Testimonia
- Authority group
- Arrian (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia, FGrH #156: 2B:837–840.
- CTS identifier
urn:cts:greekLit:tlg0074.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύ-σατο. ARRIAN. Kyneg. 1, 4: ὁμώνυμός τε ὢν αὐτῶι (sc. Ξενοφῶντι)καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσιακαὶ στρατηγίαν καὶ σοφίαν. IG III 1116: [ἄρχοντος]Φλ(αουίου) Ἀρριανοῦ Παιανιέος. IG III 1029; 1032:οἱ πρυτάνεις τῆς Πανδιονίδος φυλῆς .... Παιανιεῖς·Φλ. Ἀρριανός. PHOT. Bibl. 92 p. 72 b 40: ἔστι μὲν οὖν ὁ ἀνὴρ οὐδενὸς τῶνἄριστα συνταξαμένων ἱστορίας δεύτερος· ἀπαγγεῖλαι τε γὰρ καὶ μετὰσυντομίας κράτιστος καὶ παρεκτροπαῖς ἀκαίροις οὐδὲ παρενθήκαις τὸσυνεχὲς τῆς ἱστορίας οὐδαμοῦ λυμαινόμενος, καινοπρεπὴς δὲ συνθήκηιλόγου μᾶλλον ἢ λέξει, καὶ οὕτως ὥστε μὴ ἂν ἄλλως μήτε σαφέστερονμήτε ἐναργέστερον τὸ διήγημα δηλωθῆναι. εὐσήμωι δὲ καὶ εὐήχωι καὶτῶι τῶν λέξεων ἀποκεχρημένος στρογγύλωι καὶ τὸ λεῖον ἔχει τῶι μεγέθεισυγκιρνάμενον. καὶ ἡ καινότης τῶν λέξεων οὐχὶ εἰς τὸ πόρρω νεωτερί-ζεται, ἀλλ' ἔγγιστά τε καὶ εἰς τὸ ἐμφαντικώτατον, ὡς σχηματισμὸν εἶναιλέξεως ἀλλ' οὐχὶ ἐναλλαγὴν συνήθους ὀνόματος. διὸ καὶ τὸ σαφὲς συν-εφέλκεται οὐκ ἐν τούτωι μόνον, ἀλλὰ κἀν τῆι διασκευῆι καὶ τάξει καὶκαταστάσει μάλιστα τοῦ διηγήματος, ὅπερ ἐστὶ καὶ τῆς σαφηνείας τὸ ἔν-τεχνον· ἡ γάρ τοι χρῆσις ἡ κατὰ τὰς εὐθείας τῶν περιόδων καὶ τοῖςἰδιώταις πρόσεστι μάλιστα καὶ εἰς ὑπτιότητα καὶ ταπεινότητα λίαν κατα-βιβάζει τὸν λόγον, ἄκρατος μάλιστα γινομένη, ὅπερ οὗτος, εἰ καὶ τοῦσαφοῦς εἶναι δοκεῖ, οὐ προσήκατο. καὶ τῶι ἐλλείποντι δὲ τῶν τρόπωνοὕτω κέχρηται, οὐ κατὰ τὰς περιοδικὰς ἐλλείψεις τοῦτο ποιῶν, ἀλλὰ κατάγε τὰς τῶν λέξεων, ὥστε μηδ' ἐλλείπειν διδόναι συναίσθησιν· καὶ εἴ τιςτὸ λεῖπον ἐπιχειροίη προσθεῖναι, εἰς τὸ παρέλκον ἂν ἐπιτεῖναι δόξαι,ἀλλὰ μὴ τοῦ ἐλλιποῦς ἐξευρεῖν τὴν ἀναπλήρωσιν. ἄριστα δὲ αὐτοῦ καὶτὸ πολυσχημάτιστον ἔχει, οὐκ ἀθρόον μεταβαλλόμενον ἀπὸ τῆς αὐτοσχη-ματίστου χρήσεως, ἀλλ' ἠρέμα καὶ ἐξ ἀρχῆς συμπλεκόμενον, ὡς μήτε τῶιπροσκορεῖ ἀνιᾶν μήτε τῶι ἀθρόωι ποιεῖν ἐκταράσσεσθαι. καὶ ἁπλῶς εἴτις κατ' αὐτὸν ἐπὶ τοὺς ἱστορικοὺς ἀναχθείη λόγους, πολλοὺς καὶ τῶνἀρχαίων ἴδοι τῆς αὐτοῦ τάξεως ἱσταμένους ταπεινότερον. SUID. s. Δίων ὁ Κάσσιος· ... ἔγραψε ... Βίον Ἀρριανοῦ τοῦφιλοσόφου. PHOT. Bibl. 92 p. 69 a 1: συνεγράφη δὲ αὐτῶι καὶ τὰ μετὰἈλέξανδρον ἐν λόγοις δέκα, ἐν οἷς διαλαμβάνει τήν τε στάσιν τῆς στρατιᾶςκαὶ τὴν ἀνάρρησιν Ἀρριδαίου, ὃς ἐκ Φιλίνης τῆς Θεσσαλῆς Φιλίππωι τῶιἈλεξάνδρου πατρὶ ἐγεγέννητο, ἐφ' ὧι καὶ Ἀλέξανδρον, ὃν ἔμελλεν ἐξἈλεξάνδρου τίκτειν Ῥωξάνη, συμβασιλεύειν αὐτῶι, ὃ καὶ γέγονεν εἰς φῶςἀχθέντος τοῦ παιδός. τὸν Ἀρριδαῖον δὲ ἀνειπόντες μετωνόμασαν Φίλιππον.(2) διαφέρετο δὲ ἐς ἀλλήλους τὸ πεζὸν καὶ τὸ ἱππικόν, ὧν οἱ μέγιστοιτῶν ἱππέων καὶ τῶν ἡγεμόνων Περδίκκας ὁ Ὀρόντου καὶ Λεοννάτος ὁ Ἄνθουςκαὶ Πτολεμαῖος ὁ Λάγου, τῶν δὲ μετ' ἐκείνους Λυσίμαχός τε ὁ Ἀγαθο-κλέους καὶ Ἀριστόνους ὁ Πεισαίου καὶ Πίθων ὁ Κρατεύα καὶ Σέλευκος ὁἈντιόχου καὶ Εὐμένης ὁ Καρδιανός. οὗτοι μὲν ἡγεμόνες οἱ τῶν ἱππέων,Μελέαγρος δὲ τῶν πεζῶν. (3) εἶτα διαπρεσβεύονται πρὸς ἀλλήλουςπολλάκις, καὶ τέλος συμβαίνουσιν οἵ τε τὸν βασιλέα ἀνειπόντες πεζοὶ καὶοἱ τῶν ἱππέων ἡγεμόνες, ἐφ' ὧι Ἀντίπατρον μὲν στρατηγὸν εἶναι τῶνκατὰ τὴν Εὐρώπην, Κρατερὸν δὲ προστάτην τῆς Ἀρριδαίου βασιλείας,Περδίκκαν δὲ χιλιαρχεῖν χιλιαρχίας ἧς ἦρχεν Ἡφαιστίων (τὸ δὲ ἦν ἐπι-τροπὴ τῆς ξυμπάσης βασιλείας), Μελέαγρον δὲ ὕπαρχον Περδίκκου. (4) Περ-δίκκας δὲ τὸν στρατὸν καθᾶραι σκηψάμενος τοὺς ἐπιφανεστάτους τῆς γενο-μένης συνέλαβε στάσεως, καὶ συλλαβὼν ὡς ἐκ προστάξεως Ἀρριδαίου αὐτοῦπαρόντος ἀνεῖλε, δέος ἐμποιήσας τῶι λοιπῶι πλήθει. ἀναιρεῖ δὲ οὐ πολλῶιὕστερον καὶ Μελέαγρον. (5) ἐξ ὧν Περδίκκας ὕποπτος ἐς πάντας ἦν καὶαὐτὸς ὑπώπτευεν. ὅμως ἐς σατραπείας ἀνειπεῖν οὓς ὑπώπτευεν, ὡς Ἀρρι-δαίου κελεύοντος, ἔγνω. καὶ δὴ Πτολεμαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶΛιβύης καὶ ὅσα τῆς Ἀράβων γῆς ξύνορα Αἰγύπτωι ἄρχειν ἐπετάχθη,Κλεομένης δὲ ὁ ἐξ Ἀλεξάνδρου τῆς σατραπείας ταύτης ἄρχειν τεταγμένοςΠτολεμαίωι ὕπαρχος εἶναι· τῆς δὲ ἐπὶ ταύτηι Συρίας Λαομέδων· Φιλώταςδὲ Κιλικίας καὶ Πίθων Μηδίας· Εὐμένης δὲ ὁ Καρδιανὸς Καππαδοκίαςκαὶ Παφλαγονίας καὶ ὅσα τοῦ πόντου τοῦ Εὐξείνου σύνορα ἔστε ἐπὶ πόλινἙλλάδα Τραπεζοῦντα Σινωπέων ἄποικον· (6) Παμφύλων δὲ καὶ Λυκίωνκαὶ Φρυγίας τῆς μεγάλης Ἀντίγονος· Καρῶν δὲ Ἄσανδρος· Λυδῶν δὲΜένανδρος· τῆς δὲ ἐφ' Ἑλλησπόντωι Φρυγίας Λεοννάτος, ἣν ἐξ Ἀλεξάν-δρου μὲν Κάλας ὄνομα κατέχειν, ἔπειτα Δήμαρχος ἐπετέτραπτο. τὰ μὲνκατὰ τὴν Ἀσίαν ὧδε ἐνεμήθη. (7) τῶν