Fragmenta
- Authority group
- Dionysius of Halicarnassus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, FGrH #251: 2B:1146–1151.
- CTS identifier
urn:cts:greekLit:tlg0081.tlg018.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2b,251,F
3
περὶ τὴν πεντεκαιδεκάτην—Θάσον ἐκτίσθαι, ὡς εἶναι συμφανὲς
τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα.
4
SUID. s. Εὐριπίδης τραγικός· τοῦ προτέρου ἀδελφιδοῦς,
ὡς Διονύσιος ἐν τοῖς Χρονικοῖς.
5a
SYNKELL. p. 523, 5 Bonn: οἱ βασιλεῖς Ποντίων
† δέκα κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη † σ̅ι̅η̅. περὶ
ὧν Ἀπολλόδωρος (244 F 82) καὶ Διονύσιος ἱστοροῦσι.
5b
—p. 525, 9:
οἱ Βιθυνῶν βασιλεῖς η̅ κατὰ Διονύσιον ἔνθεν ἤρξαντο διαρκέσαντες ἔτη σ̅ι̅γ̅.
6
DION. HAL. A R I 63: περὶ δὲ τῶν χρόνων ἐν οἷς ἐκτίσθη τὸ Λαουίνιον
ἄλλοι μὲν ἄλλως λέγουσιν· ἐμοὶ μέντοι δοκοῦσιν οἱ δευτέρωι μετὰ τὴν ἔξοδον τὴν ἐκ
Τροίας ἔτει φέροντες αὐτὴν εἰκότα μᾶλλον λέγειν. Ἴλιος μὲν γὰρ ἑάλω
τελευτῶντος ἤδη τοῦ θέρους, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς,
ὀγδόηι φθίνοντος μηνὸς Θαργηλιῶνος, ὡς Ἀθηναῖοι τοὺς χρόνους ἄγουσι, περιτταὶ
δὲ ἦσαν αἱ τὸν ἐνιαυτὸν ἐκεῖνον ἐκπληροῦσαι μετὰ τὴν τροπὴν εἴκοσιν
ἡμέραι. ἐν δὴ ταῖς ἑπτὰ καὶ τριάκοντα ταῖς ἀπὸ τῆς ἁλώσεως διαγενομέναις τά τε
περὶ τὴν πόλιν οἴομαι διοικήσασθαι τοὺς Ἀχαιοὺς καὶ τὰς πρεσβείας ἐπιδέξασθαι
τὰς παρὰ τῶν ἀφεστηκότων καὶ τὰ ὅρκια ποιήσασθαι πρὸς αὐτούς. (2) τῶι δ' ἑξῆς
ἔτει, πρώτωι δὲ μετὰ τὴν ἅλωσιν ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες
οἱ Τρῶες ἐκ τῆς γῆς περαιοῦνται τὸν Ἑλλήσποντον καὶ καταχθέντες εἰς τὴν Θράικην
αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν .... ἐκ δὲ τῆς Θράικης ἀναστάντες ἔαρος
ἀρχομένου τελοῦσι τὸν μεταξὺ πλοῦν ἄχρι Σικελίας. ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ
ἔτος τοῦτο τελευτᾶι, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα τὰς πόλεις συν-
οικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίαι. (3) πλοίμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς
νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν
Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας. λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῶι
Λαουίνιον, τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. καὶ περὶ μὲν
τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.
(64) Αἰνείας ... τῶι μὲν ἑξῆς ἐνιαυτῶι, τρίτωι δὲ ἀπὸ τῆς ἐξόδου,
Τρώων ἐβασίλευσε μόνων· τῶι δὲ τετάρτωι τελευτήσαντος Λατίνου καὶ τὴν
ἐκείνου βασιλείαν παραλαμβάνει ..... (3) τρία δὲ βασιλεύσας ἔτη μετὰ τὴν Λατίνου
τελευτὴν τῶι τετάρτωι θνήσκει κατὰ πόλεμον. ..... (65) Αἰνείου
δ' ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμωι μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν
Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῆι
φυγῆι ..... (66) τριακοστῶι δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουινίου
πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείαι θέσφατον Ἀσκάνιος ὁ Αἰνείου .....
ὄνομα τῆι πόλει θέμενος Ἄλβαν.
7
DION. HAL. AR I 70: Ἀσκανίου δὲ ὀγδόωι καὶ τρια-
κοστῶι ἔτει τῆς βασιλείας τελευτήσαντος παρέλαβε τὴν
ἡγεμονίαν Σιλούιος ἀδελφὸς ὢν Ἀσκανίου, μετὰ τὸν Αἰνείου
θάνατον γενόμενος ἐκ Λαύνας τῆς Λατίνου θυγατρός. .....
