The Greek Library Author

Anonymous

Stadiasmus Magni Maris

Authority group
Periplus Maris Magni (catalogue association; authorship remains anonymous)
Scientific editors
Carolus Müllerus
Edition reference
Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1855
CTS identifier
urn:cts:greekLit:tlg0077.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΑΝΩΝΥΜΟΥ ΕΤΑΔΙΑΣΜΟΣ ΗΤΟΙ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΘΑΛΑΣΣΗΣ.

Paragraph 1a

Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἤτοι περίπλουν δηλῶσαί σοι ἀκριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ. Ἀρξάμενος οὖν ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος τὰ τῆς Λιβύης διηγήσομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος ἕως Διοσκουρίδος, τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ τὰ τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ, τῆς πρὸς τῇ Χαλκηδονίῃ κειμένης, μέχρι Ἡρακλεωτικῶν Στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπʼ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις χρῶνται, καὶ ποῖος ὁ πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν.

ΣΤΑΔΙΑΣΜΟΣ ΤΗΣ ΘΑΛΑΣΣΗΣ

Paragraph 1

1. Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον — λιμήν ἐστι — στάδιοι β΄.

Paragraph 2

2. Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς — (λιμήν ἐστι φορτηγοῖς ἀγωγῆς χιλίων οὐ μείζονος) — στάδιοι ζ΄.

Paragraph 3

3. Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην — σάλος ἐστίν· ὁ τόπος ἀλίμενος — στάδιοι ζ΄.

Paragraph 4

4. Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν — πόλις ἐστὶν ἀλίμενος ἱερὸν τοῦ Ὀσίριδος — στάδιοι ζ΄.

Paragraph 5

5. Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ — κώμη ἐστί· βράχη ἐπιφαινόμενα — στάδιοι ζ΄.

Paragraph 6

6. Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι π΄.

Paragraph 7

7. Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας — σάλος ἐστὶν ὁ τόπος — στάδιοι π΄.

Paragraph 8

8. Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέραν — ὕφορμός ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει — στάδιοι ζ΄.

Paragraph 9

9. Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον — λιμήν ἐστι καὶ σάλον ἔχει — στάδιοι υ΄.

Paragraph 10

10. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ρι΄. Ἀπὸ σταδίων ταύτης σκόπελός ἐστι, καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα.

Paragraph 11

11. Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζ΄· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.

Paragraph 12

12. Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμ΄· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπʼ αὐτέ· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.

Paragraph 13

13. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζ΄· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.

Paragraph 14

14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κ΄· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους β΄· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις ἐν δὲ τῆ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.

Paragraph 15

15. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζ΄· νησίον ἐστί· τοῦτο ἔχων εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῆ ἄμμῳ.

Paragraph 16

16. Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κ΄· νῆσος ἱκανή παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰν, κατάγου λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.

Paragraph 17

17. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.

Paragraph 18

18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θ΄. ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ τὸ δένδρον· φυλάσου νότον.

Paragraph 19

19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκ΄. ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον. Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι αφν΄.

Paragraph 20

20. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας καὶ ἐπὶ τὸ Ζεφύριον στάδιοι ζ΄· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.

Paragraph 21

21. Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λ΄· κώμη ἐστί· ταύτην πλέεις σταδ. κ΄· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ.

Paragraph 22

22. Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζ΄.

Paragraph 23

23. Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι ο΄· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βρέχη· καθορῶν τὸ βράχος κατάγου.

Paragraph 24

24. Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στέδιοι η΄.

Paragraph 25

25. Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκ΄· σκόεἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία.

Paragraph 26

26. Ἀπὸ τῶν Τυνδαρείων σκοπέλων ἐπὶ τὸ Χαυτοῖον στάδιοι ρμ΄· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.

Paragraph 27

27. Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμ΄.

Paragraph 28

28. Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι ο΄· ὕφορμός ἐστι θερινός ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον.

Paragraph 29

29. Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκ΄· χώρα ἐστὶν ὑψηλή· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν τῇ πρώτη νάπῃ εἰς τὸ πρὸς νότον μέρος, ἐν τῷ φρουρίῳ, ὄμβριον.

Paragraph 30

30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρν΄. Παραπλεύσας ὡς σταδίους λ΄ ὄψει παρεμφαίνουσαν ὅο. ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατʼ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.

Paragraph 31

31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λ΄· νάπη ἐστὶ ὄι. βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.

Paragraph 32

32. Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρν΄· φάραγξ ἐστὶν, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπʼ αὐτοῦ συκαῖ· ὅρμος ἐστὶ καλός ὕδωρ ἔχει γλυκύ.

Paragraph 33

33. Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετράντα στέδιοι · ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν. Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετράντος στάδιοι αϚ΄.

ΛΟΙΠΟΝ ΜΑΡΜΑΡΙΚΗ.

Paragraph 34

34. Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρν΄· ὅρμος ἐστιν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπʼ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.

Paragraph 35

35. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρ΄· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.

Paragraph 36

36. Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι

Paragraph 37

37. Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρν΄· ἀπὸ σταδίων ὀκτὼ παράπλεε ἔχει γὰρ βράχη ὑψηλά· ἔχει ὕδωρ.

Paragraph 38

38. Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκ΄· ὅρμος ἐστὶ θερινός νῆσος δέ ἐστι, καὶ κατʼ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας.

Paragraph 39

39. Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετρέντα . στάδιοι .

Paragraph 40

40. Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λ΄· ὕφορμός ἐστι θερινός ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.

Paragraph 41

41. Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σν΄· πρὸς τῷ πελάγει κεῖταινῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λ΄· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.

Paragraph 42

42. Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον στέδιοι · ὕδωρ ἔχει πλατύ.

Paragraph 43

43. Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ζ΄· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιε΄.

Paragraph 44

44. Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ζ΄· τεῦθεν ἐν ἀριστερᾷ κατάγου.

Paragraph 45

45. Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ζ΄.

Paragraph 46

46. Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρ΄· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.

