The Greek Library Author

Anonymous

Testimonia

Authority group
Agatharchides (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, FGrH #86: 2A:205–206.
CTS identifier
urn:cts:greekLit:tlg0067.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2a,86,T

2

δὲ αὐτόν φασι τῶν περὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναγεγραμμένων ἐν ἑνὶ

συντάξαι βιβλίωι· καὶ μὴν καὶ Περὶ Τρωγλοδυτῶν βιβλία ε̅· ἀλλὰ καὶ

Ἐπιτομὴν τῆς Ἀντιμάχου Λύδης· καὶ πάλιν ἄλλην Ἐπιτομὴν τῶν συγγε-

γραφότων † περὶ συναγωγῆς θαυμασίων ἀνέμων· Ἐκλογάς τε ἱστοριῶν

αὐτὸν συντάξαι· καὶ περὶ τῆς πρὸς φίλους ὁμιλίας.

(4) ἔστι δέ, ἐξ ὧν τὸν ἄνδρα τοὺς λόγους αὐτοῦ διελθόντες ἐπέγνωμεν,

μεγαλοπρεπής τε καὶ γνωμολογικός, καὶ τῶι μὲν τοῦ λόγου μεγέθει καὶ

ἀξιώματι τῶν ἄλλων μᾶλλον χαίρων, λέξεσι μέντοι λογάσιν οὐ πάνυ

προστεθειμένος, οὐδὲ διὰ τῶν ἐθίμων δὲ διὰ παντὸς πορευόμενος, γεννῶν

δὲ αὐτὸς οὐ λέξεις, ἀλλ' εἴ τις ἄλλος δημιουργὸς τῆς περὶ τὰς λέξεις

χρήσεως, καινήν τινα μὴ καιναῖς κεχρημένος λέξεσι φαντασίαν πέμπουσαν

ἀποτελεῖ τὴν φράσιν· οὕτω δὲ προσφυῶς ὑποβάλλεται τὴν πρᾶξιν, ὡς

τήν τε καινοτομίαν μὴ δοκεῖν εἶναι καινοτομίαν, καὶ τὸ σαφὲς οὐκ ἔλαττον

τῶν ἐξ ἔθους λέξεων παρέχειν. (5) κέχρηται δὲ καὶ γνώμαις τὸ νουνεχὲς

καὶ δραστήριον ἐπιδηλούσαις. τροπὰς δὲ ὑπελθεῖν, εἴ τις ἄλλος, ἄριστα

παρεσκευασμένος τὸ μὲν ἡδὺ καὶ κηλοῦν καὶ τὴν ψυχὴν διαχέον λεληθότως

δι' ὅλου διασπείρει τοῦ γράμματος, εἰς τροπὴν δὲ ὅ τι παρενήνεκται, οὐδε-

μίαν λύπην δηλοῦσαν ἀφίησι. ποιεῖ δὲ αὐτῶι τοῦτο μάλιστα οὐχὶ ἡ τῶν

λέξεων αὐτὴ καθ' ἑαυτὴν μεταβολή, ἀλλ' ἡ ἀπὸ πραγμάτων ἑτέρων εἰς

ἕτερα μετά τινος σοφῆς καὶ ἠρεμαίας μεταχειρήσεως μετάβασίς τε καὶ

μετατροπή. ἀλλὰ γὰρ καὶ ἀντιλαβεῖν μὲν ὄνομα ῥήματος, ἀμεῖψαι δὲ τὸ

ῥῆμα εἰς ὄνομα, καὶ λῦσαι μὲν λέξεις εἰς λόγους, συναγαγεῖν δὲ λόγον εἰς

τύπον ὀνόματος, οὐδενὸς ἀνεπιτηδειότερος ὧν ἴσμεν. (6) καὶ ζηλωτὴς μέν

ἐστι Θουκυδίδου ἔν τε τῆι τῶν δημηγοριῶν δαψιλείαι τε καὶ διασκευῆι,

τῶι μεγαλείωι δὲ μὴ δευτερεύων τοῦ λόγου τῶι σαφεῖ παρελαύνει τὸν

ἄνδρα. (7) ἀλλὰ γὰρ ὁ μὲν ἀνὴρ τοιοῦτος, καὶ τὸ ἀπὸ τῆς γραμματικῆς

ἔχων κλέος· εἰ δὲ καὶ τὸ τῆς ῥητορικῆς ἐπώνυμον αὐτῶι ἡ μὴ νήφουσα

ψῆφος οὐκ ἐπέθετο, ἀλλὰ γὰρ ἔμοιγε δοκεῖ οὐδὲν ἔλαττον τῶν γραμματικῶν

οὐ δεύτερος ἢ τῶν ῥητόρων, δι' ὧν καὶ γράφει καὶ διδάσκει, καταφαίνεσθαι.

3

AGATHARCHID. Phot. Bibl. 250 p. 460b 3: τὰ μὲν οὖν ὑπὲρ

τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφ' ἡμῖν, ἐν ε̅ βιβλίοις

ἐπιμελῶς ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῶι πελάγει νήσων ὕστερον τεθεωρη-

μένων καὶ τῶν ἑξῆς ἐθνῶν καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν

Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολε-

λοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυναμένης, πολλῶν

ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν

ὑπομνημάτων διὰ τὰς κατ' Αἴγυπτον ἀποστάσεις ἀκριβῆ παραδιδόντων

σκέψιν.

4

JOSEPH. AJ XII 5: Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων

πράξεις συγγραψάμενος .....

5

PLIN. NH I 7: ... ex auctoribus ... externis Herodoto (§ 10),

Aristea (§ 10), Baetone (§ 11), Isigono (§ 12) Cratete (§ 13), Agatharchide

(§29 = F 22), Calliphane (§ 15) ......