(71) Σιλουίου δ' ἑνὸς δέοντα τριάκοντα ἔτη κατασχόντος τὴν ἀρχὴν
Αἰνείας υἱὸς αὐτοῦ διαδεξάμενος τὴν δυναστείαν ἑνὶ πλείω τριά-
κοντα ἐτῶν ἐβασίλευσεν·
μετὰ δὲ τοῦτον ἓν καὶ πεντήκοντα Λατῖνος ἦρξεν ἔτη·
Ἄλβας δὲ μετὰ τοῦτον ἑνὸς δέοντα τετταράκοντα ἔτη·
μετὰ δὲ Ἄλβαν Κάπετος ἓξ ἐπὶ τοῖς εἴκοσιν·
ἔπειτα Κάπυς δυεῖν δέοντα τριάκοντα·
μετὰ δὲ Κάπυν Κάλπετος ἄχρι τρισκαίδεκα ἐτῶν κατέσχε τὴν ἀρχήν·
(2) ἑξῆς δὲ Τιβερῖνος ὀκταετῆ χρόνον ἐβασίλευσεν· .........
Τιβερίνου δὲ διάδοχος Ἀγρίππας ἓν καὶ τετταράκοντα ἐβασί-
λευσεν ἔτη·
(3) μετὰ δὲ Ἀγρίππαν Ἀμόλιος ... ἑνὸς δέοντα εἴκοσιν ....
(4) Ἀουεντῖνος δὲ παρὰ τούτου τὴν δυναστείαν διαδεξάμενος ...
τριάκοντα καὶ ἑπτὰ ἔτη τὴν ἀρχὴν κατέσχεν·
Πρόκας δὲ μετὰ τοῦτον ἔτη εἴκοσι καὶ τρία·
ἔπειτα Ἀμόλιος ... δύο καὶ τετταράκοντα ἔτη δυναστεύει·
(5) Ἀμολίου δὲ ἀναιρεθέντος ὑπὸ Ῥωμύλου καὶ Ῥώμου ....
ἀπολαμβάνει τὴν κατὰ νόμον δυναστείαν Νεμέτωρ ὁ τῶν νεανί-
σκων μητροπάτωρ·
τῶι δ' ἑξῆς ἔτει τῆς Νεμέτορος ἀρχῆς, δευτέρωι δὲ καὶ τριακοστῶι
καὶ τετρακοσιοστῶι μετὰ τὴν Ἰλίου ἅλωσιν, ἀποικίαν στείλαντες
Ἀλβανοί, Ῥωμύλου καὶ Ῥώμου τὴν ἡγεμονίαν αὐτῆς ἐχόντων,
κτίζουσι Ῥώμην, ἔτους ἐνεστῶτος πρώτου τῆς ἑβδόμης ὀλυμπιάδος,
ἣν ἐνίκα στάδιον Δαικλῆς Μεσσήνιος. ἄρχοντος Ἀθήνησι Χάροπος
ἔτος τῆς δεκαετίας πρῶτον (F 2).
8
DION. HAL. A R II 59: μέχρι μὲν
δὴ τούτων οὐδὲν ἀντειπεῖν ἔχω πρὸς τοὺς ἐκδεδωκότας τὴν περὶ τὸν ἄνδρα τοῦτον
ἱστορίαν, ἐν δὲ τοῖς ἑξῆς ἀπορῶ τί ποτε χρὴ λέγειν. πολλοὶ μὲν γάρ 〈εἰσιν〉 οἱ
γράψαντες ὅτι Πυθαγόρου μαθητὴς ὁ Νόμας ἐγένετο καὶ καθ' ὃν χρόνον ὑπὸ τῆς
Ῥωμαίων πόλεως ἀπεδείχθη βασιλεὺς φιλοσοφῶν ἐν Κρότωνι διέτριβεν· ὁ δὲ χρόνος
τῆς Πυθαγόρου ἡλικίας μάχεται πρὸς τὸν λόγον. (2) οὐ γὰρ ὀλίγοις ἔτεσιν, ἀλλὰ
καὶ τέτταρσι γενεαῖς ὅλαις ὕστερος ἐγένετο Πυθαγόρας Νόμα, ὡς ἐκ τῶν κοινῶν
παρειλήφαμεν ἱστοριῶν. ὁ μὲν γὰρ ἐπὶ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος μεσούσης
τὴν Ῥωμαίων βασιλείαν παρέλαβε, Πυθαγόρας δὲ μετὰ τὴν πεντεκοστὴν ὀλυμπιάδα
διέτριψεν ἐν Ἰταλίαι. (3) τούτου δ' ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ
τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις,
ὅτι καθ' ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις
ἦν ἡ Κρότων· τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος
αὐτὴν ἔκτισεν ἐνιαυτῶι τρίτωι τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος. οὔτε δὴ
Πυθαγόραι τῶι Σαμίωι συμφιλοσοφῆσαι τῶι μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς
ἦν τὸν Νόμαν οὔτ' ἐν Κρότωνι διατρίβειν, ὅτ' αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν
Ῥωμαῖοι, τῆι μήπω τότ' οὔσηι πόλει. ...... (5) εἰ μή τις ἄρα Πυθαγόραν ἕτερον
ὑποθήσεται πρὸ τοῦ Σαμίου γεγονέναι παιδευτὴν σοφίας, ὧι συνδιέτριψεν ὁ Νόμας·
τοῦτο δ' οὐκ οἶδ' ὅπως ἂν ἀποδεῖξαι δύναιτο, μηδενὸς τῶν ἀξιολόγων μήτε Ῥωμαίου
μήθ' Ἕλληνος, ὅσα κἀμὲ εἰδέναι, παραδεδωκότος ἐν ἱστορίαι.
9
—VII 1: Τίτου δὲ Γεγανίου Μακερίνου καὶ Ποπλίου Μηνυκίου τὴν
ὕπατον ἐξουσίαν παραλαβόντων σίτου σπάνις ἰσχυρὰ τὴν Ῥώμην κατέσχεν ....
(3) ταῦθ' ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς
καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σῖτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους·
Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν ....
(4) τύραννοι δὲ τότε κατὰ πόλεις μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους
νεωστὶ τὴν Ἱπποκράτους τοῦ ἀδελφοῦ τυραννίδα παρειληφώς, οὐχὶ Διονύσιος ὁ
Συρακούσιος, ὡς Λικίννιος (F 12 Pet) γέγραφε καὶ Γέλλιος (F 20 Pet) καὶ ἄλλοι
συχνοὶ τῶν Ῥωμαίων συγγραφέων, οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους ἀκριβῶς,
ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλ' εἰκῆ τὸ προστυχὸν ἀποφαινόμενοι. (5) ἡ μὲν γὰρ εἰς
Σικελίαν ἀποδειχθεῖσα πρεσβεία κατὰ τὸν δεύτερον ἐνιαυτὸν τῆς ἑβδομηκοστῆς καὶ
δευτέρας ὀλυμπιάδος ἐξέπλευσεν, ἄρχοντος Ἀθήνησιν Ὑβριλίδου, ἑπτακαίδεκα
διελθόντων ἐτῶν μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ὡς οὗτοί τε καὶ οἱ ἄλλοι σχεδὸν
ἅπαντες συγγραφεῖς ὁμολογοῦσι· Διονύσιος δ' ὁ πρεσβύτερος ὀγδοηκοστῶι καὶ πέμπτωι
μετὰ ταῦτ' ἔτει Συρακουσίοις ἐπαναστὰς κατέσχε τὴν τυραννίδα κατὰ τὸν τρίτον
ἐνιαυτὸν τῆς ἐνενηκοστῆς καὶ τρίτης ὀλυμπιάδος. ἄρχοντος Ἀθήνησι Καλλίου
τοῦ μετ' Ἀντιγένη. (6) ὀλίγοις μὲν οὖν ἔτεσι διαμαρτεῖν τῶν χρόνων δοίη τις ἂν
ἱστορικοῖς ἀνδράσιν ἀρχαίας καὶ πολυετεῖς συνταττομένοις πραγματείας, γενεαῖς δὲ
δυσὶν ἢ τρισὶν ὅλαις ἀποπλανηθῆναι τῆς ἀληθείας οὐκ ἂν ἐπιτρέψειεν. ἀλλ' ἔοικεν ὁ
πρῶτος ἐν ταῖς ὡρογραφίαις τοῦτο καταχωρίσας, ὧι πάντες ἠκολούθησαν οἱ λοιποί,
τοσοῦτο μόνον ἐν ταῖς ἀρχαίαις εὑρὼν ἀναγραφαῖς, ὅτι πρέσβεις ἀπεστάλησαν ἐπὶ
τούτων τῶν ὑπάτων εἰς Σικελίαν σῖτον ὠνησόμενοι καὶ παρῆσαν ἐκεῖθεν ἄγοντες ἣν
ὁ τύραννος ἔδωκε δωρεάν, οὐκέτι μὴν παρὰ τῶν Ἑλληνικῶν ἐξετάσαι συγγραφέων,
ὅστις ἦν τύραννος τότε Σικελίας, ἀβασανίστως δέ πως καὶ κατὰ τὸ προστυχὸν θεῖναι
τὸν Διονύσιον.