The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Arrian (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, FGrH #156: 2B:840–883.
CTS identifier
urn:cts:greekLit:tlg0074.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2b,156,F

6a

Ἀρριανὸς τετάρτωι τῶν μετὰ Ἀλέξανδρον· <«καὶ ἐς τὸν λιμένα

καθηγεῖσθαι.»>

6b

Suid. s. καθηγοῦμαι· δοτικῆι. <«καθηγοῦμαι

ταύταις εἰς τὸν λιμένα.»>

7

ANON. π. συνταξ. p. 154, 9: κατακούω· γενικῆι ..... καὶ

Ἀρριανὸς πέμπτωι· <«οὐδ' ἐθέλει κατακούειν τοῦ σατράπου.»>

8

——p. 130, 26 Bk: βουλεύω· ἐνεργητικῆι διαθέσει

κέχρηται ὁ Ἀρριανὸς ἐν πᾶσιν. ἐν πέμπτωι τῶν μετὰ Ἀλέξανδρον· <«σὲ

δὲ εἶναι τὸν βουλεύοντά τε ὑπὲρ τῶν ὅλων τὰ ξυμφορώ-

τατα καὶ ἐπαγγέλλοντα πᾶν ὅ τι περ ἂν ξυλλογισμῶι

τύχηι ξυμβουλευθέν.»>

9

PHOT. Bibl. 92 p. 69 b 34: (13) ἐν δὲ τῶι ἕκτωι διαλαμ-

βάνει ὅπως ἐξ Ἀθηνῶν οἱ ἀμφὶ Δημοσθένην καὶ Ὑπερείδην ἔφυγον

Ἀριστόνικός τε ὁ Μαραθώνιος καὶ Ἱμεραῖος ὁ Δημητρίου τοῦ Φαληρέως

ἀδελφός, τὰ μὲν πρῶτα εἰς Αἴγιναν· ἐκεῖ δὲ διαγόντων θάνατον αὐτῶν

κατέγνω τὸ Ἀθηναίων πλῆθος εἰπόντος Δημάδου, καὶ Ἀντίπατρος εἰς

ἔργον ἤγαγε τὸ ψήφισμα. (14) καὶ ὡς Ἀρχίας ὁ Θούριος 〈ὁ〉 εἰς τὸν

θάνατον αὐτῶν ὑπουργήσας ἐν ἐσχάτηι πενίαι καὶ ἀτιμίαι κατατρίψας

ἐτελεύτησε τὸν βίον. καὶ ὡς Δημάδης οὐ πολλῶι ὕστερον ἐς Μακεδονίαν

ἀχθεὶς ὑπὸ Κασάνδρου ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφα-

γέντος· αἰτίαν δ' ἐπῆγε Κάσανδρος, ὅτι τὸν αὐτοῦ πατέρα ἐξυβρίσειεν ἐν

οἷς ἔγραψε Περδίκκαι σώζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ

στήμονος ἠρτημένους, οὕτως τὸν Ἀντίπατρον ἐπιχλευάζων. (15) Δείναρχος

δὲ ὁ Κορίνθιος ὁ κατήγορος ἦν. ἀλλ' ὅ γε Δημάδης τῆς αὑτοῦ δωροδοκίας

καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν ἀπέτισε δίκην.

(16) διαλαμβάνει δὲ καὶ ὡς Θίβρων ὁ Λακεδαιμόνιος Ἅρπαλον τὸν

τὰ Ἀλεξάνδρου χρήματα ζῶντος ἐκείνου ἁρπάσαντα καὶ φυγόντα πρὸς τὰς

Ἀθήνας, τοῦτον ἐκεῖνος ἀποκτείνας καὶ ὅσα ὑπελείπετο λαβὼν χρήματα

πρῶτα μὲν ἐπὶ Κυδωνίας τῆς ἐν Κρήτηι ἐστάλη, ἔνθεν δὲ ἐς Κυρήνην

διέβαλεν μετὰ στρατιᾶς εἰς ἑξακισχιλίους συντελούσης· ἐπῆγον δὲ αὐτὸν

τῶν ἐκ Κυρήνης καὶ Βαρκέων οἱ φυγάδες. (17) ἐν οἷς πολλαῖς μὲν

μάχαις πολλαῖς δὲ ἐπιβουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε δὲ ἡττώμενος,

τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συνωρίδας ἀγόντων συνελήφθη καὶ παρὰ

Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς Τεύχειρα, ὧι τὴν πόλιν ἐκείνην

Ὀφέλλας ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου

ἐπὶ βοηθείαι τῶν Κυρηναίων ἐτύγχανε σταλείς. (18) οἱ δὲ Τευχειρῖται,

Ὀφέλλα τὴν ἐξουσίαν δόντος, ἠικίσαντό τε τὸν Θίβρωνα καὶ εἰς τὸν τῶν

Κυρηναίων ἔπεμψαν κρεμασθῆναι λιμένα. (19) ἔτι δὲ τῶν περὶ Κυρήνην

στασιαζόντων Πτολεμαῖος ἐπελθὼν καὶ πάντα καταστησάμενος ὀπίσω

ἀπέπλευσε.

(20) Περδίκκας δὲ Ἀντιγόνωι ἐπιβουλεύων εἰς δικαστήριον ἐκάλει· ὁ

δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε, καὶ εἰς ἔχθραν ἀλλήλοις κατέ-

στησαν. (21) ἐν τούτωι δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον

Ἰόλλας τε καὶ Ἀρχίας, ἄγοντες αὐτῶι τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν

εἰς γυναῖκα. ἀλλά γε καὶ Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου μήτηρ ἔπεμπε παρ'

αὐτὸν κατεγγυωμένη τὴν θυγατέρα Κλεοπάτραν. καὶ ὁ μὲν Εὐμένης ὁ

Καρδιανὸς συνεβούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέται δὲ τῶι ἀδελφῶι

εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾶι τὸ Νίκαιαν μᾶλλον ἀγαγεῖν.

(22) οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυνάνην πάθος συνηνέχθη, ὃ Περ-

δίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διεπράξαντο. ἡ δὲ Κυνάνη Φίλιππον

μὲν εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐρυδίκης ἦν, γυνὴ

δὲ Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν.

οὗτος δὲ Περδίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς εἶναι

Ἀμύνταν τὸν ἀνηιρημένον Ἀλεξάνδρου ἀνεψιόν. (23) ἦγε δὲ ἡ Κυνάνη

Ἀδέαν τὴν αὐτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνομάσθη, τῶι

Ἀρριδαίωι εἰς γυναῖκα· ἣν καὶ ὕστερον ἠγάγετο Περδίκκα διαπραξαμένου

ἐφ' ὧι παῦσαι τὴν Μακεδόνων στάσιν, ἥτις ἐπὶ τῶι Κυνάνης πάθει ἀνα-

φθεῖσα ἐπὶ μέγα κακοῦ προεχώρει. (24) Ἀντίγονος δὲ ἐς Μακεδονίαν

παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν

Περδίκκας ἐ〈πε〉βούλευε, διηγήσατο καὶ ὡς κατὰ πάντων ἡ αὐτὴν αὐτῶι

μελέτη σπουδάζεται, ἀνεδίδαξέ τε καὶ τὸ τῆς Κυνάνης ἐκτραγωιδήσας

πάθος. καὶ ταῦτα διαθέμενος εἰς πόλεμον αὐτῶι τούτους κατέστησε.

(25) καὶ Ἀρριδαῖος δὲ ὁ τὸ τοῦ Ἀλεξάνδρου σῶμα φυλάσσων, παρὰ

γνώμην αὐτὸ Περδίκκου λαβών, πρὸς Πτολεμαῖον παραγίνεται τὸν Λάγου,

ἀπὸ Βαβυλῶνος διὰ Δαμασκοῦ ἐπ' Αἴγυπτον ἐλαύνων· ὃς πολλὰ μὲν ὑπὸ

Πολέμωνος τοῦ προσοικειουμένου Περδίκκαι κωλυθεὶς ἐνίκησεν ὅμως εἰς

τὸ τὴν ἑαυτοῦ γνώμην ἔργωι ἐξενεγκεῖν.

