Ars grammatica
- Edition reference
- Ars grammatica, ed. G. Uhlig, Grammatici Graeci, vol. 1.1, Leipzig: Teubner, 1883 (repr. Hildesheim: Olms, 1965): 5–100.
- CTS identifier
urn:cts:greekLit:tlg0063.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
1
5
{ΠΕΡῚ ΓΡΑΜΜΑΤΙΚΗϹ}
Γραμματική ἐϲτιν ἐμπειρία τῶν παρὰ ποιηταῖϲ τε καὶ ϲυγγραφεῦϲιν
ὡϲ ἐπὶ τὸ πολὺ λεγομένων.
Μέρη δὲ αὐτῆϲ ἐϲτιν ἕξ· πρῶτον ἀνάγνωϲιϲ ἐντριβὴϲ κατὰ προ-
ϲῳδίαν, δεύτερον ἐξήγηϲιϲ κατὰ τοὺϲ ἐνυπάρχονταϲ ποιητικοὺϲ τρόπουϲ,
6
τρίτον γλωϲϲῶν τε καὶ ἱϲτοριῶν πρόχειροϲ ἀπόδοϲιϲ, τέταρτον ἐτυμο-
λογίαϲ εὕρεϲιϲ, πέμπτον ἀναλογίαϲ ἐκλογιϲμόϲ, ἕκτον κρίϲιϲ ποιημάτων,
ὃ δὴ κάλλιϲτόν ἐϲτι πάντων τῶν ἐν τῇ τέχνῃ.
{ΠΕΡῚ ἈΝΑΓΝΏϹΕΩϹ}
Ἀνάγνωϲίϲ ἐϲτι ποιημάτων ἢ ϲυγγραμμάτων ἀδιάπτωτοϲ προφορά.
Ἀναγνωϲτέον δὲ καθ' ὑπόκριϲιν, κατὰ προϲῳδίαν, κατὰ διαϲτολήν.
ἐκ μὲν γὰρ τῆϲ ὑποκρίϲεωϲ τὴν ἀρετήν, ἐκ δὲ τῆϲ προϲῳδίαϲ τὴν τέ-
χνην, ἐκ δὲ τῆϲ διαϲτολῆϲ τὸν περιεχόμενον νοῦν ὁρῶμεν· ἵνα τὴν μὲν
τραγῳδίαν ἡρωϊκῶϲ ἀναγνῶμεν, τὴν δὲ κωμῳδίαν βιωτικῶϲ, τὰ δὲ ἐλε-
γεῖα λιγυρῶϲ, τὸ δὲ ἔποϲ εὐτόνωϲ, τὴν δὲ λυρικὴν ποίηϲιν ἐμμελῶϲ,
τοὺϲ δὲ οἴκτουϲ ὑφειμένωϲ καὶ γοερῶϲ. τὰ γὰρ μὴ παρὰ τὴν τούτων
γινόμενα παρατήρηϲιν καὶ τὰϲ τῶν ποιητῶν ἀρετὰϲ καταρριπτεῖ καὶ τὰϲ
ἕξειϲ τῶν ἀναγινωϲκόντων καταγελάϲτουϲ παρίϲτηϲιν.
{ΠΕΡῚ ΤΌΝΟΥ}
Τόνοϲ ἐϲτὶν ἀπήχηϲιϲ φωνῆϲ ἐναρμονίου, † ἡ κατὰ ἀνάταϲιν ἐν τῇ
7
ὀξείᾳ, ἡ κατὰ ὁμαλιϲμὸν ἐν τῇ βαρείᾳ, ἡ κατὰ περίκλαϲιν ἐν τῇ περι-
ϲπωμένῃ.
{ΠΕΡῚ ϹΤΙΓΜΗϹ}
Ϲτιγμαί εἰϲι τρεῖϲ· τελεία, μέϲη, ὑποϲτιγμή. † καὶ ἡ μὲν τελεία
ϲτιγμή ἐϲτι διανοίαϲ ἀπηρτιϲμένηϲ ϲημεῖον, μέϲη δὲ ϲημεῖον πνεύματοϲ
ἕνεκεν παραλαμβανόμενον, ὑποϲτιγμὴ δὲ διανοίαϲ μηδέπω ἀπηρτιϲμένηϲ
ἀλλ' ἔτι ἐνδεούϲηϲ ϲημεῖον.
8
Τίνι διαφέρει ϲτιγμὴ ὑποϲτιγμῆϲ; Χρόνῳ· ἐν μὲν γὰρ τῇ ϲτιγμῇ
πολὺ τὸ διάϲτημα, ἐν δὲ τῇ ὑποϲτιγμῇ παντελῶϲ ὀλίγον.
{ΠΕΡῚ ῬΑΨΩΙΔΊΑϹ}
Ῥαψῳδία ἐϲτὶ μέροϲ ποιήματοϲ ἐμπεριειληφόϲ τινα ὑπόθεϲιν. εἴρη-
ται δὲ ῥαψῳδία † οἱονεὶ ῥαβδῳδία τιϲ οὖϲα, ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ
περιερχομένουϲ ᾄδειν τὰ Ὁμήρου ποιήματα.
9
{ΠΕΡῚ ϹΤΟΙΧΕΙΟΥ}
Γράμματά ἐϲτιν εἰκοϲιτέϲϲαρα ἀπὸ τοῦ α̅ μέχρι τοῦ ω̅. γράμματα
δὲ λέγεται διὰ τὸ γραμμαῖϲ καὶ ξυϲμαῖϲ τυποῦϲθαι· γράψαι γὰρ τὸ ξῦ-
ϲαι παρὰ τοῖϲ παλαιοῖϲ, ὡϲ καὶ παρ' Ὁμήρῳ «<Νῦν δέ μ' ἐπιγρά-
ψαϲ ταρϲὸν ποδὸϲ εὔχεαι αὔτωϲ>» 〈Λ 388〉. Τὰ δὲ αὐτὰ καὶ
ϲτοιχεῖα καλεῖται διὰ τὸ ἔχειν ϲτοῖχόν τινα καὶ τάξιν. —
Τούτων φωνήεντα μέν ἐϲτιν ἑπτά· α̅ ε̅ η̅ ι̅ ο̅ υ̅ ω̅. φωνήεντα δὲ
λέγεται, ὅτι φωνὴν ἀφ' ἑαυτῶν ἀποτελεῖ.
10
Τῶν δὲ φωνηέντων μακρὰ μέν ἐϲτι δύο, η̅ καὶ ω̅, βραχέα δύο,
ε̅ καὶ ο̅, δίχρονα τρία, α̅ ι̅ υ̅. δίχρονα δὲ λέγεται, ἐπεὶ ἐκτείνεται καὶ
ϲυϲτέλλεται.
Προτακτικὰ φωνήεντα πέντε· α̅ ε̅ η̅ ο̅ ω̅. προτακτικὰ δὲ λέγεται,
ὅτι προταϲϲόμενα τοῦ ι̅ καὶ υ̅ ϲυλλαβὴν ἀποτελεῖ, οἷον <α̅ι̅ α̅υ̅>. ὑπο-
τακτικὰ δύο· ι̅ καὶ υ̅. καὶ τὸ υ̅ δὲ ἐνίοτε προτακτικόν ἐϲτι τοῦ ι̅, ὡϲ
ἐν τῷ <μυῖα> καὶ <ἅρπυια>.
