Titulus
- Authority group
- Dionysius Byzantius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Titulus, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 178.
- CTS identifier
urn:cts:greekLit:tlg0083.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
386
{περὶ θρήνων}
{Διονυσίου ΒυζαντίουἈνάπλους Βοσπόρου}Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον Πόντονκατὰ τὸ καλούμενον αὐτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναιτὴν ὄψιν, δυσχερὴς ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστογὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως, ἀξιοθαύμαστον ἑαυτὴν παρεχο-μένης κατά τ' ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι'ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν 〈καὶ〉ἐγγυβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν, ὑφ' ὧν οὐχ ἧττον εὔθηρόςἐστιν ἢ σκεπανή, καὶ τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δ'ὅτε κατ' ἐπικράτειαν ἀναστρέφοντος, εἰσιόντων τε τῶν ἀκρωτηρίων,τὴν περιαγωγὴν παραλλήλων ἀναπτυσσομένων καὶ ἐκ τῆς κατ' εὐθὺπορείας ἀναλυόντων τοῦ ῥεύματος τὴν βίαν. ἐπεὶ δ' οὐκ ἐλάττωπαρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαιπερὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶτελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περὶαὐτῶν ἔχοιεν.Ἀρχὴ δὲ—αὑτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως—πέ-λαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος, μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴπρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι· μόνη δ' ὑπὲρ αὐτὸν ἀνακέχυταιλίμνη Μαιῶτις, ἣν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος ἐκπαλαιᾶς μνήμης παραδεδομένος· ταύτης τὸ μὲν περίμετρόν ἐστιν〈ὀκτακισχιλίων, ἡ δὲ διάμετρος〉 δισχιλίων σταδίων· τὸ δὲ πέραςποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων, ἀνατέλλων ἐκ τῆς διὰκρυμὸν ἀοικήτου· στεναὶ δ' ἐκβολαὶ κατὰ τὸν καλούμενον ΚιμμέριονΒόσπορον· ὑποδέχεται δ' αὐτὴν ἀθρόαν ὁ Πόντος καὶ πολὺς ἐπ'ἀμφοτέραν τὴν ἤπειρον ἀναχωρεῖ. περιοικοῦσι δ' αὐτὸν πρὸςθαλάττῃ μὲν πόλεις Ἑλληνίδες, ἃς μετὰ τὴν τοῦ Βυζαντίου γένεσινἔνιοι τῶν Ἑλλήνων ἀπῴκισαν, ὑπὲρ δὲ τὴν θάλασσαν ἔθνη βάρβαραπολλὰ καὶ μεγάλα. μετέχει δὲ τῆς λίμνης θάλαττα τρεπομένη καὶπλήθη τῶν ἀφ' ἑκατέρας τῆς ἠπείρου κατερχομένων ποταμῶν ἐπι-γλυκαίνει τὴν φυσικὴν δεινότητα· τελευτᾷ δ' εἰς τὸν Θρᾴκιον Βόσπορονκαὶ διὰ τοῦ Στόματος ἐκπίπτει.