The Greek Library Author

Arrian

Ἰνδική

Author namesArrien · Arrian · Arrianus · Αρριανος

Scientific editors
Rudolf Hercher, Alfred Eberhard
Edition reference
Arriani Nicomediensis Scripta Minora · Leipzig · Teubner · 1885
CTS identifier
urn:cts:greekLit:tlg0074.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

τὰ ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ τὰ πρὸς ἑσπέρην ἔστε ἐπὶ ποταμὸν Κωφῆνα Ἀστακηνοὶ καὶ Ἀσσακηνοί, ἔθνεα Ἰνδικά, ἐποικέουσιν.

ἀλλὰ οὔτε μεγάλοι τὰ σώματα, κατάπερ οἱ ἐντὸς τοῦ Ἰνδοῦ ᾠκισμένοι, οὔτε ἀγαθοὶ ὡσαύτως τὸν θυμὸν οὐδὲ μέλανες ὡσαύτως τοῖσι πολλοῖσιν Ἰνδοῖσιν.

οὗτοι πάλαι μὲν Ἀσσυρίοισιν ὑπήκοοι ἦσαν· ἐπὶ δὲ Μήδοισι Περσέων ἤκουον, καὶ φόρους ἀπέφερον Κύρῳ τῷ Καμβύσεω ἐκ τῆς γῆς σφῶν, οὓς ἔταξε Κῦρος.

Νυσαῖοι δὲ οὐκ Ἰνδικὸν γένος ἐστίν, ἀλλὰ τῶν ἅμα Διονύσῳ ἐλθόντων ἐς τὴν γῆν τὴν Ἰνδῶν, τυχὸν μὲν Ἑλλήνων, ὅσοι ἀπόμαχοι αὐτῶν ἐγένοντο ἐν τοῖσι πολέμοισιν οὕστινας πρὸς Ἰνδοὺς Διόνυσος ἐπολέμησε, τυχὸν δὲ καὶ τῶν ἐπιχωρίων.

τοὺς ἐθέλοντας τοῖσιν Ἕλλησι συνῴκισε, τήν τε χώρην Νυσαίην ὠνόμασεν ἀπὸ τοῦ οὔρεος τῆς Νύσης Διόνυσος, καὶ τὴν πόλιν αὐτὴν Νῦσαν.

καὶ τὸ οὖρος τὸ πρὸς τῇ πόλι, ὅτου ἐν τῇσιν ὑπωρείῃσιν ᾤκισται ἡ Νῦσα, Μηρὸς κληίζεται ἐπὶ τῇ συμφορῇ ᾗτινι ἐχρήσατο εὐθὺς γενόμενος.

ταῦτα μὲν οἱ ποιηταὶ ἐπὶ Διονύσῳ ἐποίησαν, καὶ ἐξηγείσθων αὐτὰ ὅσοι λόγιοι Ἑλλήνων ἢ βαρβάρων·

ἐν Ἀσσακηνοῖσι δὲ Μάσσακα, πόλις μεγάλη, ἵναπερ καὶ τὸ κράτος τῆς γῆς ἐστι τῆς Ἀσσακίης· καὶ ἄλλη πόλις Πευκελαῗτις, μεγάλη καὶ αὐτή, οὐ μακρὰν τοῦ Ἰνδοῦ. ταῦτα μὲν ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ ᾤκισται πρὸς ἑσπέρην ἔστε ἐπὶ τὸν Κωφῆνα.

Chapter 2

τὰ δὲ ἀπὸ τοῦ Ἰνδοῦ πρὸς ἕω, ταῦτά μοι ἔστω ἡ Ἰνδῶν γῆ, καὶ Ἰνδοὶ οὗτοι ἔστων. οὖροι δὲ τῆς Ἰνδῶν γῆς πρὸς μὲν βορέεω ἀνέμου ὁ Ταῦρος τὸ οὖρος.

καλέεται δὲ οὐ Ταῦρος ἔτι ἐν τῇ γῇ ταύτῃ, ἀλλὰ ἄρχεται μὲν ἀπὸ θαλάσσης ὁ Ταῦρος τῆς κατὰ Παμφύλους τε καὶ Λυκίην καὶ Κίλικας, παρατείνει δὲ ἔστε ἐπὶ τὴν πρὸς ἕω θάλασσαν, τέμνων τὴν Ἀσίην πᾶσαν.

ἄλλο δὲ ἄλλῃ καλέεται τὸ οὖρος, τῇ μὲν Παραπάμισος τῇ δὲ Ἠμωδός· ἄλλῃ δὲ Ἴμαον κληίζεται, καὶ τυχὸν ἄλλα καὶ ἄλλα ἔχει οὐνόματα.

Μακεδόνες δὲ οἱ σὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ τὰ ἐπέκεινα τοῦ Καυκάσου λόγον κατέχεον ὅτι ἐπῆλθεν Ἀλέξανδρος.

τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ὁ ποταμὸς ὁ Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα,

κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα, ἀλλὰ ὡς τὰ τοῦ Νείλου, ὑπʼ ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τοι καὶ τὸ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει ὁ Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου· καὶ τοῦτο Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται.

τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ ἡ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω ἡ αὐτὴ θάλασσα ἀπείργει.

τὰ μὲν πρὸς μεσαμβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων· τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε πρόσω ποταμοῦ Ὑφάσιος,

ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγγεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμβοθρα μεγίστη τῶν Ἰνδικῶν πρὸς τῷ Γάγγῃ.

Chapter 3

ἐμοὶ δὲ Ἐρατοσθένης ὁ Κυρηναῖος πιστότερος ἄλλου ἔστω, ὅτι γῆς περιόδου πέρι ἔμελεν Ἐρατοσθένεϊ.

οὗτος ἀπὸ τοῦ οὔρεος τοῦ Ταύρου, ἵνα τοῦ Ἰνδοῦ αἱ πηγαί, παρʼ αὐτὸν τὸν Ἰνδὸν ποταμὸν ἰόντι ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς μυρίους σταδίους καὶ τρισχιλίους τὴν πλευρὴν λέγει ἐπέχειν τῆς γῆς τῆς Ἰνδῶν.

ταυτησὶ δὲ ἀντίπορον πλευρὴν ποιέει τὴν ἀπὸ τωὐτοῦ οὔρεος παρὰ τὴν ἑῴην θάλασσαν, οὐκέτι ταύτῃ τῇ πλευρῇ ἴσην, ἀλλὰ ἄκρην γὰρ ἀνέχειν ἐπὶ μέγα ἐς τὸ πέλαγος, ἐς τρισχιλίους σταδίους μάλιστα ἀνατείνουσαν τὴν ἄκρην, εἴη ἂν ὦν αὐτῷ ἡ πλευρὴ τῆς Ἰνδῶν γῆς πρὸς ἕω μυρίους καὶ ἑξακισχιλίους σταδίους ἐπέχουσα. τοῦτο μὲν αὐτῷ πλάτος τῆς Ἰνδῶν γῆς συμβαίνει,

μῆκος δὲ τὸ ἀπʼ ἑσπέρης ἐπὶ ἕω ἔστε μὲν ἐπὶ πόλιν Παλίμβοθρα μεμετρημένον σχοινίοισι λέγει ἀναγράφειν· καὶ εἶναι γὰρ ὁδὸν βασιληίην. τοῦτο ἐπέχειν ἐς μυρίους σταδίους.

