Ad Nicomedem regem, vv. 722
- Authority group
- Pseudo-Scymnus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Ad Nicomedem regem, vv. 722–1026, ed. A. Diller, The tradition of the minor Greek geographers, Lancaster, Pennsylvania: American Philological Association, 1952: 165–176.
- CTS identifier
urn:cts:greekLit:tlg0068.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
770
τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου.
771
(Ἴστρος ποταμός)
772
ἀπὸ τῶν 〈μὲν〉 ἑσπερίων τόπων κατέρχεται,
773
τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος,
774
δύσιν δὲ πέρι σχιζόμενος εἰς τὸν Ἀδρίαν·
775
ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται,
776
καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον·
777
χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος
778
τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει
779
ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις
780
τῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων
781
τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον.
782
ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας
783
πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος,
784
ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη
785
καὶ τῶν στομάτων οὐκ ἔστ' ἐλάττων μὲν Ῥόδου,
786
Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει
787
πευκῶν· ἔπειθ' †οὕτως μετ' αὐτὴν πελαγία
788
Ἀχιλλέως ἡ νῆσός 〈ἐστι〉 κειμένη.
789
ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων
790
θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις.
791
οὐ δυνατόν ἐστ' ἤπειρον ἀπὸ ταύτης ἰδεῖν,
792
καίπερ ἀπεχούσης στάδια τῆς χώρας ἄπο
793
τετρακόσι', ὡς δὴ συγγράφει Δημήτριος ....
794
Θρᾷκές τε Βαστάρναι τ' ἐπήλυδες ....
795
(Τύρας ποταμός)
796
βαθύς τ' ὢν εὔβοτός 〈τε〉 ταῖς νομαῖς,
797
τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων
798
ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ.
799
ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις
800
Τύρας ἄποικος γενομένη Μιλησίων.
801
(Βορυσθένης ποταμός)
802
οὗτος 〈δὲ〉 πάντων ἐστὶ χρειωδέστατος,
803
κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων
804
τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασι.
805
ῥεῖν δ' αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν
806
ὡς τετταράκοντα πλωτόν, εἰς δὲ τοὺς ἄνω
807
τόπους ἄπλωτός ἐστι κοὐ περάσιμος·
808
ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.
809
ἐπὶ ταῖς δὲ καθ' Ὕπανίν 〈τε〉 καὶ Βορυσθένην
810
ποταμῶν διπλαῖσι συμβολαῖς ἐστὶν πόλις
811
κτισθεῖσα, πρὶν μὲν Ὀλβία καλουμένη,
812
μετὰ ταῦθ' ὑφ' Ἑλλήνων δὲ πάλι Βορυσθένης
813
κληθεῖσα. ταύτην 〈τὴν πόλιν〉 Μιλήσιοι
814
κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν·
815
διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν
816
ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει
817
ἔχει ποταμῷ
818
(Ἀχιλλέως δρόμος)
819
ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρά 〈τε〉 καὶ στενή.
820
(Ταῦροι ἔθνος) τινὲς λέγουσιν ἀφικέσθαι ποτὲ
821
κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος.
822
εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί,
823
βίον δ' ἐνόρειον νομάδα τ' ἐζηλωκότες,
824
τὴν δ' ὠμότητα βάρβαροί τε καὶ φονεῖς,
825
ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν.
826
ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη
827
τούτοις συνάπτει, πόλιν ἔχους' Ἑλληνίδα,
828
ἣν Ἡρακλεῶται Δήλιοί τ' ἀπῴκισαν,
829
τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς
830
τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων
831
ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι.
832
(Θεοδοσία πόλις) † λέγεταί ποτε
833
καὶ φυγάδας ἐκ τῶν Βοσπόρου οἰκῆσαι.
834
(Κιμμερικὸν πόλις) ἐν τῇ θαλάττῃ δ' ἄντικρυς
835
νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο
836
†ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου.
837
(Παντικάπαιον πόλις) ἔσχατον,
838
τοῖς Βοσπόρου βασίλει' ἐπωνομασμένον.
839
ἄνωθε τούτων ἡ Σκυθικὴ δὲ βάρβαρος
840
πρὸς τὴν ἀοίκητον συνορίζους' ἐστὶ γῆν
841
καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην.
842
πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Κάρπιδας
843
εἴρηκεν Ἔφορος, εἶτεν Ἀροτῆρας πρόσω
844
Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον·
845
πρὸς ἀνατολὰς δ' ἐκβάντι τὸν Βορυσθένην
846
τοὺς τὴν λεγομένην Ὕβλαν οἰκοῦντας Σκύθας
847
εἶναι, Γεωργοὺς δ' ἐχομένους τούτων ἄνω,
848
ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον,
849
ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος,
850
ἐπέκεινα 〈δ'〉 εἶναι πάλιν ἔρημον ἐχομένην·
851
τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος
852
ἕτερά τε πλείον' οὐ διωνομασμένα,
853
νομαδικὰ δ' ἐπικαλούμεν', εὐσεβῆ πάνυ,
854
ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτ' ἄν,
855
οἰκοφόρα δ', ὡς εἴρηκε, καὶ σιτούμενα
856
γάλακτι ταῖς Σκυθικαῖσιν ἱππημολγίαις,
857
ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες
858
κοινὴν ἁπάντων τὴν θ' ὅλην 〈συν〉ουσίαν.
859
καὶ τὸν σοφὸν δ' Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν
860
φησὶν γενέσθαι τῶν σφόδρ' εὐσεβεστάτων.
861
... καὶ κατοικῆσαί τινας
862
εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας
863
καλοῦσιν. εὐσημότατον εἶναί φησι δὲ
864
τὸ Σαυροματῶν καὶ τῶν Γελώνων καὶ τρίτον
865
τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος.
866
ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα
867
Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη,
868
†εἰς ἣν ὁ Τάναϊς
869
ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμ' Ἀράξεω
870
ἐπιμίσγεθ', ὡς Ἑκαταῖος εἶφ' ὁ Τήϊος,
871
ὡς δ' Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός,
872
ἧς τὸ πέρας ἔστ' ἄφραστον· ἐξίησι δὲ
873
δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην
874
Μαιῶτιν εἰς τὸν Κιμμερικόν τε Βόσπορον.
875
{ΑΣΙΑ}τὸν Τάναϊν, ὅσ〈τις〉 ἐστὶ τῆς Ἀσίας ὅρος,
876
τέμνων 〈γε〉 τὴν ἤπειρον ἑκατέραν δίχα,
877
πρῶτοι νέμονται Σαρμάται, δισχίλια
878
στάδι' ἐπέχοντες· εἶτα Μαιωτῶν γένος
879
Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος
880
εἴρηκεν, ὡς Ἔφορος δέ, Σαυροματῶν ἔθνος.
881
τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας
882
τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτὲ
883
ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης,
884
ἐφ' οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι.
885
εἶτ' ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε,
886
ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ,
887
καὶ Σινδικὸς λιμήν, ἔχων οἰκήτορας
888
Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων.
889
ταύτας περιέχει τὰς πόλεις διακειμένας
890
νῆσος κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου
891
χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα,
892
ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις
893
ἀδιάβατος τενάγεσί τε τοῖς ἐν τῷ πέραν,
894
ἃ δὲ τῇ θαλάττῃ τῇ τε λίμνῃ γίνεται.
895
τὸ δὲ στόμ' ἐκπλέοντι Κιμμερὶς πόλις,
896
ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη,
897
κτίσις τυράννων δ' οὖσα τῶν ἐν Βοσπόρῳ,
898
Κῆπός τ' ἀποικισθεῖσα διὰ Μιλησίων.
899
(Σίνδοι ἔθνος) Μαιωτῶν τινες,
900
†βάρβαροι μέν εἰσι, τοῖς δὲ ἔθεσιν ἥμεροι.
901
(Κερκέται) δίκαιον ἐπιεικές τ' ἔθνος
902
καὶ ναυτικὸν μάλιστα. τὴν δ' ὅμορον 〈πάλιν〉
903
τούτων ἔχουσι γῆν Ἀχαιοὶ 〈λεγόμενοι〉,
904
οὓς δὴ λέγουσιν ὄντας Ἕλληνας γένει
905
καλεῖσθ' Ἀχαιοὺς ἐκβαρβαρωμένους.
906
τὸν Ὀρχομενίων φασὶ γὰρ λαόν ποτε
907
τὸν Ἰαλμένου †μηνύεσθαι παντὶ τῷ στόλῳ
908
ἐξ Ἰλίου πλέοντας ὑπὸ τῶν πνευμάτων
909
ἄκοντας εἰς τὴν Ποντικὴν καὶ βάρβαρον
910
χώραν κατελθεῖν· ὅθεν ἀπεξενωμένους
911
εἶναι παρανόμους φασὶ καὶ τοῖς ἤθεσιν
912
μάλιστα 〈τοῖς〉 Ἕλλησι δυσμενεστάτους,
913
†πολλοὶ δὲ ἐναντίοι εἰσὶν οἱ Ἀχαιοὶ τοῖς Κερκέταις.
914
(Ἡνίοχοι ἔθνος)
915
μισόξενον. τούτους δὲ κληθῆναί τινες
916
ἀπὸ τῶν Πολυδεύκους ἡνιόχων καὶ Κάστορος
917
λέγουσιν Ἀμφίτου τε καὶ τοῦ Τέλχιος.
918
ἐν τῷ μετ' Ἰάσονος γὰρ ἀφικέσθαι στόλῳ
919
δοκοῦσιν οὗτοι, περὶ δὲ τούτους τοὺς τόπους
920
ᾤκησαν ἀπολειφθέντες, ὡς μυθεύεται.
921
ὑπὲρ Ἡνιόχους ἄνω δὲ κεῖται Κασπία
922
καλουμένη θάλαττα, βαρβάρων γένη
923
ἱπποφάγα περὶ αὑτὴν ἔχους' οἰκούμενα,
924
ἧς δὴ τὰ Μήδων ἐστὶν ὅρια πλησίον.
925
(Φᾶσις ποταμός) τὸ ῥεῦμ' ἔχει
926
φερόμενον ἐκ τῆς Ἀρμενίας, οὗ πλησίον
927
οἰκοῦσι μεταναστάντες ἐξ Ἰβηρίας
928
εἰς Ἀρμενίαν Ἴβηρες. εἰσιόντι δὲ
929
ἀριστερὰ τοῦ Φάσιδος παρακειμένη
930
Μιλησίων πόλις 〈ἐστὶ〉 Φᾶσις λεγομένη
931
Ἑλληνίς· εἰς ταύτην δὲ καταβαίνειν λόγος
932
φωναῖς διαφόροις χρώμεν' ἐξήκοντ' ἔθνη,
933
ἐν οἷς τινας λέγουσιν ἀπὸ τῆς Ἰνδικῆς
934
καὶ Βακτριανῆς 〈γῆς〉 συναφικνεῖσθαι βαρβάρους.
935
μεταξὺ τούτων βάρβαρος Κοραξική,
936
ἧς ἐχομένη 〈'στὶ〉 Κωλικὴ καλουμένη,
937
τὰ τῶν Μελαγχλαίνων 〈τε〉 καὶ Κόλχων ἔθνη.
938
(Μάκρωνες ἔθνος)
939
(Μοσύνοικοι ἔθνος)
940
ὠμοῖς ἔθεσιν ἔργοις 〈τε〉 βαρβαρώτατοι.
941
φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τ' ἄγαν
942
πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δ' ἀεὶ
943
ἕκαστα πράττειν, τὸν δ' ἑαυτῶν βασιλέα
944
δεδεμένον ἐν πύργῳ 〈τε〉 συγκεκλεισμένον
945
τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην
946
ἔχοντα, τοῖς φρουροῦσι δ' αὐτὸν ἐπιμελὲς
947
εἶναι νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν,
948
ἂν δὲ παραβαίνῃ, κόλασιν αὐτοῦ λαμβάνειν
949
φασὶν μεγίστην, μὴ διδόντας 〈δια〉τροφήν.
950
(Φαρνακία πόλις)
951
†κτισθεῖσα καὶ αὐτὴ καθὼς ἔρημος κειμένη,
952
†ἧς ἄντικρυς παρήκει νῆσος Ἄρεος λεγομένη.
953
(Τιβαρηνοὶ ἔθνος) ὁμόχωροι ...
954
παίζειν γελᾶν σπεύδοντες ἐκ παντὸς τρόπου,
955
εὐδαιμονίαν ταύτην 〈μεγίστην〉 κεκρικότες.
956
(Ἀμισὸς πόλις) ἐν τῇ Λευκοσύρων γῇ κειμένη,
957
〈Μιλησίων καὶ〉 Φωκαέων ἀποικία·
958
τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γὰρ
959
τῆς Ἡρακλείας ἔλαβ' Ἰωνικὴν κτίσιν.
960
κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδὸν
961
στενότατος αὐχήν ἐστιν εἰς 〈τὸν〉 Ἰσσικὸν
962
κόλπον διήκων τήν τ' Ἀλεξάνδρου πόλιν
963
τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δ' ὁδὸν
964
εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει.
965
τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον
966
εἰς τὸν περὶ αὐτὴν ὄντα συνάγεσθαι μυχόν.
967
ὁ δ' Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων
968
ἐκ τῆς Κιλικίας πένθ' ὑπάρχειν ἡμερῶν
969
εὐθεῖαν ὁδόν, ὡς αὐτὸς ἱστορεῖ γράφων,
970
εἰς 〈τὴν〉 Σινώπην τὴν προσωτέρω πόλιν.
971
κεκραμένη δ' ἄριστα τῆς Ἀσίας σχεδὸν
972
χωρία γένη τε κατέχει πεντεκαίδεκα
973
ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά,
974
Αἰολικόν, εἶτ' Ἰωνικὸν καὶ Δωρικόν,
975
τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα.
976
Κίλικες μὲν οὖν Λύκιοί τε καὶ πρὸς τοῖσδ' ἅμα
977
Κᾶρες Μαριανδυνοί τε παραθαλάττιοι
978
οἰκοῦσι Παφλαγόνες τε καὶ Παμφύλιοι·
979
Χάλυβες δὲ τὴν μεσόγειον οἵ τε πλησίον
980
Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικὴν
981
Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.
982
(Ἅλυς ποταμός)
983
†τριακοσίοις σταδίοις ἀπέχων τῆς Ἀμισοῦ
984
μεταξὺ 〈τῶν〉 Σύρων τε καὶ 〈τῶν〉 Παφλαγόνων
985
φερόμενος εἰς τὸν Πόντον ἐξίησιν.
986
(Σινώπη πόλις) ἐπώνυμος
987
Ἀμαζόνων τῶν πλησιοχώρων 〈ἀπὸ〉 μιᾶς,
988
ἥν ποτε μὲν ᾤκουν ἐγγενεῖς ὄντες Σύροι,
989
μετὰ ταῦτα δ', ὡς λέγουσιν, Ἑλλήνων ὅσοι
990
ἐπ' Ἀμαζόνων διέβησαν, Αὐτόλυκός τε καὶ
991
σὺν Δηιλέοντι Φλόγιος, ὄντες Θετταλοί·
992
ἔπειτα 〈δ'〉 Ἄβρων τῷ γένει Μιλήσιος,
993
ὑπὸ Κιμμερίων οὗτος 〈δ'〉 ἀναιρεῖσθαι δοκεῖ·
994
μετὰ Κιμμερίους Κῷος πάλιν δὲ Κρητίνης
995
οἱ γενόμενοι φυγάδες 〈τε〉 τῶν Μιλησίων.
996
οὗτοι συνοικίζουσι δ' αὐτὴν ἡνίκα
997
ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός.
998
(Κάραμβις, Κριοῦ μέτωπον, ἀκρωτήρια)
999
ἀπότομον εἰς θάλατταν ὑψηλόν 〈τ'〉 ὄρος,
1000
νυχθήμερον πλοῦν ἀπὸ Καράμβεως ἔχον.
1001
(Ἄμαστρις πόλις)
1002
ὧν δὴ τόπων 〈λέγουσιν〉 ἄρξαι Φινέα,
1003
τὸν τοῦ Τυρίου Φοίνικος, ὑστέροισι δὲ
1004
χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον
1005
Μιλησίων κτίσαι τε ταύτας τὰς πόλεις,
1006
ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν
1007
ἐπὶ τῶν τόπων κτίσασα πόλιν ὁμώνυμον
1008
Ἄμαστρις, Ὀξάθρου μὲν ἱστορουμένη
1009
θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ,
1010
τοῦ δ' Ἡρακλείας γενομένη Διονυσίου
1011
γυνὴ τυράννου.
1012
(Παρθένιος ποταμός)
1013
πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον
1014
... ἐν δ' αὐτῷ λόγος
1015
Ἀρτέμιδος εἶναι λοετρὸν ἐπιφανέστατον.
1016
(Ἡράκλεια πόλις) Βοιωτῶν κτίσις
1017
καὶ Μεγαρέων, ἐντὸς δὲ ταύτην Κυανέων
1018
κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος
1019
καθ' οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας.
1020
(Ὕπιος ποταμός) ἐφ' αὑτῷ δ' ἔχει
1021
πόλιν μεσόγειον Προυσιάδα καλουμένην.
1022
(Σαγγάριος ποταμός)
1023
ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγῶν 〈χθονὸς〉
1024
φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος.
1025
(Ἀπολλωνία νῆσος) †ἔχει ἐν αὑτῇ
1026
†πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον.