The Greek Library Author

Anonymous

Fragmenta sedis incertae

Authority group
Agatharchides (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta sedis incertae, ed. Müller, op. cit., 194–195.
CTS identifier
urn:cts:greekLit:tlg0067.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

113

λούμενα τοῖς μυώδεσι παρεῖχε· καὶ τοῦτο τὸ πάθος

οὔτε πρότερον οἶδεν οὐδεὶς, οὔτε ὕστερον ἄλλοις, ἀλλὰ

ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά.

114

Elian. N. A. XVI, 27: Ἀγαθαρχίδης φησὶν

εἶναι γένος ἐν τῇ Λιβύῃ τινῶν ἀνθρώπων, καὶ μέντοι

καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους· καὶ ὅσα μὲν κατὰ τὸν

ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἓν, τὸ

δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς

ἑτεροφύλους ἀντικρινόμενον· τὰ γάρ τοι ζῷα τὰ δά-

κετα καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα, μηδὲν

αὐτοὺς μόνους ἀδικεῖν· οὔτε γοῦν ὄφεως δακόντος

ἐπαΐουσιν, οὔτε φαλαγγίου νύξαντος ὡς τοὺς ἄλλους εἰς

θάνατον, οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος.

Ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι καὶ παρα-

ψαύσῃ τοῦ σώματος, καὶ ἅμα τι καὶ τῆς ὀσμῆς τῆς

ἐκείνων (ψαύσῃ ἢ) σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευ-

σάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναι-

σθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἔστ' ἂν

παραδράμῃ ὁ ἄνθρωπος. Ὅπως δὲ ἐλέγχουσι τὰ

ἑαυτῶν βρέφη, εἴτε ἐστὶ γνήσια, εἴτε καὶ νόθα, ἐν τοῖς

ἑρπετοῖς βασανίζοντες, ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ

βάναυσοι χρυσουργοὶ, ἀνωτέρω εἶπον.