Ποδάγρα
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Karl Jacobitz
- Edition reference
- Luciani Samosatensis Opera · Leipzig · Teubner · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg071.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι
Πόδαγρος
1ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,
2ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
3ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
4Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
5μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει
6εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
7τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
8εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
9εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
10βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
11οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα
12τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
13ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
14ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
15τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
16ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
17χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
18ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
19πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
20ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
21σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν,
22δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
23ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
24ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
25ὅπου δυσεξέλικτα κυματούμενος
26σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
27ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
28ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
29ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
Χόρος
30ἀνὰ Δίνδυμον Κυβήβης
31Φρύγες ἔνθεον ὀλολυγὴν
32ἁπαλῷ τελοῦσιν Ἄττῃ,
33καὶ πρὸς μέλος κεραύλου
34Φρυγίου κατʼ ὄρεα Τμώλου
35κῶμον βοῶσι Λυδοί·
36παραπλῆγες δʼ ἀμφὶ ῥόπτροις
37κελαδοῦσι Κρητὶ ῥυθμῷ
38νόμον Κορύβαντες εὐάν.
39κλάζει βρίθουσα σάλπιγξ
40Ἄρει κρέκουσα θούρῳ
41πολεμηίαν ἀϋτήν.
42ἡμεῖς δὲ σοί, Ποδάγρα,
43πρώταις ἔαρος ἐν ὥραις
44μύσται τελοῦμεν οἴκτους,
45ὅτε πᾶς χλοητόκοισι
46ποίαις τέθηλε λειμών,
47Ζεφύρου δὲ δένδρα πνοιαῖς
48ἁπαλοῖς κομᾷ πετήλοις,
49ἁ δύσγαμος κατʼ οἴκους
50μερόπων θροεῖ χελιδών,
51καὶ νυκτέροις καθʼ ὕλαν
52τὸν Ἴτυν στένει δακρύουσʼ
53Ἀτθὶς γόοις ἀηδών.
Πόδαγρος
54ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
55μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
56βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
57ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
58ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
59καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
60σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος
61μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
62ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·
63δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
64ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
65εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
66ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
67βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
68δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
69ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
70πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
71καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
72ἀλλʼ εἶα.
73τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
74κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
75τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
76μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
77ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
78ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;
79ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
80τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;
81αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
82τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
Χόρος
83Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
84ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
85μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.
Πόδαγρος
86Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
Χόρος
87Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
88σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος
89ἀνεθρέψατο χόσμιον ἁρμογὰν
90ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
91τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς
92Ζανὸς παράκοιτιν Ὀλυμπίου
93λευκώλενον εὐρέσι κόλποις
94Ἥραν ἐτιθήνατο Τηθύς.
95κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
96ἐλόχευσε κόρας ἄτρομον φυὰν
97Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,
98τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.
99τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν
100ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις
101πρώταν ἐλόχευσεν Ὁφίων.
102ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος
103ἀνέτειλέ τε λαμπέτις ἀὼς
104καὶ παμφαὲς ἀελίου σέλας.
105τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
106ὅτε γὰρ λαγόνων σε τεκοῦσα
107Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν,
108ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
109μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
110τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς
111εὔολβος ἐθρέψατο Πλούτων.
Πόδαγρος
112Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
Χόρος
113Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
114οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
115οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
116οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
117ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
118καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
119τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
120ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
121πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς,
122χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς
123ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει,
124μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.
Πόδαγρος
125Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων
126ἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴς
127δαίμων φανεῖσα. σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ
128ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.
Χόρος
129Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,
130καὶ πᾶς ποδαγρῶν εὐφημείτω.
131ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς
132βαίνει δαίμων σκίπωνι βάσιν
133στηριξομένη. χαίροις μακάρων
134πολὺ πραοτάτη καὶ σοῖς προπόλοις
135ἵλαος ἔλθοις ὄμματι φαιδρῷ.
136δοίης δὲ πόνοις λύσιν ὠκεῖαν
137ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις.
Ποδάγρα
138Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων
139οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
140ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται
141οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις,
142οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,
143ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,
144πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν.
145οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.
146ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,
147τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,
148κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.
149ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην·
150τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι
151καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην.
152ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,
153ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,
154ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων.
155σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,
156ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,
157ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον,
158τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον,
159κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,
160χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου,
161σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
162ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου·
163ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
164βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
165ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
166τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;
167ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
168στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
169πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
170οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες.
171ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
172ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
173Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
174ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
175ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω
176καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
177εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·
178τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
179ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
180ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων
181πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
182τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
183πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
184ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.
185Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ,
186βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
187ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
188Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
189ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,
190γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.
Χόρος
191Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
192πουλυσθενές, ὀβριμόθυμε θεά,
193κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
194μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
195τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,
196τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας,
197τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,
198ἐπιδεσμοχαρές, κατακλινοβατές,
199κολυσιδρόμα, βασαναστραγάλα,
200σφυροπρησιπύρα, μογισαψεδάφα,
201δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
202περικονδυλοπωρυφίλα,
203γονυκαμψεπίκυρτε Ποδάγρα.
Ἄγγελος
204Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
205ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,
206ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·
207ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
208πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
209μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
210καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
211νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,
212δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει
213ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.
214ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον,
215ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου.
216διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
217πεμπταῖος ἥκω στάδια διανύσας δύο.
Ποδάγρα
218Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
219τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
220ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.
Ἄγγελος
221Πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα,
222ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,
223ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδον
224σχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
225ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ
226ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν
227καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.
228μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ
229ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
230ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,
231δι᾿ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς
232ἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ.
233ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκότα
234πλατεῖα μὲν κέλευθος, ἀλλ’ οὐκ ἀσφαλής·
235τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐχκεῖθ’ ὀχήματα
236ἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν.
237ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα
238δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,
239ἕως ἀπήνη παραδράμῃ τροχήλατος·
240μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.
Ποδάγρα
241Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
242ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
243ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
244ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
245ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.
246ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
247τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες
248τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
249τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;
250λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ
251ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
252Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·
253ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
254ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
255Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν·
256ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·
257Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
258ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
259ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
260ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου·
261Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
262ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
263ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
264ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
Ἰατροὶ
265Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
266λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
267γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
268ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
269ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
Ποδάγρα
270Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.
Ἰατρός
271Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
272καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
273ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
274ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
Ποδάγρα
275Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
276ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
277ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
278ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,
279καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
280ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.
281δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
282βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
283πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
284φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
285σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
286ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
287ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
Πόνοι
288Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·
289κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
290ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
Ποδάγρα
291Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον,
292εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.
293εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐιιοί,
294λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
295ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη.
Ἰατρός
296Ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων.
Πόδαγρος
297Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,
298ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ·
299οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
300οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,
301οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.
302μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
303μή τίς μ’ ἐχίδνης ἰὸς ἀμφιβόσκεται,
304ἢ διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος;
305ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν
306οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,
307ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν.
Ποδάγρα
308Παύσασθε.βάσανοι,καὶπόνους μειώσατε
309τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
310γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν
311ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι.
Χόρος
312Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,
313ἀλλ’ ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,
314οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
315ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ.
316πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη.
317ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
318Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,
319ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·
320οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,
321ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
322ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,
323κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,
324εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
325Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,
326μελέται δὲ πόνων καὶ τὸ σύνηθες
327τοὺς ποδαγρῶντας παραμυθείσθω.
328ὅθεν εὐθύμως, ὦ σύγκληροι,
329λήσεσθε πόνων,
330εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
331τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.
332πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντων
333ἐμπαιξόμενος καὶ σκωπτόμενος·
334τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.