Paragraph 47

47. Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια. εἰς Δάρνην στάδιοι ρν΄.

Paragraph 48

48. Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρν΄· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.

Paragraph 49

49. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι ο΄· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων σταδίους ι΄, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος ἔστι δʼ ἐπ᾿ αὐτῷ ἱερὸν Ἀφροδίτης.

Paragraph 50

50. Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι ζ΄· κώμη ἐστίν.

Paragraph 51

51. Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι ο΄· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

Paragraph 52

52. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκ΄. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι γφν΄.

ΛΟΙΠΟΝ ΠΕΝΤΑΠΟΛΙΣ ΚΥΡΗΝΗΣ.

Paragraph 53

53. Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρ΄· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπʼ αὐτὸν τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.

Paragraph 54

54. Ἀκὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρζ΄· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.

Paragraph 55

55. Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σν΄· πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος, καὶ νῆσον ἔχει· Ἶλος καλεῖται· ἀσφαλίζου.

Paragraph 56

56. Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σν΄· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία. Αὕτη καλεῖται Ἀρσινόη.

Paragraph 57

57. Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τν΄. Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους Ϛʼ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἐσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μελανόν· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς.

Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα στάδιοι αρν΄.

ΑΟΙΠΟΝ ΣΥΡΤΙΕ ΚΥΡΗΝΑΙΩΝ.

Paragraph 58

58. Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στέδιοι ξ΄.

Paragraph 59

59. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ι΄.

Paragraph 60

60. Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. α΄· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.

Paragraph 61

61. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψι΄· αἰγιαλός ἐστιν.

Paragraph 62

62. Ἀκὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι ν΄· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον. Σίρτις Κυρήνης.

Paragraph 63

63. Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμ΄· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.

Paragraph 64

64. Ἀπὸ τοῦ Κέρκιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ρι΄.

Paragraph 65

65. Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι π΄.

Paragraph 66

66. Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλείου, ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει.

Paragraph 67

67. Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρ΄. παράδρομον ὄψει θῖνα λευκήν μεγίστην, ἀφʼ ἧς, ἂν ὀρύξῃς, ἔξεις ὕδωρ γλυκύ.

Paragraph 68

68. Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι ν΄.

Paragraph 69

69. Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. α΄· ὕφορμός ἐστιν.

Paragraph 70

70. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρν΄· φρούριόν ἐστιν ἔρημον ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.

Paragraph 71

71. Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι ο΄ ὁ αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρῳ περιφερής· ὕδωρ ἔχει.

Paragraph 72

72. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στέδιοι ο΄· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.

Paragraph 73

73. Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδιοι π΄· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιε΄, ὑψηλὸς, ὅμοιος ἐλέφαντι.

Paragraph 74

74. Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα ἐν σταδίοις β΄ νῆσός ἐστιν ὑψηλή· Ποντία καλεῖται.

Paragraph 75

75. Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν ἐν σταδίοις ζ΄ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπʼ αὐτήν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν.

Paragraph 76

76. Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι ν΄.

Paragraph 77

77. Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στάδιοι π΄· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.

Paragraph 78

78. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδ΄· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός ὕδωρ ἔχει.

Paragraph 79

79. Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κ΄· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.

Paragraph 80

80. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι ν΄· ἄνυδρός”

Paragraph 81

81. Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκ΄· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.

Paragraph 82

82. Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ρι΄· αἰγιαλός ἐστιν.

Paragraph 83

83. Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στάδιοι ρπ΄.

Paragraph 84

84. Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπε΄· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ ἔχει. Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ Κυρηναίων χώρα.

Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι β.

ΑΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΕΓΑΛΗ.

Paragraph 85

85. Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υ΄· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ.

Paragraph 86

86. Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τν΄· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων.

Paragraph 87

87. Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρν΄.

Paragraph 88

88. Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σ΄· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.

Paragraph 89

89. Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρν΄.

Paragraph 90

90. Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τν΄.

Paragraph 91

91. Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τν΄.

Paragraph 92

92. Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υ΄· ἀκρωτήριόν ἔστιν.

Paragraph 93

93. Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φν΄. Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου. Αὕτη καλεῖται Λέπτις. Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτιν τὴν Μεγάλην στάδιοι δϚ΄.

Paragraph 94

94. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι ε΄· ὅρμος ἐστὶ πλοίοις μικροῖς.

Paragraph 95

95. Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τ΄· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται Aἰνεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.

Paragraph 96

96. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μ΄· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται.

Paragraph 97

97. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

Paragraph 98

98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υ΄.

Paragraph 99

99. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υ΄· πόλις ἐστὶν ἀλίμενος σάλον ἔχει.

ΑΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΙΚΡΑ.

Paragraph 100

100. Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τ΄· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.

Paragraph 101

101. Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τ΄· φρούριον ἔχον πύργον· ὁ δὲ πύργος λιμήν ἐστι ἐπίσημος.

Paragraph 102

102. Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τν΄· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.

Paragraph 103

103. Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρν΄· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους η΄· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν αὕτη. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν αὐτῇ βωμὸς Ἡρακλέους μέγιστος καλεῖται. Ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει. Οἱ πάντες ὁμοῦ ἀπὸ Λέπτεως εἰς Μήνιγγαστάδιοι βτ΄.

Paragraph 104

104. Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον στάδιοι σ΄· πόλις ἐστὶ, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.

Paragraph 105

105. Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

Paragraph 106

106. Ἀκὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʼ.

Paragraph 107

107. Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρ΄· πόλις ἐστὶ καὶ λιμένα έχει.

Paragraph 108

108. Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκ΄.

Paragraph 109

109. Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φ΄.

Paragraph 110

110. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκ΄.

Paragraph 111

111. Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκ΄.

Paragraph 112

112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ δὲ τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκ΄. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψν΄. Ἀπὸ Θένης εἰς Κέρκιναν · κατὰ τὴν πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψ΄· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους π΄· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουαι τὸ Ἰκάριον πέλαγος.

ΛΟΙΠΟΝ ΦΟΙΝΙΚΗ.