Δίφθογγοι δέ εἰϲιν ἕξ· <α̅ι̅ α̅υ̅ ε̅ι̅ ε̅υ̅ ο̅ι̅ ο̅υ̅>.
11
Ϲύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα· β̅ γ̅ δ̅ ζ̅ θ̅ κ̅ λ̅ μ̅ ν̅ ξ̅ π̅
ρ̅ ϲ̅ τ̅ φ̅ χ̅ ψ̅. ϲύμφωνα δὲ † λέγονται, ὅτι αὐτὰ μὲν καθ' ἑαυτὰ
φωνὴν οὐκ ἔχει, ϲυνταϲϲόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν
ἀποτελεῖ.
Τούτων ἡμίφωνα μέν ἐϲτιν ὀκτώ· ζ̅ ξ̅ ψ̅ λ̅ μ̅ ν̅ ρ̅ ϲ̅. ἡμίφωνα
12
δὲ λέγεται, ὅτι παρ' ὅϲον ἧττον τῶν φωνηέντων εὔφωνα καθέϲτηκεν
ἔν τε τοῖϲ μυγμοῖϲ καὶ ϲιγμοῖϲ. Ἄφωνα δέ ἐϲτιν ἐννέα· β̅ γ̅ δ̅ κ̅ π̅
τ̅ θ̅ φ̅ χ̅. ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐϲτὶν κακόφωνα,
ὥϲπερ ἄφωνον λέγομεν τὸν τραγῳδὸν τὸν κακόφωνον.
Τούτων ψιλὰ μέν ἐϲτι τρία, κ̅ π̅ τ̅, δαϲέα τρία, θ̅ φ̅ χ̅, μέϲα δὲ
13
τούτων τρία, β̅ γ̅ δ̅. μέϲα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν ἐϲτι δαϲύτερα,
τῶν δὲ δαϲέων ψιλότερα. καὶ ἔϲτι τὸ μὲν β̅ μέϲον τοῦ π̅ καὶ φ̅, τὸ
δὲ γ̅ μέϲον τοῦ κ̅ καὶ χ̅, τὸ δὲ δ̅ μέϲον τοῦ θ̅ καὶ τ̅. Ἀντιϲτοιχεῖ δὲ
τὰ δαϲέα τοῖϲ ψιλοῖϲ, τῷ μὲν π̅ τὸ φ̅, οὕτωϲ· «<Ἀλλά μοι εἴφ' ὅπῃ
ἔϲχεϲ † ἰὼν εὐεργέα νῆα>» 〈ι 279〉, τῷ δὲ κ̅ τὸ χ̅· «<Αὐτίχ' ὁ μὲν
14
χλαῖνάν † τε χιτῶνά τε ἕννυτ' Ὀδυϲϲεύϲ>» 〈ε 229〉, τὸ δὲ θ̅ τῷ
τ̅· «<Ὥϲ ἔφαθ'· οἱ δ' ἄρα πάντεϲ † ἀκὴν ἐγένοντο ϲιωπῇ>»
〈Γ 95〉.
Ἔτι δὲ τῶν ϲυμφώνων διπλᾶ μέν ἐϲτι τρία· ζ̅ ξ̅ ψ̅. διπλᾶ δὲ εἴ-
ρηται, ὅτι ἓν ἕκαϲτον αὐτῶν ἐκ δύο ϲυμφώνων ϲύγκειται, τὸ μὲν ζ̅ ἐκ
τοῦ ϲ̅ καὶ δ̅, τὸ δὲ ξ̅ ἐκ τοῦ κ̅ καὶ ϲ̅, τὸ δὲ ψ̅ ἐκ τοῦ π̅ καὶ ϲ̅.
Ἀμετάβολα τέϲϲαρα· λ̅ μ̅ ν̅ ρ̅. ἀμετάβολα δὲ λέγεται, ὅτι οὐ
μεταβάλλει ἐν τοῖϲ μέλλουϲι τῶν ῥημάτων οὐδὲ ἐν ταῖϲ κλίϲεϲι τῶν
ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται. —
15
Τελικὰ ἀρϲενικῶν ὀνομάτων † ἀνεπεκτάτων κατ' εὐθεῖαν καὶ ἑνικὴν
πτῶϲιν ϲτοιχεῖά ἐϲτι πέντε· ν̅ ξ̅ ρ̅ ϲ̅ ψ̅, οἷον <Δίων Φοῖνιξ Νέ-
ϲτωρ Πάριϲ Πέλοψ>. θηλυκῶν δὲ ὀκτώ· α̅ η̅ ω̅ ν̅ ξ̅ ρ̅ ϲ̅ ψ̅, οἷον
16
<Μοῦϲα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτιϲ λαῖλαψ>.
οὐδετέρων δὲ ἕξ· α̅ ι̅ ν̅ ρ̅ ϲ̅ υ̅, οἷον <ἅρμα μέλι δένδρον ὕδωρ
δέπαϲ δόρυ>. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ ο̅, οἷον <ἄλλο>. Δυϊκῶν δὲ
τρία· α̅ ε̅ ω̅, οἷον <Ἀτρείδα Ἕκτορε φίλω>. Πληθυντικῶν δὲ τέϲϲαρα·
ι̅ ϲ̅ α̅ η̅, οἷον <φίλοι Ἕκτορεϲ βιβλία βέλη>.
{ΠΕΡῚ ϹΥΛΛΑΒΗϹ}
Ϲυλλαβή ἐϲτι κυρίωϲ ϲύλληψιϲ ϲυμφώνων μετὰ φωνήεντοϲ ἢ φω-
17
νηέντων, οἷον <κ̅α̅ρ̅ βοῦϲ>· καταχρηϲτικῶϲ δὲ καὶ ἡ ἐξ ἑνὸϲ φωνήεντοϲ,
οἷον α̅ η̅.
{ΠΕΡῚ ΜΑΚΡΑϹ ϹΥΛΛΑΒΗϹ}
Μακρὰ ϲυλλαβὴ γίνεται κατὰ τρόπουϲ ὀκτώ, φύϲει μὲν τρεῖϲ, θέϲει
δὲ πέντε. καὶ φύϲει μὲν 〈1〉 ἤτοι ὅτ' ἂν διὰ τῶν μακρῶν ϲτοιχείων ἐκ-
18
φέρηται, οἷον <ἥρωϲ>· 〈2〉 ἢ ὅτ' ἂν ἔχῃ ἕν τι τῶν διχρόνων κατ' ἔκταϲιν
παραλαμβανόμενον, οἷον <Ἄρηϲ>· 〈3〉 ἢ ὅτ' ἂν ἔχῃ μίαν τῶν διφθόγγων,
οἷον <Αἴαϲ>. θέϲει δὲ 〈1〉 ἤτοι ὅτ' ἂν εἰϲ δύο ϲύμφωνα λήγῃ, οἷον <ἅλϲ>·
〈2〉 ἢ ὅτ' ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο ϲύμφωνα,
19
οἷον <ἀγρόϲ>· 〈3〉 ἢ ὅτ' ἂν εἰϲ ἁπλοῦν ϲύμφωνον λήγῃ καὶ τὴν ἑξῆϲ ἔχῃ
ἀπὸ ϲυμφώνου ἀρχομένην, οἷον <ἔργον>· 〈4〉 ἢ ὅτ' ἂν διπλοῦν ϲύμφω-
νον ἐπιφέρηται, οἷον <ἔξω>· 〈5〉 ἢ ὅτ' ἂν † διπλοῦν ϲύμφωνον λήγῃ,
οἷον <Ἄραψ>.