τὰ δὲ ἐπέκεινα οὐκέτι ὡσαύτως ἀτρεκέα. φήμας δὲ ὅσοι ἀνέγραψαν, σὺν τῇ ἄκρῃ τῇ ἀνεχούσῃ ἐς τὸ πέλαγος ἐς μυρίους σταδίους μάλιστα ἐπέχειν λέγουσιν· εἶναι ἂν ὦν τὸ μῆκος τῆς Ἰνδῶν γῆς σταδίων μάλιστα δισμυρίων.

Κτησίης δὲ ὁ Κνίδιος τὴν Ἰνδῶν γῆν ἴσην τῇ ἄλλῃ Ἀσίῃ λέγει, οὐδὲν λέγων, οὐδὲ Ὀνησίκριτος, τρίτην μοῖραν τῆς πάσης γῆς. Νέαρχος δὲ μηνῶν τεσσάρων ὁδὸν τὴν διʼ αὐτοῦ τοῦ πεδίου τῆς Ἰνδῶν γῆς.

Μεγασθένεϊ δὲ τὸ ἀπὸ ἀνατολέων ἐς ἕσπέρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς ὅ τι περ οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης μυρίων καὶ ἑξακισχιλίων σταδίων εἶναι ἵναπερ τὸ βραχύτατον αὐτοῦ.

τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσαμβρίην, τοῦτο δὲ αὐτῷ μῆκος γίνεται, καὶ ἐπέχει τριηκοσίους καὶ δισχιλίους καὶ δισμυρίους ἵναπερ τὸ στεινότατον αὐτοῦ.

ποταμοὶ δὲ τοσοίδε εἰσὶν ἐν τῇ Ἰνδῶν γῇ, ὅσοι οὐδὲ ἐν τῇ πάσῃ Ἀσίῃ. μέγιστοι μὲν ὁ Γάγγης τε καὶ ὁ Ἰνδός, ὅτου καὶ ἡ γῆ ἐπώνυμος, ἄμφω τοῦ τε Νείλου τοῦ Αἰγυπτίου καὶ τοῦ Ἴστρου τοῦ Σκυθικοῦ, καὶ εἰ ἐς τωὐτὸ συνέλθοι αὐτοῖσι τὸ ὕδωρ, μέζονες. δοκέειν δὲ ἔμοιγε, καὶ ὁ Ἀκεσίνης μέζων ἐστὶ τοῦ τε Ἴστρου καὶ τοῦ Νείλου, ἵναπερ παραλαβὼν ἅμα τόν τε Ὑδάσπεα καὶ τὸν Ὑδραώτεα καὶ τὸν Ὕφασιν ἐμβάλλει ἐς τὸν Ἰνδόν, ὡς καὶ τριήκοντα αὐτῷ σταδίους τὸ πλάτος ταύτῃ εἶναι· καὶ τυχὸν καὶ ἄλλοι πολλοὶ μέζονες ποταμοὶ ἐν τῇ Ἰνδῶν γῇ ῥέουσιν.

Chapter 4

ἀλλὰ οὔ μοι ἀτρεκὲς ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ ἰσχυρίσασθαι, ὅτι οὐ πρόσω τοῦ Ὑφάσιος ἦλθεν Ἀλέξανδρος.

αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγάθεϊ πολλόν τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψε, καὶ ὅσοι ἄλλοι μνήμην τοῦ Γάγγεω ἔχουσιν·

αὐτόν τε γὰρ μέγαν ἀνίσχειν ἀπὸ τῶν πηγέων, δέκεσθαί τε ἐς ἑωυτὸν τόν τε Καϊνὰν ποταμὸν καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσόανον, πάντας πλωτούς· ἐπὶ δὲ Σῶνόν τε ποταμὸν καὶ Σιττόκατιν καὶ Σολόματιν, καὶ τούτους πλωτούς·

ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγόρανιν καὶ Ὤμαλιν. ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμινάσης τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ ἔθνεος Ἰνδικοῦ τοῦ Μαδυανδινῶν ῥέων,

καὶ ἐπὶ τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύμαγις ἐν τοῖσι Παζάλῃσι καλεομένοισι. καὶ Ἐρρένυσις δὲ ἐν Μάθῃσιν, ἔθνεϊ Ἰνδικῷ, συμβάλλει τῷ Γάγγῃ.

τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου ἀποδέοντα, ἵναπερ ναυσίπορος ὁ Μαίανδρος.

εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος, ἐς ἑκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα.

τῷ δὲ Ἰνδῷ ἐς τωὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβῃσι καὶ τὸν Σαράγγην ἐκ Κηκέων καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς τὸν Ἀκεσίνην ἐμβάλλουσιν.

Ὑδάσπης δὲ ἐν Ὀξυδράκῃσιν ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος.

ὁ δὲ Ἀκεσίνης ἐν Μαλλοῖσι συμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. τούτων ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσι ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ δὴ οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν.

κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μάλαντόν τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ ἐς τὸν Ἰνδόν.

κατύπερθε δὲ τούτων Πάρενος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν.

οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον.

ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴδμεν, ἀλλὰ ἀπʼ αὐτοῦ διώρυχας τετμημένας κατὰ τὴν χώρην τὴν Αἰγυπτίην·

ὁ δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέκεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὐδὲ πλήθεϊ ἴσους τοῖσιν Ἰνδῶν ποταμοῖσιν, οἳ τὸν Ἰνδὸν καὶ τὸν Γάγγεα ἐκδιδοῦσι, πλωτοὺς δὲ δὴ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν Ἔνον τε καὶ τὸν Σάον.

Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νωρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, ὁ δὲ Σάος κατὰ Παίονας. ὁ δὲ χῶρος, ἵναπερ. συμβάλλουσιν οἱ ποταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς κου οἶδε.

Chapter 5

τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν, φραζέτω· ἐμοὶ δὲ καὶ ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω.

ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν· ἐς τὸν ἑῷόν τε καὶ μεσαμβρινὸν πόντον, ὥστε τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδικοὶ ποταμοί, ναυσίποροι πάντες.

ἀλλὰ οὐδὲ Μεγασθένης τὴν πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε δὴ ὅτι πλεῦνα ἢ οἱ σὺν Ἀλεξάνδρῳ [τῷ Φιλίππου] ἐπῆλθεν· συγγενέσθαι γὰρ Σανδρακόττῳ λέγει, τῷ μεγίστῳ βασιλέι τῶν Ἰνδῶν, καὶ πώρῳ, ἔτι τούτου μέζονι.