Paragraph 113

113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ρο΄· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πένυ.

Paragraph 114

114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξ΄· κώμη ἐστί· τὸν δʼ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.

Paragraph 115

115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μ΄ ὄψει ἀκρωτήριον ἐπʼ αὐτῶ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν.

Paragraph 116

116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μ΄· ἀλίμενος.

Paragraph 117

117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στέδιοι φ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανές, οἷον ἀσπίς. Ἐπʼ αὐτὴν πλέε τὴν ἄρκτον ὡς παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπʼ αὐτῇ Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʼ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπʼ αὐτῷ ἡ πόλις ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ι΄ ἀνώτερον τῆς πόλεως.

Paragraph 118

118. Ἀπὸ Ἀσπίδος ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι σ΄.

Paragraph 119

119. Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκ΄.

Paragraph 120

120. Ἀπὸ Μισούας λιμένος ἐπὶ Θερμὰ στάδιοι ξ΄. κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.

Paragraph 121

121. Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

Paragraph 122

122. Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

Paragraph 123

123. Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι ν΄ — ὅρμος ἐστὶν ἕως τῆς τῶν ἀμμώδων ἀγωγῆς.

Paragraph 124

124. Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκ΄· πόλις ἐατὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστίν· ἐπὶ δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα. Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιο φν΄.

Paragraph 125

125. Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγ΄· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.

Paragraph 126

126. Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι κδ΄· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει ἀσφαλίζου.

Paragraph 127

127. Ἀπὸ Οὐτίχων .

Λείπει τὰ ἀπὸ Οὐτικων ἕως τῶν Ἡρακλείων στηλῶν καὶ τὰ ἀπʼ Ἀλεξανδρείας ἕως Κάρνῶν.

Paragraph 128

128. Ἀπὸ εἰς Κάρνας στάδιοι κδ΄· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς ἀσφαλῶς κατάγου.

Paragraph 129

129. Ἀπὸ Καρνῶν ἐπὶ χωρίον ἐπʼ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σ΄.

Paragraph 130

130. Ἀπὸ ἀκρωτηρίου βαλανεῶν ἐπʼ ἀκρωτήριον Πάλτον στάδιοι ζ΄.

Paragraph 131

131. Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπʼ ἀκρωτήριον Βραχίων σταδ. ι΄.

Paragraph 132

132. Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ᾿ εὐθείας εἰς Πάλτον στάδιοι σ΄. Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, εἰςελθεῖν εἰς Πάλτον στάδιοι β.

ΚΑΙ ΑΟΙΠΟΝ ΚΟΪΑΗ ΣΥΡΙΑ.

Paragraph 133

133. Ἀπὸ Πελτου ἐπὶ χωρίον Παλτηνῶν στάδιοι λ΄.

Paragraph 134

134. Ἀπὸ Παλτηνῶν ἐπὶ λιμένα κείμενον ἐπʼ αἰγιαλῷ, ἔχοντα καθʼ αὑτὸν φάραγγα, στάδιοι κ΄.

Paragraph 135

135. Ἀπὸ Παλτηνῶν εἰς Γάβαλα στάδιοι λ΄.

Paragraph 136

136. Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμενον, στάδιοι μ΄.

Paragraph 137

137. Ἀπὸ πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐφʼ ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σ΄· ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι ο΄· ἀπὸ Βαλανεῶν εἰς Λαοδίκειαν εὐβωδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠῶ μέρη τῆς ἄρκτου, στάδιοι σ΄.

Paragraph 138

138. Ἀπὸ Λαοδικείας εἰς Ἡράκλειαν στάδιοι κ΄.

Paragraph 139

139. Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλού. μινος Λευκός· στάδιοι λ΄.

Paragraph 140

140. Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερέαν στάδιοι λ΄.

Paragraph 141

141. Ἀπὸ τῆς κώμης ἐπ᾿ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκ΄.

Paragraph 142

142. Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρ΄.

Paragraph 143

143. Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τ΄· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν, καλούμενον Θρόνος.

Paragraph 144

144. Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸ Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξ΄.

Paragraph 145

145. Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ι΄.

Paragraph 146

146. Ἀπὸ Μακρᾶς νήσου ἐπὶ τὸ Νυμφαῖον στάδιοι ν΄, Ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου. Τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς στάδίοις κ΄.

Paragraph 147

147. Ἀπὸ Νυμφαίου ἐπὶ κόλιιν Ἀντιόχειαν, ἔχουσαν ἐμπόριον καὶ παῤ αὑτὴν ποταμὸν Ὀρόντην καλούμενον, στάδιοι υ΄· ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιε΄.

Paragraph 148

148. Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μ΄. ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πεσόντι ζεφύρῳ στάδιοι ρι΄.

Paragraph 149

149. Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβ΄.

Paragraph 150

150. Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσαῖον κόλπον στάδιοι τ΄· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδιοι σ΄.

Paragraph 151

151. Ἀπὸ Ῥωσοῦ Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι ζ΄.

Paragraph 152

152. Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατʼ Ἰσσὸν στάδιοι ρκ΄.

Paragraph 153

153. Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδιοι σ΄. Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτοω ἕως τῶν Κιλικίων πυλῶν στάδιοι βφ΄.

ΛΟΙΠΟΝ ΚΙΛΙΚΙΛ.

Paragraph 154

154. Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκ΄· ἀπὸ τούτου ἐστὶν ὑπερβῆναι εἰς τὸν τόπον εἰς Νικό πολιν.

Paragraph 155

155. Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἰεσὸν στάδιοι ψ΄.

Paragraph 156

156. Ἀπὸ Ἰσσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδιοι Ϛ΄.

Paragraph 157

157. Ἀπὸ τῶν Πωλῶν εἰς κώμην Ἀλὰς στέδιοι ν΄· ἀτὸ τοῦ Μυριάνδρου, οὐριοδρομοῦντος, στάδιοι ρ΄.

Paragraph 158

158. Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρ΄· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας εὐθυδρομοῦντος ἐπὶ τὸν πόλον νότῳ στάδιοι ρ΄.