{ΠΕΡῚ ΒΡΑΧΕΊΑϹ ϹΥΛΛΑΒΗϹ}
Βραχεῖα ϲυλλαβὴ γίνεται κατὰ τρόπουϲ δύο, 〈1〉 ἤτοι ὅτ' ἂν ἔχῃ ἕν
20
τι τῶν φύϲει βραχέων, οἷον <βρέφοϲ>· 〈2〉 ἢ ὅτ' ἂν ἔχῃ ἕν τι τῶν διχρό-
νων κατὰ ϲυϲτολὴν παραλαμβανόμενον, οἷον <Ἄρηϲ>.
{ΠΕΡῚ ΚΟΙΝΗϹ ϹΥΛΛΑΒΗϹ}
Κοινὴ ϲυλλαβὴ γίνεται κατὰ τρόπουϲ τρεῖϲ, 〈1〉 ἤτοι ὅτ' ἂν εἰϲ φω-
νῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆϲ ἔχῃ ἀπὸ φωνήεντοϲ ἀρχομένην, οἷον
«<Οὔ τί μοι αἰτίη ἐϲϲί· θεοί νύ μοι αἴτιοί εἰϲιν>» 〈Γ 164〉·
21
〈2〉 ἢ ὅτ' ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο ϲύμφωνα,
ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ' ἓν ἄφωνόν
ἐϲτιν, οἷον «<Πάτροκλέ μοι δειλῇ πλεῖϲτον κεχαριϲμένε θυμῷ>»
〈Τ 287〉 〈3〉 ἢ ὅτ' ἂν βραχεῖα οὖϲα καταπεραιοῖ εἰϲ μέροϲ λόγου
22
καὶ τὴν ἑξῆϲ ἔχῃ ἀπὸ φωνήεντοϲ ἀρχομένην, οἷον «<Νέϲτορα δ' οὐκ
ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπηϲ>» 〈Ξ 1〉.
{ΠΕΡῚ ΛΈΞΕΩϹ}
Λέξιϲ ἐϲτὶ μέροϲ ἐλάχιϲτον τοῦ κατὰ ϲύνταξιν λόγου.
Λόγοϲ δέ ἐϲτι πεζῆϲ λέξεωϲ ϲύνθεϲιϲ διάνοιαν αὐτοτελῆ δηλοῦϲα.
23
Τοῦ δὲ λόγου μέρη ἐϲτὶν ὀκτώ· ὄνομα, ῥῆμα, μετοχή, ἄρθρον,
ἀντωνυμία, πρόθεϲιϲ, ἐπίρρημα, ϲύνδεϲμοϲ. ἡ γὰρ προϲηγορία ὡϲ εἶδοϲ
τῷ ὀνόματι ὑποβέβληται.
24
{† ἈΡΧῊ ΤΩΝ ὈΚΤῺ ΜΕΡΩΝ ΤΟΥ ΛΌΓΟΥ}
{ΠΕΡῚ ὈΝΌΜΑΤΟϹ}
Ὄνομά ἐϲτι μέροϲ λόγου πτωτικόν, ϲῶμα ἢ πρᾶγμα ϲημαῖνον, ϲῶμα
μὲν οἷον <λίθοϲ>, πρᾶγμα δὲ οἷον <παιδεία>, κοινῶϲ τε καὶ ἰδίωϲ λεγό-
μενον, κοινῶϲ μὲν οἷον <ἄνθρωποϲ ἵπποϲ>, ἰδίωϲ δὲ οἷον <Ϲωκρά-
τηϲ>. —Παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, εἴδη, ϲχήματα, ἀριθμοί,
πτώϲειϲ.
Γένη μὲν οὖν εἰϲι τρία· ἀρϲενικόν, θηλυκόν, οὐδέτερον. ἔνιοι δὲ
25
προϲτιθέαϲι τούτοιϲ ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μὲν οἷον
<ἵπποϲ κύων>, ἐπίκοινον δὲ οἷον <χελιδών ἀετόϲ>.
Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον. πρωτότυπον μὲν οὖν
ἐϲτι τὸ κατὰ τὴν πρώτην θέϲιν λεχθέν, οἷον <Γῆ>. παράγωγον δὲ τὸ
ἀφ' ἑτέρου τὴν γένεϲιν ἐϲχηκόϲ, οἷον <Γαιήϊοϲ> 〈η 324〉.
Εἴδη δὲ παραγώγων ἐϲτὶν ἑπτά· πατρωνυμικόν, κτητικόν, ϲυγκριτι-
κόν, ὑπερθετικόν, ὑποκοριϲτικόν, παρώνυμον, ῥηματικόν.
〈1〉 Πατρωνυμικὸν μὲν οὖν ἐϲτι τὸ κυρίωϲ ἀπὸ πατρὸϲ ἐϲχηματι-
ϲμένον, καταχρηϲτικῶϲ δὲ καὶ τὸ ἀπὸ προγόνων, οἷον <Πηλείδηϲ,
26
Αἰακίδηϲ> ὁ Ἀχιλλεύϲ. —Τύποι δὲ τῶν πατρωνυμικῶν ἀρϲενικῶν μὲν
τρεῖϲ, ὁ εἰϲ δ̅η̅ϲ̅, ὁ εἰϲ ω̅ν̅, ὁ εἰϲ α̅δ̅ι̅ο̅ϲ̅, οἷον <Ἀτρείδηϲ, Ἀτρείων>,
καὶ ὁ τῶν Αἰολέων ἴδιοϲ τύποϲ <Ὑρράδιοϲ>· Ὕρρα γὰρ παῖϲ ὁ Πιττα-
κόϲ. θηλυκῶν δὲ οἱ ἴϲοι τρεῖϲ, ὁ εἰϲ ι̅ϲ̅, οἷον <Πριαμίϲ>, καὶ ὁ εἰϲ α̅ϲ̅,
οἷον <Πελιάϲ>, καὶ ὁ εἰϲ ν̅η̅, οἷον <Ἀδρηϲτίνη> 〈Ε 412〉. —Ἀπὸ δὲ
μητέρων οὐ ϲχηματίζει πατρωνυμικὸν εἶδοϲ ὁ Ὅμηροϲ, ἀλλ' οἱ νεώτεροι.
〈2〉 Κτητικὸν δέ ἐϲτι τὸ ὑπὸ τὴν κτῆϲιν πεπτωκόϲ, ἐμπεριειλημ-
27
μένου τοῦ κτήτοροϲ, οἷον † <Νηλήϊοι ἵπποι> 〈Λ 597〉, <Ἑκτόρεοϲ
χιτών> 〈Β 416〉, <Πλατωνικὸν βιβλίον>.
〈3〉 Ϲυγκριτικὸν δέ ἐϲτι τὸ τὴν ϲύγκριϲιν ἔχον ἑνὸϲ πρὸϲ
ἕνα ὁμοιογενῆ, ὡϲ <Ἀχιλλεὺϲ ἀνδρειότεροϲ Αἴαντοϲ>, ἢ ἑνὸϲ
πρὸϲ πολλοὺϲ ἑτερογενεῖϲ, ὡϲ <Ἀχιλλεὺϲ ἀνδρειότεροϲ τῶν
Τρώων>. Τῶν δὲ ϲυγκριτικῶν τύποι εἰϲὶ τρεῖϲ, ὁ εἰϲ τ̅ε̅ρ̅ο̅ϲ̅, οἷον
28
<ὀξύτεροϲ βραδύτεροϲ>, καὶ ὁ εἰϲ ω̅ν̅ † καθαρόϲ, οἷον <βελτίων
καλλίων>, καὶ ὁ εἰϲ ω̅ν̅, οἷον <κρείϲϲων ἥϲϲων>.