Τοῦτο πορθμός ἐστι ῥοώδης, μῆκος μὲν ρκʹ σταδίων, εὖρος δέ,ᾗ στενότατος αὐτὸς ἑαυτοῦ, τεττάρων· οὔτι γε μὴν θηρίων γόνιμος,εἴθ' Ἡρακλέους ἀνακαθηραμένου τὸν Πόντον, ὡς λόγος, εἴτε καὶ διὰτὴν τῆς θαλάττης προτροπήν, οὐδ' εὐθυτενής, ἀλλὰ συνεχέσι καὶπαραλλήλοις ὑπεροχαῖς ἀκρωτηρίων ἀγνύμενος, παρ' ὃ καὶ δῖναισυνεχεῖς καὶ ἀνακοπαὶ τῆς θαλάττης· κυκώμενον γὰρ ἐν ὀλίγῳ τὸῥεῦμα καὶ τῇ στενοχωρίᾳ τῶν ἠπείρων θλιβόμενον σπασμῷ καὶταράχῳ κάτεισιν. ὑποτροχάζουσι δ' ἀλλήλαις αἱ τῶν ἠπείρων ἄκραικαὶ τῷ παρὰ μικρὸν ἐξαπατῶσιν ὡς εἴργουσαι τοῦ πρόσω τοὺςπλέοντας· ἔνθεν μοι δοκοῦσι καὶ Συμπληγάδας ὀνομάσαι τὰς πέτρας,ἐπειδὴ προσπλεόντων τε διίστανται καὶ ἀναχωρούντων συνίασι, ψευδο-μένης τῆς προσόψεως τὴν δόξαν· ὅ τι γὰρ δοκεῖ πέρας εἶναι, τοῦτ'ἔστιν αὖθις ἀρχή.Φέρεται δ' ὁ ῥοῦς ἕλικα πορείαν καί, καθ' ὃ πρῶτον ἐφίησι τῶνχωρίων ἡ φύσις, ἀθροῦς ἐλαυνόμενος σχίζεται περὶ τὴν Βοσπόριονἄκραν· ἡ δ' ἐστὶν ἐπὶ τῆς Εὐρώπης, προπίπτουσα μὲν τῆς πόλεως,διαστήματι δ' ἑπτασταδίῳ πρὸς τὴν Ἀσίαν ἀπαντῶσα.Κατὰ δ' ὀξὺ ῥηγνυμένου περὶ αὐτὴν τοῦ ῥεύματος τὸ μὲν πολὺκαὶ βίαιον ὠθεῖ κατὰ τῆς Προποντίδος, ὅσον δὲ πραῢ καὶ θήραςἰχθύων ἀγωγόν, ὑποδέχεται τῷ καλουμένῳ κέρατι· κόλπος οὗτοςὑπὸ τὴν Βοσπόριον ἄκραν, βαθὺς μὲν πλέον ἢ καθ' ὅρμον—ἑξήκονταγὰρ ἀνακέχυται σταδίους—, ἀσφαλὴς δ' ὅσα λιμήν, ἐν κύκλῳ μὲν ὄρεσικαὶ λόφοις, ἃ πρὸ τῶν πνευμάτων, κατόπιν δὲ ποταμοῖς βαθεῖανκαὶ μαλθακὴν καταφέρουσιν ἰλύν, κατὰ στόμα δ' ὑπὸ τῆς ἄκρας, ἐφ'ἧς ἡ πόλις.Ἔστι δ' αὕτη τῇ θαλάττῃ 〈περίρρους〉 πᾶσα πλὴν τοῦ συνάπτον-τος αὐτὴν πρὸς τὴν ἤπειρον ἰσθμοῦ. μέγεθος δὲ τοῦ μὲν παντὸςπεριβόλου τριάκοντα πέντε σταδίων, τοῦ δ' αὐχένος, ὑφ' οὗ διείργεταιτὸ μὴ νῆσος εἶναι, πέντε. νένευκε δ' ἐπὶ τὴν θάλατταν ἅπαν τὸπερικλυζόμενον αὐτῆς, πλὴν οὐκ ἀθρόως ἀπὸ τοῦ Θρᾳκίου τείχουςἠρέμα πρὸς ἀμφότερον μέρος ἀποκλίνεται. διὰ μέσου δ' ἐπιεικῶςὁμαλής, ὅσα μὴ πρὸς τοῖς ἄκροις, καὶ τοὐντεῦθεν ἐπ' ἀμφοτέρανπεδία γῆς τὴν θάλατταν. ἡ δὲ πᾶσαν περιρρεῖ τὴν πόλιν ἀγχιβαθὴςκαὶ ῥοώδης, ἐλαυνομένη μὲν ὑπὸ τοῦ Ποντικοῦ πελάγους καὶ διὰστενότητα τοῦ πόρου καὶ τὰς ἐκ τῶν ἠπείρων πληγὰς καὶ ἀντιτυπίαςἀθρόα προσπίπτουσα τῇ πόλει· σχιζομένη δὲ περὶ τὴν Βοσπόριονἄκραν τὸ μὲν αὐτῆς εἰς κόλπον ὑποχωρεῖ πολὺν καὶ εὔθηρον, τελευτᾷδ' εἰς ἐλαφρὰς καὶ τεναγώδεις ἀποβάσεις· καλεῖται δὲ Κέρας κατὰ τὸἐμφερὲς τοῦ σχήματος· παρέχεται δὲ κόλπου μὲν μέγεθος, ὡς προ-είρηται, λιμένος δ' εὐκαιρίαν. ὄρη τε γὰρ αὐτὸν μεγάλα περιέχει πρὸςτὴν βίαν τῶν πνευμάτων ἀμύνοντα, τὴν δὲ θάλατταν εἴργει κατὰ στόμαμὲν ἡ πόλις ἥ τ' ἄντικρυς ἤπειρος, πολλὴ παραθέουσα καὶ νοσφιζομένητοῦ ῥοῦ τὸ τάχος, ἐκ πλαγίου δ' ἡ στενότης. καὶ τὰ μὲν καθόλου,βουλομένοις μὴ μακρὰν περιάγειν, ταῦτα, τὰ δ' ἐπὶ μέρους ἤδη λεκτέον.Περὶ μὲν οὖν τῆς <ἄκρας>, ἣν <Βοσπόριον> καλοῦμεν, διττὸςκατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν οἴστρῳ κατ' αὐτὴν ἐνεχθεῖσαν δια-νήξασθαι τὸν μεταξὺ πόρον, οἱ δέ, μυθωδέστερον ἀπομνημονεύοντες,Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίανδιαπερᾶσαι· πεπιστεύσθω δὲ τῶν λόγων ὁ θειότερος· οὐ γὰρ ἄν μοιδοκεῖ τοσοῦτον ἐπικρατῆσαι τὸ ἐπιχώριον πάθος, ὥστ' ἀπ' αὐτοῦτὸν μὲν Κιμμέριον, τὸν δὲ Θρᾴκιον καλεῖσθαι Βόσπορον, εἰ μή τιμεῖζον ἦν τῆς τοπικῆς ἱστορίας· κληρονομεῖ δ' οὖν ἀπὸ τῆς τοῦσυμβεβηκότος μνήμης τοὔνομα.Μικρὸν δ' ὑπὲρ αὐτὴν <Ἐκβασίου βωμὸς Ἀθηνᾶς>, ἔνθενἐκβάντες οἱ τὴν ἀποικίαν στολαγωγήσαντες εὐθὺς ὡς ὑπὲρ ἰδίαςἠγωνίζοντο τῆς γῆς, καὶ <Ποσειδῶνος νεώς>, ἀρχαῖος μέν, παρ'ὃ καὶ λιτός, ἐπιβεβηκὼς δὲ τῇ θαλάττῃ· τοῦτον δὲ μετάρασθαιπροελομένων τῶν αὖθις εἰς τόπον ὑπὲρ τοῦ σταδίου μάλα καλὸνκαὶ μέγαν καὶ ἐν ὀλίγοις τῶν ὁμοίων θαυμάσιον, οὐκ ἐφίησι· χρω-μένοις γὰρ ἀπεῖπεν, εἴτ' ἀγαπῶν τὴν πρόσοικον θαλάττῃ φιλοχωρίαν,εἴτ' ἐνδεικνύμενος, ὡς ὀλίγον ἄρα πρὸς τὴν εὐσέβειαν πλοῦτος ὑπὸδὲ τὸν νεὼν τοῦ Ποσειδῶνος, ἔνδοθεν μὲν τοῦ τείχους στάδια καὶγυμνάσια καὶ δρόμοι νέων ἐν τοῖς ἐπιπέδοις, ἐκ θαλάττης δ' ἠρέμαῥοώδης καὶ εἰς τὸ Κέρας ἐπάντης ὁ πλοῦς.Ὑποδέχονται δὲ τῆς ἄκρας τὴν πρώτην περιαγωγὴν <τρεῖςλιμένες>, ὧν ὁ διὰ μέσου βαθὺς ἐπιεικῶς καὶ τῶν μὲν ἄλλωνἀνέμων ἀνήκοος, λιβὸς δ' ἐκνικήσαντος οὐκ εἰς ἅπαν ὀχυρός, κλειστὸςδ' ἀμφοτέρωθεν· εἴργεται γὰρ ὑποδομήσεσι τειχίων ἡ τῆς θαλάττηςἐπιδρομή. τὸ δ' ἔνθεν, παραμειψαμένῳ κατὰ βάθος κείμενον <πύρ-γον>, περιφερῆ μὲν τὸ σχῆμα, πολὺν δ' ἐπὶ πᾶν μέγεθος, συνάπτοντα δὲπρὸς τὴν ἤπειρον τὸ τεῖχος, πρῶτον μὲν <πεδίον> τοῦ διείργοντος τὸμὴ νῆσον εἶναι τὴν πόλιν αὐχένος, ἠρέμα κατιόντος ἐπὶ τὴν ἀκτήν,ἔπειτα <Γῆς Ἀνησιδώρας τέμενος> ὑπὲρ τῆς θαλάσσης, κατὰκορυφῆς μὲν ἄστεγον, ἐπισημηναμένων, οἶμαι, τῶν ἀρχαίων τῆς Γῆςτὸ αὐτεξούσιον, λίθου δὲ ξεστοῦ περιβόλῳ συγκλειόμενον· μικρὸν δ'ὑπὲρ αὐτοῦ <Δήμητρος> καὶ <Κόρης> παράλληλα· γραφαὶ δ' ἐναὐτοῖς ἱκαναί, τῆς πρόσθεν εὐδαιμονίας παράσημον ἔτι λείψανον,