Paragraph 159

159. Ἀπὸ Αἰγαιῶν ὁ παράπλους κρημνώδης ἐπὶ αὄρ. κώμην Σερρέτιλλιν σταδίων ρν΄. Ἀπὸ δὲ Ῥωσοῦ εὐΘυδρομοῦντι ἐπὶ τὴν Σερρέτιλλιν ἐπὶ τὸν πόλον νότῳ στάδιοι σν΄, Κατὰ δὲ τὴν Σερρέτιλλιιν κώμη ἐπάνω Πύραμος καλεῖται, καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδίων ξ΄.

Paragraph 160

160. Ἀπὸ τῆς Σερρετίλλεως κώμης ἐπ᾿ ἄκραν Ἰανουαρίαν στάδ. α΄.

Paragraph 161

161. Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους νήσους στάδιοι λ΄.

Paragraph 162

162. Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρ΄.

Paragraph 163

163. Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πυράμου ποταμοῦ στάδιοι ρν΄.

Paragraph 164

164. Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι ο΄. Παρὰ τὸ ἀκρωτήριον ποταμός ἐστι πλωτὸς, ὃς Πύραμος καλεῖται. Ἀπὸ τοῦ Ῥωσαίου σκοπέλου δὲ μὴ κατακολπίζοντι, ἀλλʼ ἐπʼ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν ἐπὶ τὰ πρὸς ἑσπέραν τῆς ἄρκτου μέρη νότῳ, κατὰ τὰ εὐώνυμα τῆς ἠπείρου μακρὸν διαφαλλομένῳ, στάδιοι τν΄.

Paragraph 165

165. Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σόλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου ἀπηλιώτῃ νότου μικρόν τι παρέλκοντι στάδιοι φ΄.

Paragraph 166

166. Ἀπὸ τῆς κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Σάρον στάδιοι ρκ΄.

Paragraph 167

167. Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ τὸ στόμα τῆς λίμνης, ὃ καλεῖται Ῥηγμοὶ, στάδιοι ο΄.

Paragraph 168

168. Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι ο΄. διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος.

Paragraph 169

169. Ἀπὸ Ῥηγμῶν ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκ΄.

Paragraph 170

170. Ἀπὸ Ζεφυρίου εἰς Σόλους στάδιοι ν΄.

Paragraph 171

171. Ἀπὸ δὲ Σόλων ἐπὶ κώμην Καλανθίαν στάδιοι ν΄. ρν΄.

Paragraph 172

172. Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στάδιοι ρ΄.

Paragraph 173

173. Ἀπὸ Ἐλαιούσσης εἰς κώμην καλουμένην Κώρυκον στάδιοι κ΄· ἀπὸ δὲ Σόλων εἰς Κώρυκον στάδιοι σπ΄· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλούμενον σταδίους ρ΄.

Paragraph 174

174. Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον στάδιοι ρκε΄.

Paragraph 175

175. Ἀπὸ τοῦ Κορακησίου ἐστὶν ἡ Ποικίλη πέτρα, ἥτις ἔχει κλίμακα, διʼ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων ο΄.

Paragraph 176

176. Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὸν ποταμὸν Καλωδνὸν στάδιοι μ΄.

Paragraph 177

177. Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη, στενὴν, Σαρπηδονίαν καλουμένην, στάδιοι π΄. Ἀπʼ αὐτῆς ἀνατείνοντα βράχεα ὡς σταδίους κ΄.

Paragraph 178

178. Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα κειμένης πρὸς τὴν Κύπρον, εἰς πόλιν Καρπάσειαν οὐριώτατα στάδιοι υ΄.

Paragraph 179

179. Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδιοι ρκ΄.

Paragraph 180

180. Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκ΄.

Paragraph 181

181. Ἀπὸ δὲ τῶν Ὅλμων ἐπʼ ἄκραν καὶ κώμην καλουμένην Μύλας στάδιοι μ΄.

Paragraph 182

182. Ἀπὸ τῆς ἄκρας εἰς λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξ΄.

Paragraph 183

183. Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κ΄. Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδιοι φ΄.

Paragraph 184

184. Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσσαν στάδιοι ρλ΄. Ἀπέχει ἡ Πιτυοῦσσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μόλῃ σταδίους κ΄. Ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσσης πρὸς τὴν Ἀφροσιδιάδα στάδιοι με΄.

Paragraph 185

185. Ἀπὸ Ἀφροδισιάδος, ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσσαν, ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μ΄· ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς σταδίων ρκ΄.

Paragraph 186

186. Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς Ἀχαιῶν ἀκτὴν, ἐῤ ἣν κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδιοι φ΄.

Paragraph 187

187. Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίφισον στάδιοι λε΄.

Paragraph 188

188. Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κρουνοὺς στάδιοι μ΄.

Paragraph 189

189. Ἀπὸ τῶν Κρουνῶν ἐπὶ τὰ Πισούργια, εὐώνυμον ἔχοντι τὴν Κράμβουσαν, στάδιοι με΄. Ἀπὸ τῆς Ἀφροδισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκ΄.

Paragraph 190

190. Ἀπὸ τῶν Πισουργίων εἰς κόλπον Βερνίκην στάδιοι ν΄.

Paragraph 191

191. Ἀπὸ Βερνίκης ἐπὶ Κελένδεριν στάδιοι ν΄.

Paragraph 192

192. Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρ΄.

Paragraph 193

193. Ἀπὸ Μανδάνης ἐπ᾿ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδιοι ξ΄.

Paragraph 194

194. Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσοφάνους στάδιοι λ΄.

Paragraph 195

195. Ἀπὸ τῶν Διονυσοφάνους εἰς Ῥυγμανοὺς στάδιοι ν΄.

Paragraph 196

196. Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδιοι ν΄.

Paragraph 197

197. Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ιἔγγιστα, ἐπὶ Κρομμύου ἄκραν, στάδιοι τ΄.

Paragraph 198

198. Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στάδιοι τν΄.

