Ixeuticon
- Authority group
- Dionysius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Ixeuticon sive De aucupio (paraphrasis) (olim sub auctore Eutecnio), ed. A. Garzya, Dionysii ixeuticon seu de aucupio libri tres in epitomen metro solutam redacti, Leipzig: Teubner, 1963: 1–49.
- CTS identifier
urn:cts:greekLit:tlg0084.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
1
πάνθ' ὅσα περὶ πτηνῶν τῷ ποιητῇ Διονυσίῳ συγγέγρα-
πται, φέρε δὴ καὶ ταύτην σοι τὴν ὑπουργίαν ἐκπληρώσω-
μεν, ὡς ἂν τῶν ὀρνίθων εἰδείης τούς τε ὑγρᾶς τροφῆς ἔρω-
τι ποταμοῖς ἢ λίμναις ἢ καὶ τῇ θαλάσσῃ χαίροντας καὶ
τοὺς τοῖς ὄρεσιν ἢ τοῖς πεδίοις ἐφιπταμένους, ὀνομάζειν τε
ἔχοις ἕκαστον, ἤθη καὶ τέχνας καὶ ἰσχὺν καὶ πόθους αὐτῶν
καὶ τοὺς τῆς ἄγρας τρόπους ἐξεπιστάμενος. τερπνὴ δέ τις
καὶ οὐκ ἄχαρις θέα ταχὺν ὄρνιν ἰδεῖν αἱρεθέντα βρόχου
δεσμοῖς ἢ δένδρου μέν τινος ἐφιζήσαντα κλάδῳ, καλάμῳ δέ,
ὃν ἰξῷ τις ἐπαλείψας θηρατὴς ἀνατείνει, συγκολλώμενόν
τε καὶ καθελκόμενον, ἢ πρὸς θάμνους μέν τινας ὑπὲρ
διαναπαύσεως ἀφικόμενον, τοῖς δὲ πολυτρήτοις κόλποις
ἐνσχεθέντα τῶν λίνων, ὥστε ὀλέθριον καὶ τελευταίαν
αὐτῷ γενέσθαι τὴν διανάπαυσιν. καὶ μὴν κἀκεῖνο σοφὸν
καὶ χαρίεν τὸ ἐπιτήδευμα· τῆς ὥρας ἤδη τῆς χειμερινῆς
ἐπελθούσης, δένδρον τι κλάδοις τε καὶ φύλλοις ἀλλοτρίοις
ἐπικαλύψαντες καί τινας μεταξὺ τῶν κλάδων ῥάβδους
ἐνθέντες ἐπιχρισθείσας ἰξῷ κατὰ τῶν πεδίων ἱστῶσι,
κλωβοὺς ἀπαρτήσαντες· τοῖσδε ὄρνεις ἔνεισιν, οἳ πρὸς
τὴν ἄγραν τοῖς θηραταῖς ἀναγκαῖοι· τοὺς γὰρ λοιποὺς
ταῖς ᾠδαῖς ἀναπείθουσι πλησιάσαντας τοῖς κλάδοις ἐπι-
καθῆσθαι τοῖς νόθοις· τοῖσδε ἅμα τῷ ξυνιζῆσαι καὶ τὸ τε-
θηρᾶσθαι συμβαίνει. καὶ μὴν καὶ πάγαις ἔστιν ἰδεῖν τῶν
πτηνῶν πλεῖστα θηρώμενα, τιθέναι δ' αὐτὰς τροφήν τινα
ἐμβαλόντες ὑπὸ τὰς θάμνους εἰώθασι· καὶ καθ' ἑτέρους
ἁλίσκονται τρόπους· γνώσῃ δ' ἕκαστον, εἴπερ ἵλεως
ἀκούοις, ἐν τάξει. γένη μὲν δὴ πλεῖστα πτηνῶν τὸν ὑγρὸν
ἀέρα διίπταται.
2
Πάντων δὲ χρὴ προκρίνειν τοὺς ἀετούς, ἐπεὶ μηδὲν
ὑπὲρ γρυπῶν σαφὲς ἔστιν εἰπεῖν, οὕς φασιν ἐν τοῖς τῶν
πλουσίων Ἀριμασπῶν ἕλεσι τρεφομένους χρυσὸν ἐκ τῆς
γῆς ἀγείρειν ὀρύσσοντας· τοὺς Ἀριμάσπας δὲ τούτους
οὐχὶ δύο τοὺς ὀφθαλμούς, ἀλλ' ἕνα ἕκαστον ἔχειν φασίν.
3
Τῶν ἀετῶν δὲ τὸ γένος καὶ τὴν ἰσχὺν ἐπιστάμεθα,
καὶ ὅσον τῶν λοιπῶν ὑπερτεροῦσιν ὀρνέων, ὡς καὶ τοῖς
τοῦ Διὸς σκήπτροις ἀγχοῦ τῶν κεραυνῶν ἐπικαθῆσθαι
πιστεύεσθαι. ἵπτανταί γε μὴν ὑπὲρ τὸν ἀέρα καὶ πρὸς
αὐτὸν τὸν αἰθέρα εὐκόλως, καὶ ὀξὺ δεδόρκασι μέχρι
τῆς γῆς, ἢ τάχα καὶ δι' αὐτῆς, ὡς μηδὲ τὰ μικρὰ ζῳΰφια
λανθάνειν αὐτοὺς τροφῆς χρῄζοντας, κἂν εἰ θάμνοις ἐπι-
καλύπτοιντο. ἀρνῶν δὲ καὶ νεβρῶν καὶ τῶν ταχυτάτων
λαγωῶν σαρξὶν ἥδονται, καὶ νεκρὸν οὐκ ἂν φάγοιεν, εἰ μὴ
παρ' αὐτῶν τι ζῷον ἀποκτανθείη ληφθέν. ἐς δὲ τὸ τῶν
νόσων ἄκος τὰς χελώνας ἐσθίουσι, καὶ ὅσα γε εἰς ποτόν,
ἀπόχρη τὸ τῶν θηρωμένων αἷμα ζῴων αὐτοῖς, ὥστε οὐκ
ἂν ὕδωρ πίοιεν. καὶ τὰς ἄκρας οἰκοῦσι τὰς ἐν τοῖς ὄρεσι
περιφανεῖς τε καὶ ὑψηλάς, εἴτε ἀναπαύλης δέοιντο μετὰ
θήραν, εἴτε τοῖς τέκνοις οἰκοδομεῖν βούλοιντο καλιάς,
ὥστε ὀλιγάκις ἐπὶ τὰ πεδία φέρεσθαι τῶν πετρῶν ἀφιπτά-
μενοι, τὰ πολλὰ δὲ αὐτὸν ἐγγύθεν βλέπειν τὸν οὐρανόν.
ἢν δὲ ἀποτεκεῖν δέῃ, κομίσαντές τινα λίθον ταῖς κοίλαις
ἐντιθέασι καλιαῖς, ἵνα ἐν καιρῷ τίκτωσι, καὶ μὴ τὸ
τικτόμενον πρὸ τῆς ὥρας ἀτέλεστον ὠθοῖτο ὑπ' ἰσχύος.
οὐ μὴν ἔστι τι σαφὲς περὶ τοῦ λίθου τούτου γιγνώσκειν,
ἀλλ' οἱ μὲν αὐτὸν ἀπὸ τῶν Καυκασίων ὀρῶν, οἱ δὲ
ἀπὸ τῆς τοῦ ὠκεανοῦ φασιν ὄχθης κομίζεσθαι, λευκὸν
ὑπερφυῶς ὄντα καὶ μεστὸν ἔνδοθεν πνεύματος, ὡς καὶ
ἦχον ἀποτελεῖν, εἰ κινοῖτο. τικτούσῃ δ' εἴ τις αὐτὸν γυ-
ναικὶ περιάψειεν, ὀλισθαίνειν διακωλύσει τὸ βρέφος. κἂν
ἐν λέβητι παφλάζοντος ὕδατος ἐπιψαύσῃ, τὴν τοῦ πυρὸς
νικήσει πάντως ἰσχύν. καὶ γνησιότητος δὲ τῶν τέκνων
μέλει σφόδρα αὐτοῖς, καὶ πρὸς ἀνίσχοντα τὸν ἥλιον ἐναν-
τίᾳ πτήσει κρίνουσι τὰ τεχθέντα, καὶ τὸ νικηθὲν ὑπὸ
τῆς αὐγῆς ἢ καταμῦσαν οὐκ ἂν γνήσιον νομισθείη, νόθον
δέ, καὶ τῆς καλιᾶς ἐξελαύνεται, καὶ τῶν ἄλλων ὀρνίθων
οἶκτος αὐτῷ τροφὴν χορηγεῖ, ὡς τοὺς παῖδας τρέφειν
τοὺς ὀρφανοὺς τοῖς αὑτῶν περιττοῖς οἱ γειτνιῶντες εἰώ-
θασι, τήν τε τῆς πενίας ἀνάγκην ἰώμενοι καὶ τὴν χρείαν·
οὐ μὴν ἡ τοιάδε τροφὴ τοὺς νεοττούς ποτε ἤγαγεν εἰς τὴν
τῶν πατέρων ἀλκήν.
4
Τὰς ἅρπας δὲ οὐδὲ ἰδεῖν συνεχῶς τοῖς ἀνθρώποις
ἔστιν· τὰς τραχυτάτας γὰρ οἰκοῦσι πέτρας καὶ τοῖς
νεοττοῖς ἐπὶ ταῖς ὑψηλαῖς φάραγξι ποιοῦσι τὰς καλιάς,
τοῖς κρημνοῖς ἀντὶ πρέμνων ἢ κλάδων ἐπικαθήμεναι.
φιλοῦσι δὲ τὰ τέκνα ὑπερφυῶς, καὶ εἰ λαθών τις
ἄγροικος ἅρπης νεοττὸν ὑποκλέψειεν, ὑπερόψεται μὲν
θρηνοῦσα τροφῆς, οὐκ ἀποπτήσεται δέ που τῆς καλιᾶς,
ὀδυρμῶν δὲ πάντα ἐμπλήσει, καὶ γυναῖκά τις ἂν εἴποι θρη-
νεῖν, καὶ δακρύων ἐπιρροῇ τὰς παρειὰς αὑτῆς ἐπικλύσει.