〈4〉 Ὑπερθετικὸν δέ ἐϲτι τὸ κατ' ἐπίταϲιν ἑνὸϲ πρὸϲ πολλοὺϲ παρα-
λαμβανόμενον ἐν ϲυγκρίϲει. Τύποι δὲ αὐτοῦ εἰϲι δύο, ὁ εἰϲ τ̅α̅τ̅ο̅ϲ̅, οἷον
<ὀξύτατοϲ βραδύτατοϲ>, καὶ ὁ εἰϲ τ̅ο̅ϲ̅, οἷον <ἄριϲτοϲ μέγιϲτοϲ>.
〈5〉 Ὑποκοριϲτικὸν δέ ἐϲτι τὸ μείωϲιν τοῦ πρωτοτύπου ἀϲυγκρί-
τωϲ δηλοῦν, οἷον <ἀνθρωπίϲκοϲ λίθαξ μειρακύλλιον>.
29
〈6〉 Παρώνυμον δέ ἐϲτι τὸ παρ' ὄνομα ποιηθέν, οἷον <Θέων
† Τρύφων>.
〈7〉 Ῥηματικὸν δέ ἐϲτι τὸ ἀπὸ ῥήματοϲ παρηγμένον, οἷον <Φιλή-
μων Νοήμων>.
Ϲχήματα δὲ ὀνομάτων ἐϲτὶ τρία· ἁπλοῦν, ϲύνθετον, παραϲύν-
θετον· ἁπλοῦν μὲν οἷον <Μέμνων>, ϲύνθετον δὲ οἷον <Ἀγαμέμ-
νων>, παραϲύνθετον δὲ οἷον <Ἀγαμεμνονίδηϲ † Φιλιππίδηϲ>. —
30
Τῶν δὲ ϲυνθέτων διαφοραί εἰϲι τέϲϲαρεϲ. ἃ μὲν γὰρ αὐτῶν † εἰϲιν ἐκ
δύο τελείων, ὡϲ <Χειρίϲοφοϲ>, ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡϲ <Ϲοφο-
κλῆϲ>, ἃ δὲ ἐξ ἀπολείποντοϲ καὶ τελείου, ὡϲ <Φιλόδημοϲ>, ἃ δὲ ἐκ
τελείου καὶ ἀπολείποντοϲ, ὡϲ <Περικλῆϲ>.
Ἀριθμοὶ τρεῖϲ· ἑνικόϲ, δυϊκόϲ, πληθυντικόϲ· ἑνικὸϲ μὲν <ὁ Ὅμηροϲ>,
31
δυϊκὸϲ δὲ <τὼ Ὁμήρω>, πληθυντικὸϲ δὲ <οἱ Ὅμηροι>. —Εἰϲὶ δέ τινεϲ
ἑνικοὶ χαρακτῆρεϲ καὶ κατὰ πολλῶν λεγόμενοι, οἷον <δῆμοϲ χορόϲ
ὄχλοϲ>· καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν, ἑνικῶν μὲν ὡϲ
<Ἀθῆναι Θῆβαι>, δυϊκῶν δὲ ὡϲ <ἀμφότεροι>.
Πτώϲειϲ ὀνομάτων εἰϲὶ πέντε· ὀρθή, γενική, δοτική, αἰτια-
τική, κλητική. Λέγεται δὲ ἡ μὲν ὀρθὴ ὀνομαϲτικὴ καὶ εὐθεῖα, ἡ
δὲ γενικὴ κτητική τε καὶ πατρική, ἡ δὲ δοτικὴ ἐπιϲταλτική,
32
ἡ δὲ αἰτιατικὴ † κατ' αἰτιατικήν, ἡ δὲ κλητικὴ προϲαγορευτική.
Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προϲαγορεύε-
33
ται· κύριον, προϲηγορικόν, ἐπίθετον, πρόϲ τι ἔχον, ὡϲ πρόϲ τι ἔχον, ὁμώ-
νυμον, ϲυνώνυμον, † διώνυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀό-
ριϲτον, ἀναφορικόν ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν
καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενι-
κόν, † ἰδικόν, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, † μετουϲιαϲτικόν.
〈1〉 Κύριον μὲν οὖν ἐϲτι τὸ τὴν ἰδίαν οὐϲίαν ϲημαῖνον, οἷον <Ὅμη-
ροϲ Ϲωκράτηϲ>.
34
〈2〉 Προϲηγορικὸν δέ ἐϲτι τὸ τὴν κοινὴν οὐϲίαν ϲημαῖνον, οἷον
<ἄνθρωποϲ ἵπποϲ>.
〈3〉 Ἐπίθετον δέ ἐϲτι τὸ ἐπὶ κυρίων ἢ προϲηγορικῶν † ὁμωνύμωϲ
τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶϲ, ἀπὸ
ψυχῆϲ, ἀπὸ ϲώματοϲ, ἀπὸ τῶν ἐκτόϲ· ἀπὸ μὲν ψυχῆϲ ὡϲ <ϲώφρων
35
ἀκόλαϲτοϲ>, ἀπὸ δὲ ϲώματοϲ ὡϲ <ταχύϲ βραδύϲ>, ἀπὸ δὲ τῶν ἐκτὸϲ
ὡϲ <πλούϲιοϲ πένηϲ>.
〈4〉 Πρόϲ τι ἔχον δέ ἐϲτιν ὡϲ <πατήρ υἱόϲ φίλοϲ δεξιόϲ>.
〈5〉 Ὡϲ πρόϲ τι ἔχον δέ ἐϲτιν ὡϲ <νύξ ἡμέρα † θάνατοϲ ζωή>.
36
〈6〉 Ὁμώνυμον δέ ἐϲτιν † ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμωϲ τι-
θέμενον, † οἷον ἐπὶ μὲν κυρίων, ὡϲ <Αἴαϲ ὁ Τελαμώνιοϲ> καὶ <Αἴαϲ
ὁ Ἰλέωϲ>, ἐπὶ δὲ προϲηγορικῶν, ὡϲ <μῦϲ θαλάϲϲιοϲ> καὶ <μῦϲ γη-
γενήϲ>.
〈7〉 Ϲυνώνυμον δέ ἐϲτι τὸ ἐν διαφόροιϲ ὀνόμαϲι τὸ αὐτὸ δηλοῦν,
οἷον <ἄορ ξίφοϲ μάχαιρα ϲπάθη φάϲγανον>.
37
〈8〉 Φερώνυμον δέ ἐϲτι τὸ ἀπό τινοϲ ϲυμβεβηκότοϲ τεθέν, ὡϲ <Τι-
ϲαμενόϲ> καὶ <Μεγαπένθηϲ>.