DIOD. III 11: περὶ δὲ τῶν συγγραφέων ἡμῖν διο-ριστέον, ὅτι πολλοὶ συγγεγράφασι περί τε τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας,ὧν οἱ μὲν ψευδεῖ φήμηι πεπιστευκότες, οἱ δὲ παρ' ἑαυτῶν πολλὰ τῆςψυχαγωγίας ἕνεκα πεπλακότες, δικαίως ἂν ἀπιστοῖντο. (2) Ἀγαθαρχίδηςμὲν γὰρ ὁ Κνίδιος ἐν τῆι δευτέραι βίβλωι τῶν περὶ τὴν Ἀσίαν καὶ ὁ τὰςΓεωγραφίας συνταξάμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος κατὰ τὴν ὀγδόην βίβλον(V) καί τινες ἕτεροι τῶν ἐν Αἰγύπτωι κατοικούντων, ἱστορηκότες τὰ πλεῖστατῶν προειρημένων (c. 2—10) ἐν πᾶσι σχεδὸν ἐπιτυγχάνουσι. (3) καὶ γὰρἡμεῖς καθ' ὃν καιρὸν παρεβάλομεν εἰς Αἴγυπτον πολλοῖς μὲν τῶν ἱερέων ἐνετύχομεν,οὐκ ὀλίγοις δὲ καὶ πρεσβευταῖς ἀπὸ τῆς Αἰθιοπίας παροῦσιν εἰς λόγους ἀφικόμεθα·παρ' ὧν ἀκριβῶς ἕκαστα πυθόμενοι καὶ τοὺς λόγους τῶν ἱστορικῶν ἐξελέγξαντες τοῖςμάλιστα συμφωνοῦσιν ἀκόλουθον τὴν ἀναγραφῆν πεποιήμεθα. NATAL. COM. Myth. 9, 3 p. 949 ed. Genev.: scripsit Aga-tharchides Gnidius libro tertio Rerum Asiaticarum Chimaeram mulierem fuisseAmisodari, qui imperavit Lyciae, quae duos fratres haberet Leonem et Draconem.hi cum Lyciae loca incursionibus et insidiis opportuna cum magna manu iuvenumoccupassent, adeuntes ea loca obtruncabant. ob concordiam igitur fratrum et sororiscorpus unum tria habere illa capita fabulati sunt. hos Bellerophontes ut superavitet in servitutem redegit. quare dictus est plumbum in os intrusisse (Theopompos115 F 412), quod etiam testatur Isacius in Lycophronem. ATHEN. IV 42 p. 155 CD: (Duris 76 F 12) Ἀγαθαρχίδηςδ' ὁ Κνίδιος ἐν ὀγδόηι Ἀσιατικῶν ἱστορεῖ ὡς οἱ ἑστιῶντες Ἀλέξανδρον τὸνΦιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιε-χρύσουν· ὅτε δὲ θέλοιεν ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖςλειψάνοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται,οἱ δ' οἰκέται κύριοι. ἐπιλελησμένοι δ' ἦσαν οὗτοι, ὡς καὶ Δοῦρις ἱστορεῖ(76 F 37) ..... —XII 55 p. 539 B—D: Φύλαρχος δ' ἐν τῆι τρίτηι καὶεἰκοστῆι τῶν Ἱστοριῶν (81 F 41) καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ἐν τῶι η̅Περὶ Ἀσίας καὶ τοὺς ἑταίρους φασὶ τοὺς Ἀλεξάνδρου ὑπερβαλλούσηι τρυ-φῆι χρήσασθαι. ὧν εἷς ὢν καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι [καὶτοῖς ὑποδήμασιν] ἐφόρει. Κλεῖτος δ' ὁ Λευκὸς καλούμενος ὅτε χρηματί-ζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσινδιελέγετο. Περδίκκαι δὲ καὶ Κρατερῶι φιλογυμναστοῦσιν ἠκολούθουν διφθέ-ραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ' αἷς περιλαμβάνοντες τόπον 〈εὐμεγέθη〉ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο· ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγιαπολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῆι παλαίστραι χρείαν.Λεοννάτωι δὲ καὶ Μενελάωι φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸνἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. τὰς δὲ χρυσᾶς πλα-τάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφ' ὧν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζονπολλάκις καθήμενοι, ...... ἐλάττω φησὶν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ'ἡμέραν ἑκάστοτε γινομένης παρ' Ἀλεξάνδρωι δαπάνης. ἦν γὰρ αὐτοῦ ἡσκηνὴ (81 F 41) ...... PHLEGON Macrob. 2: Ἱερώνυμος ὁ συγγραφεὺς (154 T 2)πολλοὺς μὲν χρόνους ἐν ταῖς στρατείαις ἀνατλήσας, πλείστοις δὲ τραύμασινἐν πολέμοις περιπεσὼν ἐτελεύτησεν βιώσας ἔτη ἑκατὸν τέσσαρα, ὥς φησινἈγαθαρχίδης ἐν τῆι ἐννάτηι τῶν Περὶ τῆς Ἀσίας ἱστοριῶν. [LUKIAN.]Macrob. 22: Ἱερώνυμος δὲ ἐν πολέμοις γενόμενος καὶ πολλοὺς καμάτουςὑπομείνας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδηςἐν τῆι ἐνάτηι τῶν Περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει. καὶ θαυμάζει γε τὸνἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς συνουσίαις καὶπᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ. ATHEN. VII 50 p. 297 D: φησὶ γοῦν Ἀγαθαρχίδης ἐν ἕκτηιΕὐρωπιακῶν τὰς ὑπερφυεῖς τῶν Κωπαίδων ἐγχέλεων ἱερείων τρόπον στε-φανοῦντας καὶ κατευχομένους οὐλάς τ' ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺςΒοιωτούς. καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ ἔθους παράδοξονκαὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν φάσκειν τε ὅτι δεῖτηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶνἀπολογίζεσθαι.