The Greek Library Author

Pseudo-Scymnus

Scymni Chii, ut fertur, Periegesis

Scientific editors
Carolus Müllerus
Edition reference
Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1855
CTS identifier
urn:cts:greekLit:tlg0068.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1Πάντων ἀναγκαιότατον ἡ κωμῳδία,

2θειότατε βασιλεῦ Νικόμηδες, τοῦτʼ ἔχει

3τὸ καὶ βραχέως ἕκαστα καὶ φράζειν σαφῶς

4καὶ ψυχαγωγεῖν πάντα τὸν ὕγιῆ κριτήν.

5Διὸ δὴ δοκιμάσας τὸ πιθανὸν τῆς λέξεως

6σοί τε διὰ ταύτης ἐντυχεῖν ἐσπούδασα

7καὶ διαλεγῆναι βραχέα, τό τε συνηγμένον

8εὐπεριγράφως ὠφέλιμον ἀναδοῦναι τάδε

9σύνταγμα, κοινὴν πᾶσι τὴν εὐχρηστίαν

10διὰ σὲ παρέξων τοῖς θέλουσι φιλομαθεῖν.

11Βουλόμενος οὖν σοι πρῶτον ἐκθέσθαι σαφῶς

12τὸν ἀπολογισμὸν τῆς ὅλης συντάξεως,

13αἰτῶ δοθῆναι τῇ προεκθέσει λόγον

14μὴ πολύν· ἐμοὶ γὰρ κρίνεται λακωνικῶς

15περὶ μεγάλων ἐλάχιστα πραγμάτων λέγειν.

16Ἔστι δʼ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ

17βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων

18παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει,

19τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων,

20γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωῖκοῦ,

21συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον,

22συνετάξατʼ ἀπὸ τῆς Τρωῖκῆς ἁλώσεως

23χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου.

24Ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις

25ὡρισμένως ἐξέθετο, καταριθμούμενος

26πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων,

27μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων,

28ἐφόδους περαιώσεις τε ναυτικῶν στόλων,

29θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας,

30πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους,

31φυγὰς, στρατείας, καταλύσεις τυραννίδων·

32πάντων ἐπιτομήν τῶν χύδην εἰρημένων·

33μέτρῳ δὲ ταύτην ἐκτιθέναι προείλετο,

34τῷ κωμικῷ δὲ, τῆς σαφηνίας χάριν,

35εὐμνημόνευτον ἐσομένην οὕτως ὁρῶν.

36Τὸ δ᾿ ὅμοιον ἔλαβεν εἰκάσας ἐκ τοῦ βίου·

37ὥσπερ γὰρ εἴ τις ἀναλαβὼν θέλοι φέρειν

38ξύλων λελυμένων πλῆθος, οὐκ ἂν εὐχερῶς

39τούτων κρατήσαι, δεδεμένων δὲ ῥᾳδίως·

40οὕτω λελυμένην λέξιν ἀναλαβεῖν ταχύ

41οὐκ ἔστι, τῷ μέτρῳ δὲ περιειλημμένην

42ἔστιν κατασχεῖν εὐσκόπως καὶ πιστικῶς·

43ἔχει γὰρ ἐπιτρέχουσαν ἐν ἑαυτῇ χάριν,

44ὅταν ἱστορία καὶ λέξις ἔμμετρος πλεκῇ.

45Κεῖνος μὲν οὖν κεφάλαια συναθροίσας χρόνων

46εἰς βασιλέως ἀπέθετο φιλαδέλφου χάριν,

47ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης,

48ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ

49τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι.

50Ἐγὼ δʼ ἀκούων, διότι τῶν νῦν βασιλέων

51μόνος βασιλικὴν χρηστότητα προσφέρεις,

52πεῖραν ἐπεθύμησʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ λαβεῖν

53καὶ παραγενέσθαι καὶ τί βασιλεύς ἐστʼ ἰδεῖν,

54ἵνʼ αὐτὸς ἑτέροις πάλιν ἀπαγγέλλειν ἔχω.

55Διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην

56τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί

57τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν,

58παρὰ σοί τε, βασιλεῦ, γνησίως τιμώμενον

59κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω,

60τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην.

61Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος

62πρὸς σὴν κατὰ λόγον ἧκα κοινὴν γὰρ σχεδόν

63τοῖς φιλομαθοῦσιν ἀναδέδειχας ἑστίαν·

64θεὸς δὲ συνεφάψαιτα τῇ προαιρέσει.,

65Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν

66ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας

67κτίσεις τε πόλεων, τῆς ὅλης τε γῆς σχεδόν

68ὅσ᾿ ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων.

69Τούτων δʼ ὅσα μὲν εὔσημά τʼ ἐστὶ καὶ σαφῆ

70ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι,

71ὅσα δʼ ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα,

72ὁ κατὰ μέρος ταῦτʼ ἐξακριβώσει λόγος,

73ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένης

74ἔχειν σε περιορισμὸν ἐπιτετμημένον,

75ποταμῶν τε μεγάλων ἰδιότητας καὶ ῥύσεις,

76τὴν τῶν δύʼ ἠπείρων τε κατὰ μέρος θέσιν,

77ἐν ἑκατέρᾳ τινες εἰσὶν Ἑλλήνων πόλεις,

78τίνες ἐκτίσαν, κατὰ τίνας ᾤκησαν χρόνους,

79τοὺς ὁμοεθνεῖς ὄντας τε τούς τʼ αὐτόχθονας,

80τίνʼ ἔστι πλησιόχωρα βαρβάρων γένη,

81τίνα μιγάδων λεγόμενα, ποῖα νομαδικά,

82τίνες ἥμεροι, τινες εἰσὶν ἀξενώτατοι

83ἔθεσι, τρόποις τʼ ἔργοις τε βαρβαρώτατοι,

84τίνα τῶν ἐθνῶν μέγιστα πολυανδροῦντά τε.

85τίσιν νόμοις ἕκαστα χρῆται καὶ βίοις,

86τῶν ἐμπορίων ὅσα τʼ ἐστὶν εὐτυχέστατα,

87νήσων τε πασῶν τῶν πρὸς Εὐρώπην θέσιν,

88ἑξῆς τε τῶν σύνεγγυς Ἀσίᾳ κειμένων,

89κτίσεις τε πόλεων τῶν ἐν αὐταῖς φερομένων,

90ἀπλῶς θʼ ἀπάντων ὁρικῶς * διέξοδον

91καὶ τὴν ὅλην περίοδον ἐν ὀλίγους στέχοις,

92ἧς ὁ κατακούσας οὐ μόνον τερφθήσεται,

93ἅμα δʼ ὠφελίαν ἀποίσετʼ εὔχρηστον μαθών,

94εἰ μηθὼν ἕτερον, φασί, ποῦ ποτʼ ἔστι γῆς,

95κἀν τίσι τόποις τὴν πατρίδα κειμένην ἔχει,

96τίνων τε πρότερον γενομένην οἰκητόρω

97πόλεσί τε ποίαις συγγένειαν ἀναφέρει·

98συνελόντι δʼ εἰπεῖν, οὐχὶ τὴν Ὀδυσσέως

99ἀναδεξάμενος, ὥς φασιν οἱ μῦθοι, πλάνην,

100ἐπὶ τῆς ἰδίας δὲ καταμένων εὐδαιμόνως,

101οὐχὶ μόνον ἑτερόφυλον ἀνθρώπων βίον,

102ἐθνῶν ὅλων δὲ γνώσετʼ ἄστη καὶ νόμους.

103Λαβοῦσα δʼ ἡ σύνταξις ἐπιφανέστατον

104ἀρχηγέτην σε φιλάγαθόν τε προστάτην

105ἥξει διὰ λόχους ἐπμελεῖς εἰς τὸν βίον,

106τὸ σόν τε, βασιλεῦ, πᾶσι κηρύξει κλέος

107διαπεμπομένη πρὸς ἕτερον ἀφʼ ἑτέρου τόπον

108καὶ τοῖς μακρὰν ἀπέχουσι τὴν εὐφημίαν.

109Ἤδν δ᾿ ἐπʼ ἀρχὴν εἶμι τῆς συντάξεως

110τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος

111τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον·

112τῷ τὴν γεωγραφίαν γὰρ ἒπιμελέστατα

113γεγραφότι, τοῖς τε κλάμασι καὶ τοῖς σχήμασιν,

114Ἐρατοσθένει μάλιστα συμπεπεισμένος,

115Ἐφόρῳ τε καὶ τῷ τὰς κτίσεις εἰρηκότι

116ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίῳ,

117Δημητρίῳ τε Καλλατιανῷ συγγραφεῖ

118καὶ τῷ Σικελῷ Κλέωνι καὶ Τιμοσθένει,

119τὴν τῆς υ ῶ τέ τῶν θέσιν.

120καὶ τὸν πολίτην δʼ ἐκ

121π . ψ ασιν γνωριμεν εἰσὶφ καί

122ὸγεφετ παρ' ἱστορεῖν

123ἐπι λλομέν τόπους

124ἀκολουθῶν δὲ καὶ Καλλισθένη

125ἰληφα καὶ κ χ χ ενίων δὲ καί

126Τίμαιον, ἄνδρα Σικελὸν ἐκ Ταυρομενίου,

127ἐκ τῶν ὑφʼ Ἡροδότου τε συντεταγμένων·

128ἃ δʼ αὐτὸς ἰδίᾳ φιλοπόνως ἐξητακώς

129αὐτοπτικὴν πίστιν τε προσενηνεγμένος,

130ὡς ὢν θεατὴς οὐ μόνον τῆς Ἑλλάδος

131ἢ τῶν κατʼ Ἀσίαν κειμένων πολισμάτων,

132ἵστωρ δὲ γεγονὼς τῶν τε περὶ τὸν Ἀδρίαν

133καὶ τῶν κατὰ τὸν Ἰόνιον ἑξῆς κειμένων,

134ἐπεληλυθὼς δὲ τούς τε τῆς Τυρρηνίας

135καὶ τοὺς Σικελικοὺς καὶ πρὸς ἐσπέραν ὅρους

136καὶ τῆς Λιβύης τὰ πλεῖστα καὶ Καρχηδόνος.

137Τὰ δὲ πολλὰ συνελὼν ἄρξομαι τῶν πραγμάτων,

138πρῶτον δὲ τάξω τοὺς κατʼ Εὐρώπην τόπους.

ΕΥΠΩΠΗ.

139Τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα

140σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν·

141ἡ περιέχουσα δʼ αὐτὸ χώρα πλησίον

142ἡ μὲν Λιβύης ἡ δʼ ἐστὶν Εὐρώπης ἄκρα.

143Νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναι

144διέχουσʼ ἀπʼ ἀλλήλων τριάκοντα σχεδόν

145σταδίους· καλοῦνται δʼ ὑπό τινων Ἡρακλέους

146στῆλαι. Μιᾶς τούτων δὲ Μασσαλιωτική

147πόλις ἐστὶν ἐγγὺς, Μαινάκη καλουμένη·

148αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδων

149πόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν.

150Κάμψαντι τὴν ἄκραν δὲ τὴν κατʼ ἀντικρύ

151πρὸς ἥλιον δύνοντα πλοῦς ἐσθʼ ἡμέρας·

152εἶτ᾿ ἐχομένη ᾿ στὶ νῆσος ἡ καλουμένη

153Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς,

154βοῶν δʼ ἀγέλας ἔχουσα καὶ βοσκημάτων,

155προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις

156καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις·

157προσεσπερίους δʼ Αἰθίοπας οἰκητὰς ἔχειν

158λέγουσιν αὐτὴν γενομένης ἀποικίας.

159Ταύτης σύνεγγυς δ ἐστὶ πόλις

160λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν,

161Γάδειῤ, ὅπου μέγισ ια γίνεσθαι λόγος

162κήτη. Μετὰ ταύτην δʼ ἐστιν ἡμερῶν δυοῖν

163τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον

164ἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις,

165ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς

166χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα.

167Ἔπειτα χώρα Κελτικὴ καλουμένη

168μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης,

169ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος.

170Τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόν

171οἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίαν

172Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς·

173τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον

174θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι.

175Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν

176καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δʼ ἀνάπαλιν

177ὑπ᾿ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος.

178Τὰ μὲν οὖν ἔθνη τὰ τέτταῤ ἐστὶ τοῖς ὄχλοις

179τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα·

180ἡ δʼ Αἰθιόπων πλέονʼ ἐστὶ χώραν καὶ Σκυθῶν

181ἐρημίαν δʼ ἔχουσα πλείστην, διὰ τὸ καί

182τὰ μὲν ἔμπυῤ εἶναι μᾶλλον αὐτῶν τὰ δʼ ἔνυγρα.

183Χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς,

184ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα

185διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων·

186σὺν μουσικῇ δʼ ἄγσυσι τὰς ἐκκλησίας,

187ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν.

188Τούτων δ᾿ κεῖται λεγομένη τις ἐσχάτη

189στήλη βόρειος· ἔστι δʼ ὑψηλὴ πάνυ

190εἰς κυματῶδες πέλαγος ἀνατείνουσ᾿ ἄκραν.

191Οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπους

192Κελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοι

193Ἔνετοί τε καὶ τῶν ἐντὸς εἰς τὸν Ἀδρίαν

194Ἴστρων καθηκόντων· λέγουσι δʼ αὐτόθεν

195τὸν Ἴστρον ἀρχήν λαμβάνειν τοῦ ῥεύματος.

196Τῶν πρὸς τὸ Σαρδῷον δ᾿ πέλαγος κειμένων

197οἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνος

198ἀποικίαν λαβόντες· ἑξῆς δʼ, ὡς λόγος,

199Ταρτήσσιοι κατέχουσιν· εἶτ᾿ Ἴβηρες οἱ

200προσεχεῖς. Ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων

201Βέβρυκες. Ἔπειτα παραθαλάττιοι κάτω

202Λίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες,

203ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν·

204πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα·

205ταύτην δὲ πρὶν ναῶν κρατοῦντες ἔκτισαν

206Ῥόδιοι. Μεθ᾿ οὓς ἐλθόντες εἰς Ἱβηρίαν

207οἱ Μασσαλίαν κτίσαντες ἔσχον Φωκαεῖς

208Ἀγάθην Ῥοδανουσίαν τε, Ῥοδανὸς ἣν μέγας

209ποταμὸς παραρρεῖ, Μασσαλία δʼ ἐστʼ ἐχομένη,

210πόλις μεγίστη, Φωκαέων ἀποικία.

211Ἐν τῇ Λιγυστικῇ δὲ ταύτην ἔκτίσαν

212πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης

213ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι.

214Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν.

215Εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίον

216πόλις Ὀλβία κἀντίπολις αὐτῶν ἐσχάτη.

217Μετὰ τὴν Λιγυστικὴν Πελασγοὶ δʼ εἰσὶν αἱ

218πρότερον κατοικήσαντες ἐκ τῆς Ἑλλάδος,

219κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι.

220Τυρρηνίαν δʼ ὁ Λυδὸς Ἄτυος ἔκτισεν

221Τυρρηνὸς ἐπὶ τοὺς Ὀμβρικοὺς ἐλθών ποτε.

222Ἐν τῷ πόρῳ κεῖνται δὲ νῆσοι πελάγιαι,

223Κύρνος τε καὶ Σαρδὼ, μεγίστη λεγομένη

224μετὰ τὴν Σικελίαν νῆσον, αἵ τε πρίν ποτε

225Σειρηνίδες Κίρκης τε νῆσοι λεγόμεναι.

226Εἰσὶ δ᾿ ἐπάνω μὲν τῶν Πελασγῶν Ὀμβρικοί,

227οὓς ᾤκισ᾿ οὑκ Κίρκης Ὀδωσσεῖ γενόμενος

228Λατῖνος, Αὔσονές τε μεσόγειον τόπον

229ἔχοντες, Αὔσων οὓς συνοικίσαι δοκεῖ,

230Ὀδυσσέως παῖς καὶ Καλυψοῦς γενόμενος.

231Ἐν τοῖς ἔθνεσι τούτοις δὲ Ῥώμη ᾿ στὶν πόλις

232ἔχουσʼ ἐφάμιλλον τῇ δυνάμει καὶ τοὔνομα,

233ἄστρον τι κοινὸν τῆς ὅλης οἰκουμένης,

234ἐν τῆ Λατίνῃ· Ῥωμύλον δʼ αὐτὴν κτίσαι

235θέμενον ἀφʼ αὑτοῦ φασι τοῦτο τοὔνομα.

236Μετὰ δὲ Λατίνους ἔστιν ἐν Ὀπικοῖς πόλις

237τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον

238Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπῴκισαν,

239εἶτ᾿ Αἰολεῖς· οὗ Κερβέριόν τι δείκνυται

240ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δέ

241δεῦρο παρὰ Κίρκης ἐπανάγοντʼ Ὀδυσσέα.

242Ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνῳ κειμένης

243κτίσιν κατὰ χρησμὸν ἔλαβιν ἡ Νεάπολις.

244Τούτοις δὲ Σαυνῖται παροικοῦσʼ ἐχόμενοι

245τῶν Αὐσόνων· μεθʼ οὓς μεσόγειοι κείμενοι

246οἰκοῦσι Λευκανοί τε Καμπανοί θʼ ἅμα.

247Προσεχεῖς δὲ τούτοις εἰσὶ πάλιν Οἰνώτριοι

248μέχρι τῆς Ποσειδωνιάδος ὠνομασμένης,

249ἥν φασι Συβαρίτας ἀποικίσαι προτοῦ,

250καὶ Μασσαλιωτῶν Φωκαέων τʼ Ἐλέα πόλις,

251ἣν ἔκτισαν φυγόντες ὑπὸ τὰ Περσικά

252οἱ Φωκαεῖς· μάλιστα δʼ εὐανδρουμένη

253κατὰ τὴν Ἀσίαν Φωκαία κειμένη πόλις.

254Ἐν τῷ πόρῳ κεῖνται δὲ τῷ Τυρρηνικῷ

255νησῖδες ἑπτὰ τῆς Σικελίας οὐ πρόσω,

256ἃς δὴ προσαγορεύουσι νήσους Αἰόλου,

257ὧν ἔστιν Ἱερὰ λεγομένη τις εὐλόγως·

258καιόμενα φαίνεται γὰρ ἐξ αὐτῆς πυρά

259ἀπὸ σταδίων εὔδηλα πᾶσι πλειόνων,

260καὶ διαπύρων εἰς ὕψος ἀναβολαὶ μύδρων,

261ἔργα τε σιδήρειός τε ῥαιστήρων κτύπος.

262Μία δʼ ἐστὶν αὐτῶν Δωρικὴν ἀποικίαν

263ἔχουσα, Λιπάρα δʼ ὄνομα, συγγενὶς Κνίδου.

264Ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη,

265ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα

266λέγουσι πλήθη κατανέμεσθʼ Ἰβηρικά,

267διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν

268ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην

269χρόνῳ Σικελίαν προσαγορευθῆναι πάλιν,

270Σικελοῦ δυναστεύσαντος· εἶθ᾿ Ἑλληνικάς

271ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωϊκῶν

272δεκάτη γενεᾷ μετὰ ταῦτα Θεοκλέους στόλον

273παρὰ Χαλκιδέων λαβόντος· ἦν δʼ οὗτος γένει

274ἐκ τῶν Ἀθηνῶν· καὶ συνῆλθον, ὡς λόγος,

275Ἴωνες εἶτα Δωριεῖς οἰκήτορες.

276Στάσεως δʼ ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς

277κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν,

278τὸ δʼ ἐπὶ Ζεφύριον τῆς Ἰταλίας Δωριεῖς

279κατέσχον. Ἀρχίας δὲ τούτους προσλαβών

280ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισεν

281ἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας τοὔνομα

282τὰς νῦν Συρακούσας παῤ αὐτοῖς λεγομένας.

283Μετὰ ταῦτα δʼ ἀπὸ Νάξου Λεοντῖνοι πόλις,

284ἡ τὴν θέσιν τʼ ἔχουσα Ῥηγίου πέραν,

285ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας,

286Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχʼ ἀποικίαν.

287Πάλιν ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καί

288Μύλαι κατῳκίσθησαν ἐπικαλούμεναι,

289εἶθ᾿ Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη·

290εἰσὶν δὲ πᾶσοι Χαλκιδέων αὗται πόλεις.

291Τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι.

292Μεγαρεῖς Σελινοῦνθ᾿ , οἱ Γελῷοι δ᾿ ἔκτισαν

293Ἀκράγαντα, Μεσσήνην δʼ Ἴωνες ἐκ Σάμου,

294Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην·

295αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν,

296πρὸς ἓξ ἔτη καὶ τετταράκοντʼ ᾠκημένην.

297Αὗται μὲν οὖν εἰσ᾿ αἱ πόλεις Ἑλληνίδες·

298τὰ δὲ λοιπὰ βάρβαῤ ἐστὶ τῶν πολισμάτων,

299Καρχηδονίων ἐντειχισάντων τοὺς τόπους.

300Ἡ δʼ Ἰταλία προσεχὴς μέν ἐστʼ Οἰνωτρίᾳ,

301μιγάδας τὸ πρότερον ἥτις ἔσχε βαρβάρους,

302ἀπὸ τοῦ δυναστεύσαντος Ἰταλοῦ τοὔνομα

303λαβοῦσα, μεγάλη δʼ ὕστερον πρὸς ἐσπέραν

304Ἑλλὰς προσαγορευθεῖσα ταῖς ἀποικίαις.

305Ἑλληνικὰς γοῦν παραθαλαττίους ἔχει

306πόλεις· Τέρειναν πρῶτον, ἢν ἀπῴκισαν

307Κροτωνιᾶται πρότερον, ἃς θʼ οἱ πλησίον

308Ἱαπώνιον καὶ Μέδμαν ᾤκισαν Λοκροί.

309Εἶτ᾿ εἰσὶ Ῥηγῖνοι πόλις τε Ῥήγιον,

310ὅθεν ἐστὶν ἐγγυτάτω πλέοντι διάβασις

311εἰς τὴν Σικελίαν· Χαλκιδεῖς δὲ Ῥήγιον

312ἀποικίσαι δοκοῦσιν. Οἱ δὲ λεγόμενοι

313Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί.

314Τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις

315γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ·

316εἰσὶν δʼ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν·

317ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις.

318Ἔχεται δὲ τούτων πρῶτα μὲν Καυλωνία,

319ἐκ τοῦ Κρότωνος ἥτις ἔσχʼ ἀποικίαν·

320ἀπὸ τοῦ σύνεγγυς κειμένου δὲ τῇ πόλει

321αὐλῶνος αὕτη τοὔνομα σχοῦσʼ ὔστερον

322μετωνομάσθη τῷ χρόνῳ Καυλωνία.

323Ἑξῆς δὲ ταύτης ἦ πρὶν εὐτυχεστάτη

324εὐανδροτάτη πόλις τε γενομένη Κρότων,

325Μύσκελος Ἀχαιὸς ἣν ἀποικίσαι δοκεῖ.

326Μετὰ δὲ Κρότωνα Πανδοσία καὶ Θούριοι·

327ὅμορον δὲ τούτοις ἐστὶ τὸ Μεταπόντιον.

328Ταύτας Ἀχαιοὺς ἐκ Πελοποννήσου κτίσαι

329ἀφικομένους λέγουσι πάσας τὰς πόλεις.

330Εἶτεν μεγίστη τῶν ἐν Ἰταλία Τάρας,

331ἀπό τινος ἥρωος Τάραντος λεγομένη,

332Λακεδαιμονίων ἄποικος, εὐδαίμων πόλις.

333Οἱ Παρθενίαι ταύτην γὰρ ἔκτισαν προτοῦ

334εὔκαιρον, ὀχυρὰν, φυσικὸν εὐτύχημά τι·

335συναγομένη γὰρ λιμέσιν ἐπὶ νῆσον δυσίν

336πάση σκεπεινὴν νηὶ καταγωγὴν ἔχει.

337Ἦν καὶ πρότερον μέγιστον ἐξυμνημένη

338πόλις μεγάλη, βαρεῖα, πλουσία, καλή,

339ἀπὸ τοῦ ποταμοῦ Συβάριδος ὠνομασμένη

340Σύβαρις, Ἀχαιῶν ἐπιφανὴς ἀποικία,

341δέκα μυριάδας ἔχουσα τῶν ἀστῶν σχεδόν

342περιουσία πλείστη τε κεχορηγημένη·

343οἳ δὴ παρεξαρθέντες οὐκ ἀνθρωπίνως

344αὔτανδρον ἐξέφθειραν ἐπιφανῆ πόλιν,

345τἀγαθὰ τὰ λίαν μὴ μαθόντες εὖ φέρειν.

346Λέγεται γὰρ αὐτοὺς μήτε τοῖς νόμοις ἔτι

347τοῖς τοῦ Ζαλεύκου τἀκόλουθα συντελεῖν,

348τρυφὴν δὲ καὶ ῤᾴθυμον ἑλομένους βίον

349χρόνῳ προελθεῖν εἰς ὕβριν τε καὶ κόρον,

350σπεῦσαι δὲ καὶ τὸν τῶν Ὀλυμπίων ὅπως

351ἀγῶνα καταλύσωσι, τάς τε τοῦ Διός

352ἀνέλωσι τιμὰς τῇδε τῇ παρευρέσει

353ἁδρόμισθον Διὶ γυμνικόν τινʼ ἐπετέλουν

354κατὰ τὸν χρόνον τὸν αὐτὸν Ἠλείοις, ἵνα

355πᾶς τις πρὸς αὐτοὺς τοῖς ἐπάθλοις ἀγόμενος

356σπεύδοι καταντᾶν, ἀπολιπὼν τὴν Ἑλλάδα.

357Κροτωνιᾶται πλησίον δὲ κείμενοι

358κατὰ κράτος αὐτοὺς ἦραν ἐν βραχεῖ χρόνῳ

359τὰ πάντα διαμείναντας ἀπταίστως ἔτη

360ὡς ἑκατὸν ἐνενήκοντα πρὸς τοῖς εἴκοσι.

361Μετὰ τὴν Ἰταλίαν εὐθὺς Ἰόνιος πόρος

362κεῖται· καθήκοντες δὲ πρὸς τὴν εἰσβολήν

363οἰκοῦσ᾿ Ἰάπυγες μεθʼ οὓς Οἰνώτριοι

364Βρεντέσιον ἐπίνειόν τε τῶν Μεσσαπίων.

365Πέραν δὲ τούτων ἔστʼ ὄρη Κεραύνια.

366Μεσσαπίων δʼ οἰκοῦσιν,

367Ὀμβρικοί,

368οὕς φασιν ἁβροδίαιτον αἱρεῖσθαι βίον

369Λυδοῖσι βιοτεύοντας ἐμφερέστατα.

370Εἶτ᾿ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη.

370aΘεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν,

371ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικήν

372νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας,

373τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας

374Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας.

375Τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικόν

376τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλῳ

377ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε

378χώραν ἀρίστην νεμομένων καὶ καρπίμην·

379διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα·

380ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόν

381ἐστὶν ὑπὲρ αὐτοὺς, καίπερ ὄντας πλησίον·

382οὐ γὰρ νιφετώδης οὐδʼ ἄγαν ἐψυγμένος,

383ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει·

384ὀξὺς δὲ ταραχώδης τε πρὸς τὰς μεταβολάς,

385μάλιστα τοῦ θέρους δὲ, πρηστήρων τε καί

386βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει

387τυφῶνας. Ἐνετῶν δʼ εἰσὶ πεντήκοντά που

388πόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ,

389οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων

390χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν.

391Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι.

392Δύο δὲ κατʼ αὐτούς εἰσι νῆσοι κείμεναι,

393κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν.

394ὁπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες

395Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει,

396ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον,

397διαυγὲς ἀγείρων ἀποστάλαγμά τι.

398Λέγουσι γὰρ δὴ τὴν κεραύνωσιν προτοῦ

399τὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές·

400διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρων

401μελανειμονεῖν τε πενθικάς τ᾿ ἔχειν στολάς.

402Ἡ πλησίον χώρα δὲ τούτων κειμένη

403ὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται.

404Τούτοις συνάπτον δʼ ἐστὶ Βουλινῶν ἔθνος·

405ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική

406πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη·

407πόλεις δʼ ἐν αὐτῇ φασι πέντε καὶ δέκα

408Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει·

409τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν,

410ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳ

411τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον,

412ὥς φασι Τίμαιός τε κἀρατοσθένης.

413Νῆσος κατʼ αὐτοὺς δʼ ἔστιν Ἴσσα λεγομένη,

414Συρακοσίων ἔχουσα τὴν ἀποικίαν.

415Ἡ δ᾿ Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆ

416ἔθνη περιέχει πολλά· πλήθη γὰρ συχνά

417τῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μέν

418αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα,

419ἃ δὲ τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου,

420καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαις

421ὑπήκο᾿ εἶναι, τινὰ δὲ καὶ μοναρχίαις,

422ἃ δʼ αὐτονομεῖσθαι· θεοσεβεῖς δʼ αὐτοὺς ἄγαν

423καὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους,

424κοινωνικὴν διάθεσιν ἠγαπηκότας

425εἶναι, βίον ζηλοῦν τε κοσμιώτατον.

426Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένη

427νῆσος Παρίων κτίσις ἐστὶν ἥ τε λεγομένη

428Μέλαινα Κόρκυῤ, ἣν Κνίδιοι κατῴκισαν.

429Ἔχει δὲ λίμνην εὖ μάλʼ ἡ χώρα τινά

430μεγάλην, παῤ αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην.

431Προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινες

432ἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον·

433ὅθεν ἐστὶ Διομήδεια ταύτη τοὔνομα.

434Ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι.

435Πρὸς τῇ θαλάττῃ δʼ ἔσιν Ἐπίδαμνος, πόλις

436Ἑλληνὶς, ἣν Κόρκυῤ ἀποικίσαι δοκεῖ.

437Ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι

438οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ.

439Οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία,

440Κορκυραίων τε καὶ Κορινθίων κτίσις,

441Ἑλληνὶς Ὠρικός τε παράλιος πόλις·

442ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖς

443κτίζουσι, κατενεχθέντες ὑπὸ τῶν πνευμάτων.

444Ἔπειτα Θεσπρωτῶν τε καὶ τῶν Χαόνων

445ἔθνη κατοικεῖ βάρβαῤ οὐ πολὺν τόπον.

446Κόρκυρα νῆσος δʼ ἐστὶ κατὰ Θεσπρωτίαν.

447Μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοι

448οἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ,

449ὁ Νεοπτολέμου παῖς, ἥ τε Δωδώνη Διός

450μαντεῖον ἵδρυμ᾿ ἐστὶ δʼ οὖν Πελασγικόν.

451Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μιγάδες βάρβαροι,

452οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ.

453Μετὰ τοὺς Μολοττὺς δʼ Ἀμβρακία Κορινθίων

454ἄποικός ἐστιν· ᾤκισεν δʼ ὁ Κυψέλου

455αὐτὴν πρότερον παῖς Γόργος· εἶτʼ Ἀμφιλοχικόν

456Ἄργος λεγόμενον· τοῦτο δὲ κτίσαι δοκεῖ

457Ἀμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως.

458Εἰσὶ δʼ ἐπάνω τούτων ἔποικοι βάρβαροι.

459Ἐν τῇ παραλία δʼ ἔστʼ Ἀνακτόριον πόλις·

460ταύτην δʼ Ἀκαρνᾶνές τε καὶ Κορίνθιοι

461ἀπῴκισαν· μετέπειτα δʼ Ἀκαρνανία·

462ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι,

463τοὺς δὲ τὸν ἐκείνου παῖδʼ Ἀκαρνᾶνα κτίσαι.

464Κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες·

465Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις,

466εἶθ᾿ ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον,

467ἥ τε Πελοποννήσῳ σύνεγγυς κειμένη

468Ζάκυνθος, εἶτεν αἱ καθήκουσαι πέραν

469πρὸς τὸν Ἀχελῷον, λεγόμεναι δʼ Ἐχινάδες.

470Ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα,

471ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους

472ἐθνικῶς ἅπόντας κατʼ Ἔφορον δηλώσομεν

473Μετὰ τοὺς Ἀκαρνᾶνες μὲν ἔστʼ Αἰτωλία,

474ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν·

475Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον,

476ἀφικόμενος δʼ Αἰτωλὸς ἐκ τῆς Ἤλιδος

477Αἰτωλίαν ὠνόμασ᾿ ἐκείνους ἐκβαλών.

478Πρὸς τῷ Ῥίῳ κεῖται δὲ Ναύπακτος πόλις,

479ἣν Δωριεῖς κτίζουσιν οἱ σὺν Τημένῳ.

480Ἔπειτ’ ἀπʼ Αἰτωλῶν παροικοῦσιν Λοκροί,

481οὓς Ὀζόλας καλοῦσʼ, ἀποίκους γενομένους

482ἀπὸ τῶν πρὸς Εὔβοιαν Λοκρῶν ἐστραμμένων.

483Δελφοὶ συνάπτουσιν δὲ τούτοις ἐχόμενοι

484τό τε Πυθικὸν μαντεῖον ἀψευδέστατον.

485Ἑξῆς δὲ Φωκεῖς, οὓς δοκεῖ συνοικίσαι

486Φῶκος, κατελθὼν μετὰ Κορινθίων προτοῦ

487γενεαλογεῖται δʼ Ὀρνύτου τοῦ Σισύφου.

488Ταύτης δὲ κεῖται πλησίον Βοιωτία,

489χώρα μεγίστη καιρία τε τῇ θέσει·

490χρῆται μόνη γὰρ τρισὶ θαλάτταις, ὡς λόγος,

491ἔχει δὲ λιμένας οὓς μὲν εἰς μεσημβρίαν

492βλέποντας εὐκαιρότατα πρὸς τὸν Ἀδρίαν

493τὸ Σικελικόν τʼ ἐμπόριον, οὓς δὲ πρὸς Κύπρον

494καὶ τὸν κατʼ Αἴγυπτόν τε τὰς νήσους τε πλοῦν·

495οὗτοι δὲ περὶ τὴν Αὐλίδ᾿ εἰσὶν οἱ τόποι,

496ἐν οἷς Ταναγραίων ἐστὶ κειμένη πόλις,

497ὑπὲρ δὲ ταύτην ἐν μεσογείῳ Θεσπιαί·

498τὸν δὲ τρίτον ἔξω τοῦ κατʼ Εὔριπον δρόμου

499εἰς τὴν Μακεδόνων Θετταλῶν θʼ ἱκνούμενον,

500ἐφ᾿ οὗ παράλιός ἐστιν Ἀνθηδὼν πόλις.

501Θῆβαι μέγισται δʼ εἰσὶ τῆς Βοιωτίας.

502Εἶτεν συνάπτει Μέγαρα, Δωρικὴ πόλις·

503σύμπαντες αὐτὴν ἐπόλισαν γὰρ Δωριεῖς,

504πλεῖστοι Κορίνθιοι δὲ καὶ Μεσσήνιοι.

505Λέγουσι δʼ Ὀγχηστοῦ γενόμενον ἐγκρατῆ

506Μεγαρέ᾿ ἀφ᾿ αὑτοῦ τοῦτο θέσθαι τοὔνομα.

507Ἡ Μεγαρὶς ἀφορίζει δὲ τὴν Βοιωτίαν.

508Ὁ Κορίνθιος δὲ κόλπος ἐστὶν ἐχόμενος

509ὅ τε Κεγχρεάτης, οἵ τὸν ἰσθμὸν εἰς στενὸν

510συνάγουσιν ἑκατέρωθεν ἠπειρούμενον.

511Εἶτ᾿ ἔστα Πελοπόννησος ἑξῆς κειμένη,

512κόλπους βαθεῖς ἔχουσα καὶ πολλὰς ἄκρας,

513Μαλέαν μεγίστην Ταίναρόν τε λεγομένην·

514ἱερὸν Ποσειδῶνος δὲ θεοπρεπέστατον

515ὑπὸ τῶν Λακώνων ἐνθάδʼ ἔσθʼ ἱδρυμένον.

516Τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη

517Σικυώνιοι κατέχουσιν, οἵ τε πρίν ποτε

518Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν,

519ἄλλοι τʼ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δʼ ὅρους

520καὶ ζέφυρον Ἠλεῖοί τε καὶ Μεσσήνιοι

521τὸ· πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα

522Λάκωνες Ἀργεῖοί τε πρὸς ἀνιόντα δέ

523ἥξλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις

524ἐν τῇ μεσογείῳ δʼ ἔστιν ἡ Φλιασία,

525τό τʼ Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος.

526Τοὺς Ἀρκάδας μὲν οὖν λέγουσʼ αὐτόχθονας,

527ὕστερον Ἀλήτην δʼ οἰκίσαι Κορινθίους,

528Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δʼ Ἀχαΐαν

529Τισαμενὸν, Ἤλιδος δ᾿ ὁπάρχειν Ὄξωλον

530ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας,

531Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος,

532Ἄργους δὲ Κεῖσον καὶ μετʼ αὐτοῦ Τήμενον,

533τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος,

534καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου.

535Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν

536κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τʼ ἄγαν,

537ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας

538κατὰ μἦκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος

539Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδόν

540Ὄχλοις ἀπʼ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη.

541Ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας

542τοὺς δὴ παῤ αὐτοῖς Ἐτεόκρητας λεγομένους.

543Πράτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς

544ἄρξαι θαλάττης τάς τε νησιώτιδας

545πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι

546αὐτῶν Ἔφορος εἴρηκεν, εἶναί φησί τε

547ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος,

548τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος,

549πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς.

550Ἐν τῷ πόρῳ δὲ κειμένη τῷ Κρητικῷ

551ἄποικός ἐστιν Ἀστυπάλαια Μεγαρέων,

552νῆσος πελαγία· πρὸς δὲ τῇ Λακωνικῇ

553Κύθηρα· μετὰ δὲ ταῦτα κατʼ Ἐπίδαυρον ἥ

554πρότερον μὲν Οἰνώνη προσηγορεύετο,

555ὕστερον ἀπʼ Αἰγίνης δὲ τῆς Ἀσωπίδος

556Aἴγιναν ἐκάλεσεν κατασχὼν Αἰακός·

557καὶ πλησίον ταύτῃ Σαλαμὶς, ἐν ᾗ λόγος

558τὸν Αἰακοῦ Τελαμῶνα βασιλεῦσαί ποτε.

