ἐποιοῦντο καὶ οὐδεὶς ὅστις οὐ γελῶν ἀπηλλάττετο, οἷον Ἀρεταῖος καὶ Χαρίξενος οἱ εὐδαίμονες κλῆρον διαδέξονται, λέγοντες, εἴπερ ἀποτίσουσιν Εὐδαμίδᾳ καὶ ζῶντες αὐτοὶ κληρονομήσονται ὑπὸ τοῦ νεκροῦ.

Μνήσιππος

οἱ κληρονόμοι δὲ οἷς ταῦτα κατελέλειπτο, ὡς ἤκουσαν, ἧκον εὐθὺς διαιτῶντες τὰ ἐκ τῶν διαθηκῶν. ὁ μὲν οὖν Χαρίξενος πέντε μόνας ἡμέρας ἐπιβιοὺς ἀπέθανεν, ὁ δὲ Ἀρεταῖος ἄριστος κληρονόμων γενόμενος τήν τε αὑτοῦ καὶ τὴν ἐκείνου μερίδα παραλαβὼν τρέφει τε τοῦ Εὐδαμίδα τὴν μητέρα καὶ τὴν θυγατέρα οὐ πρὸ πολλοῦ ἐκδέδωκεν, ἀπὸ ταλάντων πέντε ὧν εἶχεν δύο μὲν τῇ ἑαυτοῦ θυγατρί, δύο δὲ τῇ τοῦ φίλου ἐπιδούς, καὶ τὸν γάμον γε αὐταῖν ἐπὶ μιᾶς ἡμέρας ἠξίωσε γενέσθαι.

τί σοι δοκεῖ, ὦ Τόξαρι, ὁ Ἀρεταῖος οὗτος; ἆρα φαῦλον παράδειγμα φιλίας παρεσχῆσθαι τοιαῦτα κληρονομήσας καὶ μὴ προδοὺς τὰς διαθήκας τοῦ φίλου; ἢ τίθεμεν καὶ τοῦτον ἐν ταῖς τελείαις ψήφοις μίαν τῶν πέντε εἶναι;

Τόξαρις

καὶ οὗτος μὲν καλός·καλῶς ΓΒ. ἐγὼ δὲ τὸν Εὐδαμίδαν πολὺ μᾶλλον ἐθαύμασα τοῦ θάρσους ὃ εἶχεν ἐπὶ τοῖς φίλοις. ἐδήλου γὰρ ὡς καὶ αὐτὸς ἂν τὰ ὅμοια ἔπραξεν ἐπʼ αὐτοῖς, εἰ μὴ καὶ ἐν διαθήκαις ταῦτα ἐνεγέγραπτο, ἀλλὰ πρὸ τῶν ἄλλων ἧκεν ἂν ἄγραφος κληρονόμος τῶν τοιούτων.

Μνήσιππος

εὖ λέγεις. τέταρτον δέ σοι διηγήσομαι Ζηνόθεμιν τὸν ΧαρμόλεωΧαρμόλκω B: Χαρμόλεων Ν, Χαρμολέου Γ(C)Α. Μασσαλίηθεν.

ἐδείχθη δέ μοι ἐν Ἰταλίᾳ πρεσβεύοντι ὑπὲρ τῆς πατρίδος, καλὸς ἀνὴρ καὶ μέγας καὶ πλούσιος, ὡς ἐδόκει· παρεκάθητο δὲ αὐτῷ γυνὴ ἐπὶ ζεύγους ὁδοιποροῦντι τά τε ἄλλα εἰδεχθὴς καὶ ξηρὰ τὸ ἥμισυ τὸ δεξιὸν καὶ τὸν ὀφθαλμὸν ἐκκεκομμένη, παλλώβητόν τι καὶ ἀπρόσιτον μορμολυκεῖον. εἶτα ἐπεὶ ἐθαύμασα εἰ καλὸς οὗτος καὶ ὡραῖος ὢν ἀνέχεται παροχουμένην τοιαύτην αὐτῷ γυναῖκα, ὁ δείξας αὐτὸν διηγεῖτό μοι τὴν ἀνάγκην τοῦ γάμου ἀκριβῶς εἰδὼς ἕκαστα· Μασσαλιώτης δὲ καὶ αὐτὸς ἦν.

