Ars Rhetorica
Author namesDenys d’Halicarnasse · Denys d Halicarnasse · Dionysius of Halicarnassus · Dionysius Halicarnassensis
- Scientific editors
- Hermann Usener, Ludwig Radermacher
- Edition reference
- Dionysii Halicarnasei Opuscula · Leipzig · Teubner · 1904
- CTS identifier
urn:cts:greekLit:tlg0081.tlg016.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τέχνη περὶ τῶν πανηγυρικῶν
Chapter 1
Πανηγύρεις εὕρημα μὲν καὶ δῶρον θεῶν εἰς ἀνάπαυσιν τῶν περὶ τὸν βίον αἰεὶ πόνων παραδιδόμεναι, ὥς που ὁ Πλάτων φησίν, οἰκτειράντων τῶν θεῶν τὸ ἀνθρώπειον ἐπίπονον γένος· συνήχθησαν δὲ ὑπὸ ἀνθρώπων σοφῶν, κατεστάθησαν δὲ ὑπὸ πόλεων κοινῇ κοινῷ δόγ|ματι εἰς τέρψιν καὶ ψυχαγωγίαν τῶν παρόντων. συντέλεια δὲ ἡ εἰς τὰς πανηγύρεις ἄλλη ἄλλων· παρὰ μὲν τῶν πλουσίων δαπάναι χρημάτων, παρὰ δὲ τῶν ἀρχόντων κόσμος περὶ τὴν πανήγυριν καὶ τῶν ἐπιτηδείων εὐπορία· οἱ δὲ ἀθληταὶ τῇ ῥώμῃ τῶν σωμάτων κοσμοῦσι τὴν πανήγυριν, καὶ ὅσοι γε δὴ Μουσῶν καὶ Ἀπόλλωνος ὀπαδοί, τῇ μουσικῇ τῇ παρ’ ἑαυτῶν. ἀνδρὶ δὲ περὶ λόγους ἐσπουδακότι καὶ σύμπαντα τὸν ἑαυτοῦ βίον ἀνατεθεικότι τούτοις πρέποι ἂν οἶμαι τοῖς τοιούτοις λόγοις κοσμεῖν τὴν πανήγυριν, τέχνῃ μετιόντι τὸν λόγον, ὡς μὴ κατὰ τοὺς πολλοὺς εἴη αὐτῷ γινόμενος. φέρε οὖν εἰς τοῦτο, ὁ Ἐχέκρατες, λέγωμέν σοι, ὥςπερ ὁδοῦ τινος ἀστιβοῦς τοῖς πολλοῖς ἡγεμόνες γιγνόμενοι, ἃ πάλαι παρὰ τῶν πατέρων τῆς ἡμεδαπῆς σοφίας παραλαβόντες ἔχομεν, ἐκεῖνοι δὲ καὶ οἱ ἔτι τούτων ἀνωτέρω παρ’ Ἑρμοῦ τε καὶ Μουσῶν λαβεῖν ἔφασαν οὐ μείον’ ἢ ὁ | Ἀσκραῖος ποιμὴν [ποίησιν] παρὰ τῶν αὐτῶν τούτων ἐν τῷ Ἑλικῶνι.
Chapter 2
ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους. Θεὸς μέν γέ που πάντως πάσης ἡςτινοςοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅςτίς ποτ’ ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥςπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου. ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, ’Ἡλιος δὲ πάντων πᾶσιν ἀγαλύνουσαν θῶν αἴτιος· εἰ δὲ Ἡρακλῆς, ὅτι Διός, καὶ ἃ παρέσχεν τῷ βίῳ. καὶ σχεδὸν ὁ τόπος συμπληρωθήσεται ἐξ ὧν ἕκαστος ἢ εὗρεν ἢ παρέσχεν τοῖς ἀνθρώποις. ἐν βραχεῖ δὲ ταῦτα, ὡς μὴ τοῦ ἐπιόντος ὁ λόγος ὁ προάγων μείζων γίγνοιτο. |
Chapter 3
Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εῖ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ’ εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ 〈εἰ〉 σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.
Chapter 4
Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ κατάστασις αὐτοῦ ἢ ἐφ’ οἷςτισιν ἐτέ|θη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἀπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραστάθη, βαλεῖν χρὴ πρὸς τοὺς ἄλλους ἀγῶνας. τοῦτο δ’ εὐπορήσεις τῷ λόγῳ, οἷον ἀπὸ καιροῦ παραβάλλων· εἰ μὲν πρὸς ἔαρ ἄγοιτο, ὅτι ἐν τῷ συμμετροτάτῳ πρὸς ἑκάτερα· εἰ δὲ ἐν χειμῶνι, ὅτι ἐν τῷ ἐρρωμενεστάτῳ καὶ ἀνδρειοτάτῳ, ὡς ἂν εἴποι τις, καιρῷ· εἰ δ’ ἐν θέρει, ὅτι πρὸς ἄσκησιν καὶ 〈ἡ〉 θεωρία τῶν θεωμένων κατεστάθη, καὶ ὅτι ἔλεγχος τῆς προαιρέσεως, [ὡς] καὶ μὴ ὄντων ἀθλητῶν τοὺς θεωμένους ἀγωνίζεσθαι. ἔχοις δ’ ἂν καὶ τὸ φθινόπωρον ἐπαινεῖν καὶ [ὅτι] ἀπὸ συγκομιδῆς τῶν καρπῶν καὶ ἀπὸ τοῦ ἤδη παύεσθαι τοὺς ἀνθρώπους τῶν πόνων.
Chapter 5
Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ | σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.
Chapter 6
Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅςτις ἐπῇ (οὐδὲ γὰρ ἐν τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό ποτε ἐν Δωδώνῃ. εἰ δὲ ἐλαία, ὅτι ἱερὰ τῆς Ἀθηνᾶς, καὶ ὅτι ἄκος πόνων, καὶ ὅτι τὰ τρόπαια ἀπὸ τούτου τοῦ φυτοῦ ἀνέθεσαν οἱ παλαιοί, καὶ ὅτι τῆς νίκης τοῦτο σύμβολον τὸ φυτόν, καὶ ὅτι ἡ Ἀθηνᾶ τούτῳ πρώτη ἐστέψατο νικήσασα τὸν Ποσειδῶνα, καὶ ὅτι οἰκειότατον τοῖς ἀγωνιζομένοις (τὰ γὰρ γυμνάσια διὰ τοῦ ἐλαίου διαπονεῖται), καὶ ὅτι συναγωνίζεται πρὸς τὸν λόγον δι’ οὗ πανηγύρεις κοσμοῦνται. καὶ τὴν δάφνην δὲ ἐρεῖς ὅτι καὶ ἱερὰ τοῦ Ἀπόλλωνος καὶ | μαντικὸν τὸ φυτόν· εἰ δὲ βούλει καὶ τοῦ μύθου ἐφάπτεσθαι τοῦ περὶ τῆς Δάφνης, οὐδὲ τοῦτό σοι ἄπο τρόπου εἴη ἂν εἰρημένον. ὁμοίως δὲ καὶ ἕτερον εἰ ἐπείη, οἱονεὶ καρποὶ Δημητριακοὶ ἢ πίτυς, εὐπορήσεις που καὶ περὶ τούτων ἑκάστου. οὐκ ἔξω δὲ φιλοτιμίας οὐδὲ τὸ παραβαλεῖν τὸν στέφανον πρὸς τοὺς παρ’ ἄλλοις.
Chapter 7
Ὁ δέ σοι τοῦ παντὸς λόγου οἱονεὶ κολοφὼν ἐπήχθω τοῦ βασιλέως ἔπαινος, καὶ ὅτι τῷ ὄντι ἀγωνοθέτης πάντων ἀγώνων ὁ τὴν εἰρήνην πρυτανεύων, δι’ ἣν καὶ τοὺς ἀγῶνας ἐπιτελεῖν οἷόν τε. ἤδη δέ τινες καὶ τοὺς διατιθέντας τοὺς ἀγῶνας ἐπῄνεσαν, εἰ ἄρα ἔνδοξοί τινες οὗτοι, ὅτι καὶ ἐν ἄλλοις πρότερον γενόμενοι χρήσιμοι, καὶ ἐν τούτοις ὅτι φιλοτιμότατοι. εἰ δὲ μὴ ἄλλα ἔχεις πρεσβύτερα, ὅτι ἀρχὴ τῆς φιλοτιμίας τῆς περὶ τὴν πα|τρίδα μεγίστη καὶ Ἑλληνικωτάτη.
Chapter 8
Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ’ ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν 〈ἐν〉 τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα 〈πάντῃ〉 ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβο|λῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα 〈μίαν〉 τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπι- δεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.
Μέθοδος γαμηλίων
Chapter 1
Ἐμοὶ μὲν ἦν τερπνὸν αὐτὸν παρόντα καὶ συγχορεύοντα καὶ ἀναβακχεύοντα μετὰ σοῦ τῆς φίλης ἐμοὶ κεφαλῆς ὑμνεῖν τε καὶ ἀνυμνεῖν τὸν μικρὸν ὕστερον ἐπιτελεσθησόμενον γάμον καὶ ιἄδειν γε τὸν ὑμέναιον τὸν ἐπὶ τοῖς γάμοις πρέποντα λέγεσθαι. ἐπεὶ δὲ ἔοικεν δεσμός τις οὗτος ὁ πρὸς τοῖς λόγοις καὶ τῇ παιδεύσει τῇ παρούσῃ διαιρεῖν ἡμᾶς τοῖς σώμασιν καὶ τοῖς τόποις ἀπ’ ἀλλήλων (μὴ γὰρ δὴ ταῖς ψυχαῖς τε καὶ διαθέσεσιν καὶ εὐνοίαις ταῖς ἐπ’ αὐταῖς χωρισθείημέν ποτε), ἀλλ’ | οὖν ἔστω σοι ὥςπέρ τι δῶρον παρ’ ἐμοῦ εἰς συντέλειάν τε καὶ κόσμον τῶν γάμων τὸ μηδὲ τῶν περὶ τούτων εἰωθότων λέγεσθαι μηδὲ αὐτὸν ἀπείρως ἔχειν, εἴτ’ οὖν αὐτὸς καὶ παρὰ σεαυτῷ φυλάττειν βούλοιο εἴτε καὶ ἑτέρῳ τινὶ τοῦτον οἷον ἔρανόν τινα εἰς χάριν συνεισφέρειν. τάχα μὲν οὖν καὶ αὐτὸς ἤδη ποτὲ καὶ ἄλλοτε προανεκρούσω ἐν τοῖς τοιούτοις τῶν λόγων, ὁπηνίκα κομιδῇ νέος ὢν παρ’ ἐμοὶ τὴν πρώτην ὁδὸν τῶν ῥητορικῶν μετῄεις, τά τε ἄλλα γράφων καὶ συγγράφων γυμνάσματά τε καὶ ἀσκήματα τῆς ῥητορικῆς, καὶ δὴ καὶ τὰς θέσεις οὕτω λεγομένας, καὶ τούτων τὰ εἰς τὸν περὶ αὐτοῦ τοῦ γάμου λόγον συντείνοντα καὶ τὴν προτροπὴν τὴν εἰς αὐτόν.
Chapter 2
προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει | γε τοιοῖςδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν ** ἀπὸ θεῶν, καὶ ὅτι οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· εὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ’ ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.
Chapter 3
Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον, τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ κοινωνίας, ὅτι τὰ μὲν | ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι, ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον μεμηχανημένος. ἐν ιὧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν, βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοινωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς διαδοχῆς τῶν ἐπιγισθαι, νομένων ὥςπερ φῶς ἀναπτόμενον καὶ διαδιδόμενον ἀεὶ τοῖς ἐπιγιγνομένοις τῇ γεννήσει τοῦ ἀνθρώπου καὶ μήποτε ἀποσβεννύμενον. καὶ τοῦτον ἄν τις εἴποι δικαίως ἔρανον κάλλιστον οὐ χρημάτων οὐδὲ κτημάτων τινῶν, ἀλλ’ αὐτῆς τῆς φύσεως καὶ τοῦ γένους.
Chapter 4
Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν | γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥςπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.
Chapter 5
Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος, κουφότερα ταῦτα παρασκευάζων ὥςπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα ἀνάγκη τερπνότερα | φαίνεσθαι, μὴ αὐτῶν ἐφ’ ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραι|της νομένους παῖδάς τε καὶ γυναῖκας καὶ τοὺς ἄλλους συγγενεῖς· καὶ ἑορταὶ δὲ καὶ πανηγύρεις διὰ τοῦτο τερπναί, ὅτι ἐν πολλοῖς γίγνονται. ἀνάγκη δὲ ἐκ τούτου καὶ τὰς συγγενείας αὐξάνεσθαι· καὶ ὅτι ἐκ τούτου πρῶτον μὲν συνοικίαι ἐγένοντο, εἶτα καὶ κῶμαι, εἶτα καὶ πόλεις. ἐκ δὲ τῶν ἐπιγαμιῶν καὶ ἡ γνῶσις πλείων καὶ ἡ συγγένεια ὑπερορίοις. ἥδῃ παραθετέον καὶ μνηστέον καὶ ἐνδόξων γάμων ἢ ἀρχαίων, καὶ ὅσα ἀπὸ τούτων ἀγαθὰ ἐγένετο τοῖς ἀνθρώποις, καὶ ὅση ἀποτροπὴ τῶν δυσχερῶν διὰ γάμου, οἷον ὅτι Μενέλεως ἀθάνατος ἐγένετο διὰ τὸν γάμον τῆς Ἑλένης καὶ ὁ Πηλεὺς διὰ τὸν τῆς Θέτιδος, καὶ ὁ Ἄδμητος διὰ τὴν Ἄλκηστιν τὸν ἐκ τῆς εἱμαρμένης θάνατον διέφυγεν.
Chapter 6
Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται, 〈πόσῳ μᾶλλον ἡσθήσεται〉, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ | Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐἂν δὲ ἥττονα, ὑπερβαλόντα καὶ ἐπὶ πᾶσι λέγοντα.
Chapter 7
ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ, ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’ ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ δείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.
Chapter 8
Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ⁎ ⁎ ὥςπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαναt τευόμενον περὶ τῶν καὶ αὐτοὺς εἰκος διαφέροντας περὶ παιδείαν γενέσθαι.
Chapter 9
Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενο|φῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.
Μέθοδος γενεθλιακῶν
Chapter 1
Έχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα, ἐφ’ ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας, ἐπισημα|ινόμενον· εἰ μὲν τῇ νουμηνίᾳ, ὅτι ἀρχὴ τοῦ μηνός, ἀρχὴ δὲ κράτιστον καὶ ἐξ ἀρχῆς τὰ πάντα· καὶ ὅτι ἥμισυ τοῦ παντὸς ἢ τὸ πᾶν κατὰ τὸν Πλάτωνα. εἰ δὲ ἑβδόμῃ ἢ ἕκτῃ, ὅτι ἱεραὶ τοῖν θεοῖν, καὶ ὅτι κοινωνία πρὸς τὸ κρεῖττον κατὰ τὸ τῆς γενέσεως. ἔχοις δ’ ἂν καὶ περὶ τῆς ἐνάτης λέγειν, ὅτι ἱερὰ τοῦ Ἡλίου, καὶ ὅτι εἰκὸς ἐπίσημον τὸν τοιοῦτον γενέσθαι, τάχα δὲ καὶ εὐεργετικὸν κατὰ τὴν τοῦ λίου φύσιν. εἰ δὲ πεντεκαιδεκάτη εἴη, ὅτι καὶ αὐτὴ τῆς Ἀθηνᾶς, καὶ ὅτι τέλειος ἐν τούτῳ ὁ κύκλος, καὶ εἰκὸς ἀνενδεῆ τὴν τοιαύτην εἶναι γένεσιν τοῦ ἀνδρός. ὁμοίως δὲ καὶ εἰ ἄλλη τις ἡμέρα, ἢ τῇ ἀρχῇ ἢ τῷ τέλει προσβιβάζοντας καὶ τὸ προσὸν θεωροῦντας οὕτω πειρᾶσθαι τὸν ἔπαινον ποιεῖσθαι.
Chapter 2
Ἐπὶ δὲ τῇ ἡμέρᾳ τὸν καιρὸν ἐπιθεωρεῖν ἀναγκαῖον, ὁποῖός τις οὗτος· καὶ τοῦ καιροῦ τὸ μὲν κατὰ τὴν| ὥραν, οἷον ἐν χειμῶνι ἢ ἐν ἦρι ἢ ἐν τοῖς ἑτέροις μέρεσι τοῦ ἔτους, ὥς περ ἐν τοῖς περὶ τοῦ ἀγῶνος ἐπαίνοις ἐπεσημαινόμεθα τὰς ἰδιότητας τῶν καιρῶν, τῷ μὲν τὸ ἀνδρεῖον, τῷ δὲ τὸ φαιδρὸν ἀπονέμοντες, καὶ τῷ θέρει τὸ πεπληρῶσθαι τὴν γῆν ἐν τούτῳ τῶν ἀγαθῶν, καὶ τῷ λοιπῷ δὲ τὸ ἐν ἀνέσει καὶ ἀναπαύλῃ τῶν ἔργων γενέσθαι. ἐπισημαίνεσθαι δὲ καὶ τὰ συμβεβηκότα ἐνίοτε τοῖς καιροῖς· οἷον εἰ ἐν ἑορτῇ τις γέγονεν, οἱονεὶ ἐν Διονυσίοις ἢ ἐν μυστηρίοις ἢ ἐν πανηγύρεσίν τισιν· ἅπαντα γὰρ ταῦτα ἀφορμὰς παρέξει σοι εἰς τὸν ἔπαινον.