559Ἑξῆς Ἀθῆναι φασὶ δʼ οἰκητὰς λαχεῖν

560ταύτας Πελασγοὺς πρῶτον, οὓς δὲ καὶ λόγος

561Κραναοὺς καλεῖσθαι, μετὰ δὲ ταῦτα Κεκροπίδας,

562Κέκροπος δυναστεύσαντος, ὑστέροισι δέ

563χρόνοις, Ἐρεχθέως τῆς πόλεως ἡγουμένου,

564ἀπὸ τῆς Ἀθηνᾶς τὴν προσηγορίαν λαχεῖν.

565Ἡρόδοτος ἱστορεῖ δὲ ταῦτα συγγράφων.

566Τὸ Σούνιον κάμψαντι δʼ ἀπὸ τῆς Ἀττικῆς

567Εὔβοια κεῖται νῆσος, ἡ καλουμένη

568διὰ τὴν φύσιν τὸ πρότερον, ὥς φασιν, Μάκρις,

569ἔπειτεν ἀπὸ τῆς λεγομένης Ἀσωπίδος.

570χρόνῳ λαβοῦσα τοὔνομ᾿ Εὐβοίας πάλιν.

571Πρώτους δʼ ἐν αὐτῇ φασὶν οἰκῆσαι προτοῦ

572μιγάδας συνοίκους Λέλεγας ἐκ τῆς δʼ Ἀττικῆς

573τὸν Ἐρεχθέως διαβάντα Πάνδωρον κτίσαι

574πόλιν μεγίστην τῶν ἐν αὐτῇ Χαλκίδα,

575Aἴκλον δʼ Ἐρέτριαν, ὄντ᾿ Ἀθηναῖον γένει,

576τὴν δʼ ἐναλίαν Κήρινθον ὡσαύτως Κόθον,

577Δρύοπας δὲ τὴν Κάρυστον ὠνομασμένην·

578ἡ δʼ Ἑστίαια γέγονε Περραιβῶν κτίσις.

579Κεῖνται δὲ καὶ νησῖδες αὐτῆς πλησίον,

580Σκῦρος, Πεπάρηθος, Σκίαθος, ὧν Κρῆτες μὲν οἱ

581μετὰ Σταφύλου διαβάντες ἐκ Κνωσσοῦ ποτε

582Πεπάρηθον ἐγγὺς κειμένην τʼ αὐτῆς Ἴκον

583νῆσον συνοικίζουσι, τὴν Σκῦρον δὲ καί

584τὴν Σκίαθον ἐκ Θρᾴκης διαβάντες, ὡς λόγος,

585Πελασγιῶται· πάλι δʼ ἐρήμους γενομένας

586αὐτὰς ἁπάσας Χαλκιδεῖς συνῴκισαν.

587Ἀπέναντι δʼ Εὐβοίας κατοικοῦσιν Λοκροί,

588ὧν πρῶτος ἦρξεν, ὡς λέγουσʼ, Ἀμφικτύων

589ὁ Δευκαλίωνος, ἐχόμενος δʼ ἀφʼ αἵματος

590Αἰτωλὸς, εἶτα Φύσκος, ὃς γεννᾷ Λοκρόν,·

591ὃς τοὺς Λέλεγας ὠνόμασεν ἀφʼ ἑαυτοῦ Λοκρούς.

592Ἐξῆς δὲ τούτων Δωριεῖς μικρὰς πόλεις,

593Ἐρινεὸν Βοιόν τε καὶ Κυτίνιον,

594ἀρχαιοτάτας ἔχουσι Πίνδον τʼ ἐχομένην,

595ἃς Δῶρος Ἕλληνος γενόμενος ιᾤκισεν·

596τούτων δʼ ἔποικοι πάντες εἰσὶ Δωριεῖς.

597Εἶτεν παῤ αὐτὰς Ἡράκλειʼ ἐστὶν πόλις,

598ἣν οἱ Λάκωνες, μυρίους οἰκήτορας

599πέμψαντες εἰς Τραχῖνα, πρότερον ἐκτίσαν.

600Ταύτης Πύλαια δʼ ἐστὶν ἑξῆς παράλιος

601ἀγορὰ δʼ ἐν αὐτῇ γίνετʼ Ἀμφικτυονική.

602Κόλπος δὲ κεῖται Μαλιακὸς ἐν τῷ μυχῷ,

603Ἐχῖνος οὗ πόλις ἐστὶ, τοῦ Σπαρτοῦ κτίσις

604Ἐχίονος, καὶ Μαλιέων ἄλλαι πόλεις.

605Ἔπειτ᾿ Ἀχαιοὶ παράλιοι Φθιωτικοί.

606Μάγνητες οἰκοῦσιν δὲ περὶ τὸ Πήλιον.

607Ὑπὲρ δὲ τούτους ἔστιν εὐβοτωτάτη

608χώρα, κράτιστα πεδία καὶ τελεσφόρα

609ἔχουσα καὶ Λάρισαν εὐτυχεστάτην

610πόλιν συχνὰς ἄλλας τε, Πηνειὸς διʼ ἧς

611μέγας διαρρεῖ ποταμὸς ἐπί τε τὰ στενά

612Τέμπη διήκων, τήν τε πρὸς τῷ Πηλίῳ

613λίμνην βαθεῖαν λεγομένην Βοιβηΐδα.

614Τῇ Θετταλίᾳ δ᾿ ἔσθ᾿ ὅμορος Ἁθαμανία,

615Δολόπων τε Περραιβῶν τε συνορίζοντ᾿ ἔθνη

616τά τʼ Αἰνιάνων, οἵτινες τῶν Αἱμόνων

617δοκοῦσι Λαπιθῶν Μυρμιδόνων τε γεγονέναι.

618Ὑπὲρ τὰ Τέμπη δ᾿ ἔστιν ἡ τῶν Μακεδόνων

619χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη,

620ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ,

621ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων,

622τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον,

623καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα.

624Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μὲν πολλαὶ πόλεις,

625ἡ Πέλλα καὶ Βέροια δʼ ἐπιφανέσταται

626ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε.

627Κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένην

628Αἴνειαν ἡ πρὶν γενομένη Κορινθίων

629κτίσις Ποτίδαιʼ ἐστὶ, Δωρικὴ πόλις,

630μετὰ ταῦτα Κασάνδρεια δʼ ὠνομασμένη.

631Ἐν τῇ μεσογείῳ δʼ Ἀντιγόνεια λεγομένν

632Ὄλυνθος ὕστερον δὲ γενομένη πόλις,

633ἣν ἐξανέστησεν Φίλιππος ὁ Μακεδών,

634δόρατι κρατήσας. Μετὰ δὲ τὴν Ὀλυνθίαν

635Ἀρέθουσα, Παλλήνη τʼ ἐπ᾿ ἰσθμοῦ κειμένη.

636Ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην,

637τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος,

638μετὰ ταῦτα Παλληνεῖς δʼ ἀφʼ αὑτῶν ὀνομάσαι

639λέγουσιν ὁρμηθέντας ἐξ Ἀχαΐας.

640Εἶτ᾿ ἔστι κόλπος λεγόμενος Τορωνικός,

641οὗ πρότερον ἦν τις Μηκύβερνα κειμένη·

642ἑξῆς Τορώνη τοῖς τόποις ὁμώνυμος.