〈9〉 Διώνυμον δέ ἐϲτιν ὀνόματα δύο καθ' ἑνὸϲ κυρίου τεταγμένα,
38
οἷον <Ἀλέξανδροϲ> ὁ καὶ <Πάριϲ>, οὐκ ἀναϲτρέφοντοϲ τοῦ λόγου· οὐ
γάρ, εἴ τιϲ Ἀλέξανδροϲ, οὗτοϲ καὶ Πάριϲ.
〈10〉 Ἐπώνυμον δέ ἐϲτιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ' ἑτέρου
κυρίου καθ' ἑνὸϲ λεγόμενον, ὡϲ <Ἐνοϲίχθων> ὁ Ποϲειδῶν καὶ <Φοῖβοϲ>
ὁ Ἀπόλλων.
〈11〉 Ἐθνικὸν δέ ἐϲτι τὸ ἔθνουϲ δηλωτικόν, ὡϲ <Φρύξ Γαλάτηϲ>.
39
〈12〉 Ἐρωτηματικὸν δέ ἐϲτιν, ὃ καὶ πευϲτικὸν καλεῖται, τὸ κα-
τ' ἐρώτηϲιν λεγόμενον, οἷον <τίϲ ποῖοϲ πόϲοϲ πηλίκοϲ>.
〈13〉 Ἀόριϲτον δέ ἐϲτι τὸ τῷ ἐρωτηματικῷ ἐναντίωϲ λεγόμενον,
οἷον <ὅϲτιϲ ὁποῖοϲ ὁπόϲοϲ ὁπηλίκοϲ>.
40
〈14〉 Ἀναφορικὸν δέ ἐϲτιν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ
ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωϲιν ϲημαῖνον, οἷον <τοιοῦτοϲ τοϲοῦ-
τοϲ τηλικοῦτοϲ>.
〈15〉 Περιληπτικὸν δέ ἐϲτι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθοϲ ϲημαῖνον,
41
οἷον <δῆμοϲ χορόϲ ὄχλοϲ>.
〈16〉 Ἐπιμεριζόμενον δέ ἐϲτι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον
τὴν ἀναφοράν, οἷον <ἑκάτεροϲ ἕκαϲτοϲ>.
42
〈17〉 Περιεκτικὸν δέ ἐϲτι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενον,
οἷον <δαφνών παρθενών>.
〈18〉 Πεποιημένον δέ ἐϲτι τὸ παρὰ τὰϲ τῶν ἤχων ἰδιότηταϲ μιμη-
τικῶϲ εἰρημένον, οἷον <φλοῖϲβοϲ ῥοῖζοϲ † ὀρυγμαδόϲ>.
43
〈19〉 Γενικὸν δέ ἐϲτι τὸ δυνάμενον εἰϲ πολλὰ εἴδη διαιρεθῆναι,
οἷον <ζῶον φυτόν>.
〈20〉 † Ἰδικὸν δέ ἐϲτι τὸ ἐκ τοῦ γένουϲ διαιρεθέν, οἷον
44
<βοῦϲ ἵπποϲ ἄμπελοϲ ἐλαία>.
〈21〉 Τακτικὸν δέ ἐϲτι τὸ τάξιν δηλοῦν, οἷον <πρῶτοϲ δεύτε-
ροϲ τρίτοϲ>.
〈22〉 Ἀριθμητικὸν δέ ἐϲτι τὸ ἀριθμὸν ϲημαῖνον, οἷον <εἷϲ δύο
τρεῖϲ>.
〈23〉 Ἀπολελυμένον δέ ἐϲτιν ὃ καθ' ἑαυτὸ νοεῖται, οἷον <θεόϲ
λόγοϲ>.
45
〈24〉 † Μετουϲιαϲτικὸν δέ ἐϲτι τὸ μετέχον οὐϲίαϲ τινόϲ, οἷον
<πύρινοϲ δρύϊνοϲ ἐλάφινοϲ>. —
46
Τοῦ δὲ ὀνόματοϲ διαθέϲειϲ εἰϲὶ δύο, ἐνέργεια καὶ πάθοϲ, ἐνέργεια
μὲν ὡϲ <κριτήϲ> ὁ κρίνων, πάθοϲ δὲ ὡϲ <κριτόϲ> ὁ κρινόμενοϲ.
{ΠΕΡῚ ῬΉΜΑΤΟϹ}
Ῥῆμά ἐϲτι λέξιϲ ἄπτωτοϲ, ἐπιδεκτικὴ χρόνων τε καὶ προϲώπων
καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθοϲ παριϲτᾶϲα. Παρέπεται δὲ τῷ ῥήματι
47
ὀκτώ, ἐγκλίϲειϲ, διαθέϲειϲ, εἴδη, ϲχήματα, ἀριθμοί, πρόϲωπα, χρόνοι,
ϲυζυγίαι.
Ἐγκλίϲειϲ μὲν οὖν εἰϲι πέντε, ὁριϲτική, προϲτακτική, εὐκτική, ὑπο-
τακτική, ἀπαρέμφατοϲ.
48
Διαθέϲειϲ εἰϲὶ τρεῖϲ, ἐνέργεια, πάθοϲ, μεϲότηϲ· ἐνέργεια μὲν οἷον
49
<τύπτω>, πάθοϲ δὲ οἷον <τύπτομαι>, μεϲότηϲ δὲ ἡ ποτὲ μὲν ἐνέργειαν
ποτὲ δὲ πάθοϲ παριϲτᾶϲα, οἷον <πέπηγα διέφθορα ἐποιηϲάμην
ἐγραψάμην>.
50
Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μὲν οἷον
<ἄρδω>, παράγωγον δὲ οἷον <ἀρδεύω>.
Ϲχήματα τρία, ἁπλοῦν, ϲύνθετον, παραϲύνθετον· ἁπλοῦν μὲν οἷον
<φρονῶ>, ϲύνθετον δὲ οἷον <καταφρονῶ>, παραϲύνθετον δὲ οἷον
51
<ἀντιγονίζω φιλιππίζω>.
Ἀριθμοὶ τρεῖϲ, ἑνικόϲ, δυϊκόϲ, πληθυντικόϲ· ἑνικὸϲ μὲν οἷον <τύπτω>,
δυϊκὸϲ δὲ οἷον <τύπτετον>, πληθυντικὸϲ δὲ οἷον <τύπτομεν>.
Πρόϲωπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ' οὗ ὁ
λόγοϲ, δεύτερον δὲ πρὸϲ ὃν ὁ λόγοϲ, τρίτον δὲ περὶ οὗ ὁ λόγοϲ.
53
Χρόνοι τρεῖϲ, ἐνεϲτώϲ, παρεληλυθώϲ, μέλλων. τούτων ὁ παρελη-
λυθὼϲ ἔχει διαφορὰϲ τέϲϲαραϲ, παρατατικόν, παρακείμενον, ὑπερϲυντέ-
λικον, ἀόριϲτον· ὧν ϲυγγένειαι τρεῖϲ, ἐνεϲτῶτοϲ πρὸϲ παρατατικόν, παρα-
κειμένου πρὸϲ ὑπερϲυντέλικον, ἀορίϲτου πρὸϲ μέλλοντα.