Μενεκράτει γάρ, ἔφη, τῷ πατρὶ τῆς δυσμόρφου ταύτης φίλος ἦν ὁ Ζηνόθεμις, πλουτοῦντι καὶ τιμωμένῳ ὁμότιμος ὤν. χρόνῳ δὲ ὁ Μενεκράτης ἀφῃρέθη τὴν οὐσίαν ἐκ καταδίκης, ὅτεπερ καὶ ἄτιμος ἐγένετο ὑπὸ τῶν ἑξακοσίων ὡς ἀποφηνάμενος γνώμην παράνομον. οὕτω δὲ οἱ Μασσαλιῶται κολάζομεν, ἔφη, εἴ τις παράνομα γράψειεν. ἐλυπεῖτο οὖν ὁ Μενεκράτης καὶ ἐπὶ τῇ καταδίκῃ, ἐπεὶ ἐκ πλουσίου πένης καὶ ἐξ ἐνδόξου ἄδοξος ἐν ὀλίγῳ ἐγένετο· μάλιστα δὲ αὐτὸν ἠνία θυγάτηρ αὕτη, ἐπίγαμος ἤδη καὶκαὶ ΓΒ. It is needed, for she was marriageable at an earlier age than eighteen. ὀκτωκαιδεκαέτις οὖσα, ἣν οὐδὲ μετὰ πάσης τῆς οὐσίας τοῦ πατρὸς ἣν πρὸ τῆς καταδίκης ἐκέκτητο ἠξίωσεν ἄν τις τῶν γε εὐγενῶνεὐγενῶν Γ: ἀγενῶν Β, vulg.(ἀγεννῶν Ν). καὶ πενήτων ῥᾳδίως παραλαβεῖν, οὕτως κακοδαίμονα οὖσαν τὴν ὄψιν. ἐλέγετο δὲ καὶ καταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην.

Μνήσιππος

ὡς δὲ ταῦτα πρὸς τὸν Ζηνόθεμιν ἀπωδύρετο, θάρρει, ἔφη, ὦ Μενέκρατες, οὔτε γὰρ ἀπορήσεις τῶν ἀναγκαίων καὶ ἡ θυγάτηρ σου ἄξιον τοῦ γένους τινὰ εὑρήσει νυμφίον. καὶ ταῦτα ἅμα διεξιὼν λαβόμενος αὐτὸν τῆς δεξιᾶς ἦγεν εἰς τὴν οἰκίαν καὶ τήν τε οὐσίαν πολλὴν οὖσαν ἐνείματο πρὸς αὐτὸν καὶ δεῖπνον παρασκευασθῆναι κελεύσας εἱστία τοὺς φίλους καὶ τὸν Μενεκράτη, ὡς δή τινα τῶν ἑταίρων πεπεικὼς ὑποστῆναι τῆς κόρης τὸν γάμον. ἐπεὶ δὲ ἐδεδείπνητο αὐτοῖς καὶ ἔσπεισαν τοῖς θεοῖς, ἐνταῦθα δὴ μεστὴν αὐτῷ τὴν φιάλην προτείνας, δέδεξο, εἶπεν, ὦ Μενέκρατες, παρὰ τοῦ γαμβροῦ φιλοτησίαν· ἄξομαι γὰρ ἐγὼ τήμερον τὴν σὴν θυγατέρα Κυδιμάχην· τὴν προῖκα δὲ πάλαι εἴληφα, τάλαντα πέντε καὶ εἴκοσι. τοῦ δέ, ἄπαγε, λέγοντος, μὴ σύ γε, ὦ Ζηνόθεμι· μὴ οὕτω μανείην ὡς περιιδεῖν σε νέον καὶ καλὸν ὄντα κόρῃ αἰσχρᾷ καὶ λελωβημένῃ συγκαταζευγνύμενον, ὁ δέ, ταῦτα διεξιόντος, ἀράμενος τὴν νύμφην ἀπῄει εἰς τὸν θάλαμον καὶ μετʼ ὀλίγον προῆλθεν διακορήσας αὐτήν.

καὶ τὸ ἀπʼ ἐκείνου σύνεστιν ὑπεραγαπῶν καὶ πάντῃ ὡς ὁρᾷς περιαγόμενος αὐτήν.

