The Greek Library Author

Dionysius Calliphontis

Dionysii Calliphontis filii Descriptio Graeciae

Scientific editors
Carolus Müllerus
Edition reference
Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1855
CTS identifier
urn:cts:greekLit:tlg0069.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ.

1Διὰ παντὸς, ὦ Θεόφραστε, καθάπερ οἶσθα σύ,

2ἴδιόν τι πλάττων, κοὐχὶ τὸν ἑτέρων πόνον,

3ὅπερ ἐνιοι ποιοῦσʼ ἐμαυτοῦ τιθέμενος

4νῦν ἱστόρηκα τὴν ἅπασαν Ἑλλάδα,

5ὑποταττομένας ταύτη δὲ τὰς ἑξῆς πόλεις,

6στοιχεῖον οὐκ ἄμουσον ἅμα θʼ Ἑλληνικόν

7ἱκανήν τε παρέχον διατριβὴν τοῖς δυναμένοις

8ὀρθῶς συνιδεῖν ἕκαστα. Τὰ γὰρ ἐν πλείοσιν

9ὑπὸ τῶν παλαιῶν συγγραφέων εἰρημένα,

10ταῦτʼ ἐμμέτρως ῥηθήσετ᾿ ἐν βραχεῖ χρόνῳ,

11ὅπερ ἐστὶν ἱκανῶς δύναμιν ἰσχυρὰν ἔχον·

12ὑπολαμβάνω γὰρ ἀσφαλῶς ἡμῖν ἔχειν

13κεῖσθαί τε τὰς μάλιστα διασήμους πόλεις,

14ἄλση, ποταμοὺς, νήσους τε τοὺς διάπλους τε καί

15λιμένας, ἅ τʼ ἐκτὶν ἐν Πελοποννήσῳ γένη

16λεγόμενα χὡμοροῦντ᾿ ἑαυτοῖς κατὰ τόπους,

17ἵνα μηδὲ ἕν σε τὸ σύνολον διαλανθάνῃ,

18φανερῶς ἑκάστων ὁμολόγως τε κειμένων,

19ὥστ᾿ ἀναλαβόντα καὶ διὰ μνήμης ἔχειν

20νωθρὰν γὰρ οὐχ εὕροις ἂν, ἀλλʼ ἐσπευσμένην

21τὴν πραγματείαν· διὸ σεαυτὸν μὴ βραδύν

22ὁλοσχερῶς ἐπὶ ταῦτα δοὺς καὶ σπουδάσας

23συμφιλομάθησον, καθάπερ εἴωθας ποιεῖν.

24Τῆς Ἑλλέδος ἐστὶν Ἀμβρακία πρώτη πόλις.

25Αὕτη δʼ ἀποικία λέγεται Κορινθίων

26εἶναι. Κατὰ τὸν κόλπον δὲ τὸν καλούμενον

27Ἀμβρακικὸν ᾤκισται μέση, σταδίους δʼ ἔχει

28ἀπὸ τῆς θαλάττης δγδοήκοντʼ. ἐπιφανὲς δʼ

29ἱερὸν Ἀθηνᾶς ἐστ᾿ ἐν αὐτῇ καὶ λιμήν

30κλειστός. Καλεῖται Δρυοπὶς ἡ χώρα δʼ ὅλη.

31Ἡ δʼ Ἑλλὰς ἀπὸ τῆς Ἀμβρακίας εἶναι δοκεῖ

32μάλιστα συνεχῆς· τὸ πέρας αὐτῆς δʼ ἔρχεται

33ἐπὶ τὸν ποταμὸν Πηνειὸν, ὡς Φιλέας γράφει,

34ὄρος τε Μαγνήτων Ὁμόλην κεκλημένον.

35Τινὲς δὲ τὴν Μαγνησίαν τῆς Ἑλλέδος

36λέγουσιν εἶναι, τὸν δὲ Φιλέαν ἀγνοεῖν

37ἀποχωρίσαντα, τεῦτο δʼ εἶναι συμφανές

38τοῖς φιλομαθεῖν μάλιστα φιλοτιμουμένοις.

39Πλὴν ἐπὶ τὰ λοιπὰ τοῦ λόγου προβήσομαι.

40Ἀπʼ Ἀμβρακίας εἰς Θετταλίαν τριῶν ὁδός

41ἔσθʼ ἡμερῶν. Ἔχει δὲ ποταμὸν λεγόμενον

42Ἄρατθον εἰς θάλατταν ἐξιόντα, καί

43ὄρος πρόσεστιν ἱερὸν ἐπικεκλημένον.

44Σταδίων δʼ ὁ παράπλους ἐστὶν ἑκατὸν εἴκοσιν.

45Εἶτα μετὰ ταύτην εἰσʼ Ὀρέσται λεγόμενοι·

46εἶτ᾿ Ἀμφιλοχία δʼ ἄργος ἐνταῦθʼ ἔστι τό

47Ἀμφιλοχικόν. Μετὰ τοῦτʼ Ἀκαρνᾶνες· πόλεις

48οὗτοι δʼ ἔχουσι πλείονας, καὶ Λευκάδα,

49ἀφʼ ἧς μέγας ἐστὶ κόλπος εἰς Ἰσθμὸν φέρων.

50Νῆσοι Κεφαλλήνων δʼ ἐν αὐτῷ κείμεναι·

51Ἰθάκη σταδίων ὡς ὀγδοήκοντα, στενή,

52ὕψος δʼ ἔχουσα καὶ λιμένας τρεῖς· ἐχομένη

53πρὸς ἐκπέραν δʼ οἰκοῦσι τῆς Αἰτωλίας

54Ἱερὸν δʼ ὕπεστιν Ἡρακλέους καλούμενον,

55ἕτερον δʼ Ἀφροδίτης. Ποταμὸν ἡ χώρα δʼ ἔχει

56Ἀχελῷον. Ἡμερῶν δὶ καὶ νυκτῶν δύο

57ἔσθʼ ὁ παράπλους αὐτῆς. Ἔχεται δʼ Αἰτωλία,

58ἐν ᾗ πόλις Πλευρὼν ὑπόκειται, χἱερόν

59ἅγιον Ἀθηνᾶς ἐστιν ὠνομασμένον.

60Ἔπειτα Καλυδὼν, εἶτεν αἵ τʼ Ἐχινάδες

61νῆσοι ποταμός τʼ Εὔηνος ἐκ Πίνδου ῥέων.

62Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν·

63παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς.

64Εἶλτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη,

65ἐν ᾗ πόλις Ναύπακτος· εἶθ᾿ ὑποκείμενος

66λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν

67Τολοφῶνα ποταμός ἐσθ᾿ Ὕλαιθος λεγόμενος·

68τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας.

69Ὁ πᾶς δὲ παράπλους οὐδʼ ὅλης ἔσθ᾿ ἡμέρας.

70Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν

71Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι.

72Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι,

73παῤ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δʼ ἄνω

74προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν,

75ἐν τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα

76καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον

77Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις

78ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος.

79Παράπλους δὲ ταύτης ἡμέρας ἔσθʼ οὐχ ὅλης.

80ἐν τῇ μεσογείᾳ δʼ ἐστὶ Κυπάρισσος πόλις

81Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία

82χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη

83τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο

84ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον,

85ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις,

86καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ

87ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος,

88Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν

89κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι

90Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον

91ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει

92Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετʼ οὐ πολύ

93Τάναγρα. Κεῖται δʼ ἐν μεσογεία πάνυ καλή

94πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον

95ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν,

96Κῶπαι δὲ πόλις κὠρχομενός· εἶτα μετʼ οὐ πολύ

97πόλις Λεβάδεια χἱερὸν Τροφωνίου,

98ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι.