πτερῶν δὲ αὐταῖς εἰσιν αἵ τε παρειαὶ καὶ ὁ ἀνθερεὼν
μεστός, ὥστε τι γένειον μέχρι τῆς δηρῆς ἐπιδεικνύναι. καὶ
τοῦτο ταῖς ἅρπαις ἴδιον σημεῖόν ἐστι· μόναι δὴ ὀρνίθων
λίθοις τρέφονται καὶ τοῖς τῶν πάλαι τεθνηκότων θηρίων
ὀστέοις, εἰ μὲν καταπιεῖν δύναιντο, ἡδέως ἅμα τὸ προστυ-
χὸν παραπέμπουσαι, τὰ μείζονα δὲ τοῖς ποσὶ συλλαμβά-
νουσαί τε καὶ ἀνιπτάμεναι καὶ κατὰ τῶν πετρῶν ἀφιεῖσαι
πολλάκις, ὥστε συντριβέντα ἐσθίειν. ἀρρωστεῖν δὲ αὐτὰς
ὁ μέλας βρωθεὶς ἀποκωλύει κισσός.
5
Οἱ γῦπες δὲ μίγνυνται μὲν ἐπεμβάντες ἀλλήλοις,
μάτην δέ, καὶ οὐκ ἄν ποτε συνουσιάζοντες οὕτω παιδο-
ποιήσαιεν, ἀλλ' ἡνίκα ἂν σχοῖεν πρὸς τὸν τῶν ᾠῶν τόκον
ἐπιτηδείως, κατὰ τὰ θηρία τὰς τίγρεις τὴν αἰδῶ πρὸς
τὸν ζέφυρον ἀποστρέψαντες ὑπὸ τῇ πνοῇ γαμοῦνται, καί
φασιν ἐντεῦθεν αὐτοῖς ταχείας εἶναι τὰς κατὰ τὴν
ὀσμὴν ἀντιλήψεις, εἰ καὶ πόρρω που τελευτήσειέ τι τῶν
ζῴων. καὶ ἀκόρεστοι δὲ τροφῆς ὑπὲρ τοὺς λοιποὺς πάν-
τας ὄρνεις εἰσίν, ὡς καὶ πολεμεῖν ὑπὲρ αὐτῆς πρὸς ἀλλή-
λους, καὶ τὸν ἰσχύϊ κρείσσονα τοὺς ἄλλους ἀποδιώκειν,
τὴν μὲν τῶν πτερύγων προβαλλόμενον ἅτε ἀσπίδα, τῇ δὲ
τοὺς λοιποὺς ἀπελαύνοντα· οἱ δέ, ἢν κορεσθεὶς οὗτος
ἀποχωρήσειε, κοινῇ ταῖς τροφαῖς ἐφορμῶσι, μέχρις ἄν
τις αὐτῶν τοὺς ἀσθενεστέρους αὖθις ἀποδιώξῃ. ῥᾳδίως
δὲ οὐδεὶς ἂν εὕροι γυπῶν καλιάς· γίνονται γὰρ ἐν τόποις,
εἰς οὓς ἐλθεῖν ἐστιν ἀμηχανώτατον. τῇ δὲ τῶν τεθνηκό-
των ὑπερχαίροντες δυσοδμίᾳ, τοσοῦτον ἀπεχθάνονται πρὸς
τὰ μύρα, ὥστε οὐδ' ἂν κτήνους ἅψαιντο τεθνεῶτος, εἴ
τις αὐτοῦ τὰς σάρκας ἐπαλείψειε μύρῳ.
6
Ἱεράκων δὲ γένη πλείω καὶ ταχεῖς μὲν ἄλλοι πρὸς
θήραν, περιστεραῖς μάλιστα καὶ φάσσαις ὀλέθριοι· οἱ δὲ
τὰς ὄρνεις τὰς ἐλάσσους αἱροῦσιν, ἕτεροι δὲ ἀργότατοι καὶ
πρὸς τὰς πτήσεις ὀκνώδεις, ὥστε τρέφεσθαι παρ' ἑτέρων
ἐθέλειν καὶ ὀψὲ τοῦ καιροῦ πρὸς ἄγραν ὁρμᾶν καὶ βατράχοις
ἐπιτίθεσθαι μόνοις. καὶ τοῖς ἀνθρώποις δ' ἄλλοι κοινωνοῦσι
τῆς θήρας, δεσμοῖς τ' ἐχόμενοι καὶ τὰ θηρώμενα τῶν
ὀρνέων φοβοῦντες· κορυδοῖς δ' εἰσὶν οὗτοι καὶ χελιδόσι
πολέμιοι, καὶ ταύτῃ γε αὐτοὺς συγγενεῖς ἄν τις εἴποι
Τηρέως. καὶ ἀμβλυώττουσιν ὑπὲρ πᾶν ἕτερον γένος
ὀρνέων, ὡς καὶ θεραπείαν τοῦ πάθους ἐπίστασθαι· γάλα
δ' ἔστι θριδακίνης ἀγρίας, ἣν ἀποτέμνειν τοῖς ἱέραξιν ἔθος
ὑπὲρ ἰάσεως.
7
Τῶν ἰκτίνων δ' οὐδὲν ἄν τις ἀναιδέστερον εἴποι·
ὁρμῶσι γὰρ καὶ ἐπ' αὐτὰς πολλάκις τῶν ἀνθρώπων τὰς
χεῖρας, καὶ διαφθείρουσι τῶν κατοικιδίων ὀρνίθων τοὺς
νεοττοὺς καὶ λυποῦσι μάλιστα τὰς γυναῖκας. τίνουσι μέν-
τοι τὴν προσήκουσαν δίκην, τοὺς πόδας ἐν ῥητῷ τινι τοῦ
ἔτους καιρῷ σφόδρα ἀθλίως ἀλγοῦντες. φασὶ δ' αὐτοὺς
μηδὲ τῇ ῥοιᾷ ποτε ἐπικαθῆσθαι τῶν δένδρων, μηδὲ ὁρᾶν
ἐθέλειν αὐτό. καὶ ἄπιστος μέν, κρατεῖ δὲ λόγος περὶ
αὐτῶν, ὅτι γαμετήν τις ἀποβαλὼν ἀνὴρ θυγατέρα τ' ἐξ
αὐτῆς ἔχων, ὄνομα Σίδην, εἶδεν εἰς τὴν κόρην αἰσχρῶς,
ὥστε τοῦ πατρὸς τὴν μίξιν ἐκείνην ἐκκλίνουσαν τῷ τῆς
μητρὸς ἑαυτὴν ἐπισφάξαι τάφῳ· εἶτα τῶν θεῶν, φασί, τὸ
πάθος ἐλεησάντων, ἀνῆκεν ἐκ τοῦ αἵματος 〈τῆς ῥοιᾶς〉 τὸ
δένδρον ἡ γῆ· τὸν δὲ πατέρα γεγονότα ἴκτινον φεύγειν
ἄποθεν τὰς τῆς συμφορᾶς ὑπομνήσεις, καὶ οὐκ ἐθέλειν
ἐπικαθῆσθαι τῷ δένδρῳ.
8
Οἱ δὲ ὄρνεις οἱ μέμνονες γένος μὲν τῶν μελαντάτων
Αἰθιόπων εἰσί, τὴν δὲ Αἰθιοπίαν ἀπολιπόντες, ὡς πρὸς
γονὴν αὐτοῖς δι' ὑπερβολὴν θέρμης ἀχρεῖον, καὶ οὐδὲ
θέλοντες ἐν αὐτῇ ποιεῖν καλιάς· τὰ γὰρ ᾠὰ πάντως εὐθὺς
ὁ ἥλιος καταφλέγει· πρὸς τὸν βορρᾶν καὶ τὴν Θρᾴκην ὁρμῶ-
σιν· εἰς δὲ τὸν Ἑλλήσποντον ἀφικόμενοι καὶ τὴν Τροίαν,
ἐπὶ τοῦ τάφου τοῦ Μέμνονος ἀγωνίζονται πρὸς ἀλλήλους,
καὶ τὸν ἀπὸ τῶν πτερύγων ἦχον ἀσπίδων ἄν τις ἀπεικά-
σειε κτύπῳ. εἶτα τῆς μάχης λήξαντες περὶ τὸν ῥόον τοῦ
Αἰσήπου ἀπολούονται κονίζονταί τε ἐπὶ τῆς ψάμμου περι-
στρεφόμενοι, καὶ τῷ τάφῳ τοῦ Μέμνονος ἐφιζήσαντες
ταῖς ἡλιακαῖς ξηραίνουσιν ἀκτῖσι τὰς πτέρυγας, τήν τε
ἐν αὐταῖς κόνιν ἐπὶ τῷ τοῦ Μέμνονος σπείρουσι τάφῳ,
δεικνύντες, οἶμαι, κἀντεῦθεν, ὡς ἐξ ἀνδρῶν μεταβλη-
θέντες εἰς ὄρνεις οὔτε τῆς βασιλικῆς τιμῆς, οὔτε τῆς πολε-
μικῆς ὀλιγωροῦσι μελέτης.
9
Ὑπὲρ δὲ τῶν κοράκων ἡμῖν ταῦτα ἰστέον, ὡς ἐκ
πάντων ὀρνέων μόνοι τοῖς παισὶ ποτὸν οὐ χορηγοῦσι,
ῥηγνυμένου τοῦ ἀνθερεῶνος εὐθὺς μετὰ τὴν μίξιν αὐτοῖς.
τιμωρίαν τοῦτο παλαιᾶς τινές φασιν ἁμαρτάδος· ὕδωρ γὰρ
ἐνεγκεῖν κελευσθείς, ἡνίκα ἐν Τρίκκῃ τὸν Ἀσκληπιὸν
ἔτικτε Κορωνίς, τοῦ κελευσθέντος ὑπεριδὼν ἐλαγνεύετο 〈ὁ
Κόραξ〉, καὶ διὰ τοῦτο μῆνις Ἀπόλλωνος εἰς ὄρνιν τ' αὐτὸν
μέλανα τρέπει καὶ δίχα ποτοῦ ποιεῖ τὰς ῥῖνας αὐξάνεσθαι,
κἀντεῦθεν εἶναι τοῖς νεοττοῖς λυπηρότατον. καινόν γε μὴν
καὶ τοῦτο ἐπὶ τῶν κοράκων ἐστίν· οὐ μίγνυνται πρίν τινα
ταῖς θηλείαις ᾠδὴν ὥσπερ γαμήλιον παρακρῶξαι· αἱ
δὲ πεισθεῖσαι οὕτω συνουσιάζουσι.
10
Ταῖς κορώναις δὲ οὐ κατὰ τὰ λοιπὰ πάντα πτηνὰ
τῶν ᾠῶν ῥαγέντων ἔμπροσθεν ἐπὶ τὸ στόμα, ἀλλ' ἐξό-
πισθεν, πρῶτον προβάλλοντες τὰ σκέλη προΐασιν οἱ
νεοττοί.
11
Τῶν ἐλάφων οἱ πέρδικες ἐρῶσιν ὑπερφυῶς, συν-
νέμεσθαί τ' αὐτοῖς καὶ οὐδὲ ἀποφοιτᾶν που βούλονται,
παρομαρτοῦσί τε καὶ συνθέουσι καὶ τοῖς νώτοις ἐπικα-
θήμενοι διαξαίνουσι τὰς τρίχας αὐτῶν, ὡς καὶ ἁλίσκεσθαι
προσιόντες ἀσμένως, ἢν εἰκόνα ἐλάφου δείξειεν ἀγρευτής.
ὑπὲρ ἀφροδισίων δὲ ἀγωνίζονται πρὸς ἀλλήλους, καὶ πρὸς
μὲν τὰς μίξεις αὐτοὺς παροτρύνει τὸ ἔαρ· νεμόμενοι δ' ἐν
ταῖς ὕλαις ἀγεληδόν, εἰ φανείῃ θήλεια, διίστανται καὶ
πολεμοῦσιν ἀλλήλοις, καὶ γίνεται τοῦ κεκρατηκότος ἡ
θήλεια· ὁ δὲ ἀναβοᾷ καὶ γέγηθεν, ὥσπερ χρυσὸν ἢ κόρην
ἤ τι γέρας ἕτερον ἐκ πολέμου λαβὼν ἀριστεύς. ἀλλ'
οὐδὲ θάλπειν τὰ ᾠὰ ταῖς θηλείαις ἐπιτρέπουσι καὶ ὑπο-
κλέπτουσι δ' αὐτὰ πρὸς τὴν μίξιν σπεύδοντες· καίτοι
κἀκεῖναι πολλάκις, ὡς ἀσελγεῖς, ὀλιγωροῦσι παιδοτρο-
φίας. καὶ δολερὸν τὸ γένος ἐστίν, ὡς καὶ τοὺς νεοτ-
τοὺς γινώσκειν, ὅπως ἄνδρα χρὴ προσιόντα ἐξαπατᾶν,
φύλλοις ἢ βώλοις ἤ τινι τῶν προστυχόντων καλυψαμέ-
νους· ὃ καὶ τοῖς ἁλιεῦσι ποιοῦσιν οἱ πολύποδες, αἷς ἂν
προσερείσωνται πέτραις ἀφομοιούμενοι.
12
Πλέον δέ, ἤπερ φιλοῦσι τὰς ἐλάφους οἱ πέρδικες,
μισοῦσι τοὺς ὄνους οἱ αἴγινθοι, κἂν ἐπὶ φυτοῦ καλιᾶς
οὔσης αἰγίνθου τρέφωνται νεοττοί, τῷ δένδρῳ πλησιάσας
ὄνος ἀναιρεῖ πάντως αὐτούς, καὶ ὀγκησάμενος τὴν κύου-
σαν αἴγινθον ἀμβλῶσαι ποιεῖ.
13
Ὁ κόκκυξ δέ, ὁ πρῶτος τῶν λοιπῶν πτηνῶν ἡμῖν
τὸ ἔαρ ἀγγέλλων, αὐτὸς μὲν καλιὰν οὐ ποιεῖ, τὰ δὲ τῶν
ἑτέρων ὀρνίθων ᾠὰ κατεσθίει καὶ ἐν ἀλλοτρίᾳ τεκὼν
ἀφίσταται καλιᾷ, καὶ θάλπει μὲν ἕτερος δι' ἄγνοιαν τὰ
τεχθέντα, μέχρις ἂν τὰ τῶν ᾠῶν ἴδῃ προκύψαντα, τῆς
δὲ ἀπάτης αἰσθόμενος ἀπολείπει τ' αὐτὰ καὶ ἑτέραν
ποιεῖται καλιάν· ὁ δὲ κόκκυξ ἐλθὼν τροφὴν τότε τοῖς
ἑαυτοῦ δίδωσι νεοττοῖς.
14
Τοῖς δρυοκόλαψι δὲ καινόν τι παρὰ τῶν θεῶν
δέδοται δῶρον· εἰ καλιάν τις αὐτῶν ἐπιφράξειε λίθοις ἢ
ξύλοις, πόαν τινὰ πρὸς τοῦτο ἐγνωσμένην αὐτοῖς ἀνελό-
μενοι καὶ τῷ τῆς καλιᾶς προσαγαγόντες στόματι ἀνοί-
γουσί τ' αὐτὴν καὶ πάντας ἀποκινοῦσι τοὺς σφῆνας. καὶ
τὰς κλεῖς δὲ τῶν θυρῶν εὐμαρῶς ὁ τὴν πόαν ἐκείνην
ἐπιστάμενος διαλύ〈σ〉ει.
15
Τοὺς αἰγιθάλλους οἱ ποιμένες μισοῦσιν ὅτι τῶν
αἰγῶν, ἃς ἂν τεκούσας ἴδοιεν, ταῖς θηλαῖς ὑπερχαίρουσι,
τό τε γάλα αὐτῶν, ὡς ἔριφοι, προσιόντες ἐξέλκουσι, καὶ
πρὸς τὸν τόκον αὐτὰς εἰς τὸν ἑξῆς βλάπτουσι χρόνον.
16
Αἵ γε μὴν γλαῦκες ἐπὶ τῶν προβάτων δρῶσαι
ταὐτὸν οὐδεμίαν φέρουσι βλάβην. ἀλλ' ἐκεῖνο ἰστέον περὶ
αὐτῶν, ὅτι τοὺς μύρμηκας ἀποκωλύειν τῶν ἰδίων βουλό-
μεναι νεοττῶν ἐν τῇ καλιᾷ καρδίαν ἔχουσι νυκτερίδος,
ὡς τῶν μυρμήκων ἀπολείπειν καὶ τοὺς ἑαυτῶν φωλεοὺς
αἱρουμένων, εἰ νυκτερίδος τις ἐπ' αὐτοῖς θείη καρδίαν.
17
Ἴκτερός τις ὄρνις ἀπὸ τῆς χροιᾶς ὀνομάζεται, ὃν
εἰ τῷ πάθει τούτῳ τις ἀνὴρ ἐχόμενος ἴδοι, φεύξεται πᾶσαν
αὐτίκα τὴν νόσον.
18
Τὰ δὲ τῆς κίσσης πρὸς τὰς τῶν φωνῶν μιμήσεις
πῶς ἄν τις εἴποι πλεονεκτήματα καὶ πόσα ἂν εἶναι ζῷα
δόξειε φθεγγομένη; μηκᾶσθαι ἔριφόν ποτε κίσσης ἀκούων
ᾠήθην, καὶ ὡς τῆς μητρὸς χωρισθέντα περὶ τὸ δένδρον
ἐζήτουν, ἐφ' οὗ καθῆστο κίσσα βοῶσα· μυκηθμὸς εὐθύς,
καὶ μόσχον ᾤμην· εἶτα ὡς πρόβατον ἐβληχᾶτο, καὶ τὸν τοῦ
ποιμένος τέλος ἐμιμήσατο συριγμόν, ᾧ μετὰ τὴν νομὴν ἐπὶ
ποτὸν ἄγει τὰ πρόβατα, ὥστε ὀψέ ποτε ἐπὶ τῶν κλάδων
ἰδὼν μεθαλλομένην αὐτήν, ἀπεθαύμασα πηλίκα μέχρι καὶ
τῶν ὀρνέων ἐστὶ τὰ θεῖα δωρήματα.
19
Τοῖς ψιττακοῖς δέ, οὓς οὐκ ἐν ξυλίνοις κλωβοῖς, ἀλλ'
ἐν σιδηροῖς φρουρεῖν ἀναγκαῖον, μέχρι καὶ τῆς ἡμετέρας
γλώσσης ὡδήγησε τὰς μιμήσεις ἡ φύσις.
20
Καὶ ταῖς ἀηδόσι θαυμαστήν τινα ᾠδῆς δέδωκεν
ἁρμονίαν, αἳ καὶ τοὺς νεοττοὺς ᾠδαῖς μᾶλλον ἢ τροφαῖς
ἄλλως ἐκτρέφουσι, γνησίους μὲν τοὺς εὐφθόγγους ἡγού-
μεναι καὶ θεραπείας ἀξιοῦσαι παντοίας, ἀποκτιννῦσαι δὲ
τοὺς ἀφθόγγους, ὡς οὐκ ἀξίαν γενεὰν τῶν Ἀττικῶν ἀηδό-
νων· ὃ δὴ καὶ τῆς ἐλευθερίας αὐταῖς ἔρωτα τοσοῦτον
ἐντίθησιν, ὡς, εἰ ληφθεῖεν, μήτε ᾄδειν ἐθέλειν καὶ τὴν
γλῶσσαν ἀποτέμνειν εὐθύς.
21
Συνήθεις μάλιστα καὶ ὁμωρόφιοι τοῖς ἀνθρώποις
αἱ χελιδόνες εἰσίν, εἰς μὲν ὄρνιθας ἀμειφθεῖσαι, ἡνίκα
ἦν ἀνὴρ ὁ Θρᾷξ ἔτι Τηρεύς· ὡς δὲ μεταβαλόντα κἀκεῖνον
εἶδον εἰς ὄρνιν, τὰ πτηνὰ φυγοῦσαι πρὸς τὰς τῶν ἀνθρω-
πίνων ἦλθον οἰκήσεις. ἀλλ' οὐδὲ τοῦ βορρᾶ, οὐδὲ ἄλλων
τῶν ἐκ Θρᾴκης ἀνέμων στέργουσι τὴν πνοήν, καὶ τὰς κα-
λιὰς ἐκ τῶν τοιούτων πνευμάτων οἰκοδομοῦσιν ἀπεστραμ-
μένας. τοὺς νεοττοὺς δὲ τρέφουσιν οὕτως ἐν τάξει, ὥστε,
εἰ δεξάμενός τις τροφὴν μεταβαίη τὸν τόπον, οὐκ ἂν δοῖεν
αὖθις, πρὶν ἀναδράμοι. εἴ γε μήν τις αὐτῶν τὰ τέκνα ἀπο-
τυφλώσειε, τὴν χελιδονίαν βοτάνην κατατεμοῦσαι τῷ
στόματι καὶ τὸν ἐξ αὐτῆς χυλὸν ἐπιβαλοῦσαι τοῖς ὄμμασι
τῆς πηρώσεως ἀπωθοῦνται τὴν βλάβην.
22
Πολυβορώτατον ὄρνεον ἡ σελευκὶς καὶ μετὰ πλεί-
στης εὐχῆς ἀφικνούμενον τοῖς ἀγροίκοις, ἢν τοὺς καρ-
ποὺς ἀκρίδων ἔδηται πλῆθος· ὅτι τὰς μὲν φαγοῦσαι, τὰς δὲ
καὶ διὰ μόνης σκιᾶς ἀναιροῦσαι, ἐκκρίνουσι δὲ ἃς ἂν κατα-
φάγωσι ῥᾳδίως αὐτίκα, καὶ πορθουμένοις ἀνδράσι ξενι-
κὴν ἄν τις εἴποι συμμαχίαν ἐληλυθέναι. ἀλλ' εἰ τῆς χάρι-
τός τις τὰς ὄρνεις ἀποστερήσειε, διαφθείρουσιν αὗται τὸν
σωθέντα καρπόν· κἂν ἀποκτείνῃ τις σελευκίδα φρενοβλα-
βής, οὐκέτ' ἄν, ὑπ' ἀκρίδων τῶν καρπῶν κειρομένων, εἰς
τὴν χώραν ἐκείνην ἔλθοιεν βοηθοί.
23
Αἱ δὲ ταῖς φαρμακίσι γυναιξὶ προσφιλεῖς ἴυγγες
τροφῆς ὧδε μεταλαμβάνουσι· τὰς μακρὰς γλώσσας,
ὥσπερ οἱ ἁλιεῖς ὁρμιάν, ἐκτείνασαι καὶ εἰς ἀτραπόν τινα
ἐμβαλοῦσαι μυρμήκων, ὡς ἐπὶ βρῶσιν σπεύδοντας ὑπο-
δέχονται ἀκριβῶς, εἶτα τὴν γλῶσσαν κατὰ μικρὸν ἕλκου-
σαι τοὺς ἁλόντας ἐσθίουσι. συνεχῶς δὲ τοὺς τραχήλους
κινοῦσιν, ὡς οἱ τῶν ἀνδρῶν διαδεχόμενοί τε καὶ θηλυ-
δρίαι βακχεύειν ἐπὶ τῆς τελετῆς τῆς Ῥέας εἰώθασιν.
24
Σωφρονοῦσιν ὑπὲρ πᾶν ὄρνεον αἱ τρυγόνες, καὶ
γάμον στέργουσιν ἕνα· καὶ τελευτησάσης τῆς ὁμόζυγος
οὐκ ἄν ποτε ὁ περιὼν ἑτέρᾳ μιχθείη.
25
Ταῖς περιστεραῖς δὲ γάμος εἷς ἀπόχρη· μιχθεῖεν
δ' ἂν ἄλλῃ τῆς προτέρας τελευτησάσης, καὶ συνουσίας
δ' ἀρχὴν ποιοῦνται τὸ φίλημα· καὶ πρεσβυτέρα μὲν οὐκ
ἂν πρὸ τῆς τῶν χειλῶν ἐμβολῆς ἀνάσχοιτο μίξεως· αἱ δὲ
νέαι πολλάκις πρὸς τὴν συνουσίαν καὶ δίχα τῶν φιλη-
μάτων ὁρμῶσιν. εἰ δὲ μὴ παρεῖεν θήλειαι, παρὰ τὸν κοι-
νὸν τῶν ὀρνέων νόμον ἐπιβαίνουσιν ἀλλήλοις οἱ ἄρρενες
καὶ ᾠὰ τίκτουσιν, οὐδὲν πρὸς νεοττῶν γονὴν ἐπιτήδεια.
26
Καὶ τὰς κατοικιδίους δὲ ὄρνεις ἴσμεν ἀλεκτρυόνων
χωρὶς καὶ ἐν ταῖς τῶν γυναικῶν χερσὶ θερμαινομένας ἀπο-
τίκτειν ᾠά· πρὸς εὐτοκίαν δὲ αὐταῖς, ἢν ὠδίνωνται, χρή-
σιμον ἐκ τῆς γῆς τῷ στόματι κάρφος λαβεῖν καὶ ἐπιτι-
θέναι τοῖς νώτοις. ὑπὲρ πάντα δὲ τὰ πτηνὰ τοὺς ἀλεκ-
τρυόνας ἴσμεν πολλαῖς χαίροντας μάχαις καὶ συνουσίαις.
φωτὶ δὲ μάλιστα χαίρουσι καὶ προαγγέλλουσι τὴν ἡμέραν
ὡς ἡλίῳ κεχαρισμένοι, καὶ τὰς τῶν γαμετῶν ὠδῖνας
παρηγοροῦσι τῇ κοινωνίᾳ τῶν πόνων, ὥστε ἠρεμαῖόν τι
καὶ λεπτὸν προσᾴδειν εἰς παραμυθίαν αὐταῖς.
27
Πρὸ δὲ τῶν λοιπῶν πάντων ὀρνίθων, ἔτι χειμῶνος
ὄντος, ὁ κόσσυφος ἀποτίκτει, καὶ χαίρει μύρτοις καὶ
δάφναις καὶ κυπαρίσσων ἄλσεσι καὶ ταῖς εὐθαλέσι λεύ-
καις, πεύκαις τε καὶ πλατάνοις καὶ ταῖς διπλόθριξι πίτυσι,
καὶ κισσοῖς. δύο δ' ἔστι γένη κοσσύφων· καὶ οἱ μὲν πάντῃ
μέλανες, οἱ δὲ κηρῷ τὰ χείλη προσεοικότες, καὶ τῶν
ἑτέρων μᾶλλον πρὸς τὰς ᾠδὰς ἐπιτήδειοι.
28
Τὸ κάλλος δὲ ὁ ταὼς τὸ οἰκεῖον τεθαύμακε, καὶ
εἰ καλόν τις αὐτὸν ὀνομάσειεν, εὐθὺς τῶν πτερῶν τὰ ἄνθη
μεμιγμένα χρυσῷ ὥσπερ τινὰ λειμῶνα δείκνυσιν ἀναστή-
σας, περιάγων εἰς κύκλον αὐτὰ διατεταγμένοις ὄμμασι·
τὰ δὴ κατὰ τῆς οὐρᾶς λάμπουσιν ὥσπερ ἀστέρες αὐτῷ. καὶ
εἰ προσιδών τις ἐπαινέσειεν ἐπὶ τῷ κάλλει, καὶ διὰ τῆς
φωνῆς αὐτίκα φιλοτιμήσεται· σκώψαντος δέ τινος τὴν οὐ-
ρὰν κατακρύψει μισῶν ὥσπερ τὸν φιλολοίδορον. φρουρὸς
οὗτος ἦν τῆς Ἰοῦς, ἡνίκα Ἥρα κατ' αὐτῆς ἐχαλέπαινεν·
Ἑρμῆς δ' ἀνεῖλεν αὐτόν, καὶ τελευτήσαντος ἀνῆκεν ὄρνιν
ἡ γῆ τῶν ὀφθαλμῶν ἔχοντα τὰ σημεῖα τῶν πρόσθεν.
29
Ἔστι τι καὶ πορφυρίων ἀπὸ τῆς χροιᾶς καλού-
μενον ὄρνεον· ἐρυθρὸν αὐτῷ τὸ ῥάμφος ἐστί, καὶ κατὰ τῆς
κεφαλῆς ὥσπερ τινὰ πῖλον ἔχει, ὁποίους οἱ τοξόται Πέρσαι
φοροῦσιν· τοῖς κατοικιδίοις ὀρνέοις ἴσος εἰς μέγεθος,
πλὴν ὅτι χρῆται σκέλεσι μακροτέροις. οὗτος οὐκ ἄν ποτε
εἰς μίξιν ἔλθοι παρόντος ἢ ὁρῶντος ἀνδρός· φύσει δὲ
σώφρων ἐστί, καὶ εἰ ζηλευτής 〈τις〉 εἴη, ἀνιᾶται, ὡς
μηδὲ ὁρᾶν ἄνδρα θέλει τῇ ἑαυτοῦ γαμετῇ συνιόντα· εἰ
δὲ μοιχείας αἴσθοιτο, ἀθυμεῖ τοσοῦτον, ὡς διαφθείρεσθαι.
30
Οἱ δὲ ὄρτυγες, ἢν τὰς νομὰς τὰς προτέρας ἀπο-
λιμπάνωσι, συνίπτανταί τ' ἀλλήλοις καὶ μιᾷ τὴν θάλασ-
σαν ὁρμῇ παραμείβουσι πτηνῶν ὄντες ὀξύτατοι καὶ δειλοὶ
τοσοῦτον, ὥστε φρίττειν τοῦ πελάγους τὴν ὄψιν καὶ τὰ
βλέφαρα ἐπιμύειν καὶ τοῖς ἱστίοις πολλάκις τῶν νεῶν
περιρρήγνυσθαι καὶ τοῦτον παρὰ τῶν ναυτῶν θηρᾶσθαι
τὸν τρόπον. ὡς δ' ἂν εἰδεῖεν, πότερον διεληλύθασιν ἢ
οὔπω τὸ πέλαγος, πείρας αὐτοῖς τοιόσδε τρόπος ἐξηύρη-
ται. τρεῖς ἕκαστος λίθους βραχεῖς ἐπὶ τοῦ στόματος φέρει
καθ' ἕνα τε ἀφίησιν ἀκροώμενος πότερον ἢ εἰς ὕδωρ
ἐμπέπτωκε καὶ δεῖ πτήσεως μακροτέρας, ἢ κατὰ τῆς γῆς
ἐνήνεκται καὶ καιρὸς ἥκει διαναπαύσεως.
31
Μεθίστανται δὲ ὀρνέων γένη πολλά, ὥστε αὐτῶν
τά τε τῆς ἐκδημίας καὶ τὰ τῆς ὁδοιπορίας μέτρα γιγνώ-
σκεσθαι πλὴν μόνων τῶν πελαργῶν, ὑπὲρ ὧν οὐκ ἄν τις
ἀκριβῶς εἰδὼς εἴποι, πόθεν ἥκουσιν, ἢ ποῦ πάλιν ἐπανία-
σιν· οἱ μὲν γὰρ ἐκ Λυκίας αὐτούς, οἱ δὲ ἔρχεσθαι ἐξ
Αἰθιοπίας φασίν, ὅθεν τὸ μυρίον ὕδωρ τοῦ Νείλου τοὺς
ἐν Αἰγύπτῳ καρποὺς ποιεῖ πλατυνόμενον. θαυμαστοὶ δὲ
καὶ ἀγχίνοοί εἰσιν, ἤν τε φυλάξασθαι βλάβην, ἤν τε ἐκτῖ-
σαι δέῃ χάριν εὐεργεσίας. καίτοι περὶ αὐτῶν καὶ τοιόνδε
ἀκήκοα· λίθῳ τις σκέλος ἔκλασε πελαργοῦ· ὁ δ' ἀπὸ τῆς
αὑτοῦ πλάγιος ἔπεσε καλιᾶς, εἶτα γυναῖκες ἀσθενοῦντά
τ' αὐτὸν καὶ σκάζοντα θεασάμεναι ἰάσαντο λαβοῦσαι·
καὶ βαδίζων ἤδη νικηθέντος τοῦ πάθους σὺν τοῖς λοιποῖς
ἀπέπτη, καὶ πάλιν ἐπιόντος ἔαρος εἰς τὴν αὐτὴν ὥρμησεν
οἰκίαν, ὡς γνωσθῆναι μὲν ἀπὸ τῶν τῆς χωλείας σημείων,
ἧσαι δὲ τὰς γυναῖκας, ὅτι παρ' αὐτὰς ἧκεν ἀσμένως. τοῖς
μακροῖς δὲ χείλεσιν ἐπικύψας ἐκεῖνος λίθον τῶν τιμίων
περικαλλέστατον πρὸς τοῖς ποσὶν ἤμεσε τῶν γυναικῶν·
αἱ δ' ἔγνωσαν, ὡς εἰς χάριτος ἀμοιβὴν καὶ ἀνδρῶν πολ-
λάκις εἰσὶν οἱ πελαργοὶ προθυμότεροι. ἐν Ἰταλίᾳ δέ τι
λέγεται συμβῆναι τοιοῦτον· νεοττούς τινων πελαργῶν
ὄφις ἀπὸ τῆς γῆς κατήσθιεν ἀνερπύζων καὶ πάλιν εἰς
τὸ δεύτερον ἔτος τὸν ἕτερον τοῖς αὐτοῖς διέφθειρε τόκον.
οἱ δὲ στειλάμενοι πρὸς τὴν ξένην καὶ τὸ τρίτον ἥκοντες
καινόν τινα ὄρνιν καὶ οὐκ ὀφθέντα πρότερον ἐπηγάγοντο,
βραχύτερον μὲν αὐτῶν, ῥάμφος δὲ ἀπὸ τῆς κεφαλῆς ὀξὺ
καὶ μέγιστον ὥς τι προβαλλόμενον ξίφος. πῶς ἄρα τῶν
νεοττῶν αὑτῶν τὴν δυσποτμίαν ἀγγείλαντες, τίσι δὲ πρὸς
τὴν ἐπικουρίαν ἐλθεῖν πείσαντες ἐπαγγελίαις ἢ λόγοις;
εἰ μὴ ἄρα τις ἄγνωστα ἡμῖν πρὸς ἀλλήλους φθέγγεσθαι
λέγοι τούς τε ὄρνεις καὶ τὰ θηρία. ὁ δέ, τέκνων μὲν οὐκ
ὄντων ἔτι τοῖς πελαργοῖς, ἐπὶ τὰς αὐτὰς νομὰς ᾔει τοῖς κε-
κληκόσιν· νεοττευσάντων δέ, τοὺς μὲν ἀφίπτασθαι πόρρω
καὶ τροφὰς κομίζειν ἔδει τοῖς τε νεοττοῖς καὶ τῷ φύλακι,
τὸν δ' ἐπὶ τῆς καλιᾶς μένειν ἐπιόντα τὸν ὄφιν. καὶ μικρὸν
ὕστερον ἐκ τοῦ φωλεοῦ προσελθὼν ἀνεσόβει τοὺς νεοτ-
τούς, ὧν ὁ σύμμαχος προσειστήκει, καὶ παίει δὴ τῷ ῥάμφει
τὸν ὄφιν· ὁ δ' οὐχ ὑπείξας, ἀλλὰ καὶ τὸν ὁλκὸν ἀναστήσας
πρός τε τὴν οὐρὰν ἐρεισάμενος ἀντετάττετο καί, πληγὴν
πάλιν δεξάμενος, εἶτα ἀντιταχθεὶς ταῖς σπείραις περιβα-
λεῖν τὸν ὄρνιν ἠπείγετο, μάτην πλείστοις χρώμενος ἑλιγ-
μοῖς· ὁ γὰρ ὄρνις ὑπέφευγε ῥᾳδίως τοῖς πτεροῖς κουφιζό-
μενος· καὶ τοὺς νεοττοὺς ὁ μὲν ἀνελεῖν ἔσπευδεν, ὁ δὲ
σῶσαι, μέχρι πρὸς τὸ τῶν τραυμάτων πλῆθος ὁ ὄφις
ἀπειπὼν διεφθάρη, δακών γε μὴν τὸν ὄρνιν ἐν τῇ συμ-
πλοκῇ καὶ τὸν ἰὸν αὐτῷ τῶν ὀδόντων ἐγχέας, ὡς καὶ τὰ
πτερὰ πάντα αὐτῷ διαρρεῦσαι. τοῦ καιροῦ δὲ τῆς ἀναστρο-
φῆς ἥκοντος οἱ μὲν λοιποὶ πάντες ἀφίπταντο πελαργοί·
οἷς δὲ τῆς πρὸς τὸν σεσωκότα τοὺς νεοττοὺς ἔμελεν
ἀμοιβῆς, σὺν αὐτοῖς ἔμενον τοῖς νεοττοῖς, μέχρις ἐκείνῳ
νέα περιφυῆναι πτερὰ καὶ συναπελθεῖν ὑπῆρξεν αὐτοῖς.
32
Ἀκήκοα δέ, ὡς παρὰ τοῖς Ἰνδοῖς ὄρνις εἴη γονέων
ἄτερ καὶ μίξεως χωρὶς ὑφιστάμενος, φοῖνιξ ὄνομα, καὶ
βιοῦν φασιν ἐπὶ πλεῖστον καὶ μετὰ πάσης ἀφοβίας αὐτόν,
ὡς οὔτε τόξοις, οὔτε λίθοις, οὔτε καλάμοις ἢ πάγαις τῶν
ἀνδρῶν τι κατ' αὐτοῦ ποιεῖν πειρωμένων. ὁ δὲ θάνατος
αὐτῷ τὴν ἀρχὴν ποιεῖ τῆς ζωῆς· ἢν γάρ ποτε γηράσας
πρὸς τὰς πτήσεις ἑαυτὸν ἴδοι νωθέστερον ἢ τὰς αὐγὰς
τῶν ὀμμάτων ἐλασσουμένας, ἐφ' ὑψηλῆς πέτρας κάρφη
συλλέξας πυράν τινα τῆς τελευτῆς ἢ καλιὰν συντίθησι
τῆς ζωῆς, ἥν, ἐν μέσῳ καθημένου τοῦ φοίνικος, ἡ τῶν
ἡλιακῶν ἀκτίνων καταφλέγει θερμότης· οὕτω δὲ διαφθα-
ρέντος αὐτοῦ νέος ἐκ τῆς τέφρας αὖθις ἕτερος γίγνεται
φοῖνιξ καὶ τοῖς πατρῴοις ἔθεσι χρῆται, ὥστε ὑπὸ τῆς
ἡλιακῆς μόνης αὐγῆς, πατρός τε καὶ μητρὸς χωρίς, τὸν
ὄρνιν γίγνεσθαι τοῦτον.
2
t
{ΛΟΓΟΣ Β̅}
1
Λεκτέον δὲ καὶ περὶ τῶν ἀμφιβίων ὀρνέων, ὅσα τῇ
θαλάσσῃ χαίρουσι καὶ ταῖς ἀκταῖς ἐφιζάνουσι καὶ πρὸς
τοῖς αἰγιαλοῖς ποιοῦνται τὰς καλιάς, ὧν ἐστι γένη πλείω
τε καὶ ποικίλα· οὐ γὰρ ἐλάττους τρέφει τῆς γῆς ὄρνεις ἡ
θάλασσα. οὐ μὴν μία φύσις τούτοις τε καὶ τοῖς χερσαίοις
ἐστίν· ἀλλὰ τοῖς μὲν ἐπὶ ταῖς σαρξὶν ἀραιότερα κεῖται
πτερὰ καὶ πρὸς τὴν ταχεῖαν χρήσιμα πτῆσιν· πυκνὰ δὲ καὶ
οὐδαμῶς πεφυκότα βρέχεσθαι περισκέπει τοὺς ἀμφιβίους,
ὥστε νήχεσθαι αὐτοῖς ἀδιαβρόχοις ἐξεῖναι. καὶ πόρους
ἔχουσιν ἐπὶ τῶν στομάτων πλατεῖς, δι' ὧν τὸν ληφθέντα
ἰχθὺν παραπέμπουσιν εἰς τὴν γαστέρα εὐκόλως. ἀλλὰ καὶ
στεγανοὶ τοῖς πλείστοις πόδες εἰσίν, οἷς ἐπὶ τῶν ὑδάτων
οἷα κώπαις χρῶνται νηχόμενοι.
2
Καὶ φύσις μὲν αὐτοῖς ἥδε κοινή, δυνάμει δ' ὑπερ-
βάλλουσι τοὺς λοιποὺς πάντας οἱ ἁλιαίετοι, τὸ μὲν εἶδος
τοῖς χερσαίοις ἀετοῖς ἐοικότες, βορᾷ δὲ χρώμενοι θα-
λαττίᾳ, καὶ τοὺς ἰχθῦς μάλιστα θηρῶντες ἐκείνους, οἳ
πλεῖν δοκοῦσιν ἐπ' ἄκρων τῶν ὑδάτων νηχόμενοι, ὥστε
καὶ μέρος αὐτοῖς ἐκφανὲς εἶναι τοῦ σώματος. οὐ μὴν ἀεὶ
χρηστὸν αὐτοῖς τὸ τῆς ἄγρας τέλος ἐστί. τοῖς γὰρ μείζοσι
πολλάκις ἰχθύσι τὰς καμπύλας τῶν ὀνύχων ἐπιβάλλον-
τες ἀκμάς, πρὸς μὲν τὸν ἀέρα αὐτοὺς οὐκ ἰσχύουσιν ὡς
βαρεῖς ἀνασπάσαι, καθελκόμενοι δ' αὐτοὶ διαφθείρονται
θᾶττον ἢ διαφθείρουσι, πρὸς τὸν τῆς θαλάττης πυθμένα
τῆς ὀδύνης τοὺς ἰχθῦς ἐπειγούσης τῶν δ' οὐκ ἰσχυόντων
διαπαρέντας ἅπαξ ὑπεκλῦσαι τοὺς ὄνυχας. τούτους φασὶ
νόθους παῖδας ἀετῶν εἶναι χερσαίων καὶ τῶν πατρῴων
καλιῶν διὰ τοῦτο ἐξεληλάσθαι, εἶτα ὑπό τισι τραφέντας
ἄλλοις ὀρνέοις, τὰς ἐπὶ τῆς γῆς ἐκκλίνειν διατριβὰς καὶ
τοῖς πελάγεσιν ὑπερχαίρειν. οἱ ἁλιεῖς δ' αὐτοὺς ὡς εὐ-
κτήν τινα καὶ αἴσιον ὄψιν ἀσπάζονται.
3
Ὄρνις δέ τις ἄλλος ἔστιν, βραχὺς μὲν ὡς οἱ τῶν
λάρων ἐλάσσονες, ἰσχυρὸς δὲ καὶ τὴν χροιὰν λευκὸς καὶ
τοῖς τὰς φάσσας ἀναιροῦσιν ἱέραξι προσόμοιος, ὃς ὀνο-
μάζεται καταράκτης· τῶν νηχομένων γάρ τινας τηρήσας
ἰχθύων—ὁρᾷ δὲ καὶ μέχρι τοῦ τῆς θαλάσσης βυθοῦ—
πρὸς ὕψος ἑαυτὸν αἴρει καὶ τὰ πτερὰ πάντα συστείλας
εἰς τὸν πόντον, οἷα πίπτων ἵεται, διατεμὼν τὸν ἀέρα—
παντὸς ἂν εἴποι τις βέλους ὀξύτερον—καὶ καταδύεται
μέχρις ὀργυιᾶς ἢ καὶ πλέον· ἔσθ' ὅτε συλλαβών τε τὸν
ἰχθὺν ἀνασπᾷ καὶ ἱπτάμενος ἔτι πάλλοντα κατεσθίει.
τοῖς σκοπέλοις δὲ καὶ τοῖς αἰγιαλοῖς ἐφιζάνει καὶ ταῖς
χοιράσι πέτραις, αἳ μικρὸν ὑπερκύπτουσι τῆς θαλάσσης,
καὶ πρὸς ποτὸν οὐ κατὰ τοὺς λοιποὺς ὄρνεις χρῆται ποτα-
μοῖς ἢ πηγαῖς, ἀλλ' ὕδατι θαλασσίῳ· καὶ βρύα ἐπὶ τῶν
πετρῶν τοῖς ᾠοῖς ὑποστρώννυσιν, οὔτε θάλπων καὶ τοῖς
ἀνέμοις αὐτὰ διὰ παντὸς ἐπιτρέπων. καί τι καὶ ἐπὶ τοῖς
ᾠοῖς τοιόνδε δρῶσιν οἱ καταράκται· οἱ μὲν ἄρσενες ἀνα-
λαβόντες οἷς ἔνεστιν ἄρσενα, αἱ θήλειαι δ' ὁμοίως τὰ
θήλεα, καὶ τοῖς ποσὶν ἐπισφίγξαντες πρὸς τὸν ἀέρα
ἀνίπτανται καὶ κατὰ τοῦ πελάγους φέρεσθαι ἀφιᾶσιν, εἶτα
πρὸς τὸ ὕδωρ ἑπόμενοι θᾶττον ἐξαρπάζουσι τοῦ πελάγους
αὐτά, συνεχῶς τοῦτο ἔν τισι ποιοῦντες ἡμέραις· οὕτω
θ' ἡ φορὰ θερμήνασα τῶν ᾠῶν προφέρει τοὺς νεοττούς.
οἱ δὲ τὸ φῶς ἰδόντες εὐθὺς ἐπὶ τῶν καλιῶν οὐκ ἀνέχονται
διατρίβειν, ἀλλὰ τῇ τῶν τεκόντων ἕπεσθαι πτήσει φιλο-
νεικοῦσιν· εἶτα οἱ γονεῖς ὑπολαβόντες αὐτοὺς πάλιν εἰς
τὸν βυθὸν ἀφιᾶσι, καὶ πάλιν ἁρπάζουσιν ἠπειγμένως
ἐλαφρίζοντες τὸν πόνον αὐτοῖς· οὕτω γὰρ ἂν θᾶττον τῆς
πατρῴας θήρας τὸν τρόπον ἐκδιδαχθεῖεν, καί τις ἂν
αὐτοὺς εἰκάσειε παισὶν ἐπὶ γεωργίαν ἑπομένοις γεγηρα-
κότι πατρί, ὧν ὁ μὲν ἐπιθεὶς βουσὶν ἄροτρον ἀνατέμνει
τὴν γῆν, ὁ δ' ἡγεῖται σῖτον ἐπὶ σπόρον ἐκχέων· ἐργαζο-
μένοις δ' ὁ πατὴρ ἐφέστηκε διδάσκων ἅμα καὶ γεγηθώς.
οἱ καταράκται δὲ νέοι μὲν ὄντες ἔτι τοὺς βραχεῖς ἁρπά-
ζουσι τῶν ἰχθύων καὶ οὐδὲ τῶν ἀκτῶν ἵπτασθαι πόρρω
θαρροῦσιν, αὐξηθέντες δὲ τοῖς μείζοσιν ἐφοπλίζονται. καὶ
τῶν ἀμφιβίων πάντων κάκιον τελευτῶσιν ὀρνέων· ὑπὸ
γήρως γὰρ αὐτοῖς τῆς ὄψεως ἀμβλυνθείσης ἡγοῦνται μὲν
ἐπὶ τὸ πέλαγος φέρεσθαι τῆς ἄγρας ἐφιέμενοι τῆς συνή-
θους, πέτραις δὲ καὶ κρημνοῖς περιρρηγνύμενοι διαφθεί-
ρονται.
4
Καὶ οἱ τροχίλοι δὲ τῶν ἀμφιβίων ὀρνέων εἰσί, καὶ
πρὸς τοῖς αἰγιαλοῖς τρέχουσιν οὕτω πολλάκις, ὡς ὀξύ-
τερον αὐτῶν τῆς πτήσεως εἶναι τὸν δρόμον· ἔχουσι γοῦν
καὶ τὴν προσηγορίαν ἐντεῦθεν. τοῖς μεγάλοις δ' οὐκ ἐπι-
χειροῦσιν ἰχθύσιν, ἀλλ' ἀπόχρη θήρα καρκινάδος αὐτοῖς
ἢ συλλαβεῖν ἄλλο τι τῶν ὁπόσα πρὸς τοὺς αἰγιαλοὺς ἐκ-
φέρει τὰ κύματα. νέμονται δ' οἱ ἄρσενες μετ' ἀλλήλων καὶ
χωρὶς πάλιν αἱ θήλειαι, καὶ τοῦ ἔαρος ἐπιστάντος ἐπει-
γόμεναι πρὸς συνουσίαν αἱ θήλειαι πρότεραι τοῖς ἄρρεσιν
ἐφορμῶσι καὶ μικρόν τι παρ' αὐτοῖς οἷον ᾄδουσι τετρι-
γυῖαι· οὕτω τε ἐκκαλοῦνται πρὸς μίξιν καὶ τῇ προτροπῇ
μόλις ἐνδόντες οἱ ἄρρενες μίγνυνται, μέχρις ἂν πέντε
πεποιηκέναι ᾠὰ διὰ τῆς μίξεως οἰηθῶσι, καὶ πρὸς τὰς
αὑτῶν πάλιν ἕκαστοι χωροῦσι νομάς, τῶν ἀρρένων μὲν
οὐδὲ μικρὸν ἔτι λόγον τῆς τῶν παίδων ἐκτροφῆς ποιου-
μένων οὐδὲ τῆς μίξεως μνήμην, τῶν θηλειῶν δ' ἐπὶ τοῖς
νεοττοῖς καμνουσῶν καὶ πρὸς ἀλλήλας τὴν σπουδὴν νεμο-
μένων· αἱ μὲν γὰρ τὰ ᾠὰ θάλπουσαι μένουσιν ἐν ταῖς
καλιαῖς, αἱ δὲ τροφὴν συγκομίζουσι ταῖς θαλπούσαις, καὶ
δρῶσι τοῦτο ἀμοιβαδὸν τὰ ᾠὰ τῇ τῶν πτερῶν θερμαί-
νουσαι παραψαύσει· εἶτα ἐπὶ τὸν αἰγιαλὸν τοὺς νεοττοὺς
ἄγουσιν αὐξηθέντας, ἐν ᾧ τοῖς ἄρρεσι νέμεσθαι φίλον,
καὶ μερισθέντες οὕτως ἕπονται τοῖς τε ἄρρεσι καὶ ταῖς
θηλείαις οἱ παῖδες, ὥστε ἐοικέναι προβάτοις ὑπὸ τῶν
ποιμένων μετὰ τὰς ἐν ταῖς νομαῖς συμμίξεις χωριζο-
μένοις.
5
Οἱ λάροι τοῖς ἀνθρώποις εἰσὶ προσφιλέστατοι καὶ
πλησίον αὐτῶν οἰκοῦσιν ὡς συνηθέστατοι· καὶ εἰ θεά-
σαιντο σαγήνην ἁλιέας ἐξέλκοντας, ὡς κοινωνοὶ τῆς
ἄγρας πλησιάζουσι ταῖς ἀκάτοις καὶ περὶ τὰ δίκτυα
κεκραγότες μοῖραν ἀπαιτοῦσι τῆς θήρας, καὶ παρ-
έχουσιν οἱ γριπεῖς κατὰ τῆς θαλάττης ῥιπτοῦντες τῶν
ἰχθύων τινάς, οἱ δὲ τούς τε ῥιπτουμένους ἐπιδραμόντες
ἐσθίουσι, καὶ εἴ τινες διεκφύγοιεν ἄλλοι τῶν λίνων, ἐκδέ-
χονται, καὶ μάλα ἑτοίμως, αὐτούς, ὥστε εἶναι δόξαν, ὅτι
ποτὲ γεγονότες ἄνδρες καὶ πρῶτοι θήραν τὴν θαλασσίαν
εὑράμενοι, καὶ θεῶν βουλήσει μεταβληθέντες εἰς ὄρνεις
τῆς παλαιᾶς ἔτι μέμνηνται ἐπιστήμης οὐ πόρρω τῶν
πόλεων καὶ τῶν λιμένων ἱπτάμενοι. πλείω δ' ἔστι γένη
τῶν λάρων· καὶ οἱ μὲν αὐτῶν λευκοί τ' εἰσὶ καὶ ὡς αἱ
περιστεραὶ βραχεῖς· οἱ δὲ τούτων μέν εἰσι μείζους καὶ
ἰσχυρότεροι, πυκνοτάτοις δὲ πτεροῖς περισκέπονται, καί
τινες ἔτι καὶ τούτων εὐμεγεθέστεροι. λευκὰ δ' ἐστὶ καὶ
τούτοις πτερὰ πλὴν ὅσον ἐπὶ ταῖς ἀκροτάταις πτέρυξι καὶ
τοῖς τραχήλοις μελαίνονται. καὶ τούτους ἅπαντες οἱ
λοιποὶ λάροι νομῆς τε καὶ ἕδρας χαρίζονται καὶ ὡς βασι-
λεῦσιν ὑπείκουσι, καὶ γηράσκουσι δ' αὐτοῖς κυανὰ γίγνε-
ται τὰ πτερά, καὶ κατὰ τῶν πετρῶν, ἐν αἷς μάλιστα
ὕδωρ τῆς γῆς πότιμον ἀπορρεῖ, νεοττεύουσιν, ὥστε τοὺς
παῖδας θαλασσίᾳ μὲν τροφῇ, γλυκεῖ δ' ὕδατι χρῆσθαι,
μέχρις ἂν αὐξηθέντες ἰσχύσωσιν ἀφίπτασθαι τῶν κα-
λιῶν· τότε δὴ καὶ τροφῇ καὶ ποτῷ χρήσονται θαλασσίῳ.
πρὸς δὲ νήξεως τάχος οὐκ ἂν ὄρνις ἕτερος ἐρίσειε λάρῳ.
6
Αἱ δ' αἴθυιαι τροφῆς μὲν ἀεὶ πλείστης ὀρέγονται
καὶ οὐκ ἄν ποτε λιμώττουσαι κορεσθεῖεν, τοὺς δ' ἐσθιο-
μένους ἰχθύας εὐθὺ διὰ τῆς ἕδρας ἐκκρίνουσιν, ὡς καὶ
ζῶντας ἀποπέμπειν ἔσθ' ὅτε. καὶ μόναι τῶν ἀμφιβίων
ὀρνίθων κατὰ ταὐτὸν θηρῶσί τε καὶ ἵπτανται καὶ
ἐσθίουσι, καὶ μάλιστα τοὺς γόγγρους καὶ τὰς ἐγχέλεις
καὶ τοὺς ἄλλους δ' ἰχθύας, οἷς ὀλισθηρὸν σῶμά ἐστιν.
ἀλλὰ καὶ μένουσιν ἐπὶ πλεῖστον ὑποβρύχιοι καταδύσασαι,
καὶ τοὺς ἰχθύας διώκουσιν ὡς δελφῖνες ἢ κύνες. καὶ οὐκ
ἐν τοῖς πελάγεσι μόνον, ἀλλὰ καὶ ἐν ταῖς λίμναις εἰσί,
μάλιστα εἰ ταραχή τις ὑπ' ἀνέμων ἔχοι τὴν θάλασσαν·
τότε γὰρ οὐκ ἐθέλουσιν ἐνδιατρίβειν αὐτῇ. καὶ μόνας
ταύτας ἐκ πάντων φασὶ τῶν πτηνῶν μήτε ἀφιέναι φωνήν,
μήτε ἀκούειν δύνασθαι.
7
Καὶ τοὺς πελεκίνους, οἷς εἰσιν οἱ τράχηλοι μήκιστοι,
τροφῆς ἔχει πόθος οὐ μείων, ἀλλ' οὐ παντὶ κατὰ τὰς
αἰθυίας τῷ σώματι καταδύνουσιν, ὡς οἱ κυβιστῶντες δὲ
τοὺς μὲν τραχήλους συνεχῶς καθιᾶσιν, οἷς ἐστι μῆκος
ὀργυιᾶς, τὰ νῶτα δ' ὑπὲρ τῆς θαλάσσης δεικνύουσι καὶ
τοὺς ἀπαντῶντας κατεσθίουσι πάντας ἰχθύας, μεγίστῳ
χάσματι προσδεξάμενοι. καί τις κόλπος αὐτοῖς ἐξήρ-
τηται πρὸ τῶν στέρνων, εἰς ὃν ἅπασαν τὴν τροφὴν ἐπει-
γόμενοι τέως ἐμβάλλουσιν οὔτε τῶν κτενῶν οὔτε τῶν
σκληρῶν μυῶν ἀπεχόμενοι, σὺν δ' αὐτοῖς τοῖς σκέπεσι
τέως τὸ προστυχὸν παραπέμποντες, εἶτα ἀνεμούμενοι
πάλιν ἅπαντα τεθνεῶτα, καὶ οὕτω τὰς μὲν σάρκας ἐσθί-
οντες, τὰ δ' ὄστρακα πόρρω ῥιπτοῦντες· μεμυκότα γὰρ
ἐν τῷ ζῆν, μετὰ τὴν τελευτὴν ἀνοίγνυται καὶ διίσταται.
8
Τῶν ἀλκυόνων δ' οὐκ ἂν εἴποι τις εἰς φωνὴν ὄρνεις
ἡδίους, οὐδὲ τοῖς θεοῖς τοῖς θαλαττίοις προσφιλεστέρας,
οἳ καὶ γαλήνην αὐταῖς τὰ κύματα παύοντες καὶ ἄπνοι-
αν παντελῆ παρὰ τὸν καιρὸν χαρίζονται τῶν ὠδίνων,
ἐν ἡμέραις ἐφεξῆς ἑπτὰ τικτούσαις τε καὶ ἐκτρεφούσαις
τοὺς νεοττούς. Νηρεΐδων δὲ εἶναι τοῦτο δῶρον ἐπὶ φιλαν-
δρίᾳ πιστεύεται, ὅτι τὸν αὑτῆς ἄνδρα Κήϋκα ἐν τῷ πε-
λάγει διαφθαρέντα θρηνοῦσά ποτε ἀσχέτως ἡ Ἀλκυὼν
μετεβλήθη μὲν εἰς ὄρνεον, τοῦ δὲ πάθους οὐκ ἐπιλέλησται.
φιλοῦσι δ' οὕτω τὴν θάλασσαν, ὡς παρ' αὐτοῖς τοῖς κύ-
μασι τιθέναι τὰς καλιὰς καὶ τὰ μὲν στέρνα βρέχειν, τὴν
οὐρὰν δ' ἐπιτιθέναι τῇ χέρσῳ. ἀλλ' οὐδὲ κάρφη τῆς γῆς
κατὰ τοὺς λοιποὺς ὄρνεις, βρύα δὲ καὶ ἀμπελίδας καὶ
βόστρυχας καὶ ὠτακίδας καὶ βοτάνας ἑτέρας ἐκ τοῦ πελά-
γους συλλέξασαι ποιοῦνται τὰς καλιάς. καὶ εἰ τὸν ἄρρενα
τελευτῆσαι συμβαίη, βορᾶς ἀπεχόμεναι καὶ πότου παντὸς
ἐπὶ πολὺ θρηνοῦσι καὶ διαφθείρονται, καὶ τὰς ᾠδὰς δ' εἰ
καταπαύειν μέλλοιεν, κῆϋξ συνεχῶς ἐπειποῦσαι σιγῶσι.
κήϋκος δὲ φωνῆς μήτ' ἐγὼ μήτ' ἄλλος ἀκούσαι τις·
φροντίδας γὰρ καὶ τελευτὰς σημαίνει καὶ δυστυχήματα·
διόπερ αὐτοὺς ἐν νυκτὶ νέμεσθαι καὶ περὶ τὰ μέρη τῶν
λιμνῶν καὶ τῶν ποταμῶν διάγειν τὰ ἐρημότατα πεποίη-
κεν ὁ Ζεύς, ὡς ἂν μὴ τοῖς ἀνδράσι διενοχλοῖεν.
9
Φίλτατοι δ' εἰσὶν οἱ ἐρῳδιοὶ τοῖς ἀνθρώποις καὶ
προσημαίνουσιν εὐδίαν τε καὶ χειμῶνα, μάλιστα πρὸς
ἐκεῖνο τὸ μέρος, ὅθεν ἂν μέλλῃ σφοδρότατος ἄνεμος
πνεῖν, ἐπὶ τοῖς στήθεσι τὰς κεφαλὰς κατακλίνοντες.
ναύτης γοῦν οὐκ ἄν ποτε ἑκὼν ἐρῳδιὸν ἀποκτείνειεν,
ἐπειδὴ πιστεύονται τοῖς ἁλιεῦσιν ἐν τῇ θαλάττῃ σημαίνειν,
ὁπόσα τοῖς θηραταῖς ἐπὶ τῆς γῆς οἱ ἱέρακες. φασὶ δ'
αὐτούς, καὶ ἡνίκα μία τροφὴ πᾶσιν ἦν τοῖς ὀρνέοις, πρώ-
τους βορὰν ἐκ τῶν ὑδάτων εὑρεῖν, καὶ παρ' αὐτῶν τοὺς
λοιποὺς πάντας ἐκδιδαχθῆναι· ἐπὶ δὲ τῇ τέχνῃ μεγα-
λαυχήσαντας καὶ οὐδ' αὐτὸν εἰπόντας ὑπὲρ νήξεως ἐρίζειν
δύνασθαί σφισι τὸν Ποσειδῶνα τὴν ἐπιστήμην ἀπο-
βαλεῖν τοῦ θεοῦ μηνίσαντος· ὃ καὶ τῷ Θαμύρᾳ φασὶ μέγα
ἐπὶ ταῖς ᾠδαῖς φρονοῦντι πεποιηκέναι τὰς Μούσας.
ἐντεῦθεν οὖν οἱ μὲν λοιποὶ πάντες ὄρνεις ἐς τὸ ὕδωρ
δύναντες θηρεύουσι τοὺς ἰχθύας, οἱ δ' ἐρῳδιοὶ τοῦ νήχε-
σθαι στερηθέντες ἐπὶ τοῖς αἰγιαλοῖς ἑστῶτες ἀγρεύουσι,
σοφόν τι μηχανώμενοι καὶ χαρίεν πρὸς τὴν τῶν ἰχθύων
ἀπάτην· ἵστανται γὰρ τῶν ἡλιακῶν ἀκτίνων ἀπεναντίον,
ὡς μὴ τὴν σκιὰν αὐτῶν τοὺς ἰχθύας ὁρῶντας ἐκκλίνειν. καὶ
ἔστιν αὐτῶν γένη μυρία· οἱ μὲν γὰρ βραχεῖς τ' εἰσὶ καὶ
λευκοί, ἄλλοι δὲ ποικίλοι καὶ μείζονες, μέσοι δ' ἕτεροι, καὶ
τοῖς μὲν οὐκ ἔστιν ἐπὶ τῆς κεφαλῆς πλόκαμος, ἄλλοις δ'
ὥσπερ τις βόστρυχος ἀπῃώρηται. καὶ ζῶντες ἅπαντες
ἐκ θαλάσσης ἐπὶ τῆς γῆς ποιοῦνται τὰς καλιάς.
10
Οἱ δ' ἱμαντόποδες λεπτοῖς μὲν σκέλεσι χρῶνται καὶ
ἔχουσι τὴν προσηγορίαν ἐκ τούτου. καινὸν δ' ἐπ' αὐτῶν
ἐστιν, ὅτι τὴν κάτωθεν γένυν ἔχοντες πεπηγυῖαν μόνην
κινοῦσι τὴν ἄνωθεν.
11
Κέπφον δ' ἕτερον ὄρνεον ἐκ τῆς κουφότητος οἱ
ἁλιεῖς ὀνομάζουσιν· τὸ γὰρ ὕδωρ ἄκρον τοῖς ποσὶν ἐπι-
τρέχει καὶ σημαίνει τοῖς ἁλιεῦσιν ἐπιτυχίαν. διατρίβουσι
δὲ ἔνθα ἀμείνους τῶν ἰχθύων ὦσιν ἀγέλαι, καὶ μάλιστα
τοῖς θύννοις ἕπονται, ὅτι τοὺς βραχυτέρους οὗτοι κατα-
τέμνοντες τοῖς ὀδοῦσιν ἰχθύας σάρκας τινάς, αἷς οἱ κέπφοι
τρέφονται, καταλιμπάνουσιν ἐν τοῖς ὕδασι. καὶ μὴν καὶ
δελφῖσιν ἀκολουθοῦσι τροφὴν τὸ αἷμα ποιούμενοι τῶν
ἰχθύων, οὓς ἂν ἀποκτείνωσιν οἱ δελφῖνες. καὶ αὐτὴν δὲ
τὴν τῆς θαλάσσης ἄχνην ἐσθίουσι, καὶ οὐκ ἄν τις τοὺς
κέπφους ἀργοῦντας ἢ καθεύδοντας, οὔτ' ἐπὶ τῆς γῆς
ῥᾳδίως, οὔτ' ἐπὶ τῆς θαλάσσης θεάσαιτο, ἀλλ' ἢ θηρῶσιν
ἢ πέτανται. καὶ τὰς βροντὰς δὲ οὕτω δεδίασιν, ὥστε, εἰ
βροντῆς ἀκούσαιεν, ἐκ τοῦ ἀέρος πίπτειν εἰς θάλασσαν,
εἴτε παρ' αὐτῆς εἴτε παρὰ τοῦ ἀέρος τίκτονται· καὶ γὰρ ἡ
γῆ τινας καρποὺς ἐπὶ ταῖς βρονταῖς ἀνίησιν αὐτομάτους.
12
Ἐλαφὶς δ' ὄρνις ἐστὶ τὰ πτερὰ πάντα ἐπὶ τοῖς
νώτοις ἐλάφων ἔχων ἐοικότα θριξί, καὶ τρέφεται κατὰ
τὰς χερσαίους ἴυγγας, τὴν γλῶσσαν μηκίστην οὖσαν
ὥσπερ ὁρμιὰν εἰς τὸ ὕδωρ ἐπὶ πολὺ καθιεῖσα, οὕτω τε
κατὰ μικρὸν ἐπὶ τὸν λαιμὸν ἀνέλκουσα τὸν ἰχθὺν τὸν
ἀπατηθέντα καὶ ἐπιψαύσαντα. καὶ πρὸς ταύτην μοι δο-
κοῦσιν ἰδόντες πρῶτον οἱ ἁλιεῖς τῶν μακρῶν καλάμων
ἀπαρτῆσαι τρίχας ἱππείας.
13
Τοῖς κολύμβοις δ' ἐστὶν ἀεὶ τὸ νήχεσθαι φίλον, καὶ
οὐδ' ἂν ὕπνου χάριν ἢ τροφῆς ἐπὶ τὴν γῆν ἔλθοιεν, οὐδὲ
χειμὼν αὐτοὺς ἢ νὺξ τοῦτο συναναγκάζει, ἀλλ' ἐπὶ τῶν
κυμάτων εἰσί, τὸ κρύος μὴ δεδοικότες, καὶ νήχονται τῶν
ἀνέμων ἀπεναντίον, ὡς ἂν μὴ τῇ σφοδρότητι βιασθέντες
ἐπὶ τὴν γῆν ποτε καὶ παρὰ γνώμην ἐξενεχθεῖεν.
14
Ταὐτὸν δὲ καὶ οἱ θρᾷκες ὀνομαζόμενοι καὶ οἱ
δυτῖνοι ποιοῦσιν ὄρνεις ἐπὶ τὴν γῆν μόνον ὡς πιστοτέραν,
ἡνίκα ἂν τίκτωσιν, ἐξιόντες.
15
Ἡ δὲ κιρρὶς ἀξίαν τῶν ἀσεβημάτων δίδωσι δίκην,
ὅτι τοῦ Μίνωος ἐρασθεῖσα καὶ τὸν πορφυροῦν τοῦ πατρὸς
πλόκαμον ἐκτεμοῦσα τὴν πατρίδα εἵλετο προδοῦναι τῷ
Μίνωϊ· ὁ δὲ τὴν προδοσίαν καὶ μετὰ τὴν νίκην μεμψά-
μενος, ἀπέδησέ τ' αὐτὴν νεὼς καὶ κατὰ τῆς θαλάττης
εἴασε φέρεσθαι. καὶ μεταβέβληται μὲν οὕτως εἰς ὄρνεον
αὕτη, μισεῖται δὲ παρὰ πάντων ὀρνέων, κἂν ἁλιαίετος
αὐτὴν θεάσηται πλανωμένην εὐθὺς ἐπιθέμενος διαφθείρει.
16
Εἷς τῶν ἀμφιβίων ὀρνίθων ἐστὶ καὶ ὁ θεόκρονος,
ὃς ἐξ ἀετῶν εἶναι νόθος καὶ ἱεράκων πιστεύεται. τὴν γονὴν
δ' αὐτοῦ τοιάνδε παλαιός τις εἶναι βούλεται λόγος· ἔστι
τι γένος οὕτω μάχλον ἱέρακος, ὡς ἐν ταῖς ἐαριναῖς ὥραις
πᾶσαν ἀποτίθεσθαι τὴν ἰσχὺν καὶ παρὰ τῶν βραχυτάτων
στρουθῶν καταδάκνεσθαι· τοῦ θέρους δ' ἐπελθόντος καὶ
τὸν ἀέρα τοῦ σειρίου φλέγοντος, ἀναλαμβάνει τὴν δύναμιν
καὶ τοὺς μὲν στρουθοὺς κρίζων φοβεῖ καὶ συλλαμβάνων
ἐσθίει καὶ δοκεῖ πως αὐτοῖς τὰς ὕβρεις ἐγκαλεῖν τὰς προ-
τέρας. εἰ δ' ἀετοῦ θηλείας ἀκούσειε, προσίπταται αὐτῇ
καὶ μίγνυται πολλάκις ἐξαπατήσας· ἣ δ' ὑπὸ τοῦ χείρονος
ὄρνιθος εἰς τὸ κύειν ἐλθοῦσα οὔτε θάλπειν ἀξιοῖ τὰ
τεχθέντα ᾠὰ καί, ὡς ἂν λάθοι, πόρρω που τῶν ἀετῶν
ἵπταται τῶν ἀρρένων· εἰ γὰρ αἴσθοιντο, διαφθείρουσιν
ἐξελαύνοντες ἐπὶ τῇ μοιχείᾳ πάντως αὐτήν. τῶν ᾠῶν δ'
ὑπὸ ταῖς ἡλιακαῖς θερμαινομένων ἀκτῖσι, οἱ νεοττοὶ προ-
κύψαντες τοῖς ἀμφιβίοις εἰσὶν ἰχθύσιν ὀλέθριοι.
17
Καὶ γύγης ὄρνις ἐστίν, ἀναβοᾶν ἀεὶ 〈εἰωθὼς〉 καὶ
ᾄδειν τούτῳ δοκῶν καὶ τὴν προσηγορίαν ἔχων ἐντεῦθεν,
ὃς τοὺς ὄρνεις ἐν νυκτὶ κατεσθίει τοὺς ἀμφιβίους. τὴν
ἐκείνου γλῶσσαν εἴ τις ἀποτέμοι χαλκῷ καὶ φαγεῖν δοίη
τῷ μήπω λαλοῦντι παιδίῳ πάντως αὐτοῦ ταχέως λύσει
τὴν σιωπήν.
18
Σοφὰ δὲ πλεῖστά ἐστι τῶν μέγιστον κλαγγανόν-
των γεράνων βουλεύματα, καὶ τοῦτο ἰστέον περὶ αὐτῶν·
συλλεχθείσας ἁπάσας, ὅταν μέλλωσιν…
Θρᾴκην,…
πᾶσα…
The complete text is available when the reading interface loads.