Μνήσιππος

καὶ οὐχ ὅπως αἰσχύνεται τῷ γάμῳ, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικεν, ἐπιδεικνύμενος ὡς καταφρονεῖ μὲν τῶν ἐν τῷ σώματι καλῶν ἢ αἰσχρῶν καὶ πλούτου καὶ δόξης, ἀφορᾷ δὲ ἐς τὸν φίλον καὶ τὸν Μενεκράτη, οὐδὲ οἴεται χείρω πρὸς φιλίαν ὑπὸ τῆς ψήφου τῶν ἑξακοσίων γεγονέναι.

πλὴν ἤδη γε τούτων οὕτως αὐτὸν ἠμείψατο ἡ τύχη. παιδίον γὰρ πάγκαλον ἐκ τῆς αἰσχίστης αὐτῷ ταύτης ἐγένετο, καὶ πρῴην γε, ἐπεὶ ἀράμενος αὐτὸ εἰσεκόμισεν ὁ πατὴρ εἰς τὸ βουλευτήριον θαλλῷ ἐστεμμένον καὶ μέλανα ἀμπεχόμενον, ὡς ἐλεεινότερον φανείη ὑπὲρ τοῦ πάππου, τὸ μὲν βρέφος ἀνεγέλασε πρὸς τοὺς βουλευτὰς καὶ συνεκρότει τὼ χεῖρε, ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸ ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην καὶ ἤδη ἐπίτιμός ἐστι, τηλικούτῳ συνηγόρῳ χρησάμενος πρὸς τὸ συνέδριον.

Τοιαῦτα ὁ Μασσαλιώτης ἔλεγεν τὸν Ζηνόθεμιν εἰργάσθαι ὑπὲρ τοῦ φίλου, ὡς ὁρᾷς, οὐ μικρὰ οὐδὲ ὑπὸ πολλῶν ἂν Σκυθῶν γενόμενα, οἵ γε κἂν τὰς παλλακὰς ἀκριβῶς τὰς καλλίστας ἐκλέγεσθαι λέγονται.

Μνήσιππος

λοιπὸς ἡμῖν ὁ πέμπτος, καί μοι δοκῶ οὐκ ἄλλον ἐρεῖν Δημητρίου τοῦ Σουνιέως ἐπιλαθόμενος.

συνεκπλεύσας γὰρ ἐς τὴν ΑἴγυπτονΑἴγυπτον: There is no need to supply ἄνω (Hartman). The back-country (χώρα), Egypt, was a thing apart from Alexandria. In the report of a trial held at Alexandria occurs the statement: “Her brother is in Egypt, but will come soon” (Hunt, Select Papyri (L.C.L.), II, No. 263, l. 27; cf. l. 32). ὁ Δημήτριος Ἀντιφίλῳ τῷ Ἀλωπεκῆθεν, ἑταίρῳ ἐκ παίδων ὄντι καὶ συνεφήβῳ, συνῆν καὶ συνεπαιδεύετο, αὐτὸς μὲν τὴν ἄσκησιν τὴν Κυνικὴν ἀσκούμενος ὑπὸ τῷ Ῥοδίῳ ἐκείνῳ σοφιστῇ, ὁ δὲ Ἀντίφιλος ἰατρικὴν ἄρα ἐμελέτα. καὶ δή ποτε ὁ μὲν Δημήτριος ἔτυχεν ἐς τὴν ΑἴγυπτονΑἴγυπτον: There is no need to supply ἄνω (Hartman). The back-country (χώρα), Egypt, was a thing apart from Alexandria. In the report of a trial held at Alexandria occurs the statement: “Her brother is in Egypt, but will come soon” (Hunt, Select Papyri (L.C.L.), II, No. 263, l. 27; cf. l. 32). ἀποδημῶν κατὰ θέαν τῶν πυραμίδων καὶ τοῦ Μέμνονος· ἤκουε γὰρ ταύτας ὑψηλὰς οὔσας μὴ παρέχεσθαι σκιάν, τὸν δὲ Μέμνονα βοᾶν πρὸς ἀνατέλλοντα τὸν ἥλιον. τούτων ἐπιθυμήσας Δημήτριος, θέας μὲν τῶν πυραμίδων, ἀκροάσεως δὲ τοῦ Μέμνονος, ἀναπεπλεύκει κατὰ τὸν Νεῖλον ἕκτον ἤδη μῆνα, ὀκνήσαντα πρὸς τὴν ὁδὸν καὶ τὸ θάλπος ἀπολιπὼν τὸν Ἀντίφιλον.

