The Greek Library Author

Anonymous

Testimonia

Authority group
Scylax (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, FGrH #709: 3C:587–589.
CTS identifier
urn:cts:greekLit:tlg0065.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3c,709,T

3a

Πακτυικῆς γῆς ἔπλεον κατὰ ποταμὸν πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐς θά-

λασσαν, διὰ θαλάσσης δὲ πρὸς ἑσπέρην πλέοντες τριηκοστῶι μηνὶ ἀπικνέονται

ἐς τοῦτον τὸν χῶρον ὅθεν ὁ Αἰγυπτίων βασιλεὺς τοὺς Φοίνικας τοὺς πρότερον

εἶπα (4, 42) ἀπέστειλε περιπλώειν Λιβύην. (3) μετὰ δὲ τούτους περιπλώ-

σαντας Ἰνδούς τε κατεστρέψατο Δαρεῖος καὶ τῆι θαλάσσηι ταύτηι ἐχρᾶτο.

οὕτως καὶ τῆς Ἀσίης πλὴν τὰ πρὸς ἥλιον ἀνίσχοντα τὰ ἄλλα ἀνεύρηται ὅμοια

παρεχομένη τῆι Λιβύηι.

3b

STRABON 2, 3, 4 p. 98: μνησθεὶς δὲ (Poseidonios

87 F 28) τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ

Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν ... ἀμάρτυρα δὲ ταῦτ' εἶναι φήσας.

4

SCHOL. PS. SKYLAX Peripl. § 1: <Σκύλαξ ὁ Καρυανδεὺς ἀρχαιό-

τατος μέν ἐστιν ἀνήρ,> τῶν δὲ πλείστων ἔτι μερῶν τῆς καθ' ἡμᾶς οἰκουμένης καὶ

τῆς ἔνδον Ἡρακλείων στηλῶν θαλάσσης παρὰ τῶν πολλῶν ἀγνοουμένων, περίπλουν τῆς

οἰκουμένης ἀναγράψαι προείλετο. τὰ μὲν γὰρ τῆς ἑώιας Ἀλέξανδρος ὁ Μακεδὼν δῆλα τοῖς

ἀνθρώποις πάντα κατέστησε, τὰ δὲ τῶν ἑσπερίων ἐθνῶν ἡ Ῥωμαίων ἀνδρεία πολέμωι

τούτων κρατήσασα. τῆς μὲν οὖν ἀκριβοῦς γνώσεως τῶν τόπων ἁπάντων διὰ τὰς εἰρημένας

αἰτίας οὐκ ἴσχυσεν ἐφικέσθαι, μέρη δὲ πλεῖστα καλῶς καὶ ἀκολούθως περιέπλευσεν,

ὥσπερ τὸν Ἰόνιον ἤτοι Ἀδρίαν κόλπον, καὶ προσέτι γε τὴν Ἀττικὴν καὶ τὴν Πελοπόν-

νησον πᾶσαν μετὰ τῶν ἐνοικούντων ἐθνῶν, ἔτι μὴν ἕτερα μέρη τῆς θαλάσσης καὶ τῶν

προσοικούντων αὐτῆι σαφῶς παραστήσας. δοκεῖ δέ πως καὶ αὐτὸς τῆς ἀγνοίας τῶν

πλείστων τόπων τὴν βραχυλογίαν ὥσπερ ἀπολογίαν τινὰ πεποιῆσθαι, δι' ὀλίγων σφόδρα

χωρίων τὰ πλεῖστα τοὺς ἐντυγχάνοντας ἢ ἀναζητεῖν ἢ εἰδέναι βουλόμενος. τῆς δὲ ἀρ-

χαιότητος τοῦ ἀνδρὸς ἐναργὲς γνώρισμα τὸ μήτε Ἀλέξανδρον εἰδέναι τῶν Μακεδόνων

βασιλέα μήτε 〈τινὰ〉 τῶν ὀλίγον ἔμπροσθεν ἐκείνου χρόνου, ὥστε οὐκ ἄν τις ἁμάρτοι

θαύματος ἄξιον ἡγούμενος τὸν ἄνδρα τῶν πλείστων ἐφικέσθαι δυνηθέντα. <Αἴλιος Δῖος