643Εἶτεν πελαγία Λῆμνος, Ἡφαίστου τροφός,

644ἣν ὁ Διονύσου πρῶτος οἰκίζει Θόας,

645μετὰ ταῦτα δʼ ἔσχεν Ἀττικὴν ἀποικίαν.

646Τὸν Ἄθω δὲ παραπλεύσαντι παράλιος πόλις

647Ἄκανθός ἐστιν, Ἀνδρίων ἀποικία,

648παῤ ἣν διῶρυξ δείκνυται τετμημένη

649ἑπταστάδιος Ξέρξην δὲ λέγετʼ αὐτὴν τεμεῖν·

650εἶτ᾿ Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας

651ποταμὸς παραρρε μέχρι θαλάττης φερόμενος

652κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς

653ἐφʼ οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς

654κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος

655ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.

656Μετʼ Ἀμφίπολιν δʼ ἡ πρότερον Οἰσύμη πόλις

657Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,

658ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.

659Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,

660ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,

661ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου

662ἐκ τῆς Ἀσίας διαβάντες ἔλαβε δʼ ἡ Θάσος

663ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ᾿ , ὡς καὶ νῦν ἔχει.

664Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ

665Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.

666Τῶν δʼ ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις

667Ἄβδηῤ, ἀπʼ Ἀβδήρου μὲν ὠνομασμένη

668τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ

669ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων

670ἵππων φθαρῆναι Τήιοι δὲ τὴν πόλιν

671συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά.

672Ταύτης δʼ ἐπί ταδι ποταμός ἐστι κείμενος

673Νέστος λεγόμενος, ἐκ δὲ τῶν πρὸς ἀνατολήν

674μερῶν λαβοῦσα τοὔνομ᾿ ἀπὸ τῶν Βιστόνων

675Θρακῶν προμήκης ἐστὶ λίμνη Βιστονίς.

676Εἶτεν Μαρώνει᾿ , οὗ κατοικῆσαι τὸ πρίν

677τοὺς Κίκονας ἱστοροῦσι τοὺς ἐν Ἰσμάρῳ·

678αὔτη δὲ Χίων ἐγένεθ᾿ ὕστερον κτίσις.

679Πέραν Σαμοθρᾴκη δʼ ἔστι νῆσος Τρωῖκή,

680ἔχουσα τὴν οἴκησιν ἀναμεμιγμένην·

681πρότερον γὰρ εἶναί φασιν ἐν ταύτῃ τινές

682τοὺς Τρῶας, Ἠλέκτρας τεκούσης Δάρδανον

683τῆς λεγομένης Ἄτλαντος Ἰασίωνά τε,

684ὧν τὸν μὲν Ἰασίωνα δυσσέβημά τι

685πρᾶξαι περὶ Δήμητρος λέγουσʼ ἄγαλμα καί

686πληγῇ κεραυνωθέντα δαιμονίῳ θανεῖν,

687τὸν Δάρδανον δὲ δὴ λιπόντα τοὺς τόπους

688πρὸς τὴν ὑπώρειάν γε τῆς Ἴδης κτίσαι

689πόλιν ἀφʼ ἑαυτοῦ Δαρδανίαν καλουμένην·

690τοὺς δὲ Σαμοθρᾷκος, Τρῶας ὄντας τῷ γένει,

691ἀπὸ τοῦ τόπου δὲ Θρᾷκας ἐκικαλουμένους,

692διʼ εὐσέβειαν ἐγκαταμεῖναι τῷ τόπῳ.

693Ἐν σιτοδείᾳ τῶν Σαμίων δʼ αὐτοῖς ποτε᾿

694ἐπαρκεσάντων, τηνικαῦτʼ ἐκ τῆς Σάμου

695ἐπιδεξάμενοί τινας συνοίκους ἔσχοσαν.

696Μετὰ τὴν Μαρώνειαν δὲ κεῖτ᾿ Αἶνος πόλις

697ἔχουσʼ ἐποίκους ἐκ Μιτυλήνης Αἰολεῖς.

698Ἡ Θρᾳκία δὲ χερρόνησος ἐχομένη

699κεῖται, καθʼ ἣν πόλις ἐστὶ πρώτη Καρδία,

700ἀρχήν μὲν ὑπὸ Μιλησίων κτισθεῖσα καί

701Κλαζομενίων, πάλιν δʼ Ἀθηναίων ὕπο,

702ὅτα Μιλτιάδης ἐκράτησε Χερρονησίων.

703Προσεχὴς δὲ Λυσιμάχεια ταύτην δʼ ἔκτισεν

704ἐπώνυμον Λυσίμαχος ἀφʼ ἑαυτοῦ πόλιν,

705Λίμναι δʼ ἐφεξῆς εἰσὶν αἱ Μιλησίων·

706εἶτ᾿ Αἰολέων Ἀλωπεκόννησος πόλις·

707ἑξῆς Ἐλαιοῦς, Ἀττικὴν ἀποικίαν

708ἔχουσα, Φόρβας ἣν συνοικίσαι δακεῖ.

709Ἔπειτα Σηστὸς καὶ Μάδυτος, αἱ κείμεναι

710ἐπὶ τοῦ στενωποῦ Λεσβίων δʼ οὗσαι κτίσεις.

711Εἶτ᾿ ἔστι Κριθώτη πόλις τε Πακτύη·

712λέγουσι καὶ ταύτας δὲ Μιλτιάδην κτίσαι.

713Μετὰ τὴν δὲ Χερρόνησον ἐν Προποντίδε

714Θρᾴκη παρήκει, καὶ Σαμίων ἐποικία

715Πέρινθός ἐστιν· ἐχομένως Σηλυμβρία,

716ἣν οἱ Μεγαρεῖς κτίζουσι πρὶν Βυζαντίου·

717ἑξῆς Μεγαρέων εὐτυχῶν Βυζάντιον.

718Μετὰ ταῦτα δʼ ἔσδʼ ὁ Πόντος, οὗ δὴ τὴν θέσιν

719ὁ Καλλατιανὸς συγγράφων Δημήτριος

720ἔοικεν ἐπιμελεστάτως πεπυσμένος.

721Κατὰ μέρος αὐτοῦ τοὺς τόπους διέξιμεν.

722Τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον

723Βυζαντίων χώρα Φιλία καλουμένη.

724Εἶτ᾿ αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος

725ἐφ᾿ ἑπτακόσια στάδια τεναγώδης ἄγαν

726καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς

727παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος.

728Εἶτʼ εὐλίμενος ἄκρα συνάπτει Θυνιάς,

729τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσʼ ἐσχάτη,

730μεθʼ ἣν πόλις ἐστὶ σύνορος Ἁπολλωνία.

731ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που

732κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν

733εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι·

734πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνίας

735ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν ἄξενον

736διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων

737προσηγορίας ἐποίησαν εὐξείνου τυχεῖν.

738Περὶ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου

739Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία,

740τῇ Θρᾳκίᾳ Γετικῇ τε συνορίζουσα γῇ·

741Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖς τʼ ᾤκισαν,

742ἵτʼ ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο.

743Αἷμος μέγιστον δʼ ἔστιν ὑπὲρ αὐτὴν ὄρος,

744τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής

745τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει

746ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων

747ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.

748Ὀδησσὸς, ἣν Μιλήσιοι

749κτίζουσιν, Ἀστυάγης ὅτ᾿ ἦρχε Μηδίας

750αὕτη Κροβύζους Θρᾶκας ἐν κύκλῳ δʼ ἔχει.

751Διονυσόπολις δʼ, ἣ πρῶτον ὠνομάζετο

752Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις·

753Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον

754ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος,

755Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν.

756Ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Συυθῶν

757χώρα μιγάδας Ἕλληνας οἰκητὰς ἔχει.

758Βιζώνη Τοῦτο δέ

759τὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων,

760τινὲς δʼ ἄποικον γεγονέναι Μεσημβρίας.