Paragraph 199

199. Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στάδιοι τν΄. Ὑπέρ δὲ Χαράδρου κεῖται ὄρος μέγα, Ἄνδροκος καλούμενον, ἀπὸ σταδίων λ΄.

Paragraph 200

200. Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλούμενον στάδιοι ρ΄.

Paragraph 201

201. Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ἐπὶ θαλάσσης Nεφέλιον στάδιοι κε΄.

Paragraph 202

202. Ἀπὸ τοῦ Νεφελίου ἐπὶ ἄκραν νησιάζουσαν στάδιοι π΄.

Paragraph 203

203. Ἀπὸ νησιαζούσης ἄκρας εἰς Σελινοῦντα στάδιοι ρ΄.

Paragraph 204

204. Ἀπὸ Σελινοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου αοή. στάδιοι αϚ΄.

Paragraph 205

205. Ἀπὸ δὲ Σελινοῦντος εἰς Ναύλους στάδιοι ρκ΄.

Paragraph 206

206. Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμενον Λαέρτην ἐπὶ θαλάσσης στάδιοι τκ΄.

Paragraph 207

207. Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδιοι ρ΄.

Paragraph 208

208. Ἀπὸ Κορακησίου εἰς Αὔνησιν ἐπὶ χωρίον Ἁμαξίαν στάδιοι π΄.

Paragraph 209

209. Ἀπὸ Αὐνήσεως εἰς χωρίον καλούμενον Αὐγὰς στάδιοι ο΄.

Paragraph 210

210. Ἀπὸ Αὐγῶν ἐπʼ ἀκρωτήριον Λευκόθειον στάδιοι ν΄.

Paragraph 211

211. Ἀπὸ Λευκοθείου εἰς Κίβυραν στάδιοι ν΄.

Paragraph 212

212. Ἀπὸ Κιβύρας ἐπὶ Ἀρτέμιδος ναὸν στάδιοι ν΄.

Paragraph 213

213. Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Mέλανα στάδιοι θ΄. Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν ἕως τοῦ Μέλανος ποταμοῦ στάδιοι δν΄.

ΛΟΙΠΟΝ ΠΑΜΦΙΛΙΑ.

Paragraph 214

214. Ἀπὸ τοῦ Μέλανος ποταμοῦ εἰς Σίδην στάδιοι ν΄.

Paragraph 215

215. Ἀπὸ Σίδης εἰς Ἀττάλειαν στάδιοι τν΄· ἀπὸ Ἀτταλείας εἰς τὸ Κωρύκιον ἐμπόριον στάδιοι τ΄, ἀπὸ δὲ τοῦ Κωρυκίου ἐμπορίου εἰς Σίδην στάδιοι ν΄. Ἀπὸ Σίδης εἰς τὸν Ἀκάμαντα στάδιοι ας΄.

Paragraph 216

216. Ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδιοι π΄.

Paragraph 217

217. Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμενον Εὐρυμέδοντα στάδιοι ρ΄.

Paragraph 218

218. Ἀπʼ Εὐρυμέδοντος εἰς Κυνοσάριον στάδιοι

Paragraph 219

219. Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέστρον στάδιοι ξ΄, Ἀναπλεύσαντι τὸν ποταμὸν πόλις ἐστὶ Πέργη.

Paragraph 220

220. Ἀπὸ τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα στάδωʼ.

Paragraph 221

221. Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Καταράκτας στάδιοι ν΄.

Paragraph 222

222. Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδιοι ο΄.

Paragraph 223

223. Ἀπὸ Μυγδάλων εἰς Ἀττἀλειαν στάδιοι ι΄.

Paragraph 224

224. Ἀπὸ Ἀτταλείας ἐπὶ χωρίον Τένεδον στάδιοι κ΄.

Paragraph 225

225. Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδιοι ξ΄.

Paragraph 226

226. Ἀπὸ Λύρναντος εἰς Φάσηλιν στάδιοι ρο΄· ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται Φάσηλις.

Paragraph 227

227. Ἐκ δὲ Φασήλιδος εἰς Κώρυκον στάδιοι.

Paragraph 228

228. Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδιοι λ΄. ὑπὲρ αὐτοῦ μέγα ὄρος ὑψηλὸν κεῖται Ὄλυμπος καλούμενον.

Paragraph 229

229. Ἀπὸ Φοινικοῦντος εἰς Κράμβουσαν στάδιοι ἄας. ν΄· ἐκ δὲ Φασήλιδος ἐπʼ εὐθείας εἰς Κράμβουσαν στάδιοι ρ΄.

Paragraph 230

230. Ἀπὸ Κραμβούσης ἐπὶ χώραν Ποσιδαρισοῦντα στάδιοι λ΄.

Paragraph 231

231. Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλούμενον στάδιοι λ΄.

Paragraph 232

232. Ἀπὸ Μωροῦ ιὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆσιον Χελιδονίαν στάδιοι ν΄. Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χελιδονίων τῷ παρὰ γῆν πλέοντι στάδιοι φ΄· τὸν δὲ ἐπίτομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδιοι χ΄.

Paragraph 233

233. Ἔστι δὲ ἀπὸ τῶν Χελιδονίων ἐπὶ Μάριον καὶ τὸ τῆς Κύπρου ἀκρωτήριον, τὸν Ἀκάμαντα, ἐπʼ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι αω΄· ἀπὸ δὲ τοῦ Ἀνεμουρίου ἐπὶ τὰς Χελιδονίας νήσους στάδιοι αϚ΄·

ΑΟΙΠΟΝ ΑΥΚΙΑ.

Paragraph 234

234. Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στάδιοι λ΄.

Paragraph 235

235. Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδιοι ξ΄.

Paragraph 236

236. Ἀπὸ δὲ Γαγῶν ἐπὶ ποταμὸν Λάμυρον στάδιοι ξ΄· ὑπέρ σταδίους ξ΄ κεῖται πόλις Λάμυρα καλουμένη.

Paragraph 237

237. Ἀπὸ Λαμύρου ποταμοῦ εἰς πύργον τὸ Ἴσιον αδγ. καλούμενον στάδιοι ξ΄.

Paragraph 238

238. Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀνδριακὴν στάδιοι ξ.