(26) ἐν τούτωι καὶ Εὐμένης παρὰ Περδίκκου δῶρα πρὸς Κλεοπάτραν

ἐς Σάρδεις ἐκόμισε, καὶ ὅτι ἐγνωσμένον εἴη Περδίκκαι Νίκαιαν μὲν ἐκπέμ-

πειν, ἀντ' ἐκείνης δὲ ταύτην ἄγεσθαι. οὗ μηνυθέντος—Μένανδρος δὲ

ὁ Λυδίας σατράπης ἐμήνυσεν—Ἀντιγόνωι καὶ δι' αὐτοῦ τοῖς περὶ Ἀν-

τίπατρον καὶ Κρατερὸν δημοσιωθέντος, ἐπὶ μᾶλλον αὐτοῖς τὰ πρὸς Περ-

δίκκαν ἐξεπολέμωτο. περαιοῦται δὴ Ἀντίπατρος καὶ Κρατερὸς ἀπὸ τῆς

Χερρονήσου τὸν Ἑλλήσποντον, τοὺς τὸν πόρον φυλάσσοντας διὰ πρεσβείας

ὑπαγόμενοι. πρεσβεύονται δὲ καὶ πρὸς Εὐμένη καὶ πρὸς Νεοπτόλεμον

τοὺς ὑπὸ Περδίκκαι· καὶ Νεοπτόλεμος μὲν πείθεται, Εὐμένης δὲ οὐκ

ἀνέχεται. (27) ὑποπτεύεται Εὐμένει Νεοπτόλεμος, καὶ συγκροτεῖται πρὸς

ἀλλήλους πόλεμος, καὶ νικᾶι κατὰ κράτος Εὐμένης. φεύγει δὲ Νεοπτόλεμος

παρὰ Ἀντίπατρον καὶ Κρατερὸν σὺν ὀλίγοις καὶ πείθει τούτους ἐπὶ συμ-

μαχίαν κατὰ Εὐμένους ἐλθεῖν αὐτῶι Κρατερόν· καὶ πολεμοῦσιν ἄμφω

Εὐμένει. καὶ πάντα ποιήσας Εὐμένης ὥστε λαθεῖν τοὺς σὺν αὐτῶι

Κρατερὸν αὐτῶι πολεμεῖν, ἵνα μὴ τῆι περὶ αὐτὸν ἁλόντες φήμηι ἢ προσ-

χωρήσωσιν αὐτῶι ἢ καὶ μένοντες ἀτολμότεροι εἶεν· καὶ κρατήσας τοῖς

τεχνάσμασι, κρατεῖ καὶ τῶι πολέμωι. καὶ πίπτει μὲν Νεοπτόλεμος τῆι

αὐτοῦ Εὐμένους τοῦ γραμματέως δεξιᾶι, ἀνὴρ στρατιωτικὸς καὶ πολέμοις

ἠριστευκώς, Κρατερὸς δὲ ὑπό τινων Παφλαγόνων ἀφειδῶς πρὸς πάντα μαχό-

μενος καὶ χωρῶν ὥστε γνωσθῆναι· ἀλλ' ἔφθη πεσὼν μὴ γνωσθείς, καίτοι καὶ

τὴν καυσίαν τῆς κεφαλῆς ἀφελών. ἡ μέντοι πεζὴ στρατιὰ σώα πρὸς Ἀντί-

πατρον ἐκ τοῦ πολέμου παρεγένετο, ὃ καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφισε.

(28) παραγίνεται ἀπὸ Δαμασκοῦ Περδίκκας ἐπ' Αἴγυπτον σὺν τοῖς

βασιλεῦσι καὶ τῆι δυνάμει Πτολεμαίωι πολεμῆσαι. κατηγορήσας δὲ Πτολε-

μαίου, κἀκείνου ἐπὶ τοῦ πλήθους ἀπολυομένου τὰς αἰτίας, καὶ δόξας μὴ

δίκαια ἐπικαλεῖν, ὅμως καὶ τοῦ πλήθους οὐχ ἑκόντος πολεμεῖ. καὶ δὶς

ἡττηθεὶς καὶ τραχὺς πρὸς τοὺς παρὰ Πτολεμαῖον ἐθέλοντας χωρῆσαι λίαν

καταστὰς καὶ τἆλλα τῆι στρατιᾶι ὑπερογκότερον ἢ κατὰ στρατηγὸν προσ-

φερόμενος, ὑπὸ τοῦ οἰκείου πλήθους τῶν ἱππέων ἀναιρεῖται, μαχόμενος

καὶ αὐτός. (29) Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περδίκκου πρός τε

τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον καὶ δώροις φιλοφρονησάμενος καὶ

τῆι ἄλληι θεραπείαι οὐ μόνον δὲ ** ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακε-

δόνων. ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο

καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπελείπετο καὶ τούτους ἀπαλλάξαι

τοῦ δέους παντὶ τρόπωι διεσπούδασεν· ἐφ' οἷς παραυτίκα τε καὶ ἐς τὸ

ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο.

(30) συνεδρίου δὲ κροτηθέντος ἄρχοντες μὲν τῆς πάσης δυνάμεως

ἀντὶ Περδίκκου Πίθων καὶ Ἀρριδαῖος ἐν τῶι τέως ἀνερρήθησαν, τῶν δὲ

περὶ Εὐμένη τε καὶ Ἀλκέταν ἐς πεντήκοντα κατεγνώσθησαν, μάλιστα ἐπὶ

τῆι Κρατεροῦ ἀναιρέσει τῶν Μακεδόνων πρὸς αὐτοὺς ἐκπολεμωθέντων.

μετεκαλεῖτο δὲ καὶ Ἀντίγονος ἐκ Κύπρου, καὶ Ἀντίπατρος δέ, ἐπιταχῦναι

πρὸς τοὺς βασιλέας. (31) οὔπω δὲ καταλαβόντων ἡ Εὐρυδίκη Πίθωνα

καὶ Ἀρριδαῖον μηδὲν ἄνευ αὐτῆς ἠξίου πράττειν. οἱ δὲ τὰ πρῶτα μὲν

οὐκ ἀντεῖπον, ἔπειτα δὲ μηδὲν αὐτὴν ἐπικοινωνεῖν τοῖς δημοσίοις ἀντέ-

λεγον πράγμασιν· αὑτοῖς γάρ, ἕως Ἀντίγονος καὶ Ἀντίπατρος παρα-

γένω〈ν〉ται, μελήσειν περὶ πάντων. (32) ὧν παραγεγονότων εἰς Ἀντί-

πατρον ἡ δυναστεία περιίσταται. καὶ ὁ στρατὸς αἰτεῖ τὰ παρὰ Ἀλεξάνδρου

ὑποσχεθέντα αὐτοῖς ἐπὶ τῆι συστρατείαι χρήματα, καὶ Ἀντίπατρος παραυ-

τίκα μὲν μηδὲν ἔχειν ἀποκρίνεται φράζειν ἀκριβές, ἐξετάσας δὲ τούς τε

βασιλείους θησαυροὺς καὶ τοὺς ὅσοι ἀλλαχόθι που κείμενοι ὦσι, τηνικαῦτα

τὸν δυνατὸν τρόπον μὴ ἂν αὐτοῖς ἐπίμεμπτος νομισθῆναι· ἐφ' ὧι οὐχ

ἡδέως ἡ στρατιὰ ἤκουσεν. (33) Εὐρυδίκης δὲ συλλαμβανούσης ταῖς κατὰ

Ἀντιπάτρου διαβολαῖς τῶι ἀπὸ τοῦ πλήθους ἄχθει στάσις γίνεται. καὶ

δημηγορεῖ Εὐρυδίκη κατ' αὐτοῦ, τοῦ γραμματέως Ἀσκληπιοδώρου ὑπηρετη-

σαμένου τῶι λόγωι, καὶ Ἄτταλος δέ. καὶ ῥύεται μόλις Ἀντίπατρος τῆς

σφαγῆς, Ἀντιγόνου καὶ Σελεύκου τῆι παρακλήσει Ἀντιπάτρου ἀντιδημη-

γορησάντων ἐν τῶι πλήθει, οἳ καὶ αὐτοὶ διὰ τοῦτο ἐγγὺς ἐγένοντο τοῦ

κινδύνου· ῥυσθεὶς δὲ Ἀντίπατρος τοῦ θανάτου πρὸς τὸ οἰκεῖον ὑπεχώρησε

στρατόπεδον. καὶ οἱ ἵππαρχοι Ἀντιπάτρου καλοῦντος πρὸς αὐτὸν ἧκον,

καὶ μόλις τῆς στάσεως πεπαυμένης Ἀντίπατρον πάλιν, ὡς καὶ πρόσθεν,

ἄρχειν εἵλοντο.