761Κάλλατις,

762ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη

763κατὰ χρησμόν· ἔκτίσαν δὲ ταύτην, ἡνίκα

764τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν.

765Τόμοι δʼ ἄποικοι γενόμενοι Μιλησίων,

766ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι.

767Πόλις

768Ἴστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα τοὔνομα.

769Ταύτην τὴν πόλιν

770Μιλήσιοι κτίζουσιν, ἡνίκα Σωθῶν

771εἰς τὴν Ἀπίαν στράτευμα διέβη βαρβάρων

772τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου.

773Ἴστρος ὁ ποταμός

774κατέρχετʼ ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων

775τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος·

776καὶ δυσὶ δὲ ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν.

777Ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται.

778καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον·

779χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος

780τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει

781ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις

782τῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων,

783τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον.

785Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας

786πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος,

787ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη

788καὶ τῶν στομάτων οὐκ ἔστʼ ἐλάττον μὲν Ῥόδου,

789Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει

790πευκῶν. ἐπʼ εὐθείας κατʼ αὐτὴν πελαγία

791Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη.

792Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων

793θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις.

794Οὐ δυνατὸν ἀπὸ ταύτης δʼ ἰδεῖν χώραν τινά

795καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον

796τετρακόσιʼ, ὡς δὴ συγγράφει Δημήτριος.

797(Οὑτοι δὲ Θρᾷκες Βαστάρναι τʼ ἐπήλυδες.)

798Ὁ ποταμός

799Τύρας βαθύς τʼ ὢν εὔβοτός τε ταῖς νομαῖς,

800τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων,

801ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ.

802Ὁλμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις

803Τύρας, ἄποικος γενομένη Μιλησίων.

804Ἐπὶ ταῖς δὲ καθʼ Ὕπανίν τε καὶ Βορυσθένην

805ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλισ

806κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη,

807μετἀ ταῦθ' ὑφ' Ἑλλήνων πάλιν Βορυσθένης

808κληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοι

809κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν.

810διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν

811ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει

812ἔχει ποταμῷ.

813Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος,

814κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων

815τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν.

816Ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν

817ὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω

818τόπους ἄπλωτός ἐστι κοῦ περάσιμος·

819ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.

820Ἀχίλλειος ὅρόμος,

821ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρά τε καὶ στενή

822Ἡ Ταυρικὴ δὲ χερρόνησος λιγομένη

823τούτοις συνάπτει, πόλιν ἔχουσʼ Ἑλληνίδα,

824ἣν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν,

825τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινος

826τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων

827ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι.

828Τοῦτον εἰς τόπον τινές

829τῆς Ταυρικῆς λέγουσιν ἀφικέσθαι ποτέ

830κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος

831Εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί,

832βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες

833τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς,

834ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν.

835Ἔπειτ᾿ ἐπʼ αὐτοῦ τοῦ στόματος Μαιώτιδος

836λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον,

837τοῦ Βοσπόρου βασίλειον ὠνομασμένον

838Ἄνωθε τούτων ἡ Σωθὶς γῆ βάρβαρος

839πρὸς τὴν ἀοίκητον συνορίζουσʼ ἐστὶ γῆν

840καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην.

841Πρώτους δὲ παρὰ τὸν Ἵστρον εἶναι Καρπίδας

842εἴρηκεν Ἔφορος, εἶλτεν Ἀροτῆρας πρόσω

843Νευρούς τε μέχρι γῆς πάλιν ἐρῄμου διὰ πάγον,

844πρὸς ἀνατολὰς δʼ ἐκβάντι τὸν Βορυσθένην

845τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας

846εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω,

847ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον,

848ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος,

849ἐπέκεινα δʼ εἶναι πάλιν ἔρημον ἐχομένην.

850Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος

851ἕτερά τε πλείονʼ οὐ διωνομασμένα,

852Νομαδικὰ δʼ ἐπικαλούμεν᾿ , εὐσεβῆ πάνυ,

853ὧν οὐδὶ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν

854οἰκοφόρα δʼ, ὡς εἴρηκε, καὶ σιτούμενα

855γάλακτι ταῖς Σκυθικαῖσί θ᾿ ἱππομολγίαις·

856ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες

857κοινήν ἀπάντων τήν θʼ ὅλην συνουσίαν.

858Καὶ τὸν σοφὸν δʼ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν

859φησὶν γενέσθαι τῶν σφόδῤ εὐσεβεστάτων.

860Καὶ κατοικῆσαί τινας

861εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας

862καλοῦσιν· εὐσημότατον εἶναί φησι δέ

863τὸ Σαυροματῶν καὶ τῶν Γελωνῶν καὶ τρίτον

864τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος

865Ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα

866Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη,

867εἰς ἣν ὁ Τάναῖς

868ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμʼ Ἀράξεως

869ἐπιμίσγεθ᾿ , ὡς Ἑκαταῖς εἶφ᾿ οὑρετριεύς,

870ὡς δʼ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός,

871ἧς τὸ πέρας ἔστʼ ἄφραστον. Ἐξίησι δέ

872δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην

873Μαιῶτιν εἰς τὸν Κιμμερικόν τε Βόσπορον.

ΑΣΙΑ.

874Τὴν Τάναῖν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος,

875τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα,

876πρῶτοι νέμονται Σαρμάται, δισχίλια

877στάδιʼ ἐπέχοντες.

878Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος

879Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος

880ὁ συγγραφεὺς εἴρηκεν, ὡς δʼ Ἔφορος λέγει

881Σαυροματῶν λέγεται ἔθνος.

882Τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας

883τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτέ

884ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης.

885ἐφ᾿ οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι.

886Εἶτ᾿ ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε,

887ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ,

888καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας

889Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων.

890Ταύτας περιέχει τὰς πόλεις διακειμένας

891νῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου

892χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα,

893ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις

894ἀδιάβατος τοῖς τενάγεσίν τʼ ἐν τῷ πέραν,

895ἃ δὲ τῇ θαλάττῃ τῇ τε λίμνῃ γίνεται.

896Τὸ δὲ στόμʼ ἐκπλέοντι Κιμμερὶς πόλις,

897ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη,

898κτίσις τυράννων δʼ οὖσα τῶν ἐν Βοσπόρῳ,

899Κῆπός τʼ ἀποικισθεῖσα διὰ Μιλησίων.

900Μοσύνοικοι

901ἔθεσι νόμοις ἔργοις τε βαρβαρώτατοι·

902φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν

903πύργοις ἐνοικεῖν πάντας, ἔν φανερῷ δʼ ἀεὶ

904ἕκαστα πράττειν, τὸν δʼ ἑαυτῶν βασιλέα

905δεδεμένον ἐν πύργῳ τε συγκεκλεισμένον

906τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην

907ἔχοντα, τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελές

908εἶναι, νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν·

909εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν

910φασὶν μεγίστην, μὴ διδόντας τὴν τροφήν.

911Κερασοῦς Σλνωπέων ἄποικος

912καθʼ ἣν ἔρημος κειμένη

913παρήκει νῆσος Ἄρεως λεγομένη.

914Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον,

915γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου,

916εὐδαιμονίαν ταύτην μεγίστην κεκρικότες.

917Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη

918Φωκαέων ἀποικία,

919τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γάρ

920τῆς Ἡρακλείας ἔλαβʼ Ἰωνικὴν κτίσιν.

921Κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδόν

922στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικόν

923κόλπον διήκων τήν τʼ Ἀλεξανδρούπολιν,

924τῶ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δʼ ὁδόν

925εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει·

926τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον

927εἰς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν.

928Ὁ δ᾿ Ἡρόδοτος…

929ἐκ…

The complete text is available when the reading interface loads.