Μνήσιππος

ὁ δὲ ἐν τοσούτῳ συμφορᾷ ἐχρήσατο μάλα γενναίου τινὸς φίλου δεομένῃ. οἰκέτης γὰρ αὐτοῦ, Σύρος καὶ τοὔνομα καὶ τὴν πατρίδα, ἱεροσύλοις τισὶ κοινωνήσας συνεισῆλθέν τε αὐτοῖς εἰς τὸ Ἀνουβίδειον καὶ ἀποσυλήσαντες τὸν θεὸν χρυσᾶς τε φιάλας δύο καὶ κηρύκιον, χρυσοῦν καὶ τοῦτο, καὶ κυνοκεφάλους ἀργυροῦς καὶ ἄλλα τοιαῦτα, κατέθεντο πάντα παρὰ τῷ Σύρῳ· εἶτʼ ἐμπεσόντες — ἑάλωσαν γάρ τι ἀπεμπολῶντες — ἅπαντα εὐθὺς ἔλεγον στρεβλούμενοι ἐπὶ τοῦ τροχοῦ, καὶ ἀγόμενοι ἧκον ἐπὶ τὴν οἰκίαν τοῦ Ἀντιφίλου, καὶ τὰ φώρια ἐξέφερον ὑπὸ κλίνῃ τινὶ ἐν σκοτεινῷ κείμενα. ὅ τε οὖν Σύρος ἐδέδετο εὐθὺς καὶ ὁ δεσπότης αὐτοῦ Ἀντίφιλος, οὗτος μὲν καὶ μεταξὺ ἀκροώμενος τοῦ διδασκάλου ἀνασπασθείς.ἀνασπασθείς Cf. Tyrann., 5: ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν. ἐβοήθει δὲ οὐδείς, ἀλλὰ καὶ οἱ τέως ἑταῖροι ἀπεστρέφοντο ὡς τὸ Ἀνουβίδειον σεσυληκότα καὶ ἀσέβημα αὐτῶν ἡγοῦντο εἶναι εἰ συνέπιόν ποτε ἢ συνειστιάθησαν αὐτῷ. καὶ οἱ λοιποὶ δὲ τῶν οἰκετῶν, δύο ὄντες, ἅπαντα ἐκ τῆς οἰκίας συσκευασάμενοι ᾤχοντο φεύγοντες.

Μνήσιππος

ἐδέδετο οὖν ὁ ἄθλιος Ἀντίφιλος πολὺν ἤδη χρόνον, ἁπάντων ὅσοι ἦσαν κακοῦργοι ἐν τῷ δεσμωτηρίῳ μιαρώτατος εἶναι δοκῶν, καὶ ὁ ἐπὶ τῶν δεσμῶν Αἰγύπτιος, δεισιδαίμων ἄνθρωπος, ᾤετο χαριεῖσθαι καὶ τιμωρήσειν τῷ θεῷ βαρὺς τῷ Ἀντιφίλῳ ἐφεστώς. εἰ δʼ ἀπολογοῖτό ποτε, λέγων ὡς οὐδὲν τοιοῦτον εἴργασται, ἀναίσχυντος ἐδόκει καὶ πολὺ πλέον ἐπὶ τούτῳ ἐμισεῖτο. ὑπενόσει τοιγαροῦν ἤδη καὶ πονηρῶς εἶχεν οἷον εἰκὸς χαμαὶ καθεύδοντα καὶ τῆς νυκτὸς οὐδὲ ἀποτείνειν τὰ σκέλη δυνάμενον ἐν τῷ ξύλῳ κατακεκλειμένα· τῆς μὲν γὰρ ἡμέρας ὁ κλοιὸς ἤρκει καὶ ἡ ἑτέρα χεὶρ πεπεδημένη, εἰς δὲ τὴν νύκτα ἔδει ὅλον καταδεδέσθαι. καὶ μὴν καὶ τοῦ οἰκήματος ἡ δυσοσμία καὶ τὸ πνῖγος, ἐν ταὐτῷ πολλῶν δεδεμένων καὶ ἐστενοχωρημένωνστενοχωρουμένων ΜCA.…

The complete text is available when the reading interface loads.