(34) καὶ ποιεῖται νέμησιν καὶ αὐτὸς τῆς Ἀσίας, τὰ μὲν τῆς προτέρας

νεμήσεως ἐπικυρῶν, τὰ δὲ τοῦ καιροῦ βιαζομένου νεωτερίζων. Αἴγυπτον

μὲν γὰρ καὶ Λιβύην καὶ τὴν ἐπέκεινα ταύτης τὴν πολλὴν καὶ ὅ τι περ

ἂν πρὸς τούτοις δόριον ἐπικτήσηται πρὸς δυομένου ἡλίου Πτολεμαίου

εἶναι· Λαομέδοντι δὲ τῶι Μιτυληναίωι Συρίαν ἐπιτετράφθαι· Φιλόξενον

δὲ ἐπὶ Κιλικίας ἔταξεν, ἣν καὶ πρῶτον εἶχεν. (35) τῶν δὲ ἄνω ξατρα-

πειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχωι

τῶι τοῦ βασιλέως ἀδελφῶι ἔνειμε· Σελεύκωι δὲ τὴν Βαβυλωνίαν προσέθηκεν·

Ἀντιγένει δὲ τῶι πρώτωι μὲν ἐπιθεμένωι Περδίκκαι, τῶν δὲ ἀργυρασπίδων

Μακεδόνων ἡγουμένωι, τῆς Σουσιανῆς συμπάσης ἄρχειν· Πευκέσται δὲ ἐβε-

βαίου τὴν Περσίδα· Καρμανίαν δὲ Τληπολέμωι ἔνειμε· καὶ Μηδίαν Πίθωνι ἔστ'

ἐπὶ πύλας τὰς Κασπίους· Φιλίππωι δὲ τὴν Παρθυαίων γῆν. (36) Ἀρείων

δὲ καὶ τῆς Δραγγηνῶν χώρας Στάσανδρον καθίστη ἡγεμόνα· τῆς δὲ Βα-

κτριανῆς καὶ Σογδιανῆς Στασάνορα τὸν Σόλιον· Ἀραχώτων δὲ Σιβύρτιον·

καὶ Παραπαμισάδας Ὀξυάρτηι τῶι Ῥωξάνης πατρί· τῆς δὲ Ἰνδῶν γῆς τὰ

μὲν ξύνορα Παραπαμισάδαις Πίθωνι τῶι Ἀγήνορος· τὰς δὲ ἐχομένας

ξατραπείας, τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν καὶ Πάταλα τῶν ἐκείνηι

Ἰνδῶν πόλεων τὴν μεγίστην Πώρωι τῶι βασιλεῖ ἐπεχώρησε· τὴν δὲ παρὰ

τὸν Ὑδάσπην ποταμὸν Ταξίληι, καὶ τούτωι Ἰνδῶι, ἐπεὶ μηδὲ ῥάιδιον μετα-

κινῆσαι αὐτοὺς ἐξ Ἀλεξάνδρου τε ἐπιτετραμμένους τὴν ἀρχὴν καὶ δύναμιν

ἱκανὴν ἔχοντας. (37) τῶν δὲ ἀπὸ τοῦ Ταύρου ὄρους ὡς ἐπὶ τὴν ἄρκτον

φερόντων Καππαδόκας μὲν Νικάνορι ἐπέτρεψεν· ἐπὶ δὲ Φρυγίας τῆς

μεγάλης καὶ ἐπὶ Λυκάοσί τε καὶ Παμφύλοις καὶ Λυκίοις, ὡς καὶ πρόσθεν,

Ἀντίγονον· Καρίαν δὲ Ἀσάνδρωι ἔνειμε· Λυδία δὲ Κλείτωι ἐδόθη· καὶ

Ἀρριδαίωι Φρυγία ἡ πρὸς Ἑλλησπόντωι. (38) τῆι δὲ κατακομιδῆι τῶν

ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε καὶ τούτωι τῶν στασιασάντων

Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε. σωματοφύλακας δὲ τοῦ

βασιλέως Αὐτόδικόν τε τὸν Ἀγαθοκλέους παῖδα καὶ Ἀμύνταν τὸν Ἀλεξάν-

δρου παῖδα, Πευκέστου δὲ ἀδελφόν, καὶ Πτολεμαῖον τὸν Πτολεμαίου καὶ

Ἀλέξανδρον τὸν Πολυσπέρχοντος· Κάσανδρον δὲ τὸν ἑαυτοῦ παῖδα χιλι-

άρχην τῆς ἵππου· τῆς δυνάμεως δὲ τῆς πρόσθεν ὑπὸ Περδίκκαι τετα-

γμένης Ἀντίγονον ἡγεμόνα ἀπέφηνε· καὶ τούτωι τοὺς βασιλέας φρουρεῖν

τε καὶ θεραπεύειν προστάξας τὸν πόλεμον ἅμα τὸν πρὸς Εὐμένη δια-

πολεμῆσαι αὐτῶι αἱρουμένωι ἐπέτρεπεν. Ἀντίπατρος δὲ αὐτὸς πολλὰ

ὑπὸ πάντων ἕνεκα πάντων ἐπαινούμενος ἐπ' οἴκου ἀνεχώρει.

ἐν οἷς καὶ ὁ θ̅ λόγος.

10

COD. RESCR. VATIC. GR. 495 fol. 230. 235:

[Ἀρριδαίου] τὴν παρὰ Πτολεμαῖον αὐτομόλησιν καὶ τοῦ σώμ?[ατος τ]ο?ῦ

Ἀλεξάνδρου τὴν ἐς Αἴγυπτον κομιδὴν ε?π?ι?!!ω?!!!!!!! οἱ ἀμφὶ Ἄτταλόν τε καὶ

Πολέμωνα ο?ι?ε?!!!ο?η?!!!!!!!!!!! ‖ ἀποχωρήσεως ἐσταλμ?ένοι [ὡς Π]ε?ρδ?ί?[κκαν

ἐπανήιε]σαν. ὁ δὲ ἔτι μᾶλλον [ὡρμήθη ἐς Αἴγυπτον στρατεία]ν π[οι]εῖν, ὡς

Πτολεμαῖον μὲν ἀφελόμενος τὴν ἀρχὴν τ?[ῶ]ν ἑ[αυτῶι τι]να ἐπιτηδείων

καταστῆσαι Αἰγύπτου [ὕ]π[αρ]χον, τοῦ σώματος δὲ τοῦ Ἀλεξάνδρου κρατῆσαι.

(2) τα?ῦτα [δὴ] ἐν?ν?[οῶ]ν? [ἐπ]ειδὴ ἐς Κιλικίαν ξὺν τῆι δυνάμει ἀφίκετο, Φ?ι?λ?ώ?τ?αν

μὲν τ?ὸ?ν ξατράπην τῆς χώρας ἐπιτήδειον [τ]ο?ῖς ἀμφὶ Κρατερὸν γ[ι]γνώσκων

[πα]ρέ?λυσ[ε]ν τῆς ἀρχῆς, Φιλόξενον δὲ ἀντ' αὐτοῦ ἄρχειν κατέστησεν, ἕνα

τῶν ἀφανῶν Μακεδόνων οἷ?α? δὴ π?!!αι?ολιω?ιμισθοφορ!!ο?πολε?μ?!!ι?δ?ι?α?!ε?!!!

ε?!!ε?μ?!! (3) πέμψας δὲ ἐς Βαβυ?λῶν?α? !!!!!σ?τ?ρ?α?γ?!!!!!!!μ?κ?τ?η?ν?ο?ρ?α? μ?ο?λ?ε?θ?ε?ν?

!! Δόκιμον τ?ὸ? ὄνομα (?) μετὰ Μ[ακεδ]όν?[ων τ]ῶ?ν? ἄκ[ρ]ων δ?οκούντων τὸν μὲν

ξατραπεύειν εἶ[π]εν τῆς [Βαβυ]λωνίας, Ἄρχωνα δὲ τὸν π?ρ?ό?σ?θεν [δυνά]σ?την?