δὲ κατὰ τὴν Εὐρώπην Θράικηςμὲν καὶ Χερρονήσου καὶ ὅσα Θραιξὶ σύνορα ἔθνη ἔστε ἐπὶ τὴν θάλασσαντὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου πόντου καθήκοντα Λυσιμάχωι ἡ ἀρχὴἐπετράπη· τὰ δὲ ἐπέκεινα τῆς Θράικης ὡς ἐπὶ Ἰλλυριοὺς καὶ Τριβαλλοὺςκαὶ Ἀγριᾶνας καὶ αὐτὴ Μακεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰΚεραύνια ἀνήκουσα καὶ οἱ Ἕλληνες σύμπαντες Κρατερῶι καὶ Ἀντιπάτρωιἐνεμήθη. (8) καὶ ἡ μὲν νέμησις οὕτως· πολλὰ δὲ καὶ ἀδιανέμηταἔμεινεν ὑπὸ τῶν ἐγχωρίων ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλεξάνδρου,ἐχόμενα. (9) ἐν τούτωι Ῥωξάνη κύει καὶ τίκτει, καὶ εἰς βασιλέα τὸ τεχθὲνἀνεῖπε τὸ πλῆθος. στάσεων δὲ μετὰ τὸν Ἀλεξάνδρου θάνατον πάνταἐπληροῦτο. καὶ πολεμεῖ Ἀντίπατρος πρός τε Ἀθηναίους καὶ τοὺς ἄλλουςἝλληνας, Λεωσθένους αὐτοῖς στρατηγοῦντος· καὶ τὰ πρῶτα ἡττώμενοςκαὶ εἰς ἀπορίαν συγκλειόμενος ὕστερον ἐκράτει. ἀλλὰ πίπτει καὶ Λεοννάτοςἐπιβοηθεῖν δοκῶν Ἀντιπάτρωι. (10) καὶ Λυσίμαχος δὲ Σεύθηι τῶι Θραικὶπολεμῶν ὑπὲρ τῆς ἀρχῆς παραβόλως—σὺν ὀλίγοις γάρ—καὶ εὐδοκιμῶνὅμως † ἀνηιρέθη. (11) πολεμεῖ δὲ καὶ Περδίκκας Ἀριαράθηι τῶι Καππα-δοκίας, ὅτι Εὐμένει ἄρχειν ἐπιτετραμμένωι τῆς ἀρχῆς οὐκ ἐξίστατο· καὶδυσὶ νικήσας μάχαις καὶ συλλαβὼν ἐκρέμασεν, Εὐμένει τὴν ἀρχὴν ἀπο-καταστήσας. (12) Κρατερὸς δὲ συμμαχῶν Ἀντιπάτρωι κατὰ τῶν Ἑλλήνωναἴτιος τῆς νίκης, ἧς ἐνίκησαν αὐτούς, γέγονεν· ἐξ οὗ καὶ ἅπαντα, ἅπερ ἂναὐτοῖς Κρατερὸς ἐπέταττε καὶ Ἀντίπατρος, ἀπροφασίστως ἐπράττετο. καὶ ταῦτα μέχρι τοῦ πέμπτου βιβλίου. ANON. π. συνταξ. p. 179, 26 Bk: Ἀρριανὸς πρώτωι· <«εἰδὲ ψευσθείημεν τῆς ἐπὶ τῶι παιδὶ τοῦ Ἀλεξάνδρου προσ-δοκωμένης ἐλπίδος»,> ἀντὶ τοῦ ἀποτύχοιμεν. ANON. π. συνταξ. p. 131, 19: γνωσιμαχῶ· ἅπαξ ἐχρήσατοτῆι λέξει Ἀρριανὸς ἐν πάσηι τῆι πράξει αὑτοῦ, ἐν β̅ τῶν μετ' Ἀλέξανδρον·<«οἱ δὲ γνωσιμαχήσαντες ὑπέδυσαν τὰ ἐπαγγελλόμενα.»> ——p. 173, 29: Σισίνης· Σισίνου κλίνει τὸ ὄνομα Ἀρριανός.ἐχρήσατο αὐτῶι ἐν πάσηι τῆι πραγματείαι τετραχῶς. Σισίνης δὲ ὁ Φρατα-φέρνου παῖς (Anab. VII 6, 4). ἐν μόνωι δὲ τῶι δευτέρωι λόγωι εὑρέθητὸ ὄνομα 〈τῶν〉 μετὰ Ἀλέξανδρον. ANON. π. συνταξ. p. 170, 16 Bk: πολιτεύω· ἐνεργητικῶςἈρριανὸς τρίτωι· <«ὑμῖν δὲ τοὺς πατρίους νόμους ἀποδοὺςἐν ἐλευθερίαι πολιτεύειν ἀπέδωκεν.»> ANON. π. συνταξ. p. 154, 12 Bk: καθηγοῦμαι· δοτικῆι.