Orbis Descriptio
- Scientific editors
- Karl Müller
- Edition reference
- Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1861
- CTS identifier
urn:cts:greekLit:tlg0084.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ.
1Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν
2καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,
3μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ
4πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,
5οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς
6ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,
7σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν
8ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·
9πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.
10Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον
11λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,
12ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο
13καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου
14Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,
15ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων
16σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,
17πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·
18σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·
19Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.
20Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,
21Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·
22κεῖνον δ᾿ Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο·
23ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,
24Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,
25ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.
26Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·
27πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,
28εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·
29ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο
30Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν
31πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,
32πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·
33ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ
34ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει,
35αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·
36αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,
37ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·
38ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν
39πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν
40ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.
41Οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν,
42τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων.
43Κόλπους δἔνθακαὶ ἔνθʼ ἀπερεύγεται,εῖς ἅλα βάλλων
44ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους·
45ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει,
46συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης·
47δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων,
48ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο
49ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ,
50ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο.
51Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω,
52εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων,
53ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης·
54ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος,
55Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων.
56Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο
57οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν·
58νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας
59ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν,
60ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε
61ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.
62Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,
63ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·
64ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος
65ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,
66μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,
67ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,
68ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.
69Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν
70ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ
71καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.
72Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,
73ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.
74Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα
75Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.
76Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,
77ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,
78ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,
79ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,
80ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·
81ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.
82Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·
83τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης
84πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο
85κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν
86ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου
87καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,
88πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,
89προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·.
90τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·
91ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.
92Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη
93πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει,
94ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.
95Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι
96δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,
97Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·
98σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός,
99πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς,
100Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·
101ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,
102Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.
103Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων
104Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων
105τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·
106ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,
107τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου.
108Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·
109ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα
110μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,
111ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.
112Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,
113Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,
114ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·
115ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,
116ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·
117Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς
118Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,
119Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,
120οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη
121ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·
122τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.
123Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,
124νωθὴς τῷ δ᾿ ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη
125ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος,
126νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.
127Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται,
128ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων·
129σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην.
130Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους
131Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα
132ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·
133οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,
134ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·
135οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν,
136Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών,
137συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης.
138Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης
139πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός.
140Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ
141Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.
142Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς
143τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,
144Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας
145πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.
146Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος
147πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.
148Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι,
149αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι·
150μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,
151ἡ μὲν ὑπερνοτίη; τήν τε κλείουσι Κάραμβιν,
152ἡ δὲ βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης,
153τήν ῥα περικτίονες Κριοῦ καλέουσι μέτωπον·
154αἵτʼ ἄμφω ξυνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι
155ἐγγύθεν, ἀλλ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι.
156Ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα,
157τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου·
158ἀλλʼ εἴη νευρῆς σημήια δεξιὰ Πόντου,
159ἰθὺ διαγραφθέντα, μόνη δέ τοί ἐστι Κάραμβις,
160γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα·
161σῆμα δʼ ἔχει κεράων σκαιὸς πόρος, ὅστ’ ἐπὶ δισσὴν
162εἱλεῖται στροφάλιγγα, βιοῦ κεράεσσιν ἐοικώς.
163Τοῦ καὶ πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης
164ἐγκέχυται. Τῇ μέν τε πέρι Σκύθαι ἀμφινέμονται,
165ἄνδρες ἀπειρέσιοι, καλέουσι δὲ μητέρα Πόντου·
166ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρίον ἕλκεται ὕδωρ
167ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, ᾧ ἔνι πολλοὶ
168Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.
169Τοίη μὲν μορφὴ κυαναυγέος ἀμφιτρίτης·
170νῦν δέ τοι ἠπείρου μυθήσομαι εἶδος ἁπάσης,
171ὄρρα καὶ οὐκ ἐςιδών περ ἔχοις εὔφραστον ὀπωπήν·
172ἐκ τοῦ δʼ ἂν γεραρός τε καὶ αἱδοιέστερος εἴης,
173ἀνδρὶ παρʼ ἀγνώσσοντι πιφαυσκόμενος τὰ ἕκαστα.
174Ἤτοι μὲν Λιβύη τετανυσμένη ἐς νότον ἕρπει,
175ἐς νότον ἀντολίην τε, τραπεζίῳ εἶδος ὁμοίη,
176ἀρξαμένη πρώτιστα Γαδειρόθεν, ᾗχί περ ἄκρη
177ἐζ μοχὸν ὀξονθεῖσα τιταίνεται Ὠκεανοῖο
178οὖρον δʼ Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης
179εὐρύτερον· τόθι γαῖα κελαινῶν Αἰθιοπήων
180τῶν ἑτέρων, τῶν ἄγχι τιταίνεται οὖδας Ἐρεμβῶν·
181παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην·
182ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται,
183τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν·
184ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα,
185ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης.
186Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα
187ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες
188βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην,
189μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην.
190Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου,
191κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης,
192οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων·
193ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται,
194νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο.
195Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον,
196Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων,
197Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι.
198Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει
199βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη,
200ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν·
201ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης,
202ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε
203ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισιν.
204Τάων δʼ ἀμφοτέρων μεσάτη πόλις ἐστηρικται,
205ἥν ῥά τε κικλήσκουσι Νέην πόλιν· ἧς ὑπὲρ αἶαν
206Λωτοφάγοι ναίουσι, φιλόξεινοι γεγαῶτες
207ἔνθα ποτʼ αἰολόμητις ἀλώμενος ἦλθεν Ὀδυσσύς.
208Κεῖνον δ᾿ αὖ περὶ χῶρον ἐρημωθέντα μέλαθρα
209ἀνδρῶν ἀθρήσειας ἀποφθιμένων Νασαμώνων,
210οὓς Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμή.
211Ἀσβύσται δʼ ἰπὶ τοῖσι μεσήπειροι τελέθουσιν
212καὶ τέμενος Λιβυκοῖο θεοῦ ψαμάθῳ ὑπὸ πολλῇ,
213Κυρήνη τʼ εὔιππος, Ἀμυκλαίων γένος ἀνδρῶν·
214ἄγχι δὲ Μαρμαρίδαι προνενευκότες Αἰγύπτοιο,
215Γαίτουλοί τʼ ἐφύπερθε καὶ ἀγχίγυοι Νίγρητες.
216Ἑξείης δʼ ἐπὶ τοῖσι Φαρούσιοι, ὧν ὑπὲρ αἶαν
217ναίουσιν Γαράμαντες ἀπείριτοι· ἐν δὲ μυχοῖσι
218βόσκοντʼ ἠπείροιο πανύστατοι Αἰθιοπῆες,
219αὐτῷ ἐπʼ Ὠκεανῷ, πυμάτης παρὰ τέμπεα Κέρνης.
220Τῶν πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι,
221ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου,
222ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπ’ ἀντολίην πολὺς ἕρπων,
223Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης
224ἐνναίται στρεφθέντα μετ᾿ οὔνομα Νεῖλον ἔθεντο.
225Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος,
226ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,
227ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.
228Οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ,
229οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν·
230ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης,
231ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
232Τῷ πάρα ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν,
233οΐ πρῶτοι βιότοιο διεστήσαντο κελεύθους,
234πρῶτοι δʼ ἱμεροεντος ἐπειρήθησαν ἀρότρου,
235καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο,
236πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο,
237θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο.
238Τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης
239καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς·
240οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων
241εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.
242Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,
243εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ
244ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,
245οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,
246τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.
247Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
248ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,
249Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς
250Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·
251ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,
252ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης
253παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης.
254Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,
255ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,
256χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου
257νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι,
258οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί
259φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.
260Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην
261Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν
262ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι
263ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς
264ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·
265ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·
266οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας,
267οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης.
268ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον.
269Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται
270εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.
271Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους
272ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,
273οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·
274ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,
275ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης
276ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ
277σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,
278ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.
279Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων
280ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.
281Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται
282ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,
283μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου
284Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ
285λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,
286Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.
287Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.
288Τοῖς δ᾿ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,
289ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,
290οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα
291Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα
292κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,
293δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.
294Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·
295τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,
296τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου
297ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.
298Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος,
299Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης
300Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,
301πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.
302Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται
303πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης.
304Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,
305Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,
306Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,
307στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης.
308Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν·
309ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,
310Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις
311ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ
312μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου,
313ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.
314Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο
315Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι.
316Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου
317ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ
318μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα
319ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.
320Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·
321πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά,
322Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,
323αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες,
324οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης,
325οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς
326Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.
327Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης
328φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ
329μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος.
330Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·
331φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν
332ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,
333τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων.
334Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,
335γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη
336στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν
337Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,
338Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.
339Μέσση δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς αἶα,
340πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδυχα τέμνει
341ὀρθὸν, ἅτʼ ἐκ στάθμης ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο
342ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης·
343ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης
344Ἄλπιος ἀρχόμενος Σικελὴν ἐπὶ πορθμίδα λήγει.
345Πολλὰ δέ οἱ φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω,
346ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο·
347Τυρσηνοὶ μὲν πρῶτ᾿ ,ἐπὶ δέ σφισι φῦλα Πελασγῶν,
348οἳ ποτε Κυλλήνηθεν ἐφ’ ἑσπερίην ἅλα βάντες,
349αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν.
350Τοῖς δʼ ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων,
351γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης
352Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει,
353Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων,
354Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδυχα Ῥώμην,
355Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,
356μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.
357Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον
358ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,
359Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.
360Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην,
361φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·
362ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,
363τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.
364Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·
365τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν
366ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,
367τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.
368Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων
369ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,
370ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,
371ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.
372Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,
373δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,
374μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.
375Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι
376καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,
377ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.
378Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,
379φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο
380παραλίης Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἃλμη
381πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται
382ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.
383Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.
384Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,
385θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν
386Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ
387Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,
388Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,
389οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.
390Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,
391τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει
392κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,
393ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.
394Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν
395κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,
396αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον
397γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.
398Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·
399Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,
400πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
401Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,
402ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν,
403Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,
404εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.
405Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς
406πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων·
407φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος,
408κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα.
409Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης,
410ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει,
411σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο,
412οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα·
413ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει.
414Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν
415Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου,
416ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων,
417ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.
418Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,
419ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα.
420Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,
421ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς
422ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν.
423Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας,
424τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο,
425ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν.
426Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα·
427Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες.
428Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου
429Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο
430Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται.
431Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου,
432ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου
433σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης,
434Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων
435νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων
436ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα.
437Τῷ δ᾿ ἔπι Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε κοὶ ἠῶ
438ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων,
439Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης
440Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει.
441Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος
442Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός,
443ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι,
444νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων,
445ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς,
446ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης.
447Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα,
448νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ
449ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι.
450Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων
451ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,
452νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.
453Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,
454ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·
455καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων
456κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.
457Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,
458Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,
459ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·
460ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.
461Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,
462Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,
463Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,
464κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε.
465Ἑπτὰ δέ οἱ ταί γ᾿ εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί,
466οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.
467Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων ·
468ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα·
469ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.
470Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο
471εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους
472ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα.
473Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,
474στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα
475συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,
476Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.
477Πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιδος ἀρχὴ
478τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,
479ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,
480Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.
481Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης
482εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,
483δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον,
484ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης,
485ὁππότε τριλλίστων μετεκίαθεν ἔθνος Ἰβήρων,
486ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης.
487Ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο
488Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός,
489τάς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτ’ ἐμόγησαν
490ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης.
491Ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται.
492Πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηὶ θεούσῃ
493νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων
494καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο.
495Τῇ δʼ ἔπι Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται,
496νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων
497δίνης ἀργυρέῃς Ἀχελώιος ἀμφὶς ἑλίσσει.
498Πολλ αὶ δʼ Ἀμνισοὶο βορειότεραι ὁρόωνται,
499Αἴγιλά τ’ ἠδὲ Κύθηρα Καλαύριά τε τρηχεῖα·
500Κάρπαθος αὖθʼ ἑτέρωθι ποτὶ ζόφον· ἐγγύθι δʼ αὐτῆς
501Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη,
502πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη,
503Ἴδη, καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα
504καὶ τῆς τοι μέγεθος περιώσιον. Ἄντα δὲ πέζης
505Αἰγυπτίης Ῥόδος ἐστὶν, Ἰηλυσίων πέδον ἀνδρῶν
506Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων,
507φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον.
508Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου
509κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης·
510Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι.
511τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.
512ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ.
513Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,
514ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,
515ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,
516Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
517Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς
518ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,
519μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο.
520Εὐρώπης δ᾿ ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις,
521Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος·
522ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο,
523πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
524Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ.
525Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι
526Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί·
527ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,
528ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν
529ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών.
530Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν,
531οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,
532ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.
533Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος
534καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,
535καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.
536Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων,
537Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο.
538Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν
539ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι
540πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.
541Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο
542ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος
543ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,
544οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται·
545κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων
546ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·
547τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ
548ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.
549Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι
550ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης
551ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται·
552ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,
553ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης.
554Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι·
555ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται·
556τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,
557ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.
558Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν
559Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,
560Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο
561Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην
562Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,
563νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,
564ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.
565Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς
566δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·
567κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην
568Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη
569νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει.
570Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες
571ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων
572ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,
573στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,
574ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.
575Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο
576Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,
577οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην
578Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,
579ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες.
580Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο,
581νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις·
582ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων,
583ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ·
584λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι,
585ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων,
586μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ·
587ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο
588νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς,
589Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ
590ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο.
591Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης,
592αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο,
593μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων,
594ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι,
595δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·
596αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη
597κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,
598οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων
599τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης
600Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,
601κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ
602λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται·
603πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς
604κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς
605εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων.
606Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης
607Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος·
608ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης,
609ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο,
610Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο
611βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι.
612Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο
613εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν,
614αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης,
615αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης.
616Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν
617ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι,
618αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι,
619τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων.
620Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων
621ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,
622ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,
623ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου
624ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο,
625Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης
626λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.
627Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,
628οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις
629ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,
630ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων
631κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,
632Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·
633τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,
634ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου
635Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.
636Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,
637τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.
638Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,
639ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,
640ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε
641ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,
642οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,
643οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα.
644Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν,
645οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν
646εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι;
647Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ
648οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο
649ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο.
650Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα
651ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν.
652Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται
653αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων,
654ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης
655ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο,
656τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν,
657πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος.
658Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο,
659ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης
660συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,
661ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,
662ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
663Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι
664τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα
665ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.
666Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,
667πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.
668Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·
669αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·
670καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,
671ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,
672ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·
673οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν
674ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·
675ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας
676χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις
677χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ
678γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.
679Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.
680Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες
681Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο
682Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,
683τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος
684πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,
685ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι.
686Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες,
687Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.
688Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,
689Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,
690Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον
691οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις,
692Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο,
693Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην,
694ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
695Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός,
696ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης.
697Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων,
698οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο,
699ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες,
700καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον
701Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν,
702καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο,
703ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες,
704εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων
705κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης.
706Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη.
707Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν,
708οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας·
709οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν,
710οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην
711ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου,
712ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται.
713οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω
714Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν·
715ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται
716νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι,
717οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων.
718Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον,
719πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην
720νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης·
721τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους
722ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο·
723ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει,
724φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν,
725ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν.
726Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται,
727ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο.
728Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι
729παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης·
730Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες,
731Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ θʼ ὑπέρ αἶαν
732τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι,
733Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει
734Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων·
735ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει·
736ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπ’ ἡπείροιο νέμονται
737χώρην εὐρυτέρην κνημοῖς ὑπὸ Παρνησοῖο,
738Δερκέβιοι δ᾿ ἑτέρωθεν ἐφ᾿ ὕδασι Κασπίοισιν.
739Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω
740Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν,
741ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος
742ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·
743οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,
744οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων
745αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.
746Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα
747Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,
748ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.
749Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται
750τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι
751τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·
752καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,
753οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,
754αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,
755εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα,
756εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης·
757κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.
758Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται
759ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών,
760χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις.
761Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν·
762φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη,
763Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου
764ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα.
765Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων,
766Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι
767δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί·
768τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν
769ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου,
770οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,
771οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.
772Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται
773ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο
774λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,
775ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,
776καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ
777Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς
778ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·
779ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.
780Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας
781τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην
782χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.
783Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.
784Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,
785ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,
786ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
787Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται,
788καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν
789οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,
790χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,
791δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,
792τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν.
793Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι,
794Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον,
795Ῥήβας, ὃς Πόντοιο παρὰ…
796Ῥήβας,…
797Τ…
The complete text is available when the reading interface loads.