οὗτος ὦν ὁ Μεγασθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν, οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους,

ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίης καταστρεψάμενον τὴν πολλὴν καὶ ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ

ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρατέοντα.

Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι ἐς Ἰνδούς, ἀποθανεῖν δὲ πρίν τέλος ἐπιθεῖναι τοῖσι βουλεύμασιν. ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον.

χαἰ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι οὐ πολλός.

Διονύσου μέν γε τῆς στρατηλασίης καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον, καὶ ὁ Μηρὸς τὸ οὖρος, καὶ ὁ κισσὸς ὅστις ἐν τῷ οὔρεϊ τούτῳ φύεται, καὶ αὐτοὶ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ τοῦ Διονύσου τοῖσι βάκχοισιν· Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα.

ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἠρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν δοκέει μοι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμοσον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ.

καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδῃσι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέος τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός.

καὶ δὴ καὶ ἐν Σίβῃσιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας· καὶ γὰρ καὶ σκυτάλην φορέουσιν οἱ Σίβαι, καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος.

εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη, οὐχ ὁ Θηβαῖος ἢ ὁ Τύριος ἢ ὁ Αἰγύπτιος, ἤ τις καὶ κατὰ τὴν ἄνω χώρην τὴν οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένην μέγας βασιλεύς.

Chapter 6

ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πιστὰ φαίνεσθαι ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν· ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες οὐ πάντη ἄπιστοί εἰσιν.

ἐπεὶ καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοιόνδε.

οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, καὶ οὔτε τι νήχεσθαι ἐν αὐτῷ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνετν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.

ὕεται δὲ ἡ Ἰνδῶν γῆ τοῦ θέρεος, μάλιστα μὲν τὰ οὔρεα, Παραπάμισός τε καὶ Ἠμωδὸς καὶ τὸ Ἰμαϊκὸν οὖρος, καὶ ἀπὸ τούτων μεγάλοι καὶ θολεροὶ οἱ ποταμοὶ ῥέουσιν.

ὕεται δὲ τοῦ θέρεος καὶ τὰ πεδία τῶν Ἰνδῶν, ὥστε λιμνάζει τὰ πολλὰ αὐτῶν. καὶ ἔφυγεν ἡ Ἀλεξάνδρου στρατιὴ ἀπὸ τοῦ Ἀκεσίνου ποταμοῦ μέσου θέρεος, ὑπερβαλόντος τοῦ

ὕδατος ἐς τὰ πεδία, ὥστε ἀπὸ τῶνδε ἔξεστι τεκμηριοῦσθαι καὶ τοῦ Νείλου τὸ πάθημα, ὅτι οἰκὸς ὕεσθαι τὰ Αἰθιόπων οὔρεα τοῦ θέρεος, καὶ ἀπʼ ἐκείνων ἐμπιμπλάμενον τὸν Νεῖλον ὑπερβάλλειν ὑπὲρ τὰρ ὄχθας ἐς τὴν γῆν τὴν Αἰγυπτίην.

θολερὸς ὦν καὶ οὗτος ῥέει ἐν τῇδε τῇ ὥρῃ, ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκομένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὥρῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ· ἄλλως τε οὐδὲ χιονόβλητα εἴη τὰ Αἰθιόπων οὔρεα ὑπὸ καύματος.

ὕεσθαι δὲ κατάπερ τὰ Ἰνδῶν οὐκ ἔξω ἐστὶ τοῦ οἰκότος, ἐπεὶ καὶ τἄλλα ἡ Ἰνδῶν γῆ οὐκ ἀπέοικε τῆς Αἰθιοπίης, καὶ οἱ ποταμοὶ οἱ Ἰνδικοὶ ὁμοίως τῷ Νείλῳ τῷ Αἰθιοπηίῳ τε καὶ Αἰγυπτίῳ κροκοδείλους τε φέρουσιν, ἔστιν δὲ οἳ αὐτῶν καὶ ἰχθύας καὶ ἄλλα κήτεα ὅσα ὁ Νεῖλος, πλὴν ἵππου τοῦ ποταμίου· Ὀνησίκριτος δὲ καὶ ἵππους τοὺς ποταμίους λέγει ὅτι φέρουσι.

τῶν δὲ ἀνθρώπων αἱ ἰδέαι οὐ πάντη ἀπᾴδουσιν αἱ Ἰνδῶν τε καὶ Αἰθιόπων. οἱ μὲν γὰρ πρὸς νότου ἀνέμου Ἰνδοὶ τοῖσιν Αἰθίοψι μᾶλλόν τι ἐοίκασι, μέλανές τε ἰδέσθαι εἰσὶ, καὶ ἡ κόμη αὐτοῖσι μέλαινα, πλήν γε δὴ ὅτι σιμοὶ οὐκ ὡσαύτως οὐδὲ οὐλόκρανοι ὡς Αἰθίοπες· οἱ δὲ βορειότεροι αὐτῶν καὶ Αἰγυπτίους μάλιστα ἂν εἶεν τὰ σώματα.

Chapter 7

ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατὸν τὰ πάντα λέγει

Μεγασθένης, δυοῖν δέοντα. καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς συμφέρομαι Μεγασθένεϊ, τὸ δὲ ἀτρεκὲς. οὐκ ἔχω εἰκάσαι ὅκως ἐκμαθὼν ἀνέγραψεν, οὔτε πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθών, οὔτε ἐπιμιξίης πᾶσι τοῖσι γένεσιν ἐούσης ἐς ἄλληλα.

πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδούς, κατάπερ Σκυθέων τοὺς οὐκ ἀροτῆρας, οἳ ἐν τῇσιν ἁμάξῃσι πλανεύμενοι ἄλλοτε ἄλλην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόλιας οἰκέοντες οὔτε ἱρὰ θεῶν σέβοντες.

οὕτω μηδὲ Ἰνδοῖσι πόλιας εἶναι μηδὲ ἱρὰ θεῶν δεδομημένα, ἀλλὰ ἀμπίσχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν. καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ Ἰνδῶν φωνῇ τάλα, καὶ φύεσθαι ἐπʼ αὐτῶν, κατάπερ τῶν φοινίκων ἐπὶ τῇσι κορυφῇσιν, οἷά περ τολύπας.

σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρίν γε δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τὴν Ἰνδῶν.

Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόλιάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλισιν, οἴνου τε δοτῆρα Ἰνδοῖσι γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν διδάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα,

ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν γῆν πᾶσαν, ἢ πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν ἔδωκε καρποῦ τοῦ ἡμέρου.

βόας τε ὑπʼ ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον, καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλούς, καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι.

καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας· καὶ ὄρχησιν δὲ διδάξαι τὴν σατυρικήν,

τὸν κόρδακα παρʼ Ἕλλησι καλεόμενον, καὶ κομᾶν Ἰνδοὺς τῷ θεῷ. μιτρηφορέειν τε ἀναδεῖξαι, καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι.

Chapter 8

ἀπιόντα δὲ ἐκ τῆς Ἰνδῶν γῆς, ὥς οἱ ταῦτα ἐκεκοσμητο, καταστῆσαι βασιλέα τῆς χώρης Σπατέμβαν, τῶν ἑταίρων τὸν βακχωδέστατον· τελευτήσαντος δὲ Σπατέμβα τὴν βασιληίην ἐκδέξασθαι Βουδύαν τὸν τούτου παῖδα.

καὶ τὸν μὲν πεντήκοντα καὶ δύο ἔτεα βασιλεῦσαι Ἰνδῶν, τὸν πατέρα, τὸν δὲ παῖδα εἴκοσιν ἔτεα. καὶ τούτου παῖδα ἐκδέξασθαι τὴν βασιληίην Κραδεύαν,

καὶ τὸ ἀπὸ τοῦδε τὸ πολλὸν μὲν κατὰ γένος ἀμείβειν τὴν βασιληίην, παῖδα παρὰ πατρὸς ἐκδεκόμενον· εἰ δὲ ἐκλείποι τὸ γένος, οὕτω δὴ ἀριστίνδην κατίστασθαι Ἰνδοῖσι βασιλέας.

Ἡρακλέα δέ, ὅντινα ἐς Ἰνδοὺς ἀπικέσθαι λόγος κατέχει, παρʼ αὐτοῖσιν Ἰνδοῖσι γηγενέα λέγεσθαι.

τοῦτον τὸν Ἡρακλέα μάλιστα πρὸς Σουρασηνῶν γεραίρεσθαι, Ἰνδικοῦ ἔθνεος, ἵνα δύο πόλιες μεγάλαι, Μέθορά τε καὶ Κλεισόβορα· καὶ ποταμὸς Ἰωβάρης πλωτὸς διαρρέει τὴν χώρην αὐτῶν.

τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλέϊ, ὡς αὐτοὶ Ἰνδοὶ ἀπηγέονται. καὶ τούτῳ ἄρσενας μὲν παῖδας πολλοὺς κάρτα γενέσθαι ἐν τῇ Ἰνδῶν γῇ — πολλῇσι γὰρ δὴ γυναιξὶν ἐς γάμον ἐλθεῖν καὶ τοῦτον τὸν Ἡρακλέα —, θυγατέρα δὲ μουνογενέην. οὔνομα δὲ εἶναι τῇ παιδὶ Πανδαίην, καὶ τὴν χώρην.

ἵνα τε ἐγένετο καὶ ἧστινος ἐπέτρεψεν αὐτῇ ἄρχειν Ἡρακλέης, τῆς παιδὸς ἐπώνυμον. καὶ ταύτῃ ἐλέφαντας μὲν γενέσθαι ἐκ τοῦ πατρὸς ἐς πεντακοσίους, ἵππον δὲ ἐς τετρακισχιλίην, πεζῶν δὲ ἐς τὰς τρισκαίδεκα μυριάδας.

καὶ τάδε δὲ μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέος λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου,

ὅντινα καὶ ἐς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρʼ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι,

καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῇ ὠνέονται τὸν μαργαρίτην δὴ τὰν θαλάσσιον οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον. τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης θαλάσσης ἐς τὴν Ἰνδῶν δυναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον.

καὶ λέγει Μεγασθένης, θηρεύεσθαι αὐτοῦ τὴν κόγχην δικτύοισι, νέμεσθαι δὲ κατὰ τωὐτὸ πολλὰς κόγχας, κατάπερ τὰς μελίσσας. καὶ εἶναι γὰρ καὶ τοῖσι μαργαρίτῃσι βασιλέα ἢ βασίλισσαν, ὡς τῇσι μελίσσῃσι.

καὶ ὅστις μὲν ἐκεῖνον κατʼ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτοισι δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρᾶσθαι.

καὶ εἶναι γὰρ καὶ παρʼ Ἰνδοῖσι τὸν μαργαρίτην τριστάσιον κατὰ τιμὴν πρὸς χρυσίον τὸ ἄπεφθον, καὶ τοῦτο ἐν τῇ Ἰνδῶν γῇ ὀρυσσόμενον.

Chapter 9

ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν ἡ θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεας ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα τὰ πλεῖστα βιώσκεσθαι.

καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρὰ Ἰνδοῖσιν. Ἡρακλέα, ὀψιγόνου οἱ γενομένης τῆς παιδός, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑωυτῷ ἐοῦσαν τὴν τελευτήν, οὐκ ἔχοντα ὅτῳ ἀνδρὶ ἐκδῷ τὴν παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν βασιλέας. ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου·

καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος2τοῦτο ὅτου ἡ Πανδαίη ὑπῆρξε τωὐτὸν τοῦτο γέρας ἔχειν παρὰ Ἡρακλέος.

ἐμοὶ δὲ δοκέει, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, κἄν ἑωυτὸν ἀποφῆναι μακροβιώτερον, ὡς ὡραίῃ μιγῆναι τῇ παιδί.

ἀλλὰ γὰρ εἰ τὰ ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐς τωὐτὸν φέρειν δοκέει ἔμοιγε ἐς ὅ τι περ καὶ τὸ ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρεσβύτατοι αὐτῶν.

0ἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ ὁ θάνατος ὁμοῦ τῷ γήραϊ, πάντως κου καὶ ἡ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει.

ὥστε τριακοντούτεες μὲν ὠμογέροντες ἄν κου εἶεν αὐτοῖσιν οἱ ἄνδρες, εἴκοσι δὲ ἔτεα γεγονότες οἱ ἔξω ἥβης νεηνίσκοι, ἡ δὲ ἀκροτάτη ἥβη ἀμφὶ τὰ πεντεκαίδεκα ἔτεα· καὶ τῇσι γυναιξὶν ὥρη γάμου κατὰ λόγον ἄν ἐς τὰ ἑπτὰ ἔτεα συμβαίνοι.

καὶ γὰρ τοὺς καρποὺς ἐν ταύτῃ τῇ χώρῃ πεπαίνεσθαί τε ταχύτερον τῶν ἄλλῃ ὡυτὸς οὗτος Μεγασθένης ἀνέγραψε καὶ φθίνειν ταχύτερον.