Paragraph 239

239. Ἀπὸ Ἀνδριακῆς εἰς Σόμηνα στάδιοι δ΄.

Paragraph 240

240. Ἀπὸ Σομήνων εἰς Ἀπέρλας στάδιοι ξ΄.

Paragraph 241

241. Ἀπὸ Ἀπερλῶν ἐπὶ ἀκρωτήριον στάδιοι ν΄.

Paragraph 242

242. Ἀπὸ ἀκρωτηρίου εἰς Ἀντίφελλον στάδιοι ν΄.

Paragraph 243

243. Ἀπὸ Ἀντιφέλλου εἰς νῆσον Μεγίστην στάδιοι ν΄.

Paragraph 244

244. Ἀπὸ Μεγίστης εἰς νῆσον Ῥώγην στάδιοι ν΄.

Paragraph 245

245. Ἀπὸ Ῥώγης ἐπὶ τὰς Ξεναγόρου νήσους στάδιοι τ΄.

Paragraph 246

246. Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταρα στάδιοι ξ΄.

Paragraph 247

247. Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν Ξάνθον ὑπέρκειται πόλις Ξάνθος στάδιοι ξ΄.

Paragraph 248

248. Ἀπὸ τοῦ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπʼ εὐθείας στάδιοι ξ΄.

Paragraph 249

249. Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδιοι π΄.

Paragraph 250

250. Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στάδιοι λ΄.

Paragraph 251

251. Ἀπὸ Καλαβαντίων εἰς Περδικίας στάδιοι ν΄.

Paragraph 252

252. Ἀπὸ Περδικιῶν εἰς Κιεσίδας στάδιοι ν΄.

Paragraph 253

253. Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδιοι π΄.

Paragraph 254

254. Ἀπὸ Λαγούσης ἐπὶ Τελμησσὸν στάδιοι ε΄. Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ τῆς Ἱερᾶς ἄκρας ἕως Τελμησσοῦ στάδιοι αφ΄.

ΑΟΙΠΟΝ ΚΑΡΙΑ.

Paragraph 255

255. Ἀπὸ Τελμησσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥόπισαν στάδιοι σ΄.

Paragraph 256

256. Ἐκ Τελμησσοῦ εἰς Δαίδαλα στάδιοι ν΄.

Paragraph 257

257. Εκ Δαιδάλων εἰς Καλλιμάχην στάδιοι ν΄.

Paragraph 258

258. Ἐκ Καλλιμάχης εἰς Κρύα στίδιοι ξ΄.

Paragraph 259

259. Ἐκ Κρύων εἰς τὰς Κλύδας, στάδιοι ν΄.

Paragraph 260

260. Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στάδιοι λ΄.

Paragraph 261

261. Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν Ἀγκῶνα τὸν ἐπὶ τοῦ Γλαύκου στάδιοι π΄.

Paragraph 262

262. Ἀπὸ τοῦ ἄγκωνος ἐπὶ τὸν Καυνίων Πάνορμον στάδιοι ρκ΄.

Paragraph 263

263. Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλουμένην στάδιοι ν΄.

Paragraph 264

264. Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδιοι ξ΄.

Paragraph 265

265. Ἀπὸ Πασάδης εἰς Καῦνον στάδιοι λ΄.

Paragraph 266

266. Ἀπὸ Καύνου εἰς τὴν Ῥόπουσαν στάδιοι ιε΄.

Paragraph 267

267. Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι, εἰς Λευκόπαγον, στάδιοι μ΄· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς Σάμον στάδιοι ρ΄.

Paragraph 268

268. Ἀπὸ τῆς Σάμου ἐπὶ τὸ Ποσείδιον στάδιοι ξ΄.

Paragraph 269

269. Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδιοι ν΄.

Paragraph 270

270. Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαιοῦσσαν καλουμένην στάδιοι ν΄.

Paragraph 271

271. Ἀπὸ τῆς Ἐλαιούσσης εἰς Ῥόδον στάδιοι ρν΄· ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδ. χ΄, καὶ ἐπὶ τὸ Ἱερὸν τῶν Βυζαντίων σταδ. χ΄.

Paragraph 272

272. Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδιοι δφ΄. Ἐκ Ῥόδου εἰς Ἀσκάλωνα στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Καισάρειαν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Βηρυτὸν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Σιδόνα στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Βύβλον στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Τρίπολιν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Σελεύκιαν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Κιλικίαν στάδιοι αφ΄. Ἐκ Ῥόδου εἰς Κώρυκον στάδιοι α. Ἐκ Ῥόδου δὲ ἐπὶ τὴν Κύπρον τὴν ἑσπερίαν ἐπʼ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι βω΄. Ἐκ Ῥόδου εἰς Πάταρα στάδιοι ψ΄. Ἐκ Ῥόδου εἰς Καῦνον στάδιοι υν΄. Ἐκ Ῥόδου εἰς νῆσον Ῥόπουσαν στάδιοι τν΄. Ἐκ Ῥόδου εἰς Φύσκον στάδιοι υν΄. Ἐν Ῥόδου εἰς Ἄγνην στέδιοι τν΄. Ἐκ Ῥόδου εἰς Κνίδον στέδιοι ψν΄. Ἐκ Ῥόδου εἰς Νίσυρον στάδιοι ψκ΄. Ἐκ Ῥόδου εἰς Τῆλον στάδιοι φν΄. Ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσιίδιον τὸ Καρπάθου στάδιοι υκ΄. Ἐκ Ῥόδου εἰς τὴν Κῶ στάδιοι ων΄. Ἐκ Ῥόδοω εἰς τὴν Χίον στάδιοι γ. Ἐκ Ῥόδου εἰς Μύνδον στάδιοι α. Ἐκ Ῥόδου εἰς Σάμον στάδιοι αω΄. Ἐκ Ῥόδου εἰς Τένεδον στάδιοι γψ΄.

Paragraph 273

273. Ἔστι δὲ ἀκὸ Ῥόδου εἰς τὸ Σκύλλαιον τῆς Ἀργολίδος πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις · πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύμων νήσους τὴν Νίσυρον καὶ τὴν Ἀστυπάλειαν, ἐκ δὲ τῶν δεξιῶν τὴν Κῶ καὶ τὴν Λέρον καὶ τὴν Κίναραν καὶ τὴν Ἀμοργὸν, καὶ πλεύσεις ἐπὶ τὴν Δόνουσαν σταδίοωςν · τὸ λοιπὸν ἀπὸ τῆς Δονούσης λαβὲ εὐωνύμους καὶ Ἰὸν καὶ Σίκινόν καὶ τὴν Σίφνον καὶ τὴν Θήραν καὶ τήν Σέριφον καὶ τὴν Κύθνον, ὅθεν ὁρᾶται τὸ Σκύλλαιον.

Paragraph 274

274. Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπ΄.

Paragraph 275

275. Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδιοι ρπ΄.

Paragraph 276

276. Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκ΄.

Paragraph 277

277. Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τν΄.

Paragraph 278

278. Ἀπὸ Μύνδου εἰς τὴν Κῶ στάδιοι ρμ΄.

Paragraph 279

279. Ἀπὸ δὲ Κῶ εἰς Λέρον στάδιοι τν΄. Ἀκὸ Κῶ εἰς Δῆλον στάδιοι ατ΄. Ἀπὸ Κῶ εἰς Σάμον στάδιοι α.

Paragraph 280

280. Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις ατ΄. Πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὸ Ὑψίρισμα καὶ τὰς Καλύδνας καὶ τὴν Κέλεριν καὶ τὴν Λέρον καὶ τὴν Πότμον δεξιὰς λαβὼν, τοὺς δὲ Μελαντείους καὶ τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ Τῆνον ἐκ δεξιῶν ἔχων καταχθῇς εἰς Δῆλον.

Paragraph 281

281. Ἀπὸ Μύνδσυ ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς στάδ. σφ΄. πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε Λέρου καὶ τῆς Καλύδνης καὶ τὴν Ὀροβίδα λαβὼν δεξιὰν πλέε ἐπὶ τὰς Ἀμοργίας τήν τε Δόνουσαν καὶ τὴν Νάξον καὶ τὴν Κύθνον ἔχε δεξιάν.

Paragraph 282

282. Ἐὰν δὲ θέλῃς διὰ νήσων πλέειν, οὕτως πλέεις· Ἀπὸ Κῶ εἰς Λέρον σταδίους ον΄. Ἐκ Λέρου εἰς Λέβινθον σταδίους σν΄. Ἐκ Λεβίνθου εἰς Κίναρον σταδίους φ΄. Ἐκ Κινάρου ἐπὶ τὰ ἔγγιστα τῆς Ἀμοργίας ἐπὶ τὰ πέρατα σταδίους πε΄. Καὶ ὁ παράπλους τῆς Ἀμοργίας εἰς Μινώαν σταδίων πε΄. Ἀπὸ Μινώας ἐπὶ τὴν Κέρειαν πλεύσεις σταδίους πε΄. Ἐκ τῆς Κερείας, εὐώνυμον ἔχων τὴν Κέρειαν, εἰς τὸν Ναξίων Πάνορμον σταδίους ξε΄. Ἀπὸ τοῦ Πανόρμου εἰς Δῆλον σταδίους υκ΄. Ἀπὸ Κῶ εἰς Λέρον σταδίους τκ΄. Ἀπὸ Λέρου ἐπὶ τὸ Παρθένιον σταδίους ξ΄. Ἀπὸ τοῦ Παρθενίου τῆς Λέρου ἐπὶ τὸ τῆς Πότμου Ἀμαζόνιον σταδίους σ΄. Ἀπὸ τοῦ Ἀμαζονίου ἐπὶ τὴν Κορσίαν σταδίους υ΄. Ἀπὸ τῆς ἄψης Ἀμαζονίου εἰς Δῆλον σταδίους ψν΄. Ἀπὸ Δήλου εἰς Σῦρον σταδίους ρν΄. Ἀπὸ Σύρου εἰς Ἄνδρον σταδίους ρν΄. Ἀπὸ Ἄνδρου εἰς λιμένα Γαυρίου σταδίους π΄. Ἀπὸ Γαυρίου ἐπὶ τὸ Παιώνιον ἀκρωτήριον σταδίους ν΄. Ἀπὸ τοῦ ἀκρωτηρίου εἶς Γεραιστὸν ἔγγιστα ἄκρας σταδίους υν΄. Ἀπὸ τῆς Γεραιστοῦ εἰς Κάρυστον σταδίους ρκ΄. Ἐκ Καρύστου εἰς Πεταλίας σταδίους ρ΄.

Paragraph 284

284. Ἐπάνειμι· πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα πρὸς νήσους τάσδε· Ἐκ Δήλου εἰς Θήραν στάδιοι τν΄. Ἐκ Δήλου ἐπὶ τὴν Ἀμοργίαν εἰς τὴν Μινώαν στάδιοι χν΄. Ἐκ Δήλου εἰς Ἀνάφην στάδιοι ρ΄. Ἐκ Δήλου εἰς Ἰὸν στάδιοι χν΄. Ἐκ Δήλου εἰς τὰς Κορσίας στάδιοι χν΄. Ἐκ Δήλου εἰς Κίμωλον στάδιοι ω΄. Ἐκ Δήλου εἰς Σίφνον στάδιοι χμ΄. Ἐκ Δήλου εἰς Κύθνον στάδιοι τν΄. Ἐκ Δήλου εἰς Τῆνον στάδιοι τν΄. Ἐκ Δήλου εἰς Νάξον στάδιοι τν΄. Ἐκ Δήλου ἐπὶ τὴν Δόνουσαν στάδιοι τκ΄. Ἐκ Δήλου εἰς Πάτμον στάδιοι ων΄. Ἐκ Δήλου ἐπὶ τὸν Μελέντειον σκόπελον στάδιοι ρπ΄. Ἐκ Δήλου εἰς Κέων στάδιοι τ΄. Ἐκ Δήλου εἰς Ἄνδρον στάδιοι ω΄. Ἐκ Δήλου εἰς Πάρον στάδιοι υ΄.

Paragraph 285

285. Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀφʼ ἧς κατέλιπον.Ἐκ Μύνδου εἰς Πάνορμον στάδιοι π΄.

Paragraph 286

286. Ἐκ Μύνδου εἰς Βαργύλια στάδιοι σν΄.

Paragraph 287

287. Ἀπὸ Πανόρμου εἰς Ποσείδιον τὸ καὶ Ἄγκιστρον στάδιοι σν΄.

Paragraph 288

288. Ἀπὸ Βαργυλίων εἰς Ἴασον στάδιοι σκ΄.

Paragraph 289

289. Ἀπὸ Ἰάσου ἐπʼ ἀκρωτήριον Ποσείδιον στάδιοι ρκ΄.

Paragraph 290

290. Ἀπὸ Ποσειδίου εἰς τὴν Ἀκρίταν στάδιοι σμ΄.

Paragraph 291

291. Κεῖται κατέναντι Ἰάσου Πάσσαλα πηγή· ἔνθεν ἐστὶν ἀποβῆναι εἰς Μύλασα σταδ. κ΄.

Paragraph 292

292. Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδιοι μ΄.

Paragraph 293

293. Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι π΄.

Paragraph 294

294. Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον, Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι τ΄.

Paragraph 295

295. Ἀπὸ δὲ τῆς Φαρμακούσσης εἰς Μίλητον στάδιοι ρκ΄.

Paragraph 296

296. Ἀπὸ Μιλήτου εἰς Σάμον στάδιοι τ΄. Οἱ πάντες ἀπὸ Τελμησσοῦ ἕως Μιλήτου στάδιοι βφ΄.

ΚΥΠΡΟΥ ΠΕΡΙΠΛΟΥΕ.

Paragraph 297

297. Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τ΄· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνiμῳ, καὶ ἱερὸν Ἀφροδίτης.

Paragraph 298

298. Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβι δεξιᾷ) στάδιοι ρκε΄.

Paragraph 299

299. Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκε΄.

Paragraph 300

300. Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν ἐστι) στάδιοι ν΄.

Paragraph 301

301. Ἀπὸ Τρήτων εἷς τὸ Κουριακὸν στάδιοι .

Paragraph 302

302. Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρν΄· πόλις ἐστὶν ἀλίμενος ἀσφαλίζου τὸν τόπον.

Paragraph 303

303. Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα, ὕφορμον καὶ ὕδωρ.

Paragraph 304

304. Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι π΄· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου.

Paragraph 305

305. Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι ν΄· πόλις ἐστὶ, λιμένα ἔχει.

Paragraph 305a

305. Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκ΄· ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

Paragraph 306

306. Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τ΄.

Paragraph 307

307. Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα στάδιοι ξ΄· ὄρμοι εἰσὶ δύο, ὁ μέν ἐστι χαροπὸς, ὁ δὲ λευκὸς, ἔχοντες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο, ἔχουσαι ἀμφότεραι ἀνάπλους.

Paragraph 308

308. Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιο ψ΄.

Paragraph 309

309. Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σο΄· πόλις ἐστί· λιμέν ἔχει ἔρημον· χειμάζει βορέου.

Paragraph 310

310. Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβοὸν στάδιοι ν΄· ὅρμος ἐστὶ θερινός.

Paragraph 311

311. Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τ΄· πόλις ἐστὶν ἀλίμενος.

Paragraph 312

312. Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει ὕφορμον.

Paragraph 313

313. Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υν΄. πόλις ἐστὶν ἔχουσα ὅρμον.

Paragraph 314

314. Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.

Paragraph 315

315. Ἀπὸ Καρπαθείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρ΄· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾷς περίπλους τῆς Κύπρου στάδιοι ασν΄.

Paragraph 316

316. Ἀπὸ τοῦ αὐτοῦ Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ατ΄.

Paragraph 317

317. Ἀπὸ δὲ τοῦ Κιτίου τῆς Κύπρου εἰς Ἀσκάλωνα στάδιοι γτ΄.

ΚΡΗΤΗΣ ΠΕΡΙΠΑΟΥΣ.

Paragraph 318

318. Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φ΄· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.

Paragraph 319

319. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι π΄· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον ἣ καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.

Paragraph 320

320. Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι ο΄· λίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.

Paragraph 321

321. Ἀπὸ Βιένου εἰς Αέβηναν στάδιοι ο΄· ἐκεῖ παράκειται νησίον, δ καλεῖται Ὀξεῖα· ὅδωρ ἔχει.

Paragraph 322

322. Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κ΄.

Paragraph 323

323. Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τ΄· πόλις ἐστὶ, καὶ λιμένα ἔχει.

Paragraph 324

324. Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξε΄· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει.

Paragraph 325

325. Ἀπὸ Σοωλήνας εἰς Ψυχέα στάδιοι ιβ΄· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψτχέα στάδιοι τν΄· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.

Paragraph 326

326. Ἀπὸ Ψχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρν΄· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ.

Paragraph 327

327. Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λ΄.

Paragraph 328

328. Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαωδίας εἰς Φοίνικα στάδιοι τ΄. Ἔχει πόλιν καὶ λιμένα.

Paragraph 329

329. Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξ΄· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.

Paragraph 330

330. Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξ΄· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ.

Paragraph 331

331. Ἀπὸ Ποικιλασσοῦ εἰς Σύθαν στάδιοι ν΄· πόλις ἔστὶ καὶ λιμένα καλὸν ἔχει.

Paragraph 332

332. Ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λ΄.

Paragraph 333

333. Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σν΄.

Paragraph 334

334. Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λ΄. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον.

Paragraph 335

335. Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Bίεννον στάδιοι ιβ΄· λιμένα ἔχει καὶ ὕδωρ.

Paragraph 336

336. Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξ΄· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά νῆσος δὲ ἀπὸ σταδίων ξ΄ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ…

Paragraph 337

3…

The complete text is available when the reading interface loads.