ἐ?π?ὶ τ?ῆ?[ς εἰσπράξ]ε?ως? τῶν προσόδων ε?ἶ?ν?αι ε?π?ι?δ?ε?τ?η?!!!!!!!!!!η?ν?α?ρ?ο? φ?α?σ?τ?ῶ?ν?

Δόκιμον?, εἰ? ἀφίκο?ι?τ?ο? εἰς Β?α?β?υ?λῶνα καὶ τ?ῆ?ς ξατρα[π]είας ἐγκρατήσε?ιε?ν?, τὸ[ν]

Ἄρχωνα μὲν ἀ?π?α?λλάξαι | !!σ?ι?σθενη?δ?ε?χε?ν?κ!!π?η?α?τ?ι?α?σ?ι?ν?ωσα?ν?τ?!!!!α?ν?ι?!!!!!ο |

π?ε?!<ε?ν?><θυ>κ?!ε?ν?!!!υ?σ?ινα?κ?ο?α?<θ?η?ο?ε?><εκσει>!ενα?υ?τ?ο?σ?ο?κ?!!τησα?τ?α? | ω?<π>ιστι?<η>!ε?!!β? α?!!!ο?τ?ι?!!

α?υ?τ?ο?ν?δ?ε?!!!!!!!!!!!!!! | <τη><πι>!α?!ο?ν?ο?σ?α?υ?ναι !!!!!!!!!!!!!!!!!!!!!!!!!!!! |

α?<ω>!!!α?ν?θ?α?!!οσ?δ?ε?ε?!η?!ε?γ?η?!!δητ?ο?υ?σ?α?π?ο?!!!!!!!μ?<κ>ε τηνικ?!!ν?τησ!!!!λ?ωνοσφ?ο?ρ?τ?ι?!

φ?!!!!!!ανεκ | !!ν!λ?λ?!!!ιω?στετ<ιν?ε?ν><μ ρ>αινα!!ατιωτωνπ?!!!!!!!!!! | μ?<ου><ν(κ)>σ ἐπιλεξά-

μενος εἰσήγαγεν !!ρ<ο>σκ!!ετετοσ<ε>!!β?α?β?υ? ‖ !!ξ?ια?<ο> !!δ?ὲ? ξυναγαγὼν καὶ? φ?ρ?άσας τὴν

Περδίκκου μ[ετ]άνοιαν κ?α?ὶ? ἐ?ς? τ?ο?ῦ?τ?ο?ν? (?)!!!ψ?ι?ο?ν?τ?ρ?!!!!!!!τ?ο?υ? ἐκ τῶν ε!!!την?

!! | ε?!ε?!!!!!νκ?α?ι?<τ>ε?θ?η?κ?α?ν?!!!!!!!!ην<ρ>!!ε?ι?τ?η?ν?!ρ!!!!ν | π?ο?!!!!!!! σ?υ?ν?αγαγεῖν

ὡς μὴ δ?[εξ]ομένους ἐπὶ τὴν ἀρχὴν τ?ὸν [Δόκ]ιμον. (5) καὶ ο?ἱ με?\ν πρὸς

τούτοις ἦσαν, Δόκιμος δὲ ἐς Βαβ?υλῶνα ἀφικόμενος κα?[ὶ] τ?ῶν ἐκ τῆς χώρας

τ?ινὰς Βαβυλωνίων π?ρ?ο?σ?α?ν?[τ]έ?χει?ν ἀμελήσ?[ας] το?ῖ?ς σ?τ?ρατιώταις? π?ροσ?ε!!!τ?ο?ν?

ἐπέδ?ρ?α<ο>με<ο>ν (?) καὶ ἔστη πρὸς Ἄρχωνα. καὶ τὰ μὲν π[λ]ήθη τῶν ἀπομαχο-

μένων καὶ ἰσχ[όν]των χωρίων ἐκρατεῖτο. ὡς δὲ ἀκρο?β?ολισ?μ?ῶι τινὶ τραυ-

ματίαι? γ?ενομένωι τῶι Ἄρχωνι οὐ πολλῶι ὕστερον ξυνέβη τελευτῆσαι ἐκ τῶν

τραυμάτων, τηνι?κ?α?[ῦ]τ?α? δὲ ἀ?ν?ασ?χόμ?ε?ν?[ος ὁ Δό]κιμος ἐδέχθη τε ἐπὶ τὴν

ξατραπείαν π?ρ?ὸ?ς τ?ῶν Β?α?[βυλω]ν?ίω?ν καὶ τὰ ὑπὸ Περδίκκου προστεταγμένα

ξυν<μ>!πισ<τιτηι><εισ ν>ε?σ?α?υ?τον ἔπρασσεν.

(6) ἐν δὲ τούτωι Περδίκκας μαθὼν τῶν ἐν Κύπρωι βασιλέων Νικο-

κρέοντά τε τὸν Σαλαμίνιον καὶ τοὺ[ς ὑπ' αὐτῶι (?) γε]ν?ο?μ?ένου?ς? Π?ασ?ικ?ρ[ά]τ?ην

τ?ὸ?ν Σ?ό?λ?ιον καὶ Νικο[κλ]έα τ?ὸ?ν Πά?φι?ον, τοῦτον καὶ Ἀνδροκλέα τὸν Ἀμα-

θούσιον πρὸς? μὲν Πτολεμαῖον ξυμμαχίαν π?ε?π?οιημένους, ναῦς δὲ οὐ πο?λὺ?

ἀ?π?ο?δεούσας διακοσίων ξυμ[π]ληροῦντας, τὴν δὲ Μ?αρ?ιέων πόλιν? καὶ τὸν

ἄρ?χοντα ἐ?πιπ?ολιορκοῦντας, ὁ? δ?ὲ? [τριήρεις ἤθρ]οισεν (?) ἐκ Φο?ι?ν?ίκης [πρ]ὸ?ς?

τὴν εἰ?ς? Μάριον αὐ?τόθεν ἐ?κ? Κ?ιλικίας 〈στρατείαν〉 κα[ὶ] πλο?[ῖα π]ο?λλὰ

στρογγύλα π?αρασκευάσας [ξ]έ?ν?ους μὲν ἐς ὀ?[κ]τ?α?κο?σ?ί?ους ἐ?π?[έβη]σ?εν? τῶν

νεῶν, ἱππέας δὲ ἐς πεντακοσίους, Σωσιγ?ένην τὸν Ῥόδιον ἐπιτάξας ναύαρχον

καὶ ξεναγὸν ἐ?πὶ τῶι ξεν〈ικ〉ῶι Μ?ήδιον τὸν [Θ]εσσαλόν, ἱππάρχην δὲ τῶν

ἱππέων Ἀμ?ύ?νταν, τῆς δὲ ξυμ?πάσ?ης δυνάμεως στ[ρ]ατη[γ]ὸν [ἀ]ποφήνας

Ἀ?ρ?ι?[στόν]ο?υ?ν? τὸν Ἀλ?εξάνδρου σωματοφύλακα τη ‖

(7) γ?υ?ν?α?ῖ?κ?α? (?) !!!α?!ν?<ρ>!!α?χ?ο?ν?!!!!!!!!!!!!!!!!!!!!!!!!!! | ανα-

μαχε?σ?θ?α?ι? (?)!!!!!!!!!!!!!!!!!!!!!!!!!!<τωγον?ω?><ομ(ν)> | <καγ><οχ>—ι?ων κ# | δεχ?ε?—

| τ?ι?γ?ο?<ν>ο?ς? ἐπιτήδειος ὤν. καὶ Μένανδρος? τ?ῆ?[ς Λυ]δ?ί?[ας ξ]ατράπης? τήν τε

ἄ?φ?ι?ξ?ι?ν? τὴν Ἀντιγόνου μαθὼν καὶ Ἀσάνδρου παρ' αὐτὸν ἀποχώρησιν, Περ-

δίκκα[ν ἐρρ]ω?μένως !!!χ?!!!!!ω?κα?!!!κ?<η>!! γὰρ τὴν ι?<!ο?λ?δ?ρ?><αν ν>!!!! ἔχων κ?[α]ὶ? δ?ι?'

ὀρ?γῆ?ς? ἔχων Περδίκκα[ν], ὅτι τὴν μὲν [ξατρ]α[π]είαν ἣν εἶχεν α?υ?τ?ων δ?ε? τ?ω?ν

π?!!!!!ε?π?ι?τ?α?χ?ε?ι? φ[υ]γὼν [πρ]ὸ?ς τὴν στρατιὰν μ?ο?τ?η?ν?!! ἀ?κ?ο?ύ?ε?ι?ν? (?) κ?α?!!!!