ἀπὸ μὲν δὴ Διονύσου βασιλέας ἠρίθμεον Ἰνδοὶ ἐς Σανδράκοττον τρεῖς καὶ πεντήκοντα καὶ ἑκατόν, ἔτεα δὲ δύο καὶ τεσσαράκοντα καὶ ἑξακισχίλια· ἐν δὲ τούτοισι τρὶς τὸ πᾶν ἐς ἐλευθερίην τὴν δὲ καὶ ἐς τριηκόσια· τὴν δὲ εἴκοσί τε ἐτέων καὶ ἑκατὸν. πρεσβύτερόν τε Διόνυσον Ἡρακλέος δέκα καὶ πέντε γενεῇσιν Ἰνδοὶ λέγουσιν·

ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίην βασιλέων γενόμενον τὸν Κῦρον.

ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν τε καὶ κρατῆσαι πάντων τοῖσιν ὅπλοισιν, ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρατῆσαι, εἰ ἡ στρατιὴ ἤθελεν.

οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινὰ ἔξω τῆς οἰκηίης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.

Chapter 10

λέγεται δὲ καὶ τάδε, μνημήια ὅτι Ἰνδοὶ τοῖσι τελευτήσασιν οὐ ποιέουσιν, ἀλλὰ τὰς ἀρετὰς γὰρ τῶν ἀνδρῶν ἱκανὰς ἐς μνήμην τίθενται τοῖσιν ἀποθανοῦσι καὶ τὰς ᾠδὰς εἳ αὐτοῖσιν ἐπᾴδονται.

πολίων δὲ ἀριθμὸν οὐκ εἶναι ἂν ἀτρεκὲς ἀναγράψαι τῶ Ἰνδικῶν ὑπὸ πλήθεος. ταύτας μὲν ξυλίνας ποιέεσθαι·

οὐ γὰρ ἂν ἐκ πλίνθου ποιεομένας διαρκέσαι ἐπὶ χρόνον τοῦ τε ὕδατος εἵνεκα τοῦ ἐξ οὐρανοῦ καὶ ὅτι οἱ ποταμοὶ αὐτοῖσιν ὑπερβάλλοντες ὑπὲρ τὰς ὄχθας ἐμπιμπλᾶσι τοῦ ὕδατος τὰ πεδία.

ὅσαι δὲ ἐν ὑπερδεξίοισί τε καὶ μετεώροισι τόποισι καὶ τούτοισι ψιλοῖσιν ᾠκισμέναι εἰσί, ταύτας δὲ ἐκ πλίνθου τε καὶ πηλοῦ ποιέεσθαι.

μεγίστην δὲ πόλιν ἐν Ἰνδοῖσιν εἶναι τὴν Παλίμβοθρα καλεομένην, ἐν τῇ Πρασίων γῇ, ἵνα αἱ συμβολαί εἰσι τοῦ τε Ἐραννοβόα ποταμοῦ καὶ τοῦ Γάγγεω· τοῦ μὲν Γάγγεω, τοῦ μεγίστου ποταμῶν· ὁ δὲ Ἐραννοβόας τρίτος μὲν ἂν εἴη τῶν Ἰνδικῶν ποταμῶν, μέζων δὲ τῶν ἄλλῃ καὶ οὗτος. ἀλλὰ συγχωρέει τῷ Γάγγῃ, ἐπειδὰν ἐμβάλῃ ἐς αὐτὸν τὸ ὕδωρ.

καὶ λέγει Μεγασθένης, μῆκος μὲν ἐπέχειν τὴν πόλιν κατʼ ἑκατέρην τὴν πλευρὴν ἵναπερ μακροτάτη αὐτὴ ἑωυτῆς ᾤκισται ἐς ὀγδοήκοντα σταδίους, τὸ δὲ πλάτος ἐς πεντεκαίδεκα.

τάφρον δὲ περιβεβλῆσθαι τῇ πόλι τὸ εὖρος ἑξάπλεθρον, τὸ δὲ βάθος τριήκοντα πήχεων· πύργους δὲ ἑβδομήκοντα καὶ πεντακοσίους ἔχειν τὸ τεῖχος καὶ πύλας τέσσαρας καὶ ἑξήκοντα.

εἶναι δὲ καὶ τόδε μέγα ἐν τῇ Ἰνδῶν γῇ, πάντας Ἰνδοὺς εἶναι ἐλευθέρους, οὐδέ τινα δοῦλον εἶναι Ἰνδόν. τοῦτο μὲν Λακεδαιμονίοισιν ἐς τωὐτὸ συμβαίνει καὶ Ἰνδοῖσι.

Λακεδαιμονίοισι μέν γε οἱ εἵλωτες δοῦλοί εἰσι καὶ τὰ δουλων ἐργάζονται, Ἰνδοῖσι δὲ οὐδὲ ἄλλος δοῦλός ἐστι, μήτι γε Ἰνδῶν τις.

Chapter 11

νενέμηνται δὲ οἱ πάντες Ἰνδοὶ ἐς ἑπτὰ μάλιστα γένεα. ἓν μὲν αὐτοῖσιν οἱ σοφισταί εἰσι, πλήθεϊ μὲν μείους τῶν ἄλλων, δόξῃ δὲ καὶ τιμῇ γεραρώτατοι·

οὔτε γάρ τι τῷ σώματι ἐργάζεσθαι ἀναγκαίη σφιν προσκέεται οὔτε τι ἀποφέρειν· ἀπ ὅτων πονέουσιν ἐς τὸ κοινόν. οὐδέ τι ἄλλο ἀναγκαίης ἁπλῶς ἐπεῖται τοῖσι σοφιστῇσιν, ὅτι μὴ θύειν τὰς θυσίας τοῖσι θεοῖσιν ὑπὲρ τοῦ κοινοῦ τῶν Ἰνδῶν·

ὅστις δὲ ἰδίᾳ θύει, ἐξηγητὴς αὐτῷ τῆς θυσίης τῶν τις σοφιστέων τούτων γίνεται, ὡς οὐκ ἄν ἄλλως κεχαρισμένα τοῖσι θεοῖσι θύσαντι.

εἰσὶ σὲ καὶ μαντικῆς οὗτοι μοῦνοι Ἰνδῶν δαήμονες, οὐδὲ ἐπεῖται ἄλλῳ μαντεύεσθαι ὅτι μὴ σοφιστῇ ἀνδρί.

μαντεύονται δὲ ὑπὲρ τῶν ὡρέων τοῦ ἔτεος καὶ εἴ τις τὸ κοινὸν συμφορὴ καταλαμβάνοι· τὰ δὲ ἴδια ἑκάστοισιν οὔ σφιν μέλει μαντεύεσθαι, ἢ ὡς οὐκ ἐξικνεομένης τῆς μαντικῆς ἐς τὰ σμικρότερα, ἢ ὡς οὐκ ἄξιον ἐὸν ἐπὶ τούτοισι πονέεσθαι.

ὅστις δὲ ἁμάρτοι ἐς τρὶς μαντευσάμενος, τούτῳ δὲ ἄλλο μὲν κακὸν γίνεσθαι οὐδέν, σιωπᾶν δὲ εἶναι ἐπάναγκες τοῦ λοιποῦ· καὶ οὐκ ἔστιν ὅστις ἐξαναγκάσει τὸν ἄνδρα τοῦτον φωνῆσαι, ὅτου σιωπὴ κατακέκριται.

