The Greek Library Author

Aeschylus

Ἱκέτιδες

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ικετιδες

Χορος

1Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

2στόλον ἡμέτερον νάιον ἀρθέντ᾽ νάιον ἀρθέντ᾽ Turnebus: ναῖον ἀρόεντ᾽ codd.

3ἀπὸ προστομίων λεπτοψαμάθων λεπτοψαμάθων Pauw: λεπτομαθῶν codd.: τῶν λεπταμάθων Stanley

4Νείλου. Δίαν δὲ λιποῦσαι λιποῦσαι Turnebus: λειποῦσαι codd.

5χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,

6οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν δημηλασίαν Auratus: δημηλασίᾳ codd.

7ψήφῳ πόλεως γνωσθεῖσαν, γνωσθεῖσαν M Schmidt: γνωσθεῖσαι codd.

8ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ, αὐτογενεῖ φυξανορίᾳ Bamberger: αὐτογένητον φυλαξάνοραν M G

9γάμον Αἰγύπτου παίδων ἀσεβῆ

10ʼξ̓ονοταζόμεναι. ʼξ̓ονοταζόμεναι Tucker: τ᾽ ὀνοταζόμεναι codd.

11Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος

12καὶ στασίαρχος τάδε πεσσονομῶν,

13κύδιστ᾽ ἀχέων ἀχαιῶν (έ supra scr.) M ἐπέκρανεν,

14φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον, διὰ κῦμ᾽ ἅλιον ex Hesych. Canter: διακυμ.αλέον M: διακυμβαλέον m1: διὰ κυμβαλέον G P

15κέλσαι κέλσαι Sophianus: κέασαι M E P δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ

16γένος ἡμέτερον τῆς οἰστροδόνου οἰστροδόνου Turnebus: οἰστροδόμου codd.

17βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας ἐπι.νοίας eraso π M

18Διὸς εὐχόμενον τετέλεσται.

19τίν᾽ ἂν οὖν τίν᾽ ἂν οὖν Burges: τίνα.οὖν (erasa post α littera M) codd. χώραν εὔφρονα μᾶλλον

20τῆσδ᾽ ἀφικοίμεθα

21σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις

22ἐριοστέπτοισι ἐριοστ. Auratus: ἱεροστ. codd. κλάδοισιν;

23ὦ πόλις, ὦ ὦ ... ὦ Robortello: ὧν ... ὧν codd. γῆ, καὶ λευκὸν ὕδωρ,

24ὕπατοί τε θεοί, καὶ βαρύτιμοι

25χθόνιοι θήκας κατέχοντες,

26καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ

27ὁσίων ἀνδρῶν, δέξασθ᾽ δέξασθ᾽ Heath: δέξαιθ᾽ codd. ἱκέτην

28τὸν θηλυγενῆ στόλον αἰδοίῳ

29πνεύματι χώρας: ἀρσενοπληθῆ δ᾽

30ἑσμὸν δ᾽ ἑσμὸν Turnebus: δεσμὸν codd. ὑβριστὴν Αἰγυπτογενῆ,

31πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει

32θεῖναι, ξὺν ὄχῳ ταχυήρει

33πέμψατε πόντονδ᾽: ἔνθα δὲ ἔνθα δὲ Robortello: ἐνθάδε codd. λαίλαπι

34χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽

35ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας

36ἁλὸς ἀντήσαντες ὄλοιντο,

37πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,

38σφετεριξάμενοι σφετεριξάμενοι Hermann: σφετεριξάμενον codd. πατραδέλφειαν πατραδέλφειαν Pauw: πατραδελφίαν codd.

39τήνδ᾽ ἀεκόντων ἐπιβῆναι.

Choral 2

Strophe 1

Χορος

40νῦν δ᾽ ἐπικεκλομένα ἐπικεκλομένα Turnebus: ἐπικεκλόμεναι codd.