ο?υ?!!!!! Κλεοπάτραν εἶναι !!!!!!ν?<ρ>ων καὶ τὴν Εὐμένο?υ?ς— | δεν?<ρ>!!κ?α?ι?εν!ι?

!!νδ?!!!!!!!!!!χ!!!!!εν!!!!φει!!!! | τ?η?σ?ε?ι?α?ν?!!!!!!!!ι?σ?την!!!!!!στρατηγ

!!!!κ?κ!ν?<ι> | τῶν ἐπιχωρίων ο<α>!!λ?α? κ?λ?ε?ι?στους δ?υ?ν?α?στ!!ειν οἱ τὰ κατα εχ?ο?ντα?ς?

!!!!!! εἰς Φρυγίαν τὴν μεγάλην φερού?σ?ας ὁ?δ?ο?ὺ?ς? ε?ν?<ι?α?><το>φ?α?ν?ωνα?!!! καὶ ὡς ὁ

μὲν? (?)!!!!λ?ο?ω?ν? π?!!!! | β?<μ>ο?λ?ι?σ?!ν?!!!!!!!!!!!!!!!τ?ητ?η!!δ?!κ?ν?<ρ>α?ν?<ι>!!!!!!!!! |

τ?η?κ?α?!!λ?λ?ω?μ?ε?ν?ω?π?εμψαι!!!!! [ἐ]γκρατ?[ὴ]ς ε?ἴ?η? (?)!!!!! | ὅτε Περδίκκαν !ξ!ν<ρ>!

ναυτ!!δ?ε?π?ι? πολεμ?!!!ε?ν?α?ν?!! | κ?!! Ἀντίγο?ν?ο?ς? ἐξε!!ν!!τηδ?ε?!!τ?ι?σειστου!!!!!

!!!!!! | κη?σ? ἐκ <προσηγ?η?><στκ>!!!!!!!!!!!!ειτα!!!νι<τ>ωι!α?υ?!!!!! | ν?α?ι?— | χιλίους

ἱππέας δ?ε?!!μ?ε?τ?εχων ἀφίκετο καὶ τοῦ?<ν> !!μ?ε!!!! | τ?ῆ?ς? δ' [Ἐφέ]σ?ου π?ό?[λεω?ς? (?)

πεντακοσίους ἔ?χ?!!!!!!!!!! | —δ?έχωντ?α?ι? | τ?ε?σ?ι?!<γ?><χ>κ?!!! ἐ?ν?ί?ω?ν? τ?α?!!!κ?ρ?ε?ι?σ?ζ?<ο?ν?><ερ>

!!!!!!α?ν?κα!!!εσαν ‖ —(8) καὶ αἱ ἐν κύκλωι τῆς Ἐφέσου πόλεις φιλίως

κατεδέξαντο αὐτόν· ὁ δὲ παρεσκευάζετο ὡς ἐπὶ Σάρδεις ἐλάσων ἐ?[κεῖθεν?].

ἐν? τούτωι δὲ Κλεοπάτρα μαθοῦσα τοῦ τε Ἀντιγόνου τὴν ὁρμὴν καὶ τὴν

ἐνέδραν τὴν ἐπὶ Εὐμένει παρ?εσκευασμένην, ἡ μὲν φράζει πρὸς Εὐμένη τὰ

ἐξη[γγελ]μ?ένα?, ὁ δὲ ἀμφὶ δ?είλ?ην ξυναγαγὼν τοὺς ξυνηκολουθηκότας αὐτῶι

φίλους καὶ ἱππέας π?α?ραγγέλ?λ?ει μήτε σάλπιγγα μήτε ἄλλο τι τῶν περι-

φανῶν σημείων προσμείναντας ὡς τάχιστα πρὸς πορείαν ἐσκευασμένους

παρεῖναι. (9) καὶ ἦν μὲν αὐτῶι ἡ διὰ μέσου ὁδὸς ὡς ἐπ' ἀνίσχοντα ἥλιον.

ὁ? [δ?]ὲ? (?) κ?ο?λ?ο?!!!ζ<ξ>ι!!!φεσμ<ν>!!! μ?η?δ?ὲ?ν? α?ὐ?τὴν μὲν ἄγειν εὐ?λ?αβήθη τῶι κατει-

λῆφ?[θ]α?[ι] εἰκάζειν η<κ>!!!!ε?!!!α?ι?!κ?!!μ?α?<τ><στ>ην ἀνα<ε>με?σ?ι?ωτ<στ>ατην τη!θ?ει?!!ε?λ! ἐπὶ

τῶιδε ἥκιστα προσδοκωμένην. προελθὼν δὲ ἀμφὶ τοὺς εἴκοσιν σταδίους

εἰς δεξιὰν μάλιστα ἐπιστρέφει καὶ ἀ?π?ο?!σ?ω?θ?!ει πρὸς τὴ[ν] ἐς π?ε?ρ<ν>σ?ι?α?ν?ε?σ?τ?

!κ?ε?ν?ω?ι?ε?ι?!!!!ο?δ?ε?!!μ?ε?ν?!!! τοῦ δὲ Ἀντιγόνου (?) ε?δ?ρ?ων ἐκ Φ?ρ?υ?γ?ί?α?ς? ἔπειτα !!

<γ?εμ?><χ(ν)>εν τῆς ἐπὶ Φρυγίαν τὴν μεγάλην [φε]ρούσης ὁδοῦ ο<σ>τ!!!ειλ<ο>εν!!!ε<α>υ?ειν

τοὺς ἱππέας προς δ?ι?!!!!!!ω?ν?!!!!!!!! ὁ?δοῦ? !!! ἀφηγεῖτο. (10) τῆς δὲ αὐτῆς

ν[υ]κ[τὸ]ς Ἀντίγονος ὑπεργε?γ?η?!!!ε!!!κ?α?<ω>!!τ?η?σ?!!!!!!!!εισ τε τόν τε μέγαν

καὶ !!!!!!!!!!!! [Ἀντι]γόνωι τ?ε?<ρω><νπ>!!!! Εὐμένους α<ο>!!!<ω?><πρ>ν?ησε!!!! μ?αθὼν δὲ

τὴν φυγὴν τὴν Εὐμένους καὶ ὅτι κ?!!!!!φ?ε?ι?εν!ω!!!! ἐνεδρεύοντας εἰκάσας.

ο?δ?ε?ε?σ?!!μ?υ?ν?!!<ε><ει>!!!!!!!!!!!νκα!!!αλλων τὴν !!!!!!!!!!!!!!!! τὴν Κλεο-

πάτραν [ἐπ]εὶ [Π]ερδίκκαν μὲν τὸν ο<α>!<ον><εγ>!!!!τ?η?ν?κ?!ε?!!!!!<α?ν?ο?><ωγα>λων α?φ?ε?σ?ι?ν?!!!

ω?ν?κ?α?γ?!!!!!!!!ω?!!!!!!!!λ?!!!τ?η?σ?ε?δ?ε? [Π]ερδίκκαν ε?φ?ι?ε?σ?ι? καὶ τῆς τ?ε?σ?!!!

11

PHOT. Bibl. 92 p. 72 a 25: (39) ὁ δὲ δέκατος διαλαμβάνει

ὡς Εὐμένης τὰ περὶ Περδίκκαν μαθὼν καὶ ὅτι πολέμιος ἐψηφίσθη

Μακεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. καὶ ὡς Ἀλκέτας ὁ Περδίκκου

ἀδελφὸς διὰ ταῦτα ἔφυγε. καὶ Ἄτταλος ὁ τῆς κατὰ Ἀντιπάτρου στάσεως

οὐδενὸς φέρων τὰ δεύτερα καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλλοις φυγάσι.

καὶ συνήχθη Ἀττάλωι στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι.

καὶ ὡς Ἄτταλος καὶ οἱ σὺν αὐτῶι ἐπιθέσθαι Κνίδωι καὶ Καύνωι καὶ

Ῥοδίοις ἐπιχειρήσαντες ὑπὸ Ῥοδίων καρτερῶς ἀπεκρούσθησαν, Δημαράτου

ναυαρχοῦντος αὐτοῖς.