οὗτοι γυμνοὶ διαιτέονται οἱ σοφισταί, τοῦ μὲν χειμῶνος ὑπαίθριοι ἐν τῷ ἡλίῳ, τοῦ δὲ θέρεος, ἐπεὰν ὁ ἥλιος κατέχῃ, ἐν τοῖσι λειμῶσι καὶ τοῖσιν ἕλεσιν ὑπὸ δένδρεσι μεγάλοισιν, ὧν τὴν σκιὴν Νέαρχος λέγει ἐς πέντε πλέθρα ἐν κύκλῳ ἐξικνέεσθαι, καὶ ἂν καὶ μυρίους ἀνθρώπους ὑπὸ ἑνὶ δένδρεϊ σκιάζεσθαι· τηλικαῦτα εἶναι ταῦτα τὰ δένδρεα.

σιτέονται δὲ τὰ ὡραῖα καὶ τὸν φλοιὸν τῶν δενδρέων, γλυκύν τε ἐόντα τὸν φλοιὸν καὶ τρόφιμον οὐ μεῖον ἤπερ αἱ βάλανοι τῶν φοινίκων.

δεύτεροι δʼ ἐπὶ τούτοισιν οἱ γεωργοί εἰσιν, πλήθεϊ πλεῖστοι Ἰνδῶν ἐόντες. καὶ τούτοισιν οὔτε ὅπλα ἐστὶν ἀρήια οὔτε ʽμέλει πολεμήια ἔργἀ, ἀλλὰ τὴν χώρην οὗτοι ἐργάζονται, καὶ τοὺς φόρους τοῖσί τε βασιλεῦσι καὶ τῇσι πόλισιν, ὅσαι αὐτόνομοι, οὗτοι ἀποφέρουσι.

καὶ εἰ πόλεμος ἐς ἀλλήλους τοῖσιν Ἰνδοῖσι τύχοι, τῶν ἐργαζομένων τὴν γῆν οὐ θέμις σφιν ἅπτεσθαι οὐδὲ αὐτὴν τὴν γῆν τέμνειν, ἀλλὰ οἱ μὲν πολεμέουσι καὶ κατακαίνουσιν ἀλλήλους ὅκως τύχοιεν, οἱ δὲ πλησίον αὐτῶν κατʼ ἡσυχίην ἀροῦσιν ἢ τρυγέουσιν ἢ κλαδέουσιν ἢ θερίζουσιν.

τρίτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ νομέες, οἱ ποιμένες τε καὶ οἱ βουκόλοι. καὶ οὗτοι οὔτε κατὰ πόλιας οὔτε ἐν τῇσι κώμῃσιν οἰκέουσι, νομάδες δέ εἰσι καὶ ἀνὰ τὰ οὔρεα βιοτεύουσι, φόρον δὲ οὗτοι ἀπὸ τῶν κτηνέων ἀποφέρουσι, καὶ θηρεύουσιν οὗτοι ἀνὰ τὴν χώρην ὄρνιθάς τε καὶ ἄγρια θηρία.

Chapter 12

τέταρτον δέ ἐστι τὸ δημιουργικόν τε καὶ καπηλικὸν γένος. καὶ οὗτοι λειτουργοί εἰσι, καὶ φόρον ἀποφέρουσιν ἀπὸ τῶν ἔργων τῶν σφετέρων, πλήν γε δὴ ὅσοι τὰ ἀρήια ὅπλα ποιέουσιν. οὗτοι δὲ καὶ μισθὸν ἐκ τοῦ κοινοῦ προσλαμβάνουσιν. ἐν δὲ τούτῳ τῷ γένεϊ οἵ τε ναυπηγοὶ καὶ οἱ ναῦταί εἰσιν, ὅσοι γε κατὰ τοὺς ποταμοὺς πλώουσι.

πέμπτον δὲ γένος ἐστὶν Ἰνδοῖσιν οἱ πολεμισταί, πλήθεϊ μὲν δεύτερον μετὰ τοὺς γεωργούς, πλείστῃ δὲ ἐλευθερίῃ τε καὶ εὐθυμίῃ χρεόμενον. οὗτοι ἀσκηταὶ μούνων τῶν πολεμικῶν ἔργων εἰσί.

τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖσι ποιέουσι, καὶ τοὺς ἵππους ἄλλοι παρέχουσι, καὶ διακονέουσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖσι θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιοχεύουσιν.

αὐτοὶ δέ, ἔστʼ ἂν μὲν πολεμέειν δέῃ, πολεμέουσιν, εἰρήνης δὲ γενομένης εὐθυμέονται· καὶ σφιν μισθὸς ἐκ τοῦ κοινοῦ τοσόσδε ἔρχεται, ὡς καὶ ἄλλους τρέφειν ἀπʼ αὐτοῦ εὐμαρέως. ἕκτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ ἐπίσκοποι καλεόμενοι.

οὗτοι ἐφορέουσι τὰ γινόμενα κατὰ τε τὴν χώρην καὶ κατὰ τὰς πόλιας, καὶ ταῦτα ἀναγγέλλουσι τῷ βασιλέι, ἵναπερ βασιλεύονται Ἰνδοί, ἢ τοῖσι τέλεσιν, ἵναπερ αὐτόνομοί εἰσι. καὶ τούτοισιν οὐ θέμις ψεῦδος ἀναγγεῖλαι οὐδέν, οὐδέ τις Ἰνδῶν αἰτίην ἔσχε ψεύσασθαι.

ἕβδομοι δέ εἰσιν οἱ ὑπὲρ τῶν κοινῶν βουλευόμενοι ὁμοῦ τῷ βασιλέι ἢ κατὰ τὰς πόλιας ὅσαι αὐτόνομοι σὺν τῇσιν ἀρχῇσι.

πλήθεϊ μὲν ὀλίγον τὸ γένος τοῦτό ἐστι, σοφίῃ δὲ καὶ δικαιότητι ἐκ πάντων προκεκριμένον. ἔνθεν οἵ τε ἄρχοντες αὐτοῖσιν ἐπιλέγονται καὶ ὅσοι νόμαρχοι καὶ ὕπαρχοι καὶ θησαυροφύλακές τε καὶ στρατοφύλακες, ναύαρχοί τε καὶ ταμίαι καὶ τῶν κατὰ γεωργίην ἔργων ἐπιστάται.

γαμέειν δὲ ἐξ ἑτέρου γένεος οὐ θέμις, οἷον τοῖσι γεωργοῖσιν ἐκ τοῦ δημιουργικοῦ ἢ ἔμπαλιν. οὐδὲ δύο τέχνας ἐπιτηδεύειν τὸν αὐτὸν οὐδὲ τοῦτο θέμις, οὐδὲ ἀμείβειν ἕτερον ἐξ ἑτέρου γένος, οἷον γεωργικὸν ἐκ νομέος γίνεσθαι, ἢ νομέα ἐκ δημιουργικοῦ.