41Δῖον πόρτιν ὑπερ-

42πόντιον τιμάορ᾽, ἶνίν τ᾽

43ἀνθονόμον ἀνθονόμον τᾶς Tucker: ἀνθονόμουσ̈ τᾶς M: ἀνθονομούσας Porson τᾶς προγόνου

44βοὸς ἐξ ἐπιπνοίας, ἐπιπνοίας Robortello: ἐπιπνοίαις M G

45Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽

46ἐπεκραίνετο μόρσιμος αἰὼν

47εὐλόγως,

48Ἔπαφόν τ᾽ ἐγέννασεν:

Antistrophe 1

Χορος

49ὅντ᾽ τ᾽ ἐγέννασεν: ὅντ᾽ Porson: δὲ ἐγέννασε ἐ | όντ᾽ mutatum in δὲ γέννας ἐ| όντ᾽ M ἐπιλεξαμένα,

50νῦν ἐν ποιονόμοις

51ματρὸς ἀρχαίας τόποις τῶν

52πρόσθε πόνων μνασαμένα,

53τά τε νῦν ἐπιδείξω

54πιστὰ τεκμήρια γαιονόμοις,

55τὰ δ᾽ γαιονόμοις, τὰ δ᾽ (Hermanni usus coni. γαιονόμοισι δ᾽) Paley: τά τ᾽ ἀνόμοια οἶδ᾽ codd. ἄελπτά περ ὄντα φανεῖται.

56γνώσεται

57δὲ λόγου λόγου ex schol. Martin: λόγους codd. τις ἐν μάκει.

Strophe 2

Χορος

58εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων

59ἐγγάιος ἐγγάιος Bamberger: ἔγγαιος codd. οἰκτρὸν seclusit Schwenk οἶκτον [οἰκτρὸν] ἀίων,

60δοξάσει τιν᾽ τιν᾽ Pearson: τις codd. ἀκούειν ἀκούειν Heath: ἀκούων codd. ὄπα τᾶς Τηρεΐας

61μήτιδος οἰκτρᾶς ἀλόχου,

62κιρκηλάτας κιρκηλάτας Hermann: κιρκηλάτου τ᾽ codd. ἀηδόνος Turnebus: ἀηδονῆς codd. ἀηδόνος,

Antistrophe 2

Χορος

63ἅτ᾽ ἀπὸ ἅτ᾽ ἀπὸ Victorius: ἅτοπο factum ex ἅταπο M χλωρῶν πετάλων χλωρῶν πετάλων Hermann: χωρῶν ποταμῶν τ᾽ codd. ἐργομένα

64πενθεῖ νέον οἶκτον ἠθέων:

65ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως

66ὤλετο πρὸς χειρὸς ἕθεν ἕθεν Proson: ἕο ἐν codd.

67δυσμάτορος κότου τυχών:

Strophe 3

Χορος

68τὼς καὶ ἐγὼ φιλόδυρ-

69τος φιλόδυρτος Heath: φιλοδύρτοις codd. Ἰαονίοισι νόμοισι

70δάπτω τὰν ἁπαλὰν

71Νειλοθερῆ Νειλοθερῆ] εἱλοθερῆ Emper παρειὰν

72ἀπειρόδακρύν τε καρδίαν.

73γοεδνὰ δ᾽ ἀνθεμίζομαι

74δειμαίνουσα φίλους, φίλους] φόλους ante correctionem M: ποιμαίνουσα φόβους Tucker τᾶσδε φυγᾶς

75ἀερίας ἀπὸ γᾶς

76εἴ τις ἐστὶ κηδεμών.

Antistrophe 3

Χορος

77ἀλλά, θεοὶ θεοὶ Porson: θεοὶ οἱ codd. γενέται,

78κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες:

79ἥβᾳ ἥβᾳ M: ἣ καὶ G μὴ τέλεον

80δόντες ἔχειν παρ᾽ αἶσαν,

81ὕβριν δ᾽ ἑτοίμως ἑτοίμως] ἑτύμως G στυγοῦντες, στυγοῦντες Turnebus: στυγόντες M E <εὖ> εὖ add. Heath

82πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.

83ἔστι δὲ κἀκ ἔστιν κἀκ metri grat. Enger πολέμου τειρομένοις

84βωμὸς ἀρῆς ἅρης M φυγάσιν

85ῥῦμα, δαιμόνων σέβας.

Strophe 4

Χορος

86εὖ δ᾽ εἴη Διόθεν εὖ δ᾽ εἴη Bamberger, Διόθεν Weil: εἰ θείη διὸς εὖ codd. (εἴθ᾽ εἴη P) παναληθῶς.

87Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.

88παντᾷ τοι φλεγέθει

89κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ μελαίνᾳ ξὺν τύχᾳ Porson: μέλαιναι ξυντύχαι M G

90μερόπεσσι λαοῖς.

Antistrophe 4

Χορος

91πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,

92κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.

93δαυλοὶ γὰρ πραπίδων

94δάσκιοί τε τείνουσιν πόροι

95κατιδεῖν κατιδεῖν Robortello: κατειδεῖν M G ἄφραστοι.

Strophe 5

Χορος

96ἰάπτει δ᾽ ἐλπίδων δ᾽ ἐλπίδων Hermann: δὲ ἀπϊδὼν M G E

97ἀφ᾽ ὑψιπύργων πανώλεις

98βροτούς, βίαν δ᾽

99οὔτιν᾽ ἐξοπλίζει,

100πᾶν ἄπονον πᾶν ἄπονον Wellauer: τὰν ἄποινον codd. δαιμόνιον: δαιμόνιον Bothe: δαιμονίων codd.

101ᾗ μέμονεν ᾗ μέμονεν Emper: ἥμενον ἄνω codd.: ἥμεν᾽ ἄνω Wecklein: ὑψίθρονον Schneider φρόνημά πως

102αὐτόθεν ἐξέπραξεν ἔμπας

103ἑδράνων ἀφ᾽ ἀφ᾽ anon.: ἐφ᾽ codd. ἁγνῶν.

Antistrophe 5

Χορος

104ἰδέσθω δ᾽ εἰς εἰς] ἐς codd. ὕβριν

105βρότειον, οἵᾳ οἵᾳ Schütz: οἷα codd.: οἷ᾽ ἀννεάζει Tucker νεάζει

106πυθμὴν δι᾽ ἁ-

107μὸν γάμον τεθαλὼς τεθαλὼς Bothe: τὸ θάλος M G

108δυσπαραβούλοισι φρεσίν,

109καὶ διάνοιαν μαινόλιν μαινόλιν schol.: μενόλιν M

110κέντρον ἔχων ἄφυκτον, ἄτας

111ἀπάταν μεταλγοῦς. ἄτας ἀπάταν μεταλγοῦς Tucker: ἄτᾳ δ᾽ ἀπάτᾳ μεταγνούς M

Strophe 6

Χορος

112τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω λέγω Stanley: λέγων codd.

113λιγέα βαρέα δακρυοπετῆ,

114ἰὴ ἰή,

115ἰηλέμοισιν ἐμπρεπῆ: [θρεομένη μέλη θρεομένη μέλη ex 112 illata seclusit Porson]

116ζῶσα γόοις με τιμῶ.

Ephymnion 1

Χορος

117ἱλέομαι ἱλέομαι Turnebus: ἱλέωμαι M G μὲν Ἀπίαν βοῦνιν,

118καρβᾶνα δ᾽ αὐδὰν

119εὖ, γᾶ, κοννεῖς. εὖ, γᾶ, κοννεῖς Boissonade: εὐακοννεῖς hic, εὐγακόννις 130, M

120πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι

121λινοσινεῖ λινοσινεῖ Tucker: λίνοισιν ῆι M (ἢ G)

122Σιδονίᾳ σι.δονίαι (eraso ν) M καλύπτρᾳ.

Antistrophe 6

Χορος

123θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς

124ἐπίδρομ᾽, ὁπόθι ἐπίδρου᾽ ὁπόθι Hermann: ἐπιδρομωπόθι (ο supra ω scr.) M θάνατος ἀπῇ. ἀπῇ ex schol. Robortello: ὅπῃ codd.

125ἰὼ ἰώ,

126ἰὼ δυσάγκριτοι πόνοι.

127ποῖ τόδε κῦμ᾽ ἀπάξει;

Ephymnion 1

Χορος

128ἱλέομαι ἱλέωμαι M G μὲν Ἀπίαν βοῦνιν,

129καρβᾶνα δ᾽ αὐδὰν

130εὖ, γᾶ, κοννεῖς. εὖ, γᾶ, κοννεῖς Boissonade: εὐγακόννις M

131πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι

132λινοσινεῖ αἴνοισιν M G E ῆ M

133Σιδονίᾳ σι.δονίαι (eraso ν) M καλύπτρᾳ.