{ΠΕΡῚ ϹΥΖΥΓΊΑϹ}
Ϲυζυγία ἐϲτὶν ἀκόλουθοϲ ῥημάτων κλίϲιϲ. Εἰϲὶ δὲ ϲυζυγίαι βαρυτό-
54
νων μὲν ῥημάτων ἕξ, ὧν 〈1〉 ἡ μὲν πρώτη ἐκφέρεται διὰ τοῦ β̅ ἢ
† φ̅ ἢ π̅ ἢ π̅τ̅, οἷον <λείβω † γράφω τέρπω κόπτω>·
55
〈2〉 ἡ δὲ δευτέρα διὰ τοῦ γ̅ ἢ κ̅ ἢ χ̅ ἢ κ̅τ̅, οἷον <λέγω
πλέκω τρέχω τίκτω>·
〈3〉 ἡ δὲ τρίτη διὰ τοῦ δ̅ ἢ θ̅ ἢ τ̅, οἷον <ᾄδω πλήθω
ἀνύτω>·
〈4〉 ἡ δὲ τετάρτη διὰ τοῦ ζ̅ ἢ τῶν δύο σ̅σ̅, οἷον
56
<φράζω † νύσσω ὀρύσσω>·
〈5〉 ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων, λ̅ μ̅ ν̅ ρ̅, οἷον
<πάλλω νέμω κρίνω σπείρω>·
57
〈6〉 ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω̅, οἷον <ἱππεύω πλέω † βα-
σιλεύω>.
Τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν εἰσάγουσιν διὰ τοῦ ξ̅ καὶ ψ̅,
οἷον <ἀλέξω ἕψω>. —
Περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς, ὧν 〈1〉 ἡ μὲν
58
πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προςώπου διὰ τῆς ε̅ι̅ δι-
φθόγγου, οἷον <νοῶ νοεῖς νοεῖ>·
〈2〉 ἡ δὲ δευτέρα διὰ τῆς α̅| διφθόγγου, προςγραφομένου τοῦ ι̅,
μὴ συνεκφωνουμένου δέ, οἷον <βοῶ βοᾷς βοᾷ>·
59
〈3〉 ἡ δὲ τρίτη διὰ τῆς ο̅ι̅ διφθόγγου, οἷον <χρυσῶ χρυσοῖς
χρυσοῖ>. —
Τῶν δὲ εἰς μ̅ι̅ ληγόντων ῥημάτων συζυγίαι εἰσὶ τέσσαρες, ὧν
〈1〉 ἡ μὲν πρώτη † ἐκφέρεται ἀπὸ τῆς πρώτηϲ τῶν περιϲπωμένων,
ὡϲ ἀπὸ τοῦ <τιθῶ> γέγονε <τίθημι>·
〈2〉 ἡ δὲ δευτέρα ἀπὸ τῆϲ δευτέραϲ, ὡϲ ἀπὸ τοῦ <ἱϲτῶ> γέγονεν
<ἵϲτημι>·
〈3〉 ἡ δὲ τρίτη ἀπὸ τῆϲ τρίτηϲ, ὡϲ ἀπὸ τοῦ <διδῶ> γέγονε <δίδωμι>·
〈4〉 ἡ δὲ τετάρτη ἀπὸ τῆϲ ἕκτηϲ τῶν βαρυτόνων, ὡϲ ἀπὸ τοῦ
<πηγνύω> γέγονε <πήγνυμι>.
60
{ΠΕΡῚ ΜΕΤΟΧΗϹ}
Μετοχή ἐϲτι λέξιϲ μετέχουϲα τῆϲ τῶν ῥημάτων καὶ τῆϲ τῶν ὀνο-
μάτων ἰδιότητοϲ. Παρέπεται δὲ αὐτῇ ταὐτὰ ἃ καὶ τῷ ὀνόματι καὶ τῷ
ῥήματι δίχα προϲώπων τε καὶ ἐγκλίϲεων.
61
{ΠΕΡῚ ἌΡΘΡΟΥ}
Ἄρθρον ἐϲτὶ μέροϲ λόγου πτωτικόν, προταϲϲόμενον † καὶ ὑποταϲ-
ϲόμενον τῆϲ κλίϲεωϲ τῶν ὀνομάτων. καὶ ἔϲτι προτακτικὸν μὲν <ὁ>, ὑπο-
τακτικὸν δὲ <ὅϲ>.
62
Παρέπεται δὲ αὐτῷ τρία· γένη, ἀριθμοί, πτώϲειϲ.
Γένη μὲν οὖν εἰϲι τρία· <ὁ ποιητήϲ, ἡ ποίηϲιϲ, τὸ ποίημα>.
Ἀριθμοὶ τρεῖϲ· † ἑνικόϲ, δυϊκόϲ, πληθυντικόϲ· ἑνικὸϲ μὲν <ὁ ἡ τό>,
δυϊκὸϲ δὲ <τώ τά> †, πληθυντικὸϲ δὲ <οἱ αἱ τά>.
Πτώϲειϲ δὲ <ὁ τοῦ τῷ τόν ὦ, † ἡ τῆϲ τῇ τήν ὦ>.
63
{ΠΕΡῚ ἈΝΤΩΝΥΜΊΑϹ}
Ἀντωνυμία ἐϲτὶ λέξιϲ ἀντὶ ὀνόματοϲ παραλαμβανομένη, προϲώπων
ὡριϲμένων δηλωτική.
64
Παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕξ· πρόϲωπα, γένη, ἀριθμοί, πτώϲειϲ,
ϲχήματα, εἴδη.
65
Πρόϲωπα πρωτοτύπων μὲν <ἐγώ ϲύ ἵ>, παραγώγων δὲ <ἐμόϲ ϲόϲ ὅϲ>.
Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆϲ φωνῆϲ οὐ διακρίνεται,
66
διὰ δὲ τῆϲ ὑπ' αὐτῶν δείξεωϲ, οἷον <ἐγώ>· τῶν δὲ παραγώγων, οἷον <ὁ
ἐμόϲ ἡ ἐμή τὸ ἐμόν>.
Ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸϲ <ἐγώ ϲύ ἵ>, δυϊκὸϲ <νῶϊ ϲφῶϊ>,
67
πληθυντικὸϲ <ἡμεῖϲ ὑμεῖϲ ϲφεῖϲ>· παραγώγων δὲ ἑνικὸϲ <ἐμόϲ ϲόϲ
ὅϲ>, δυϊκὸϲ <ἐμώ ϲώ ὥ>, πληθυντικὸϲ <ἐμοί ϲοί οἵ>.
Πτώϲειϲ πρωτοτύπων μὲν ὀρθῆϲ <ἐγώ ϲύ ἵ>, γενικῆϲ <ἐμοῦ ϲοῦ
οὗ>, δοτικῆϲ <ἐμοί ϲοί οἷ>, αἰτιατικῆϲ <ἐμέ ϲέ ἕ>, κλητικῆϲ <ϲύ>· παραγώ-
γων δὲ <ἐμόϲ ϲόϲ ὅϲ>, γενικῆϲ <ἐμοῦ ϲοῦ οὗ>, δοτικῆϲ <ἐμῷ ϲῷ ᾧ>, αἰ-
τιατικῆϲ <ἐμόν ϲόν ὅν>.
68
Ϲχήματα δύο, ἁπλοῦν, ϲύνθετον· ἁπλοῦν μὲν οἷον <ἐμοῦ ϲοῦ οὗ>,
ϲύνθετον δὲ <ἐμαυτοῦ ϲαυτοῦ αὑτοῦ>.