μοῦνόν σφισιν ἀνεῖται σοφιστὴν ἐκ παντὸς γένεος γίνεσθαι, ὅτι οὐ μαλθακὰ τοῖσι σοφιστῇσίν ἐστι τὰ πρήγματα ἀλλὰ πάντων ταλαιπωρότατα.

Chapter 13

θηρέουσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία κατάπερ καὶ Ἕλληνες, ἡ δὲ τῶν ἐλεφάντων σφιν θήρη οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι θηρίοισιν ἐπέοικεν.

ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐναυλίσασθαι. τῆς δὲ τάφρου τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας.

τὸν δὲ χόον ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλεα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες ἀντὶ

τείχεος διαχρέονται, αὐτοὶ δὲ ἐπὶ τῷ χώματι τῷ ἐπὶ τοῦ χείλεος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέονται, καὶ διὰ τούτων ὀπὰς ὑπολείπονται· διʼ ὧν φάος τε αὐτοῖσιν ἐσέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσελαύνοντα ἐς τὸ ἕρκος σκέπτονται.

ἐνθαῦτα ἐντὸς τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσσαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν ἔσοδον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν τάφρον· καὶ ταύτῃ χόον τε καὶ ποίην πολλὴν ἐπιφορέουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν, μὴ τινα δόλον ὀισθῶσιν.

αὐτοὶ μὲν ὦν ἐκποδὼν σφᾶς ἔχουσι κατὰ τῶν σκηνέων τῶν ἐπὶ τῇ τάφρῳ δεδυκότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκεομένοισι, νύκτωρ δὲ πλανέονταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν.

ἐπεὰν ὦν τῷ ἕρκεϊ πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῆς ὀδμῆς αἰσθόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτʼ ἄν τῇ γεφύρῃ ἐπιτύχωσι. κατὰ ταύτην ἐς τὸ ἕρκος ὠθέονται.

οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἱ μὲν αὐτῶν τὴν γέφυραν ὀξέως ἀπεῖλον, οἱ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεϊ ἔχονται οἳ δὲ ἀκούσαντες ἐπιβαίνουσι τῶν κρατίστων τε καὶ χειροηθεστάτων ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλὰ ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψεϊ δουλωθῆναι.

εὖτʼ ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐπὶ τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη κατίσταται καρτερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας·

ἔπειτα κρατέονται μὲν κατὰ τὸ οἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι.

οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν, ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς2κολάζειν πολλῇσιν, ἔστʼ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.

τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας μηδέ τι ἄλλο ἀτάσθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξέι ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περιδέουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος.

εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ. οὕτω ὦν ἀτρέμα ἴσχουσι, καὶ ταύτῃ γνωσιμαχέοντες

Chapter 14

ἤδη ἄγονται πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους ἐῶσιν ἀπαλλάσσεσθαι ἐς τὰ σφέτερα ἤθεα.

ἄγοντες δὲ ἐς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν,

οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιιστάμενοι οἱ Ἰνδοὶ ᾠδῇσί τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι.

θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν.

εἶδον δὲ ἐγὼ καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλου τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθε προσηρτημένου, καὶ πρὸς τῇ προβοσκίδι καλεομένῃ ἄλλο κύμβαλον·

ὃ δὲ ἐν μέρεϊ τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθε σκέλεα ἐν τῷ μέρεϊ ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, κατʼ ὅτι ὁ κυμβαλίζων σφίσιν ὑπηγέετο.

βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον.

ζῴουσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῴοντες ἐς διηκόσια, πολλοὶ δὲ νούσῳ προτελευτέουσιν.

καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι ὕεια κρέα ὀπτεύμενα καὶ καταπλασσόμενα.

Chapter 15

τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρχος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι, τίγριν εἶναι μέγαθος μὲν ἡλίκον τὸν μέγιστον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ εἰκάσαι·

ἐπεὰν γὰρ ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπηδᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν εὐπετέως.

ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ τοὺς ἄλλους θῶας.

ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁκοῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας τὸ Μακεδονικόν.

Μεγασθένης δὲ ἀτρεκέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει, τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ εἵνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύωσι, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες ὀλίγον τῆς γῆς ὀρύσσουσιν.

ἐκείνους δέ — εἶναι γὰρ ἀλωπέκων μέζονας — πρὸς λόγον τοῦ μεγάθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν.

ἀλλὰ Μεγασθένης τε ἀκοὴν ἀπηγέεται, καὶ ἐγὼ ὅτι οὐδὲν τούτου ἀτρεκέστερον ἀναγράψαι ἔχω, ἀπίημι ἑκὼν τὸν ὑπὲρ τῶν μυρμήκων λόγον.

σιττακοὺς δὲ Νέαρχος μὲν ὡς δή τι θῶμα ἀπηγέεται ὅτι γίνονται ἐν τῇ Ἰνδῶν τῇ, καὶ ὁκοῖος ὄρνις ἐστὶν ὁ σιττακός, καὶ ὅκως φωνὴν ἵει ἀνθρωπίνην.

ἐγὼ δὲ ὅτι αὐτός τε πολλοὺς ὀπώπεα καὶ ἄλλους ἐπισταμένους ᾔδεα τὸν ὄρνιθα, οὐδὲν ὡς ὑπὲρ ἀτόπου δῆθεν ἀπηγήσομαι· οὐδὲ ὑπὲρ τῶν πιθήκων τοῦ μεγάθεος, ἢ ὅτι καλοὶ παρʼ Ἰνδοῖσι πίθηκοί εἰσιν, οὐδὲ ὅκως θηρέονται ἐρέω. καὶ γὰρ ταῦτα γνώριμα ἐρέω, πλήν γε δὴ ὅτι καλοί κου πίθηκοί εἰσι.

καὶ ὄφιας δὲ λέγει Νέαρχος θηρευθῆναι αἰόλους μὲν καὶ ταχέας, μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγένεος, πήχεων ὡς ἑκκαίδεκα· αὐτοὺς δὲ τοὺς Ἰνδοὺς πολὺ μέζονας τούτων λέγειν εἶναι τοὺς μεγίστους ὄφιας.

ὅσοι δὲ ἰητροὶ Ἕλληνες, τούτοισιν οὐδὲν ἄκος ἐξεύρητο ὅστις ὑπὸ ὄφιος δηχθείη Ἰνδικοῦ· ἀλλὰ αὐτοὶ γὰρ οἱ Ἰνδοὶ ἰῶντο τοὺς πληγέντας. καὶ ἐπὶ τῷδε Νέαρχος λέγει ὅτι συλλελεγμένους ἀμφʼ ἑωυτὸν εἶχεν Ἀλέξανδρος Ἰνδῶν ὅσοι ἰητρικὴν σοφώτατοι, καὶ ἐκεκήρυκτο ἀνὰ τὸ στρατόπεδον, ὅστις δηχθείη, ἐπὶ τὴν σκηνὴν φοιτᾶν τὴν τοῦ βασιλέος.