ἐν τῶι Περὶ Ἀλεξανδρείας βιβλίωι πρώτωι> (629 F 1) <φησὶν

ὅτι Δαρείωι προσεφώνησε Σκύλαξ τὸ φρόντισμα.>

5

AVIEN. Or. mar. 32: interrogasti, si tenes, Maeotici / situs quis esset

aequoris. Sallustium / noram id dedisse ... ad eius igitur inclytam /

descriptionem ... multa rerum iunximus / ex plurimorum sumpta com-

mentariis. / Hecataeus istic quippe erit Milesius (1) / Hellanicusque

Lesbius (4), Phileus quoque / Atheniensis (V), <Caryandaeus Scylax,> /

Pausimachus (V) inde, prisca quem genuit Samos, / quin et Damastus (5)

nobili natus Sige, / Rhodoque Bacoris (V) ortus, Euctemon (V) quoque /

popularis urbis Atticae, Siculus Cleon (V), / Herodotus ipse Thurius, tum

qui decus / magnum loquendi est Atticus Thucydides.

6

MARCIAN. Epit. Peripl. Menipp. 2: γράφω δὲ ταῦτα πολλοῖς μὲν ἐντυχὼν

περίπλοις ..... οἱ γὰρ δὴ δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι Τιμοσθένης ὁ

Ῥόδιός (V) ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολεμαίου γεγονώς, καὶ μετ' ἐκεῖνον

Ἐρατοσθένης (V) ..., πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης (V) καὶ Ἰσίδωρος ὁ

Χαρακηνὸς (781) καὶ Σώσανδρος ὁ κυβερνήτης 〈ὁ〉 τὰ κατὰ τὴν Ἰνδικὴν γράψας (714)

Σιμμέας τε (V) ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν περίπλουν, ἔτι μὴν Ἀπελλᾶς ὁ Κυρηναῖος

(V) καὶ Εὐθυμένης ὁ Μασσαλιώτης (V) καὶ Φιλέας ὁ Ἀθηναῖος (V) καὶ Ἀνδροσθένης ὁ

Θάσιος (711) καὶ Κλέων ὁ Σικελιώτης (V) Εὔδοξός τε ὁ Ῥόδιος (79 T 2) καὶ Ἄννων

ὁ Καρχηδόνιος (V), οἱ μὲν μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ τῆς ἐκτὸς

περίπλουν ἀναγράψαντες. οὐ μὴν ἀλλὰ καὶ Σκύλαξ ὁ Καρυανδεὺς καὶ † Βω-

τθαῖος· οὗτοι δὲ ἑκάτεροι διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν σταδίων τὰ

διαστήματα τῆς θαλάσσης ἐδήλωσαν. καὶ ἕτεροι δὲ πλείους εἰσίν, οὓς περιττὸν

οἶμαι καταριθμεῖν.