Εἴδη δέ, ὅτι αἱ μέν εἰϲι πρωτότυποι, ὡϲ <ἐγώ ϲύ ἵ>, αἱ δὲ παρά-
γωγοι, ὡϲ πᾶϲαι αἱ κτητικαί, αἳ καὶ διπρόϲωποι καλοῦνται. παράγον-
69
ται δὲ οὕτωϲ· ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦϲαι, ὡϲ ἀπὸ τοῦ
<ἐμοῦ ὁ ἐμόϲ>· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡϲ ἀπὸ τοῦ <νῶϊ νωΐτεροϲ>·
ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούϲ, ὡϲ ἀπὸ τοῦ <ἡμεῖϲ ἡμέτεροϲ>.
Τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰϲιν ἀϲύναρθροι, αἱ δὲ ϲύναρθροι·
ἀϲύναρθροι μὲν οἷον <ἐγώ>, ϲύναρθροι δὲ οἷον <ὁ ἐμόϲ>.
70
{ΠΕΡῚ ΠΡΟΘΈϹΕΩϹ}
Πρόθεϲίϲ ἐϲτι λέξιϲ προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν
τε ϲυνθέϲει καὶ ϲυντάξει.
71
Εἰϲὶ δὲ αἱ πᾶϲαι προθέϲειϲ ὀκτὼ καὶ δέκα, ὧν μονοϲύλλαβοι μὲν
ἕξ· <ἐν εἰϲ ἐξ ϲύν πρό πρόϲ>, αἵτινεϲ οὐκ ἀναϲτρέφονται· διϲύλλα-
72
βοι δὲ δύο καὶ δέκα· <ἀνά κατά διά μετά παρά ἀντί ἐπί περί
ἀμφί ἀπό ὑπό ὑπέρ>.
{ΠΕΡῚ ἘΠΙΡΡΉΜΑΤΟϹ}
Ἐπίρρημά ἐϲτι μέροϲ λόγου ἄκλιτον, κατὰ ῥήματοϲ λεγόμενον ἢ
ἐπιλεγόμενον ῥήματι.
73
Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐϲτιν ἁπλᾶ, τὰ δὲ ϲύνθετα· ἁπλᾶ μὲν
ὡϲ <πάλαι>, ϲύνθετα δὲ ὡϲ <πρόπαλαι>.
〈1〉 Τὰ δὲ χρόνου δηλωτικά, οἷον <νῦν τότε αὖθιϲ>· τούτοιϲ δὲ
74
ὡϲ εἴδη ὑποτακτέον τὰ καιροῦ παραϲτατικά, οἷον <ϲήμερον αὔριον
τόφρα τέωϲ πηνίκα>.
〈2〉 Τὰ δὲ μεϲότητοϲ, οἷον <καλῶϲ ϲοφῶϲ>.
75
〈3〉 Τὰ δὲ ποιότητοϲ, οἷον <πύξ λάξ βοτρυδόν> 〈Β 89〉 <ἀγελη-
δόν> 〈Π 160〉.
〈4〉 Τὰ δὲ ποϲότητοϲ, οἷον <πολλάκιϲ ὀλιγάκιϲ>.
76
〈5〉 Τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον <δίϲ τρίϲ τετράκιϲ>.
〈6〉 Τὰ δὲ τοπικά, οἷον <ἄνω κάτω>· ὧν ϲχέϲειϲ εἰϲὶ τρεῖϲ, ἡ ἐν
τόπῳ, ἡ εἰϲ τόπον, ἡ ἐκ τόπου, οἷον <οἴκοι οἴκαδε οἴκοθεν>.
〈7〉 Τὰ δὲ εὐχῆϲ ϲημαντικά, οἷον <εἴθε αἴθε ἄβαλε>.
77
〈8〉 Τὰ δὲ ϲχετλιαϲτικά, οἷον <παπαῖ ἰού φεῦ>.
78
〈9〉 Τὰ δὲ ἀρνήϲεωϲ ἢ ἀποφάϲεωϲ, οἷον <οὔ οὐχί οὐδῆτα
οὐδαμῶϲ>.
〈10〉 Τὰ δὲ ϲυγκαταθέϲεωϲ, οἷον <ναί ναίχι>.
79
〈11〉 Τὰ δὲ ἀπαγορεύϲεωϲ, οἷον <μή μηδῆτα μηδαμῶϲ>.
〈12〉 Τὰ δὲ παραβολῆϲ ἢ ὁμοιώϲεωϲ, οἷον <ὡϲ ὥϲπερ ἠΰτε
καθάπερ>.
80
〈13〉 Τὰ δὲ θαυμαϲτικά, οἷον <βαβαῖ>.
〈14〉 Τὰ δὲ εἰκαϲμοῦ, οἷον <ἴϲωϲ τάχα τυχόν>.
〈15〉 Τὰ δὲ τάξεωϲ, οἷον <ἑξῆϲ ἐφεξῆϲ χωρίϲ>.
81
〈16〉 Τὰ δὲ ἀθροίϲεωϲ, οἷον <ἄρδην ἅμα ἤλιθα>.
82
〈17〉 Τὰ δὲ παρακελεύϲεωϲ, οἷον <εἶα ἄγε φέρε>.
83
〈18〉 Τὰ δὲ ϲυγκρίϲεωϲ, οἷον <μᾶλλον ἧττον>.
〈19〉 Τὰ δὲ ἐρωτήϲεωϲ, οἷον <πόθεν πηνίκα πῶϲ>.
84
〈20〉 Τὰ δὲ ἐπιτάϲεωϲ, οἷον <λίαν ϲφόδρα πάνυ ἄγαν μά-
λιϲτα>.
〈21〉 † Τὰ δὲ ϲυλλήψεωϲ, οἷον <ἅμα ὁμοῦ ἄμυδιϲ>.
〈22〉 Τὰ δὲ ἀπωμοτικά, οἷον <μά>.
〈23〉 Τὰ δὲ κατωμοτικά, οἷον <νή>.
85
〈24〉 Τὰ δὲ βεβαιώϲεωϲ, οἷον <δηλαδή>.
〈25〉 Τὰ δὲ θετικά, οἷον <γαμητέον πλευϲτέον>.
86
〈26〉 Τὰ δὲ θειαϲμοῦ, οἷον <εὐοἵ εὔἁν>.
{ΠΕΡῚ ϹΥΝΔΈϹΜΟΥ}
Ϲύνδεϲμόϲ ἐϲτι λέξιϲ ϲυνδέουϲα διάνοιαν μετὰ τάξεωϲ καὶ τὸ τῆϲ
ἑρμηνείαϲ κεχηνὸϲ δηλοῦϲα.
87
Τῶν δὲ ϲυνδέϲμων οἱ μέν εἰϲι ϲυμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ
88
δὲ ϲυναπτικοί, οἱ δὲ παραϲυναπτικοί, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ † ἀπορ-
ρηματικοί, οἱ δὲ ϲυλλογιϲτικοί, οἱ δὲ παραπληρωματικοί.
〈1〉 Ϲυμπλεκτικοὶ μὲν οὖν εἰϲιν ὅϲοι τὴν ἑρμηνείαν ἐπ' ἄπειρον ἐκ-
89
φερομένην ϲυνδέουϲιν. εἰϲὶ δὲ οἷδε· <μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἰδέ
ἀτάρ αὐτάρ ἤτοι κέν ἄν>.