οἱ δὲ αὐτοὶ οὗτοι καὶ τῶν ἄλλων νούσων τε καὶ παθέων ἰητροὶ ἦσαν. οὐ πολλὰ δὲ ἐν Ἰνδοῖσι πάθεα γίνεται, ὅτι αἱ ὧραι σύμμετροί εἰσιν αὐτόθι· εἰ δέ τι μέζον καταλαμβάνοι, τοῖσι σοφιστῇσιν ἀνεκοινοῦντο· καὶ ἐκεῖνοι οὐκ ἄνευ θεοῦ ἐδόκεον ἰῆσθαι ὅ τι περ ἰήσιμον.

Chapter 16

ἐσθῆτι δὲ Ἰνδοὶ λινέῃ χρέονται, κατάπερ λέγει Νέαρχος, λίνου τοῦ ἀπὸ τῶν δενδρέων, ὑπὲρ ὅτων μοι ἤδη λέλεκται. τὸ δὲ λίνον τοῦτο ἢ λαμπρότερον τὴν χροιήν ἐστιν ἄλλου λίνου παντός,. ἢ μέλανες αὐτοὶ ἐόντες λαμπρότερον τὸ λίνον φαίνεσθαι ποιέουσιν.

ἔστι δὲ κιθὼν λίνεος αὐτοῖσιν ἔστε ἐπὶ μέσην τὴν κνήμην, νῆμα δὲ τὸ μὲν τοῖσιν ὤμοισι περιβεβλημένον, τὸ δὲ περὶ τῇσι κεφαλῇσιν εἰλιγμένον.

καὶ ἐνώτια Ἰνδοὶ φορέουσιν ἐλέφαντος, ὅσοι κάρτα εὐδαίμονες· οὐ γὰρ πάντες Ἰνδοὶ φορέουσι.

τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι βάπτονται Ἰνδοὶ χροιὴν ἄλλην καὶ ἄλλην, οἳ μέν, ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους· τοῖσι δὲ φοινικέους εἶναι, τοῖσι δὲ καὶ πορφυρέους, ἄλλοισι πρασοειδέας·

καὶ σκιάδια ὅτι προβάλλονται τοῦ θέρεος ὅσοι οὔκ ἠμελημένοι Ἰνδῶν. ὑποδήματα δὲ λευκοῦ δέρματος φορέουσι, περισσῶς καὶ ταῦτα ἠσκημένα· καὶ τὰ ἴχνεα τῶν ὑποδημάτων αὐτοῖσι ποικίλα καὶ ὑψηλά, τοῦ μέζονας φαίνεσθαι.

ὁπλίσιος δὲ τῆς Ἰνδῶν οὐκ ὡυτὸς εἷς τρόπος, ἀλλὰ οἱ μὲν πεζοὶ αὐτοῖσι τόξον τε ἔχουσιν, ἰσόμηκες τῷ φορέοντι τὸ τόξον, καὶ τοῦτο κάτω ἐπὶ τὴν γῆν θέντες καὶ τῷ ποδὶ τῷ ἀριστερῷ ἀντιβάντες, οὕτως ἐκτοξεύουσι, τὴν νευρὴν ἐπὶ μέγα ὀπίσω ἀπαγαγόντες·

ὁ γὰρ ὀιστὸς αὐτοῖσιν ὀλίγον ἀποδέων τριπήχεος, οὐδέ τι ἀντέχει τοξευθὲν πρὸς Ἰνδοῦ ἀνδρὸς τοξικοῦ, οὔτε ἀσπὶς οὔτε θώρηξ οὔτε εἴ τι καρτερώτερον ἐγένετο.

ἐν δὲ τῇσιν ἀριστερῇσι πέλται εἰσὶν αὐτοῖσιν ὠμοβόιναι, στεινότεραι μὲν ἢ κατὰ τοὺς φορέοντας, μήκεϊ δὲ οὐ πολλὸν ἀποδέουσαι. τοῖσι δὲ ἄκοντες ἀντὶ τόξων εἰσί.

μάχαιραν δὲ πάντες φορέουσι, πλατέαν δὲ καὶ τὸ μῆκος οὐ μέζω τριπήχεος· καὶ ταύτην, ἐπεὰν συστάδην καταστῇ αὐτοῖσιν ἡ μάχη — τὸ δὲ οὐκ εὐμαρέως Ἰνδοῖσιν ἐς ἀλλήλους γίνεται — ἀμφοῖν τοῖν χεροῖν καταφέρουσιν, τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι.

οἱ δὲ ἱππέες αὐτοῖσιν ἀκόντια δύο ἔχουσιν, οἷα τὰ σαύνια ἀκόντια, καὶ πέλτην σμικροτέρην τῶν πεζῶν. οἱ δὲ ἵπποι αὐτοῖσιν οὐ σεσαγμένοι εἰσίν, οὐδὲ χαλινοῦνται τοῖσιν Ἑλληνικοῖσι χαλινοῖσιν ἢ τοῖσι Κελτικοῖσιν ἐμφερέως,

ἀλλὰ περὶ ἄκρῳ τῷ στόματι ἐν κύκλῳ ἔχουσι δέρμα ὠμοβόινον ῥαπτὸν περιηρτημένον, καὶ ἐν τούτῳ χάλκεα κέντρα ἢ σιδήρεα, οὐ κάρτα ὀξέα, ἔσω ἐστραμμένα· τοῖσι δὲ πλουσίοισιν ἐλεφάντινα κέντρα ἐστίν. ἐν δὲ τῷ στόματι σίδηρον αὐτοῖσιν οἱ ἵπποι ἔχουσιν, οἷόν περ ὀβελόν, ἔνθεν ἐξηρτημένοι εἰσὶν αὐτοῖσιν οἱ ῥυτῆρες·

ἐπεὰν ὦν ἐπαγάγωσι τὸν ῥυτῆρα, ὅ τε ὀβελὸς κρατέει τὸν ἵππον, καὶ τὰ κέντρα, οἷα δὴ ἐξ αὐτοῦ ἠρτημένα, κεντέοντα οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι.

Chapter 17

τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχήματα δὲ τοῖσι μὲν πολλοῖσιν Ἰνδῶν κάμηλοί εἰσι καὶ ἵπποι καὶ ὄνοι, τοῖσι δὲ εὐδαίμοσιν ἐλέφαντες.

βασιλικὸν γὰρ ὄχημα ὁ ἐλέφας παρʼ Ἰνδοῖσίν ἐστι, δεύτερον δὲ τιμῇ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐπʼ ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον.

αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι· οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μιγῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος.

γαμ…

The complete text is available when the reading interface loads.