Strophe 7

Χορος

134πλάτα μὲν οὖν λινορραφής τε

135δόμος ἅλα στέγων δορὸς

136ἀχείματόν ἀχείματόν Turnebus: ἀχίματόν M G μ᾽ ἔπεμπε σὺν πνοαῖς: σὺν πνοαῖς Porson: συμπνοιαῖς M

137οὐδὲ μέμφομαι:

138τελευτὰς δ᾽ ἐν χρόνῳ

139πατήρ μοι μοι Hartung: ὁ codd. παντόπτας

140πρευμενεῖς κτίσειεν,

Ephymnion 2

Χορος

141σπέρμα σεμνᾶς μέγα ματρὸς μέγα ματρὸς] με δάμαρτος (hic et 151) Tucker

142εὐνὰς ἀνδρῶν, ἒ ἔ,

143ἄγαμον ἀδάματον ἀδάματον Bothe: ἀδάμαντον (hic et 153) codd. ἐκφυγεῖν.

Antistrophe 7

Χορος

144θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽

145ἐπιδέτω Διὸς κόρα,

146ἔχουσα σέμν᾽ ἑδώλι᾽ ἑδώλι᾽ Tucker: ἐνώπι᾽ codd. ἀσφαλῆ, ἀσφαλῆ scripsi: ἀσφαλές codd.

147παντὶ δὲ σθένει σθένει Heath: σθένουσι (mutatum ex σθένος.) M

148διωγμοῖς ἀσχαλῶσ᾽ διωγμοῖς ἀσχαλῶσ᾽ Hermann: διωγμοῖσι δ᾽ ἀσφαλέας M G E

149ἀδμήτας ἀδμήτα

150ῥύσιος γενέσθω,

Ephymnion 2

Χορος

151σπέρμα σεμνᾶς μέγα ματρὸς

152εὐνὰς ἀνδρῶν, ἒ ἔ,

153ἄγαμον ἀδάματον ἐκφυγεῖν.

Strophe 8

Χορος

154εἰ δὲ δὲ ex schol. Turnebus: δὴ codd. μή, μελανθὲς

155ἡλιόκτυπον ἡλιόκτυπον Wellauer: ἡδιόκτυπον M G γένος

156τὸν γάιον, γάιον Wellauer: ταιον codd.

157τὸν πολυξενώτατον

158Ζῆνα τῶν κεκμηκότων

159ἱξόμεθα σὺν κλάδοις

160ἀρτάναις θανοῦσαι,

161μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

Ephymnion 3

Χορος

162ἆ Ζήν, Ἰοῦς:post Ἰοῦς interpunxi ἰὼ ἆ Ζήν, Ἰοῦς ex schol. Hartung, ἰὼ Schwerdt: ἀζηνιουσιω M (idem vario accent. errore codd. cett.)

163μῆνις μάστειρ᾽ ἐκ θεῶν:

164κοννῶ δ᾽ ἄγαν κοννῶ δ᾽ ἄγαν Bamberger: κοννωδάταν codd.

165γαμετῶν οὐρανονίκων. γαμετῶν Tucker, οὐρανονίκων scripsi: γαμετουρανόνεικον codd.

166χαλεποῦ γὰρ ἐκ

167πνεύματος εἶσι χειμών.

Antistrophe 8

Χορος

168καὶ τότ᾽ οὐ δικαίοις

169Ζεὺς ἐνέξεται ἐνέξεται ex schol. Porson: ἐνεύξεται M λόγοις,

170τὸν τᾶς βοὸς

171παῖδ᾽ ἀτιμάσας, τὸν αὐ-

172τός ποτ᾽ ἔκτισενpost ἔκτισεν interpungit Tucker γόνῳ,

173νῦν ἔχων παλίντροπον

174ὄψιν ἐν λιταῖσιν:

175ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος.post 175 ephymn. add. Canter

Ephymnion 3

Χορος

175aἆ Ζήν, Ἰοῦς: ἰὼ

175bμῆνις μάστειρ᾽ ἐκ θεῶν:

175cκοννῶ δ᾽ ἄγαν

175dγαμετῶν οὐρανονίκων.

175eχαλεποῦ γὰρ ἐκ

175fπνεύματος εἶσι χειμών.

Episode 3

Δαναοςnomen Δα. praescripsit Scaliger: πρ᾽ (i. e. πρεσβύτης ut m) codd.

176παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε ἥκετε Porson: ἵκετε codd.

177πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.

178καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν λαβὼν Wordsworth: λαβεῖν codd.

179αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας.

180ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ:

181σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι:

182ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον

183λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν:

184τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται

185ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.

186ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος τεθηγμένος Pearson: τεθειμένος M G

187ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,

188ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι,

189πάγον προσίζειν τόνδ᾽ τόνδ᾽ Turnebus: τῶνδ᾽ codd. ἀγωνίων θεῶν.

190κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος.

191ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς

192ἱκτηρίας, ἱκτηρίας Victorius: ἱκετηρίας codd. ἀγάλματ᾽ αἰδοίου Διός,

193σεμνῶς σεμνῶς m G: σεμνὸς M ἔχουσαι διὰ χερῶν εὐωνύμων, εὐωνύμων ex schol. Auratus: συνωνύμων codd.

194αἰδοῖα καὶ γοεδνὰ γοέδνα (pravo accentu) Robortello: γοειδηα M καὶ ζαχρεῖ᾽ ζαχρεῖ᾽ Geel, Bamberger: τὰ χρέα codd. ἔπη

195ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,

196τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.

197φθογγῇ φθογγῇ Pauw: φθογγὴ codd. δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,

198τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων σεσωφρονισμένων Dindorf: μετώπω σωφρονῶν M

199ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.

200καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ

201γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.

202μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη εἶ ξένη Sophianus: εἶξεν ἡ codd. φυγάς.

203θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

Χορος

204πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.

205φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν

206κεδνὰς ἐφετμάς: Ζεὺς δὲ γεννήτωρ ἴδοι.

Δαναος

207ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος.in codd. notis person. carent 207-10 sic disposuit Hermann: ordo codicum numeris minoribus indicatur

Χορος

208θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.

Δαναος

209μή νυν μηνῦν M σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.

Χορος

210ὦ Ζεῦ, ἰὼ Ζεὺς M, ἰὼ Ζεῦ m κόπων οἴκτειρε μἀπολωλότας. μἀπολωλότας] μὴ ἀπολ. codd. post 211 lacunam indicavit Hermann

Δαναος

211κείνου θέλοντος εὖ τελευτήσει τάδε.

Χορος

Δαναος

212καὶ Ζηνὸς ὄρνιν ὄρνιν] ἶνιν Tucker τόνδε νῦν κικλήσκετε. κικλήσκετε Robortello: κικλήσκεται (η ex ι factum) M

Χορος

213καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—

Δαναος

214ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.

Χορος

215εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη συγγνοίη Lobeck: εὐγνώη codd. βροτοῖς.

Δαναος

216συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.

Χορος

217τίν᾽ οὖν κικλήσκω κικλίσκω M G τῶνδε δαιμόνων ἔτι;

Δαναος

218ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.

Χορος

219ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.

Δαναος

220Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν τοῖσιν] πομπὸς Wecklein Ἑλλήνων νόμοις.

Χορος

221ἐλευθέροις νυν νυν Canter: νῦν codd. ἐσθλὰ κηρυκευέτω.

Δαναος

222πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν

223σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς δ᾽ ἑσμὸς Auratus: δεσμὸς codd. ὡς πελειάδων

224ἵζεσθε κίρκων ἵζεσθε κίρκων Robortello: ἵζεσθαι κρέκω codd. (sed ἵζεσθε κέρκῳ in margine m) τῶν ὁμοπτέρων φόβῳ,

225ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

226ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι ἂν ἁγνεύοι Plutarchus (Rom. 9 et Qu. Rom. 286 c): ἀναινεύοι codd. φαγών;

227πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς

228ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ʼν μὴ ʼν Turnebus: μὴν codd. Ἅιδου θανὼν

229φύγῃ ματαίων ματαίων Schütz: μάταιον codd. αἰτίας, πράξας τάδε.

230κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡς τἀμπλακήμαθ᾽ ὡς duce Victorio Canter: ταπλα ἐν μαβως codd. λόγος,

231Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.

232σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, τρόπον Stanley: τόπον codd.

233ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

Βασιλευς

234ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον ἀνελληνόστολον Bothe: ἀνέλληνα στόλον codd.

235πέπλοισι βαρβάροισι καὶ πυκνώμασι

236χλίοντα προσφωνοῦμεν; οὐ προσφωνοῦμεν; οὐ Robortello: προσφωνουμένου M G γὰρ Ἀργολὶς

237ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.

238ὅπως δὲ χώραν οὔτε οὔτε Hermann: οὐδὲ codd. κηρύκων ὕπο,

239ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

240ἔτλητ᾽ ἀτρέστως, ἀτρέστως Sophianus: ἀκρέστως codd. τοῦτο θαυμαστὸν πέλει.

241κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

242κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:

243μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

244καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι ἔτ᾽ εἰκάσαι Martin: ἐπεικάσαι codd. δίκαιον ἦν,

245εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

Χορος

246εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

247ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,

248ἢ τηρὸν ἢ τηρὸν ex ἤτηρον ut videtur factum M Ἑρμοῦ ῥάβδον, Ἑρμοῦ ῥάβδον ex coniect. m: ἡερου ῥάβδον M fortasse ἱερόραβδον Schütz ἢ πόλεως ἀγόν;

Βασιλευς

249πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς λέγ᾽ εὐθαρσὴς Turnebus: λέγετ᾽ εὐθαρσεῖς codd. ἐμοί.

250τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος

251ἶνις Πελασγός, Πελασγός Canter: πελασγοῦ codd. τῆσδε γῆς ἀρχηγέτης.

252ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον

253γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.

254καὶ πᾶσαν αἶαν, ἧς αἶαν ἧς ex scholio Turnebus: αἴδνης codd. δι᾽ ἁγνὸς δι᾽ ἁγνὸς Wordsworth: δίαλγος M: δι᾽ ἄλγος G P ἔρχεται

255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

256ὁρίζομαι δὲ τήν τε τήν τε Stanley: τῆνδε M Περραιβῶν χθόνα,

257Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

258ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος

259ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε τἀπὶ τάδε Canter: τ᾽ ἄπειτα δὲ M κρατῶ.

260αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

261πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

262Ἆπις Ἆπις Turnebus: ἄπις codd. γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

263ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

264τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

265τὰ δὴ δὴ Turnebus: δὲ codd. παλαιῶν αἱμάτων μιάσμασι

266χρανθεῖσ᾽ χρανθεῖσ᾽ Robortello: χρανθεὶς M G corrupta codicum lectio nondum certo sanata: ex coniectt. praestant fortasse μηνιτὴ δάκη Porson, μήνιος τέκη Weil, μηνίσασ᾽ ἄχη Martin ἀνῆκε γαῖα †μηνεῖται ἄκη†

267δρακονθόμιλον δρακονθόμιλον Bothe: δράκονθ᾽ ὅμιλον (ex δράκωνθ᾽ ὁμιλῶν factum) M δυσμενῆ ξυνοικίαν.

268τούτων ἄκη τομαῖα καὶ λυτήρια

269πράξας ἀμέμπτως Ἆπις ἀμέμπτως ἄπις (accentus errore) Robortello: μεμπτῶς ἄπεισ᾽ M Ἀργείᾳ χθονὶ

270μνήμην ποτ᾽ ἀντίμισθον ποτ᾽ ἀντίμισθον Turnebus: πονταντινεισθον M G P ηὕρετ᾽ ἐν λιταῖς.

271ἔχουσα δ᾽ ἔχουσα δ᾽ Heimsoeth: ἔχον δ᾽ ἂν codd. in M, γρ. ἔχουσαν adscr. m ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια

272γένος τ᾽ γένος τ᾽ et λέγοις πρόσω Robortello: γένοιτ᾽ et λέγοι προσως codd. ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

273μακράν γε μὲν μὲν Robortello: μιν (in M ex μὲν factum) codd. δὴ ῥῆσιν δὴ ῥῆσιν Sophianus: δηρίσιν M G E οὐ στέργει πόλις.

Χορος

274βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος

275ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός:

276καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.