ATHEN. 2, 82 p. 70 A—C: κινάρα. ταύτην Σοφοκλῆς ἐν Κολχίσι(F 323 N2) κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι (F 651) «κύναρος ἄκανθα πάνταπληθύει γύην». Ἑκαταῖος δ' ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει (1 F 291/2) ....καὶ περὶ τὸν Ἰνδὸν δέ φησι (F 296) ποταμὸν γίνεσθαι τὴν κυνάραν. <καὶ Σκύλαξ>δὲ ἢ <Πολέμων (IV) γράφει· «εἶναι δὲ τὴν γῆν ὑδρηλὴν κρήνηισικαὶ ὀχετοῖσιν· ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνηἄλλη».> ATHEN. 2, 82 p. 70 CD: <καὶ ἐν τοῖς ἑξῆς· «ἐντεῦθεν δὲὄρος παρέτεινε τοῦ ποταμοῦ [τοῦ Ἰνδοῦ] καὶ ἔνθεν καὶ ἔνθεν,ὑψηλόν τε καὶ δασὺ ἀγρίηι ὕληι καὶ ἀκάνθηι κυνάραι».> Δίδυμος δ' ὁγραμματικὸς (p. 88; 242 Schm) ἐξηγούμενος παρὰ τῶι Σοφοκλεῖ τὸ ‘κύναρος ἄκανθα’«μήποτε» φησίν «τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν·καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζεινὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῆι, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴνπόλιν». ἔστι δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου, ὥς φησι Θεόφραστος (H.Pl.3, 18, 4), καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῆι ῥοιᾶι· ἔχει δὲ καὶ τὸ φύλλονἀγνῶδες. ARISTOT. Pol. 7, 13, 1 p. 1332b 12: ἐπεὶ δὲ πᾶσα πολιτικὴ κοινωνίασυνέστηκεν ἐξ ἀρχόντων καὶ ἀρχομένων, τοῦτο δὴ σκεπτέον, εἰ ἑτέρους εἶναι δεῖ τοὺςἄρχοντας καὶ τοὺς ἀρχομένους ἢ τοὺς αὐτοὺς διὰ βίου· δῆλον γὰρ ὡς ἀκολουθεῖν δεήσεικαὶ τὴν παιδείαν κατὰ τὴν διαίρεσιν ταύτην. εἰ μὲν τοίνυν εἴησαν τοσοῦτον διαφέροντεςἅτεροι τῶν ἄλλων ὅσον τοὺς θεοὺς καὶ τοὺς ἥρωας ἡγούμεθα τῶν ἀνθρώπων διαφέρειν,εὐθὺς πρῶτον κατὰ τὸ σῶμα πολλὴν ἔχοντες ὑπερβολήν, εἶτα κατὰ τὴν ψυχήν, ὥστεἀναμφισβήτητον εἶναι καὶ φανερὰν τὴν ὑπεροχὴν τοῖς ἀρχομένοις τὴν τῶν ἀρχόντων,δῆλον ὅτι βέλτιον ἀεὶ τοὺς αὐτοὺς τοὺς μὲν ἄρχειν τοὺς δ' ἄρχεσθαι καθάπαξ· (2) ἐπεὶδὲ τοῦτ' οὐ ῥάιδιον λαβεῖν οὐδ' ἔστιν <ὥσπερ ἐν Ἰνδοῖς φησι Σκύλαξ εἶναιτοὺς βασιλέας τοσοῦτον διαφέροντας τῶν ἀρχομένων,> φανερὸν ὅτι διὰπολλὰς αἰτίας ἀναγκαῖον πάντας ὁμοίως κοινωνεῖν τοῦ κατὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι. HARPOKR. s.v. ὑπὸ γῆν οἰκοῦντες· 〈Ἀντιφῶν ἐν τῶι Περὶ ὁμονοίας(Vorsokr. 87 [80] B 47)〉. <λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωιλεγομένους Τρωγλοδύτας> καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ̅ Καταλόγωι (F 60Rz) Κατουδαίους ὀνομαζομένους. [Ἀντιφῶν ἐν τῶι Περὶ ὁμονοίας]. PHILOSTRAT. V.A. 3, 47: τοὺς δὲ Πυγμαίους οἰκεῖν μὲν ὑπο-γείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην, ζῶντας τρόπον ὃς πᾶσιν εἴρηται. <Σκιά-ποδας δὲ ἀνθρώπους ἢ Μακροκεφάλους ἢ ὁπόσα Σκύλακοςξυγγραφαὶ περὶ τούτων ἄιδουσιν,> οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆςοὔτε μὴν ἐν Ἰνδοῖς. TZETZ. Chil. 7, 629: Καρυανδέως Σκύλακοςὑπάρχει τι βιβλίον / περὶ τὴν Ἰνδικὴν γράφον ἀνθρώπους πεφυκέναι, /οὕσπερ φασὶ Σκιάποδας, καί γε τοὺς Ὠτολίκνους· / ὧν οἱ Σκιάποδες πλατεῖςἔχουσιν ἄγαν πόδας, / καιρῶι τῆς μεσημβρίας δὲ πρὸς γῆν καταπεσόντες, /τοὺς πόδας ἀνατείναντες σκιὰν αὑτοῖς ποιοῦσι· / μεγάλα δ' οἱ Ὠτόλικνοι τὰὦτα κεκτημένοι / ὁμοίως σκέπουσιν αὑτοὺς τρόπωι τῶν σκιαδείων. / ὁ Σκύλαξ