(40) διαλαμβάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρδεις ἰόντος

ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δὲ ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα

μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῆι γένηται ὡς αὐτὴ τὸν πόλε-

μον αὐτοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀποχωρῆσαι τῶν

Σάρδεων. ἀλλ' ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος παραγενόμενος αὐτὴν

ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. ἡ δὲ πρός τε ταῦτα

κρεῖσσον ἢ κατὰ γυναῖκα ἀπελογεῖτο καὶ πολλὰ ἄλλα ἀντεπεκάλει· τέλος

δὲ εἰρηνικῶς ἀλλήλων ἀπηλλάγησαν. (41) ὅτι Εὐμένης ἐπελθὼν ἀπροσ-

δόκητος τοῖς οὐχ ὑπ' αὐτῶι προσχώροις καὶ λείαν πολλὴν καὶ χρήματα

συλλαβὼν τὸν οἰκεῖον στρατὸν κατεπλούτει. διαπρεσβεύεται δὲ καὶ πρὸς

Ἀλκέταν καὶ τοὺς σὺν αὐτῶι, ἐς ταὐτὸν τὰς δυνάμεις συναγαγεῖν ἀξιῶν

καὶ οὕτως τοῖς κοινοῖς ἐχθροῖς μάχεσθαι· οἱ δὲ ἄλλων ἄλλα συμβουλευ-

σαμένων τέλος οὐ πείθονται. (42) ὅτι Ἀντίπατρος Εὐμένει μὲν πολε-

μεῖν τέως οὐκ ἐθάρρει, κατὰ δὲ Ἀττάλου καὶ Ἀλκέτα πέμπει πολεμήσοντα

Ἄσανδρον· καὶ ἀγχωμάλου τῆς μάχης γεγενημένης ἡττᾶται Ἄσανδρος.

(43) ὅτι διαφέρεται Κάσανδρος πρὸς Ἀντίγονον· καὶ παύεται

Κάσανδρος τῆς κατὰ Ἀντιγόνου ἀταξίας, Ἀντιπάτρου τοῦ πατρὸς διακωλύ-

σαντος. ὅμως οὖν ὁ Κάσανδρος, περὶ Φρυγίαν συμβαλὼν τῶι πατρί,

ἀναπείθει μήτε πόρρω τῶν βασιλέων ἀποχωρεῖν καὶ Ἀντίγονον δι' ὑπο-

νοίας ἔχειν. ὁ δὲ τῆι τε μετριοφροσύνηι καὶ τῆι ἄλληι θεραπείαι καὶ

ἀρετῆι τὸν δυνατὸν τρόπον διέλυε τὴν ὑπόνοιαν. καὶ Ἀντίπατρος ἐπι-

κλασθεὶς τῆς τε ξυνδιαβάσης αὑτῶι ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν

ἐπιτρέπει αὐτῶι Μακεδόνας ὀκτακισχιλίους καὶ πεντακοσίους καὶ ἱππέας

τῶν ἑταίρων ἴσους, ἐλέφαντας δὲ τῶν πάντων τοὺς ἡμίσεας ο̅, ὡς ῥᾶιον

διαπολεμήσειεν τὸν πρὸς Εὐμένη πόλεμον. (44) καὶ Ἀντίγονος μὲν

τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀναλαβὼν τοὺς βασιλεῖς καὶ τὴν

ἄλλην δύναμιν ἤιει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν. καὶ στασιάζει

πάλιν ὁ στρατὸς αἰτῶν τὰ χρήματα. Ἀντίπατρος δέ, ἐπειδὰν ἔλθηι εἰς

Ἄβυδον, ὡμολόγησε ποριεῖν αὐτὰ καὶ δώσειν τυχὸν μὲν πάντα, ὅση ἡ

δωρεά, εἰ δὲ μή, τήν γε πλείστην. (45) καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν

ἀναρτήσας ἀστασιάστως τὸ λοιπὸν καταλαμβάνει τὴν Ἄβυδον. ἐκεῖ δὲ

τέχνηι τούτους παρακρουσάμενος νυκτὸς ἅμα τοῖς βασιλεῦσι περαιοῦται

τὸν Ἑλλήσποντον παρὰ Λυσίμαχον. τῆι δὲ ὑστεραίαι καὶ αὐτοὶ ἐπεραι-

ώθησαν, ὑπὲρ τῆς ἀπαιτήσεως τῶν χρημάτων παραυτίκα ἡσυχάσαντες.

ἐν οἷς καὶ τοῦ δεκάτου λόγου τὸ τέλος.

12

COD. LAUR. GR. 55, 4: Κατὰ Ἀλανῶν. (1) ἡγεῖσθαι μὲν τῆς πάσης

στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῶι οἰκείωι ἡγεμόνι.

ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων

δὲ αὐτοὺς οἱ δεκαδάρχαι· ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς εἴλης ἧιτινι

Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρης τῆς τετάρτης τῶν Ῥαι〈τ〉ῶν,

ἧς ἄρχων Δάφνης Κορίνθιος. ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς εἴλης, ἧι ὄνομα Κολῶνες.

συν〈τε〉τάχθων δὲ αὐτοῖς Ἰτυραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς.

συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. (2) ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππεῖς,

καὶ αὐτοὶ ἐπὶ δυοῖν· καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου.

(3) πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες,

οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες· πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ

ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι

Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Βήρωι τῶι σφετέρωι

ἄρχοντι. (4) ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται

ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλαττόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ

† οἰκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἴτωσαν, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ τῆς

φάλαγγος ἱππεῖς, ἔπειτα οἱ καταπέλται. (5) ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης

φάλαγγος, καὶ ἀμφ' αὐτῶι δὲ 〈ὁ〉 ἡγεμὼν τῆς φάλαγγος Οὐάλης καὶ ὁ ὕπαρχος

καὶ οἱ χιλιάρχαι οἷς τέτακται καὶ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρης ἐπιστάται.

πρὸ δὲ τοῦ σημείου τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς

ἐπὶ δ̅ τεταγμένους ἰέναι. (6) ἐπὶ δὲ τῆι ι̅ε̅ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς

δωδεκάτης φάλαγγος, καὶ χιλιάρχαι ἀμφ' αὐτῶι καὶ ἑκατοντάρχαι. ἐπὶ δ̅ ὡσαύτως

καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη.

(7) ἐπὶ δὲ τῶι ὁπλιτικῶι τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς μικρᾶς

Ἀρμενίας καὶ Τραπεζουντίων οἱ ὁπλῖται καὶ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι.

ἐπιτετάχθων δὲ αὐτοῖς οἱ Λεπιδιανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν

ἔστω Σεκου〈ν〉δῖνος, ὅσπερ τῶν Λεπιδιανῶν ἡγεῖται. (8) ἐπὶ τούτοις δὲ τὰ

σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ εἴλη τῶν Γετῶν καὶ ὁ ταύτης εἰλάρχης.

(9) τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν καὶ ἑκατοντάρχαι καὶ 〈οἱ〉 ἐπὶ

τῶιδε τεταγμένοι· φυλακῆς δὲ ἕνεκα εἴλη ἡ Γαλατικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον

ἑκατέρωθεν τεταγμένη καὶ οἱ τῶν Ἰταλῶν ἱππεῖς. ὁ δὲ εἰλάρχης αὐτῶν ἐπιφοιτάτω

ταῖς πλευραῖς. (10) ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ

τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσηι τῆι τάξει καὶ ἐπισκοπείτω

ὅπως τεταγμένοι ἰᾶσι καὶ τοὺς μὲν ἀτακτοῦντας εἰς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν

κόσμωι ἰόντας ἐπαινείτω.

(11) οὕτω μὲν τεταγμένους ἰέναι. ἐλθόντας δὲ εἰς τὸ ἀποδεδειγμένον χωρίον,

τὴν μὲν ἵππον πᾶσαν περιστῆναι ἐν κύκλωι εἰς τετράγωνον τάξιν, τοὺς κατασκόπους

δὲ πέμψαι εἰς τὰ ὑπερδέξια χωρία ἀποσκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ

ἀπὸ σημείου ὁπλίζεσθαι σιγῆι, ὁπλισαμένους δὲ εἰς τάξιν καθίστασθαι.