99Εἶτʼ Ὠκαλέα πόλις ἐστὶ καὶ Μεδεών. Μετά

100ταύτην ὑπόκειται Θεσπιὰ, κᾆτʼ ἐχομένη

101ἡ προσαγορευομένη Πλαταιαὶ, μετὰ δέ τις

102πόλις ὑπόκειται Νῖσα. Μῆκός ἐστι τῆς

103Βοιωτίας στάδι’, ὡς λέγεται, πεντακόσια,

104διακόσια δὲ χἁβδομήκοντʼ ἐστὶ τό

105πλάτος. Ποταμοὺς ἔχει δὲ τὸν μέν λεγόμενον

106Ἰσμηνὸν Ἀσωπόν τε, πεδία δʼ εὔυδρα

107παρακείμενʼ ἔστʼ· ἔπειτα χώρα Μεγαρέων.

108Ἐντεῦθεν ἀρχή τῆς Πελοποννήσου

109Λιμήν

110χωστὸς ὑπόκειται καὶ Λέχαιον λεγομένη

111πόλις

110Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη

111νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος

112δισχιλίων καὶ πεντακοσίων που σχεδόν

113σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη,

114στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη

115ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν

116Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ

117ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα

118αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν

119εἶναι Φαλάσαρνα κειμένην πρὸς ἥλιον

120δύνοντα, κλειστὸν λιμένʼ ἔχουσαν χἱερόν

121Ἀρτέμιδος ἅγιον, καὶ καλεῖσθαι τὴν θεόν

122Δίκτυνναν· εἶτεν Ἀπτεραίαν λεγομένην

123ἐν τῆ μεσογείᾳ· κᾆτα Κνωσσὸν ἐχομένην

124καὶ πρὸς νότον Γόρτυναν· ἄλλαι τʼ εἰσὶν ἐν

125Κρήτῃ πόλεις, ἅς ἐστιν ἐργῶδες φράσαι.

126Ποταμοὺς δʼ ἔχει Ληθαῖον, εἶτα λεγομένους

127Διδύμους, ἔπειτα Μαινόμενον, εἴτ’ ἐχόμενον

128Κεδρισὸν Ἀμφιμέλαν τε καὶ Μεσσάπολιν,

129ὄρος τε Δικτυνναῖον ἐπὶ δυσμὰς φέρον.

130Τὰς δὲ Κυκλάδας νήσους ὁρῶμεν κειμένας

131ὑπὲρ Γεραιστοῦ, πρὸς δὲ τὴν μεσημβρίαν

132οὔσας μὲν Εὐβοίας, περιεχούσας δὲ τό

133πέλαγος τὸ Μυρτῷον λεγόμενον, ἔτι δὲ καί

134τῆς Ἀττικῆς χώρας μετεχούσας παντελῶς.

135Ἐγγὺς Κέως πρώτη τετράπολις Σουνίου

136νῆσος ὑπόκειται καὶ λιμήν· ἔχεται Κύθνος

137νῆσος πόλις τ᾿, εἶτιν Σέριφος καὶ λιμήν,

138ἔπειτα Σίφνος καὶ Κίμωλος ἐχομένη . . .

139ἔχουσα λιμένας δύο· μετʼ αὐτὴν δʼ ἐστὶν ἡ

140Δῆλος ἱερὰ νῆσος λεγομένη, καὶ λιμήν

141νεώς τε τἀπόλλωνος, εἶτεν ἐχομένη

142Μύκονος· μετὰ ταύτην Τῆνός ἐστι καὶ λιμήν,

143Ἄνδρος τε νῆσος καὶ κατὰ Γέραιστον λιμήν.

144Αὗται μέν εἰσι Κυκλάδες, ἕτεραι λεγόμεναι

145Σποράδες, ἐκ αἷσι Μῆλοε, εἶτεν οὐ πολύ

146ἀπέχουσα Θήρα νῆσος, εἶτεν οὐ πολύ

147Ἴος, εἶτα Νάξος· μετὰ δὲ ταύτην πελαγία

148Σκῦρος· κατʼ Εὔβοιαν δʼ ὁρῶμεν κειμένην

149αὐτήν· ἀπὸ ταύτης ἐστὶν ἀπέχουσʼ οὐ πολύ

150νῆσος Πεπάρηθος ἡ τρίπολις καλουμένη

ΔΙΚΑΙΑΡΧΟΥ ΑΝΑΓΡΑΦΗ ΣΛΛΑΔΟΣ.