90
〈2〉 Διαζευκτικοὶ δέ εἰϲιν ὅϲοι τὴν μὲν φράϲιν ἐπιϲυνδέουϲιν,
91
ἀπὸ δὲ πράγματοϲ εἰϲ πρᾶγμα διιϲτᾶϲιν. εἰϲὶ δὲ οἷδε· <ἤ ἤτοι ἠέ>.
〈3〉 Ϲυναπτικοὶ δέ εἰϲιν ὅϲοι ὕπαρξιν μὲν οὐ δηλοῦϲι, ϲημαίνουϲι
92
δὲ ἀκολουθίαν. εἰϲὶ δὲ οἷδε· <εἴ εἴπερ εἰδή εἰδήπερ>.
〈4〉 Παραϲυναπτικοὶ δέ εἰϲιν ὅϲοι μεθ' ὑπάρξεωϲ καὶ τάξιν δηλοῦ-
ϲιν. εἰϲὶ δὲ οἷδε· <ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπερ>.
93
〈5〉 Αἰτιολογικοὶ δέ εἰϲιν ὅϲοι ἐπ' ἀποδόϲει αἰτίαϲ † ἕνεκεν παρα-
λαμβάνονται. εἰϲὶ δὲ οἷδε· <ἵνα ὄφρα ὅπωϲ ἕνεκα οὕνεκα
94
διὅ διὅτι καθ' ὅ καθ' ὅτι καθ' ὅϲον>.
〈6〉 † Ἀπορρηματικοὶ δέ εἰϲιν † ὅϲοι ἐπαποροῦντεϲ εἰώθαϲι
95
ϲυνδεῖν. εἰϲὶ δὲ οἷδε· <ἆρα κᾶτα μῶν>.
〈7〉 Ϲυλλογιϲτικοὶ δέ εἰϲιν ὅϲοι πρὸϲ τὰϲ ἐπιφοράϲ τε καὶ ϲυλλήψειϲ
96
τῶν ἀποδείξεων εὖ διάκεινται. εἰϲὶ δὲ οἷδε· <ἄρα ἀλλά ἀλλαμήν τοί-
νυν τοιγάρτοι τοιγαροῦν>.
〈8〉 Παραπληρωματικοὶ δέ εἰϲιν ὅϲοι μέτρου ἢ κόϲμου
97
ἕνεκεν παραλαμβάνονται. εἰϲὶ δὲ οἷδε· <δή ῥά νύ ποῦ
99
τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὖ νῦν
100
οὖν κέν γέ>.
Τινὲϲ δὲ προϲτιθέαϲι καὶ ἐναντιωματικούϲ, οἷον <ἔμπηϲ ὅμωϲ>.
SUDA s. v. Διονύσιος Ἀλεξανδρεύς· Θρᾶιξ δὲ ἀπὸ τοῦ πατρὸςΤήρου[τῆρος] τοὔνομα κληθείς, Ἀριστάρχου μαθητής, γραμματικός, ὃς ἐσο-φίστευσεν ἐν Ῥώμηι (?) ἐπὶ Πομπηίου τοῦ μεγάλου καὶ ἐξηγήσατο Τυραννίωνιτῶι προτέρωι. συνέταξε δὲ πλεῖστα γραμματικά τε καὶ συνταγματικὰ καὶὑπομνήματα. STEPH. BYZ. s. v. Ταρσός· ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦε̅ ἔλεγον Τερσὸν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι ..... Διονύσιοςδὲ ὁ Θρᾶιξ ἐν τῶι Περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέροςγάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένωντῶν ἀρχαίων.Σ Hom. β 96 (= Nikanor p. 26 Carnuth): Διονύσιος ὁ Θρᾷξ ἰδίᾳ μὲντὸ κοῦροι, ἰδίᾳ δὲ τὸ ἐμοὶ μνηστῆρες διαστέλλει. καὶ ἡμῖν δὲ οὕτωδοκεῖ, ἵν' ᾖ, ὦ νέοι, ἐμοῖ μνηστῆρες. MQRΣ Hom. Ο 141 (aus Herodian): ... συστέλλει δὲ 〈κακῶς〉 ὁ Θρᾷξ τὸῥῦσθαι· τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι. TΣ Hom. Ν 41: Χρύσιππος δὲ ὁ Στωϊκὸς (St. V. Fr. III 773) καὶ Διονύ-σιος ὁ Θρᾷξ δασύνουσιν τὸ αὐΐαχοι, ἵν' ᾖ ξηρόφωνοι. AΣ Hom. Β 262 (aus Herodian): Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶςἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲναἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ' ὀξεῖαν τάσιν Πυθώ, Λητώ· ἐχρῆν γάρ,φησίν, ὁμοίως ἀνεγνωκέναι. Aa. Σ Hom. Μ 158 (aus Herodian): <ταρφειάς:> Ἀρίσταρχος ὀξύνει ὡςπυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸταρφύς ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶπαρ' Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγιγνώσκει ὁ Θρᾷξ,ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου. Ab. Et. Gen. (AB) ταρφειάς· Θρᾶιξ ὁ Διονύσιος βαρύνει ὡς ταχείας.Ἀρίσταρχος δὲ ὀξύνει ὡς τὸ πυκνάς. οὕτως καὶ ἐπεκράτησε ἡ ἀνά-γνωσις.c. Et. M. 747, 20: ταρφειάς· Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ ΘρᾷξΔιονύσιος ὁμοίως τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικῶς, οὗ πολλαὶἦσαν χρήσεις. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγιγνώσκει ὁ Θρᾷξ,ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου ἀνάγνωσις.Σ Hom. Ν 103: ... τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵν' ὁμοτονῇ τῷθηρῶν καὶ κυνῶν†. οὕτως δὲ καὶ Ἀρίσταρχόν φασι προφέρεσθαι.Διοκλῆς δὲ καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρί-σταρχον διαβάλλουσιν. Κάσσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυ-τονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴνἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶκατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες, κύνες, χεῖρες, ὅταν δὲ ἀπὸφωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον Τρῶες, δμῶες,θῶες, λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων καὶ πάντων. Χαῖρις (fr. 5 B.)δέ φησιν οὐκ εἶναι ἐν †δισυλλάβοις ἀναλογίαν. Aha. Pap. Ox. 221, col. III 21 ff.:[ΕΝΤΑΥΘΟΙ] ΝΥΝ ΗϹΟ ΜΕΤ ΙΧΘΥϹΙΝ [το εν[ταυθοι ο Θρ]αιξ βαρυτονει το γαρ [π]ερισπαν[της νεωτε]ρας Ιαδος οι δε δια το[υ] κ?εκ'[!!!!!!!]!το εκ του ενταυθα [πα]ρ?α[!!!!!!!]της εκ του ενταυθ[ι!!]! την[!!!!περι]σπωμενην γεγ?[!!!]!αι?α[!!!!!!!]ς δε Αττικον <β> φη[!!!!]στονb. Σ Hom. Φ 122: <ἐνταυθοῖ·> Διονύσιος ὁ Θρᾷξ, Τίμαρχος καὶ Ἀριστο-τέλης ἐνταῦθοι ὁμοίως τῷ ἐνταῦθα προπερισπωμένως ἀνέγνωσαν.χρὴ δὲ περισπᾶν τὴν προκειμένην λέξιν ἅτε δὴ καὶ τοῦ χαρακτῆροςἐπικρατοῦντος· τὰ γὰρ εἰς οι λήγοντα τοπικὰ ἐπιρρήματα ὑπὲρ δύο