(12) ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια

ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῶιδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῶι κέρατι τῶι

μὲν δεξιῶι οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως

ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες. (13) προτετάχθων δὲ αὐτῶν οἱ τῆς

σπείρης τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅστις καὶ τῆς σπείρης

τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτωι ἐπιτετράφθω αὐτός τε καὶ ὁ Οὐασάκης καὶ Ἄρβηλος

καὶ τὸ ἐκείνων ἱππικόν τε καὶ πεζικόν. (14) ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων,

καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, οἵ τε ἀπὸ τῆς μικρᾶς Ἀρμενίας

σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων

δὲ καὶ τούτων οἱ Λεπιδιανοὶ οἱ διακόσιοι καὶ Κυρηναίων οἱ ἑκατόν, ὡς προβολὴν

μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερ-

δεξιοῦ. (15) τὸ δὲ ἐν μέσωι σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ

πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί

εἰσι. τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος

πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ. τετάχθω δὲ ἐπὶ ὀκτώ, καὶ

πυκνὴ αὐτοῖς ἔστω ἡ ξύγκλεισις. (16) καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστωσαν

κοντοφόρων, ὧν δὴ κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται· καὶ τούτους

οἱ μὲν πρωτοστάται εἰς προβολὴν ἐχόντων, ὡς, εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι,

κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν σίδηρον. (17) οἱ

δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως εἰς ἀκοντισμὸν προβεβλή-

σθων τοὺς κοντοὺς ὅπου ἂν τύχοιεν καὶ ἵππους τρώσοντες καὶ ἱππότην κατα〈κα〉-

νοῦντες καὶ θυρεῶι 〈καὶ〉 καταφράκτωι θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ

μαλακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες. (18) αἱ

δὲ ἐφεξῆς τάξεις τῶν λογχοφόρων ἔστωσαν. ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ

πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσποριανῶν τε καὶ Ἰτυραίων.

(19) μηχαναὶ δὲ ἐφεστηκέτωσαν τῶι κέρατι ἑκατέρωι, ὡς πορρωτάτω προσιόντων

τῶν πολεμίων ἐξακοντίζειν, καὶ κατόπιν τῆς πάσης φάλαγγος. (20) τὸ δὲ ἱππικὸν

ξύμπαν κατὰ εἴλας καὶ λόχους ὀκτὼ ξυντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς· τὸ μὲν

τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας,

λόχοι δύο· τὸ δὲ τῆι μέσηι φάλαγγι, λόχοι ἓξ †μημιον. (21) τούτων δὲ ὅσοι μὲν

ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστηκέτωσαν, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτῆς·

ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι εἰς τὰ πλάγιά τε

ἑκατέρωθεν ὁρώντων [ἢ] καὶ τὸ ξύνθημα προσμενόντων. (22) οἱ δὲ ἐπίλεκτοι

ἱππεῖς ἀμφ' αὐτὸν Ξενοφῶντα ἔστωσαν καὶ τῶν ἀπὸ τῆς φάλαγγος τῶν πεζῶν ὅσον

εἰς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατοντάρχαι, ὅσοι τοῖς ἐπιλέκτοις ξυντεταγ-

μένοι καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δεκάρχαι οἱ τῶν ἐπιλέκτων.

(23) ἔστωσαν δὲ ἀμφ' αὐτὸν ........ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν

ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδοι καὶ θεραπεύοι.

(24) ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς ξὺν τῶι ἱππικῶι Οὐάλης, ὅσπερ καὶ

τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· τοῦ δὲ ἀριστεροῦ οἱ χιλιάρχαι τῆς

δωδεκάτης.

(25) οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστ' ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι·

πελαζόντων δὲ ἤδη, ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάξειν ξύμπαντας τῶι Ἐνυαλίωι·

καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ λόγχας οἱ

λογχοφόροι ἀκοντιζέτωσαν, οἱ τε ψιλοὶ καὶ οἱ †θειασταί. φερέσθωσαν δὲ καὶ λίθοι

εἰς τοὺς πολεμίους ἀπὸ τοῦ ξυμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων· καὶ τὸ πᾶν ἀκροβολι-

σμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος εἰς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον

τῶν πολεμίων ἱππέων. (26) καὶ ἐλπὶς μὲν ὑπὸ τοῦ ἀδιηγήτου πλήθους τῶν βελῶν

μὴ ἐπὶ πλεῖον πελάσειν τῆι πεζικῆι φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας. εἰ δὲ δὴ

πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερ〈ε〉ίσαντας δέχεσθαι τὴν

προσβολὴν ὡς καρτερώτατα καὶ τῆι συγκλείσει πυκνοτάτηι τὰς πρώτας τρεῖς τάξεις

ξυνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς

λόγχας· καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους

καὶ αὐτούς.

(27) ἀπωσθέντων δέ, εἰ μὲν φυγὴ λαμπρὰ γένηται, διαχωρεῖν ἤδη τὰς πεζικὰς

τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους, ἀλλὰ τοὺς ἡμίσεας.

τετάχθαι δὲ πρώτους, οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. (28) τοὺς δὲ ἄλλους

ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῆι διώξει

χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατέχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις

τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιτίθεσθαι τοῖς ἐπιστρέφουσιν.

(29) ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν

ἀναστροφὴν τοῖς φεύγουσιν, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμωι ἑπέσθωσαν.

μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώραι ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην,

ὡς εἴ τι καρτερώτερον ἀπαντώιη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ

τῶν ἱππέων. (30) τάδε μὲν γίνεσθαι, εἰ ἀπὸ τῆς πρώτης προσβολῆς φυγὴ κατά-

σχοι τοὺς ἐναντίους. εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν

ἐθέλοιεν, ἀνατείνεσθαι μὲν 〈ἐς〉 τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς

τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῆι ἀνατάσει τὰ κέρατα γινόμενα ἰδόντες

δι' αὐτῶν ὤσαιντο καὶ διακόψαιεν τὸ πεζικόν. (31) ὑπερβαλλόντων δὲ τὰ κέρατα

ἑκάτερα ἢ πότερον οὖν, πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίνεσθαι τοὺς ἵππους,

πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππεῖς, μὴ

ἀκοντισμῶι ἔτι, ἀλλὰ ταῖς σπάθαις αὐτῶν συμφερόμενοι, οἱ δὲ ταῖς πελέκεσιν. οἱ

δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες ***

13

JOANN. LYD. De mag. III 53 p. 142, 16 W: τοιοῦτος μὲν οὖν περὶ τῶν

Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος, 〈ὃν〉 Ἀρριανὸς ἐπὶ τῆς

Ἀλανικῆς ἱστορίας καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθικῶν (F 37) ἀκριβέστερον

διεξέρχεται ....

14

PHOT. Bibl. 93 p. 73 a 32: ἀνεγνώσθη τοῦ αὐτοῦ

τὰ Βιθυνιακὰ ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας

καὶ τἆλλα ὅσα συνέστη περὶ αὐτὴν εἰς λεπτὸν ἀναγράφει, τῆι πατρίδι

δῶρον ἀναφέρων τὰ πάτρια. φαίνεται δὲ τετάρτην

γράφων τὴν τῆς πατρίδος ἀφήγησιν ....... (T 4 p. 838, 32) ἐξ ἀρχῆς μέν,

ἀφ' οὗ γράφειν ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπόθεσιν

βουληθέντι, τῆς δὲ παρασκευῆς τῶι ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν

χρόνον· ταύτην γὰρ αὐτὸς τῆς ἐπὶ τούτωι βραδύτητος ἀποδίδωσιν αἰτίαν.

ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας,

κάτεισι δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς

τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασι-

λευομένοις μετὰ τὴν τοῦ Ταρκυνίου ἐξέλασιν.

15

STEPH. BYZ. s. Ὄλυμπος· ὄρος Μυσίας. Ἀρριανὸς Βιθυ-

νιακῶν α̅. οἱ οἰκοῦντες Ὀλυμπηνοί.

16

ET. M. 176, 32: Ἀφέσιος Ζεὺς ἐν Ἄργει τιμᾶται. εἴρηται

δὲ ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυγὼν καὶ εἰς τὴν ἄκραν

τὴν Ἄργους διασωθεὶς ἱδρύσατο βωμὸν Ἀφεσίου Διός, ὅτι ἀφείθη ἐκ τοῦ

κατακλυσμοῦ. ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη ἀπὸ τῶν Ἄργου βοσκη-

μάτων ἐκεῖ νεμομένων. οὕτως Ἀρριανὸς ἐτυμολογεῖ ἐν τῶι β̅ τῶν Βιθυνιακῶν.