Chapter 3
Ἀπὸ δὲ τούτου ἰτέον καὶ ἐπὶ τοὺς τόπους, ἐν οἷς τις γέγονεν· πρῶτον μὲν ἐπὶ τὸ περιέχον τὸ ἔθνος, Ἀσίαν, ὐρώπην· καὶ τοῦτο οὐ πάλιν Ἑλληνικὸν ἢ βάρβαρον, ἢ σοφίαν ἢ ἀνδρείαν τοῦ ἔθνους ἢ τι τοιοῦτον ἐπισημαινόμενον. εἶτα ἐπὶ τὸ περιεχόμενον· τίς ἡ πό|λις καὶ ἡ μητρόπολις αὐτῷ· ἐχομένη ἡ πόλις μητροπόλεως τῇ τιμῇ, μεγάλη, πολυάνθρωπος, εὔφορος πρὸς ἀνδρῶν ἀρετήν, ἢ ἄν τι ἕτερον ἀνδραγάθημα τῆς πόλεως. ἔπειτα τὰ μὲν περιεχόμενα ἐν τῇ πόλει· ποίας τινὸς οἰκίας, ὅτι οὐ φαύλης, ὅτι οὐκ ἀδόξου, γένους 〈ὅτι〉 ἐνδόξου, ποίων τινῶν προγόνων καὶ πατέρων, καὶ ἔπαινον ἐν βραχεῖ τούτων ἀπὸ τῶν προσόντων.
Chapter 4
Μετὰ ταῦτα δὲ καὶ ἐπ’ αὐτὸν ἥδῃ τὸν ἔπαινον ἰέναι τοῦ ἐγκωμιαζομένου καὶ οὗ ἡ γενέθλιος· ποίας τινὸς φύσεως κατὰ σῶμα, κατὰ ἰσχύν. εἰ μέγας ἐστί, κατὰ τὸν Αἴαντα· εἰ καλὸς καὶ ἀνδρεῖος, κατὰ τὸν Ἀχιλλέα· καὶ εἰ 〈εὔγλωσσος ἢ〉 εὔβουλος ἢ δίκαιος ἢ σώφρων εἴη, τὰ ἁρμόζοντα πρόσωπα, τὸν έστορα, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, τὸν ωκίωνα· εἰ χρηστός· ὅτι θυμοειδὴς μετὰ τοῦ πράου, ὅτι ὀξὺς ἐνόδους θυμηθῆναι. κἂν εἰ μικρός, ὅτι μείζων τὴν τῆς ψυχῆς ἀρετήν, κατὰ τὸν Τυδέα, κατὰ τὸν Κόνωνα. |
Chapter 5
οἷός τις τὰ περὶ τὸν βίον, εἰ φιλόκαλος, εἰ μεγαλοπρεπής· οἶος πρὸς τοὺς ἰδιώτας, πρὸς τὴν πόλιν, καὶ τὰς φιλοτιμίας τὰς πρὸς τὴν πόλιν. κἂν εἰ ἐπιστήμης τινὸς ἐπήβολος εἴη, οἷον ἰατρικῆς ἢ ῥητορικῆς ἢ φιλοσοφίας, θετικῶς ἐπάγοντα τὸν ἐν τούτοις ἔπαινον, εἰς ὅσα τούτων ἕκαστον χρήσιμον· οὕτω γὰρ ἂν ἀμφιλαφὴς ὁ λόγος γένοιτο. ποῖος ἤδη γέγονεν, ποῖός ἐστιν ἐν τῷ παρόντι, καὶ ποῖον εἰκὸς ἔσεσθαι εἰς τὸν μέλλοντα χρόνον. ἐν τούτῳ δὲ γενόμενοι οὐκ ἄπο τρόπου ἂν ποιοῖμεν καὶ εὐχόμενοι τοῖς τε ἄλλοις καὶ τοῖς γενεθλίοις θεοῖς περὶ τοῦ μέλλοντος βίου καὶ τοῦ ἀμείνω τοῦ παρεληλυθότος γενέσθαι τοῦτον, καὶ πολλὰς περιόδους χρόνων τελέσαντα εἰς λιπαρὸν καὶ εὔδαιμον γῆρας παρελθεῖν.
Μέθοδος ἐπιθαλαμίου
Chapter 1
Πρὸ δὲ τοῦ περὶ τῆς γενέσεως λόγου (μικροῦ γάρ με παρῆλθεν ὑπὸ τοῦ θρύβου καὶ τῆς ταραχῆς τῆς περὶ τὴν ἔξοδον) ὁ ἐπὶ τῷ θαλάμῳ λεγόμενος λόγος· ἐχόμενος δ’ ὅ τι μάλιστα καὶ ἀκόλουθος 〈ἂν〉 εἴη τοῖς γαμικοῖς τῶν λόγων, σχεδὸν εἷς καὶ ὁ αὐτὸς ὢν τῷ γαμικῷ, πλὴν τῷ χρόνῳ διαφέρων, ἐπὶ τετελεσμένοις τοῖς γάμοις λεγόμενος οὗτος· οὐ μὴν τοῖς γε ἄλλοις ἀπᾴδων τοῦ προειρημένου, καὶ ὥςπερ ἀντὶ ὑμεναίων ἐπᾳδόμενος τοῖς γάμοις. τινὰ μὲν οὖν καὶ παρὰ Σαπφοῖ τῆς ἰδέας ταύτης παραδείγματα, ἐπιθαλάμιοι οὕτως | ἐπιγραφόμεναι ᾠδαί· ἀλλ’ ἐπειδὴ οὐχ ἡ αὐτὴ μεταχείρισις ποιήσεως τε καὶ πεζοῦ λόγου, ἀλλ’ ὥςπερ τοῖς μέτροις, οὑτωσὶ δὲ καὶ τοῖς ἐννοήμασι διενήνοχεν ταῦτα, τοῦτον ἄν μοι δοκεῖς τὸν τρόπον καὶ τοῦτον τὸν λόγον προσφόρως μεταχειρίσασθαι, εἰ ἐν μὲν τῷ προοιμίῳ εὐθὺς αὐτὸ τοῦτο ἐπισημαίνοιο, ὅτι οἱ μὲν ἄλλοι τὸν ὑμέναιον ᾄδουσιν, ἡμεῖς δὲ ἀντὶ τοῦ ὑμεναίου τὸν λόγον, οὐχ ὑπ’ αὐλοῖς ἢ πηκτίσιν ἢ νὴ Δία καλλιφωνίᾳ τινὶ τοιαύτῃ, ἀλλὰ ἐπαίνοις καὶ ὕμνοις τῶν γεγαμηκότων.
Chapter 2
Εἶτα ἐπὶ τούτοις ἐπάγειν, ὅτι ἀναγκαῖος ὁ γάμος ἀνθρώποις γε οὖσι· σωτηρία γὰρ τοῦ γένους· καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ γάμου. εἶτα μεταβήσῃ ἐπὶ τὰ πρόσωπα τῶν συνιόντων εἰς τὸν γάμον, ὁποῖοί τινες οὗτοι· ἐν ᾇ | περὶ γένους ἐρεῖς αὐτῶν καὶ τροφῆς, καὶ περὶ κάλλους σωμάτων καὶ ἡλικίας· ὅσα ἐκ τύχης αὐτοῖς πρόσεστι, καὶ περὶ ἐπιτηδευμάτων· ὅτι σπουδὴν ἔσχον περὶ τὸν γάμον καὶ τὴν σύζευξιν αὐτοί· ὅπως διάκεινται ἐπὶ τῷ γάμῳ οἱ οἰκεῖοι, οἱ ἀλλότριοι, ἡ πόλις αὐτὴ δημοσίᾳ· ὅτι πᾶσι διὰ σπουδῆς ὁ γάμος ἐστίν, καὶ ὁ γάμος ἔοικεν πανηγύρει τινὶ καὶ νεομηνίᾳ καὶ δημοτελεῖ ἑορτῇ τῆς πόλεως. ὥςπερ δὲ ἐν τοῖς γαμικοῖς ἠξιοῦμεν πρὸς τοῖς ἄλλοις ἐπισκοπεῖν, οἷον εἰ ἐκ τῆς αὐτῆς πατρίδος, εἰ ἐκ τοῦ αὐτοῦ γένους, οὑτωσὶ δὲ μηδὲ ἐν τούτῳ παρὰ φαῦλον ποιεῖσθαι τὸ μέρος τοῦ λόγου τοῦτο.
Chapter 3
Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ | Ὁμηροῦ παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα. παῖδες γένοιντο, ὡς καὶ τούτων ἐπιδεῖν γάμους καὶ ᾆσαί τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγω.
Μέθοδος προσφωνηματικῶν
Chapter 1
Ἰσοκράτης μὲν ὁ σὸς ἑταῖρος καὶ ἐμός, ὦ Ἐχέκρατες, εἴ περ ἄλλο τι, φησὶ χρῆναι προσεῖναι τοῖς σπουδαίοις | ἀνθρώποις, ἐν τῇ παραινέσει τῇ πρὸς τὸν Ἰππονίκου, καὶ τὴν φιλοπροσηγορίαν· ὅ πέρ ἐστι τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, ὡς αὐτός φησιν. εἰ δὲ καὶ ἰδίᾳ χρῆν πρὸς ἕκαστον τοῦτο ποιεῖν, ὅπως καὶ τοὺς ἰδιώτας ὡς ὅ τι μάλιστα οἰκειοτέρως καὶ εὐμενεστέρως ἔχειν πρὸς ἡμᾶς παρασκευάζωμεν ἐκ τῆς τοιαύτης φιλοπροσηγορίας, πολλῷ δή που ἀναγκαιότερον τὸ πρᾶγμα καὶ ὁ τοιοῦτος τρόπος τῆς προσφωνήσεως, εἰ πρὸς τοὺς ἐν τέλει καὶ ἐν ἀρχαῖς γεγονότας ὑφ’ ἡμῶν γίγνοιτο καὶ μάλιστά γε δὴ τοὺς ἑκάστοτε ἐκ βασιλέων εἰς τὰ ἔθνη καὶ τὰς πόλεις | τὰς ἡμετέρας παραγιγνομένους, ὅπως καὶ αὐτοὺς διὰ τοιούτου τρόπου καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς αὑτῶν πατρίδας οἰκειοτέρως διακεῖσθαι παρασκευάσαιμεν. ἀμέλει γέ τοι καὶ τὸ πρᾶγμα ἤδη ἐπιχωριάζει ἐπὶ πᾶσι, καὶ καθάπερ τις οὗτος νόμος καὶ θεσμὸς διελήλυθεν διὰ πάντων, ὡς εὐθὺς ἅμα τε τῇ πρώτῃ τῶν πυλῶν, ὡς ἄν εἴποι τις, εἰσόδῳ προσφωνεῖν τούτους δημοσίᾳ τὰς πόλεις ὑφ’ ἑνὸς ὅτου οὖν τῶν ἀρίστων κατὰ τὴν παιδείαν ὥςπερ δημοσίᾳ τινὶ φωνῇ καὶ κοινῷ προσαγορεύματι προσαγορεύοντος. φέρε οὖν εἴπωμέν τι καὶ περὶ τούτων τῶν λόγων, ὅπως ἂν καὶ τούτους ἄριστα καὶ ῥᾷστα μεταχειριζοίμεθα.
Chapter 2
Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως, καὶ δι’ ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς ἀποδεχομένου τοὺς τοιούτους ἄπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι’ ὅπερ καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ, πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου [καὶ] τῆς φαιδρότητος ὥςπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο ἐπισημηνάμενον, ὅτι οὐδ’ ἂν ὁ σύμπας χρόνος ἐξαρκέσαι πρὸς τοῦτο, καὶ ὅτι ἑτέρου καιροῦ, οὐ τοῦ παρόντος. κατακλείσεις δὲ τὸ ἐγκώμιον εἰς τοῦτο, ὅτι ἕν τι τῶν καλῶν τῶν βασιλέως καὶ τοῦτο, τὸ τοιοῦτον ἄνδρα ἐπιλεξάμενον καταπέμψαι ἐπὶ τὸ αὑτοῦ ἔθνος οὐ πόρρω βαίνοντα τῆς αὑτοῦ προαιρέσεως.
Chapter 3
Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ μὲν φανερὰ εἴη, καθ’ ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον 〈εἰ〉 ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς, εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας, καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη | πεπαιδευμένος, τοῖς ἀρίστοις τῶν Ῥωμαίων παραβάλλειν· εἴτε τὴν Ἑλληνικήν, τοῖς τῶν Ἑλλήνων. διὰ τοῦτο δὲ καὶ δίκαιος καὶ σώφρων καὶ περὶ τὰς δίκας ἀκριβής· παραδείγμασι δὲ καὶ ἐπὶ τούτῳ χρηστέον προσώποις, τῷ Ἀριστείδῃ, τῷ Θεμιστοκλεῖ, ἐφαρμόζοντα καὶ παραβάλλοντα καὶ τούτων ἀμείνω ἀποφαίνοντα.
Chapter 4
Ἐὰν δὲ ἔχωμεν καὶ πράξεις τινὰς αὐτοῦ προγεγενημένας καὶ ἀρχὰς προηνυσμένας λέγειν ἢ ἐν στρατείαις ἢ ἐν διοικήσεσιν, καὶ ταύτας παρατιθέναι. ἐὰν δὲ καί 〈τινας〉 τιμὰς ἔχωμεν αὐτῷ 〈τῶν〉 πατέρων γενομένας λέγειν, καὶ τούτων χρὴ μνημονεύειν. καὶ ἐντεῦθεν προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως, ἐπισημηνάμενον, ὅτι χρηστὴν ἐλπίδα περὶ τούτου ἔχουσι. φανερὸν γάρ τοι ἀπὸ τοῦ οὕτως ἀποδέξασθαι τὴν πόλιν, ἀπὸ τοῦ φιλανθρώπως καὶ εὐπροσηγόρως ἅπασι προσενε|χθῆναι καὶ ὁμιλῆσαι· 〈καὶ〉 ὅτι εἰκότως τοῦτο ἐποίησεν· τοιαύτη γὰρ ἡ πόλις οἵα ἀμείβεσθαι τοὺς εὖ χρησαμένους ἑαυτῇ.
Chapter 5
Καὶ ἐντεῦθεν ὁ ἔπαινος ὁ περὶ τῆς πόλεως, ἐὰν θέλῃς· περὶ γένους αὐτῆς, περὶ δυνάμεως τῆς ἐν ταῖς προσόδοις, περὶ παιδείας τῶν ἐνοικούντων, περὶ χώρας τῆς ὑποτελοῦς, ἀφ’ ἧς ἡ πρόσοδος· εἰ μὲν πολλὴ εἴη, εἰς ἰσχὺν τῆς πόλεως ἀναφέροντα· εἰ δὲ ὀλίγη, ὅτι ἀρκεῖται καὶ ταύτῃ. ἔτι οὗπερ ἂν ᾖ κτίστου, ἀναγκαῖον εἰπεῖν, ἐάν τε θεὸς ἐάν τε ἥρως ἦ, εἴτ’ οὖν τῶν ἀρχαίων τις εἴτ’ οὖν τῶν ἔναγχος γεγενημένων βασιλέων. οἷον κἂν μύθους τινὰς ἔχωμεν προσόντας τῇ πόλει, μηδὲ τούτους παραλιπεῖν. μετὰ ταῦτα περὶ μεγέθους τῆς πόλεως, περὶ κάλλους, περὶ θέσεως, εἴτε ἠπειρωτικὴ εἴη, εἴτε ἐπιθαλαττίδιος ἢ νησιῶτις. κἂν εἰ τινας τιμὰς ἔχοιμεν παρὰ βασιλέων, μηδὲ ταύτας παραλιπεῖν, κἂν εἰ πράξεις τινὰς προγεγενημένας ἢ παλαιὰς ἢ νέας, ἢ εἰ | τιμὰς προὑπαρξάσας παρ’ ἡμῶν πρὸς τοὺς ἄρχοντας τοὺς προγεγενημένους.
Chapter 6
Ἐν ἅπασι δὲ τούτοις μεμίχθω ἡ προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως· δεῖν γὰρ τοὺς ἀγαθοὺς ἄρχοντας ταῖς τοιαύταις πόλεσιν τὰς παρ’ ἑαυτῶν εὐνοίας προσνέμειν. ἐπὶ δὲ τῷ τέλει εὐχῇ χρησόμεθα ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ αὐτοῦ τοῦ ἄρχοντος. καὶ ὑπὲρ ἡμῶν δὲ αὐτῶν πάλιν μνησθησόμεθα, εἰ μὲν τῶν ἀρχομένων εἴημεν, ὅτι ἀπὸ τοῦ τοιούτου ἡμεῖς τιμῆς καὶ δόξης τευξόμεθα· εἰ δὲ τῶν ἤδη προευδοκιμηκότων καὶ προειρηκότων, ἀνεπαχθῶς περὶ αὑτῶν εἰπόντες εἰς τοῦτο καταλύσομεν τὸν λόγον, ὡς ἐλπίδος τι καὶ αὐτοὶ ἔχοντες τοῦ μὴ φυλαχθήσεσθαι μόνον ἐπὶ τούτων τὴν δόξαν ἑαυτοῖς, ἀλλὰ καὶ πολλῷ ἀμείνω πρὸς τὸ λοιπὸν ἔσεσθαι.
Chapter 7
Ἀπαγγελία δὲ πρέποι ἂν μάλιστα μεμιγμένη τῷ τοιούτῳ λόγῳ, ἐνιαχοῦ μὲν συνεστραμμένη, ἐνιαχοῦ δὲ διηρμένη, ἐν τοῖς μύθοις ἀφελεστέρα. τὸ δὲ σαφὲς τῆς ἑρμηνείας δι’ ὅλου τοῦ λόγου μάλιστα ἐν σπουδῇ ἔστω | τῷ λέγοντι. [Καθόλου ὁ περὶ τῶν πανηγυρικῶν λόγος ὧδέ πως περαίνοιτο ἄν.]
Μέθοδος ἐπιταφίων.
Chapter 1
Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πο|λέμῳ πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ’ ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς συμπεσούσης· ὄνομά γε μὴν ἀμφοῖν ἓν καὶ τὸ αὐτό, ἐπιτάφιος οὕτως ὀνομαζόμενος· παραδείγματα δὲ αὐτῶν ἔστί που καὶ παρὰ τοῖς ἀρχαίοις, τοῦ μὲν κοινοῦ καὶ πολιτικοῦ παρά γε τῷ τοῦ Ὀλόρου καὶ παρὰ τῷ τοῦ Ἀρίστωνος, Λυσίας τε καὶ Ὑπερείδης καὶ ὁ Παιανιεὺς καὶ ὁ τοῦ Ἰσοκράτους ἑταῖρος Ναυκράτης πολλὰς ἡμῖν τοιαύτας ἰδέας παρέσχοντο. οὐκ ἀπορήσομεν δὲ οὐδὲ τῶν πρὸς ἕκαστον· ἐπεί τοι καὶ τὰ ποιήματα μεστὰ τούτων, οἱ ἐπικήδειοι οὕτως ὀνομαζόμενοι θρῆνοί τε· ὡς αὕτως πλοῦτος πολὺς τῶν καταλογάδην ἐστὶ τοιούτων λόγων ἔν τε τοῖς πάλαι καὶ τοῖς ὀλίγον τι πρὸ ἡμῶν γενομένοις· 〈οὐ〉 λήξομεν δὲ οὐδὲ νῦν, ἔστ’ ἂν γένος ἀνθρώπων καὶ τὸ χρεὼν ἐπικρατοῦν ᾖ. μέτιμεν οὖν αὐτοῖν ἑκάτερον τὸν τρόπον τοῦτον.
Chapter 2
Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν ὀπῶν ληπτέον, ἀφ’ ὧν περ καὶ τὰ ἐγκώμια· πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον, οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν· εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδῃ καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων, καὶ ἡ Αἴγινα διὰ τὸν Αἰακόν. ἢ εἴ τι βέλτιον περὶ αὐτῆς ἔχοιμεν λέγειν εἰρημένον, ὥςπερ θείαν τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος· ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις |. καὶ ἐπὶ μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν καθ’ ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ’ αὐτόχθονες· καὶ εἰ ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι ‛Ἑλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.
Chapter 3
Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν | τὴν πολιτείαν ληψόμεθα, ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει τὰ κατὰ πολέμους ἔργα καὶ ὅπως ἐτελεύτησαν, ὥςπερ ἀμέλει καὶ Πλάτωνί γε καὶ Θουκυδίδῃ καὶ τοῖς ἄλλοις εἴρηται. ὁπόταν δὲ περὶ ἑνός τινος λέγωμεν, περὶ τῆς ἀρετῆς ποιησόμεθα τὸν λόγον, οἷον περὶ ἀνδρείας, περὶ δικαιοσύνης, περὶ σοφίας· ὁποῖος περὶ τὴν πόλιν ἐν τούτοις, ὁποῖος ἰδίᾳ περὶ ἕκαστα· ὁποῖος περὶ φίλους, ὁποῖος περὶ ἐχθρούς· καὶ ἔτι προστεθήτω, οἷος περὶ γονέας, οἷος ἐν ἀρχαῖς, εἴ τινα ἦρξεν.
Chapter 4
Μετὰ ταῦτα δὲ ἐν μὲν τοῖς κοινοῖς ἐπὶ τὸ προτρεπτικὸν μεταβησόμεθα, προτρέποντες ἐπὶ τὰ ὅμοια τοὺς ὑπολειπομένους. καὶ πολὺς ὁ τόπος οὗτος. εἶτα οὕτως ἐπὶ τὸ παραμυθητικὸν τῶν πατέρων, ὅσοι τε ἔτι | παιδοποιεῖσθαι ἱκανοί, ὅσοι τε ἔξω τῆς ὥρας ταύτης· καὶ εἴρηται ταῦτα καὶ παρὰ τῷ Θουκυδίδῃ. ἐν δὲ τοῖς ἰδίοις τὸ μὲν προτρεπτικὸν ἐνίοτε μὲν οὐδὲ ὅλως παραλαμβάνομεν διὰ τὸ τάχα ἂν εἰ τύχοι παῖδας εἶναι τοὺς κατοιχομένους· ἐνίοτε δὲ ἐπὶ βραχύ, πλὴν ἐπὶ τοῖς πάνυ ἐνδόξοις. ἐνταῦθα γὰρ οὐδὲν κωλύει καὶ ἐπὶ πλεῖον χρῆσθαι τῷ εἴδει, οἷον 〈εἰ〉 ἐπὶ ἄρχοντός τινος καὶ τοιούτου προσώπου ὁ ἐπιτάφιος γίνοιτο, ἀναγκαῖον παρακελεύεσθαι μιμεῖσθαι τοῖς παισὶν τοὺς ἑαυτῶν τοκέας, καὶ ἐπὶ τὰ ὅμοια σπεύλοὺς δεῖν. ἀναγκαιότερος δὲ ὁ παραμυθητικὸς παραμυθουμένων ἡμῶν τοὺς προσήκοντας. δεῖ δὲ εἰδέναι καὶ τὴν μέθοδον τοῦ παραμυθητικοῦ· οὐ γὰρ θρηνεῖν οὐδὲ ἀπολοφύρεσθαι τοὺς ἀποθανόντας· οὐ γὰρ ἂν παραμυθοίμεθα τοὺς ὑπολειπομένους, ἀλλὰ μεῖζον τὸ πένθος παρασκευάζοιμεν· καὶ οὐ δόξει εἶναι τῶν κατοιχομένων ἔπαινος, ἀλλὰ ὀλοφυρμὸς ὡς τὰ δεινότατα παθόντων. πειρᾶσθαι δὲ ἐν τῷ παραμυθεῖσθαι καὶ | ἐνδιδόναι τοῦ πάθους τοῖς ὑπολειπομένοις, καὶ μὴ ἀντιτείνειν εὐθύς· ῥᾷον γὰρ ἐπαξόμεθα· ἅμα δὲ καὶ ἔπαινον ἕξει ὁ λόγος, εἰ λέγοιμεν, ὅτι οὐ ῥᾴδιον ἐπὶ τοῖς τοιούτοις ῥᾷον φέρειν. ἐπειδὴ δὲ οἱ ἐν πολέμῳ τελευτήσαντες ὅμοιοι ταῖς ἡλικίαις, οὐδὲν ἀπὸ τούτων ἕξομεν εἰς παραμυθίαν ἐπιχειρεῖν, πλὴν ὅτι ἐνδόξως ἀπέθανον ὑπὲρ τῆς πατρίδος καὶ οὗτοι, καὶ ὅτι ταχὺς καὶ ἀναίσθητος ὁ τοιοῦτος θάνατος, καὶ ἐκτὸς βασάνων καὶ τῶν κακῶν τῶν ἐκ τῆς νόσου· ὅτι δημοσίας ταφῆς ἔλαχον (ζηλωτὸν δὲ τοῦτο καὶ τοῖς μετὰ ταῦτα) καὶ ἀθάνατος αὐτῶν ἡ δόξα. .
Chapter 5
Ἐπὶ δὲ τοῖς καθ’ ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως ἐνεκαρτέρησεν τῇ νόσῳ· ἢ εἴ τις ἐν πολέμῳ, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος· ἢ εἴ τις ἐν πρεσβείᾳ, ὅτι ὑπὲρ τῆς πόλεως· κἂν εἰ ἐν ἀποδημίᾳ, ὅτι οὐδὲν διενήνοχεν· μία γὰρ καὶ ἡ αὐτὴ οἶμος κατὰ τὸν Αἰσχύλον εἰς Ἁιδου φέρουσα· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὣν τοῦτο πάθοι, ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι τὴν ψυχὴν ἐν τῷ σώματι ὥςπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις, ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ παρέσχεν· καὶ ὅτι ποθούμε|νος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ βίου, ἀλλ’ ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνετων μετρήθῇ αὐτῷ ὁ χρόνος. ἐν τούτῳ παρατιθέναι ἀναγκαῖον, ὁπόσα ἐν πανηγύρεσιν τερπνά, ὅσα ἐν γάμοις, παιδοποιίαις, τιμαῖς 〈ταῖς〉 παρὰ τῆς πατρίδος· ταῦτα γὰρ ἡ πλείων περίοδος τοῦ χρόνου παρέχειν εἴωθεν· καὶ ὅτι λιπαρὸν γῆρας κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη, ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ’ ἂν ἡ ἰδιότης τοῦ προσώπου παρέχῃ. |
Chapter 6
Ἡ δὲ ἀπαγγελία ποικίλη, ἐν μὲν τοῖς ἀγωνιστικοῖς συνεστραμμένη· ἐν δὲ τοῖς ἐνδόξοις καὶ μέγεθος ἔχουσιν, οἷον ὅσα περὶ ψυχῆς, διηρμένη καὶ μέγεθος ἔχουσα καὶ ἐγγὺς βαίνουσα τῆς τοῦ Πλάτωνος.
Προτρεπτικὸς ἀθληταῖς
Chapter 1
Ἀκόλουθος ἂν εἴη καί, ὡς 〈ἂν〉 εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν ταύταις ταῖς πανηγύρεσι λεγόμενος λόγος, οὐκ εἰς αὐτὴν μέντοι τὴν πανήγυριν, ἀλλ’ εἰς τοὺς ἀνταγωνιστὰς τοὺς ἐν τῇ πανηγύρει καὶ τοῖς ἀγωνισταῖς ἀθληταῖς δή που, ὁ προτρεπτικὸς οὕτως λεγόμενος.
Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ’ ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν | γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον.
Chapter 2
τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργὡδει· ἐκειῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς ἢ〈οἱ〉 τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς ἐφέστηκεν ἐπ’ αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε 〈δὲ ἡ〉 κρίσις οὐκ ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ πολλὰ τὰ ἀν|τιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ’ ἅπασι δὲ τὸ μὴ βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν λόγῳ. τούτοις δὲ ὑποβάλλειν κἀκεῖνο ἀναγκαῖον, τὸ ἀνελεῖν ὡς ἀντικείμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος, ὅτι μὴ καταφρονητέον λόγων τοῖς ἀθληταῖς ἅτε ἐν ἔργοις ἀσκοῦσι. λόγος γὰρ εἰς πάντα ἐπιτήδειος καὶ πρὸς πᾶν ἐπιρρώννυσιν· οὕτως καὶ ἐπὶ πολέμου καὶ ἐπὶ παρατάξεως δέονται στρατιῶται τοῦ παρὰ τῶν στρατηγῶν λόγου καὶ τῆς προτροπῆς, καὶ αὐτοὶ αὑτῶν ἐρρωμενέστεροι ἐγένοντο. μάλιστα δὲ οἱ ἀθληταὶ δέοιντο ἂν τῆς ἀπὸ τοῦ λόγου προτροπῆς καὶ ἐπικελεύσεως, ὄντες μὲν καὶ αὐτοὶ Ἑρμοῦ τε καὶ Ἡρακλέους μαθηταί τε καὶ ζηλωταί (ὧν ὃ μὲν εὑρετὴς τοῦ λόγου ἢ αὐτὸ χρῆμα λόγος· ὃ δὲ σὺν τῇ Ἀθηνᾷ πάντα κατώρθωσεν τὰ ἐπιταχθέντα· ἣ δὲ τί ἂν ἄλλο εἴη ἢ νοῦς τε καὶ λόγος;), καὶ ὁσημέραι δὲ ἐπὶ ταῖς γυμνασίαις ἑκάστοτε τοιούτους τοὺς ἐπικελευομένους ἔχοντες αὑτοῖς. |
Chapter 3
εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα, ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν…
Chapter 4
Τούτων…
The complete text is available when the reading interface loads.