17

STEPH. BYZ. s. Βιθυνόπολις· πόλις ἀπὸ Βίθυος. τὸ

ἐθνικὸν ὤφειλε Βιθυοπολίτης· εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῶι

ἐν ε̅ Βιθυνι〈α〉κῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυνοπολίτης.

18

STEPH. BYZ. s. Μεγαρικόν· πολίχνιον ὃ συγκαταλέγεται

ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς ε̅ <«Ἀστακός> (F 26) <τε καὶ Ἡραία

καὶ τὸ Μεγαρικόν»>.

19

—s. Νικομήδειον· ἐμπόριον Βιθυνίας· Ἀρριανὸς ε̅ Βιθυ-

νιακῶν.

20a

SCHOL. DION. BYZ. Ἀναπλ. Βοσπ. 7: περὶ μὲν οὖν

τῆς ἄκρας ἣν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ

φασι βοῦν οἴστρωι κατ' αὐτὴν ἐνεχθεῖσαν διανήξασθαι τὸν μεταξὺ πόρον,

οἱ δὲ μυθωδέστερον ἀπομνημονεύοντες Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας

ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίαν διαπεράσαι] τοῦτο καὶ Ἀρ〈ρ〉ιανὸς λέγει

ἐν τοῖς Βιθυνιακοῖς αὐτοῦ.

20b

EUSTATH. Dion. Per. 140: τὸν δὲ

Θραικικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκηδόνα καὶ

Βυζάντιον στενά (Strab. XII 4, 8)—φησὶ γοῦν περί τινος ὁ Ἀρριανός,

ὅτι <«ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας

τὸν Βόσπορον»> καὶ τὰ ἑξῆς—οἱ δὲ μάλιστα τὰ ἄνω που τοῦ καλου-

μένου Ἀνάπλου. τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο (φησί) ποτὲ ἡ Ἰὼ

βουλαῖς Ἥρας δάμαλις οὖσα. διὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος

τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· <«πορθμὸς ὁ

κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι

Μυσοὶ ἀντιπέραν ὤικουν ποτὲ τῆς Θράικης, ὕστερον δὲ

Βόσπορος ἐπὶ τῆι συμφορᾶι τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν

Ἥρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι

καὶ ταύτηι διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν.»> λέγει

δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος

Βόσπορος, ἀλλ' ἀπό τινος ἑτέρας ὠνόμασται, <«ἥτις»> φησί <«Φρυγῶν

ἐπικειμένων ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν καὶ περαι-

οῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσ-

πορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα

θεοφορίαν»> ἤγουν μαντείαν, <«ἥτις διεκελεύετο βοῦν ἡγεμόνα

καταστῆσαι τῆς ὁδοῦ· ὃ καὶ ποιήσαντες ἐκεῖνοι διε-

περαιώσαντο ἀσφαλῶς. καὶ μνῆμα»> φησί <«τοῦ πόρου τού-

του ἕστηκε βοῦς χαλκῆ, ὑστέρωι ποτὲ χρόνωι ὑπὸ Χαλκη-

δονίων ἱδρυθεῖσα. καὶ τάχα ἐκ ταύτης καί τις ἐκεῖ τόπος

καλεῖται Δάμαλις ἕως καὶ νῦν.»>

21a

EUST. Hom. Il. Δ 407 p. 490, 2: ἰστέον δὲ ὅτι ἐκ τῶν

ῥηθέντων Θηβαικῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ

<«Καδμεία νίκη»> .... Ἀρριανὸς μέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ

προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴν παροιμίαν ἐδέξατο.

21b

—Β 851

p. 361, 2: καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοι οὐκ ἐπαινοῦντές φασι ....

Ἀρριανὸς δὲ τὴν μεγάλην καὶ ὅ φασι κατ' ἄκρας νοεῖ διὰ τὸ ἄκρως

ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων ὡς μόνον περι-

σωθῆναι τὸν Ἄδραστον.

22

—Ε 408 p. 429, 1: Ἀρριανοῦ εἰπόντος ἐν Βιθυνιακοῖς,

ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν Πάπαν τὸν Δία καὶ

Ἄττιν τὸν αὐτόν. ὁμοίως καὶ Ἡροδότου (IV 59) τὸ ‘καλεῖται Ζεὺς ὑπὸ

Σκυθῶν ὀρθότατα Παπαῖος’.

23

—Η 459 p. 691, 43: οὕτω καὶ ὁ Πρίηπος οὐ μόνον ἐν

τῶι η̅ λέγεται ἀλλὰ καὶ διὰ τοῦ α̅ Πρίαπος καὶ διὰ τοῦ ε̅ δὲ <«Πρίεπος»>

παρὰ Ἀρριανῶι ἐν Βιθυνιακοῖς, παρ' ὧι καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ

Πρίεπος διὰ τὸ γόνιμον.

24

—Ο 302 p. 1017, 15: τῆς δὲ περιττοσυλλάβου κλίσεως

παρὰ τοῖς πλείοσιν, ὡς καὶ παρὰ τῶι ἱστοροῦντι ὅτι μυκήτων οὐκ ἔστιν

οὐδὲ ἴχνος τῆς σπερματικῆς κορυνήσεως οὐδὲ σπερματώσεως, ὥσπερ οὐδὲ

ἄλλων τινῶν. ἔστι γὰρ κατὰ τὸν μύκητα καὶ τὸ ὕδνον τὸ καὶ γεράνειον

κατά τινας καὶ ἡ ἕλιξ καὶ ἡ πτέρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς

καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνιακοῖς.

25

STEPH. BYZ. s. Ἀμαζόνειον· .... ἔστι καὶ ἐν Βιθυνίαι

Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς.

26

—s. Ἀστακός· πόλις Βιθυνίας· ἀπὸ Ἀστακοῦ τοῦ Ποσει-

δῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. s. F 18.

27

—s. Τριῆρες· ἔθνος· ἀπὸ Τριήρου τοῦ Ὀμβριάρεω παιδὸς

καὶ Θράικης, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς.

28

SCHOL. TZETZ. Chil. I 799 (Cram. An. Ox. III 353, 23):

αὐτὸς (sc. Ἀννίβας) δὲ φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν, πρός τι

χωρίον Λίβυσσαν καλούμενον τῆι κλήσει, δοκῶν θανεῖν εἰς Λίβυσσαν

πατρίδα τὴν οἰκείαν· ἦν γὰρ Ἀννίβαι τις χρησμὸς οὕτω που γεγραμμένος·

‘Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας’.] τὸ νῦν καλούμενον τὰ Βουτίου,

ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς γράφει.

29

TZETZ. Chil. III 950: ὁ τοῦ Ζιποίτου μὲν υἱός, ἐκεῖνος

Νικομήδης ὁ κτίσας Νικομήδειαν, πατὴρ ὁ τοῦ Προυσίου—Προυσίου

ἔχοντος ὀστοῦν ἓν τοὺς ὀδόντας πάντας ....... —(963) οὗτος ὁ τοῦ

μονώδοντος τούτου πατὴρ Προυσίου, τοῦ κτήτορος τῆς πόλεως Προύσης

τῆς παρ' Ὀλύμπωι, ὁ Νικομήδης ὁ ῥηθεὶς μέγιστον εἶχε κύνα, ἐκ γένους

ὄντα Μολοσσῶν, πιστότατον ἐκείνωι. οὗτός ποτε τὴν δέσποιναν, σύζυγον

Νικομήδους, μητέρα τοῦ Προυσίου δέ, Ζιήλου καὶ Λυσάνδρας, τὴν Διτι-

ζήλην κλῆσιν μέν, ἀπὸ Φρυγῶν δὲ γένους, συμπαίζουσαν τῶι βασιλεῖ νομίσας

πολεμίαν ἐσπάσατο περιχανὼν τὸν δεξιὸν τὸν ὦμον καὶ ταύτης σάρκας καὶ

ὀστᾶ συντρίψας τοῖς…

λέ…

The complete text is available when the reading interface loads.