Βασιλευς

277ἄπιστα ἄπειστα M G μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί,

278ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.

279Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι

280γυναιξίν γυναιξίν Turnebus: γυναιξὶ δ᾽ codd. ἐστε κοὐδαμῶς ἐγχωρίαις.

281καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,

282Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις

283εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων:

284Ἰνδάς Ἰνδάς Bothe: ἰνδούς codd. τ᾽ ἀκούω ἀκούω Robortello: ἀκούων codd. νομάδας ἱπποβάμοσιν ἱπποβάμοσιν Turnebus: ἱπποβάμοισιν codd.

285εἶναι εἶναι] τοίας Heimsoeth καμήλοις ἀστραβιζούσας, ἀστραβιζούσας (-σας ex -σαις facto) M χθόνα

286παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.

287καὶ τὰς ἀνάνδρους κρεοβόρους κρεοβόρους Abresch: κρεοβρότους M τ᾽ τ᾽ Porson: δ᾽ codd. Ἀμαζόνας,

288εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα

289ὑμᾶς. διδαχθεὶς <δ᾽ δ᾽ add. Abresch> ἂν τόδ᾽ εἰδείην πλέον,

290ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.

Χορος

291κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲpersonas non indicant codd.

292Ἰὼ γενέσθαι τῇδ᾽ ἐν τῇδ᾽ ἐν Sophianus: τὴ ἰδεῖν M Ἀργείᾳ χθονί.

Βασιλευς

293ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.post hunc v. excidisse chori versum suspicatur Pearson, fortasse iniuria

295μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;

Χορος

296κοὐ κοὐ Stanley: καὶ codd. κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα. τἀμπαλάγματα ex Hesychio Hermann: παλλαγμάτων codd.

Βασιλευς

297πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;

Χορος

298βοῦν τὴν βοῦν τὴν Canter: βού.την (erasa litera) M: βούτην codd. cett. γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.

Βασιλευς

300οὔκουν πελάζει Ζεὺς ἐπ᾽ ἔτ᾽ Schütz εὐκραίρῳ βοΐ;

Χορος

301φασίν, πρέποντα πρέποντα Turnebus: πρέποντας codd. βουθόρῳ ταύρῳ δέμας.

Βασιλευς

302τί δῆτα δῆτα Victorius: δὴ codd. πρὸς ταῦτ᾽ ταῦτ᾽ ἄλοχος Robortello: ταῦτα λόχοις codd. ἄλοχος ἰσχυρὰ Διός; ἰσχυρὰ Διός Pauw: χυρα διος M

Χορος

303τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.

Βασιλευς

304ποῖον πανόπτην οἰοβουκόλον λέγεις;

Χορος

305Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

Βασιλευς

306τί οὖν ἔτευξεν ἔτευξεν Turnebus: ἔτευξε δ᾽ codd. ἄλλο δυσπότμῳ βοΐ;

Χορος

307βοηλάτην μύωπα κινητήριον.

Βασιλευς

308οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλουv. suspectus: οἱ Νείλου] Ἰνάχου Hermann πέλας. πέλας Turnebus: πέδας M G E: παῖδες P

Χορος

309τοιγάρ νιν ἐκ γῆς γῆς Canter: τῆς codd. ἤλασεν μακρῷ δρόμῳ.Post 311 v. excidisse docuit Hermann

Βασιλευς

310καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.

Χορος

311καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.

Βασιλευς

Χορος

313καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει φιτύει Scaliger: φυτεύει codd. γόνον.

Βασιλευς

314τίς τίς Stanley: τί codd. οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;post 315 v. excidisse docuit Stanley

Χορος

315Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.

Βασιλευς

Χορος

317Λιβύη, μέγιστον γῆς <πέδον πέδον add. Burges> καρπουμένη.

Βασιλευς

318τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;

Χορος

319Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.

Βασιλευς

320τὸ πάνσοφον νῦν ὄνομα τούτου τούτου Tyrwhitt: τοῦτό codd. μοι φράσον.

Χορος

321Δαναός, ἀδελφὸς δ᾽ ἀδελφὸς δ᾽ Scaliger: δ᾽ ἀδελφὸς codd. ἐστὶ πεντηκοντάπαις. πεντηκοντάπαις Heath: πεντηκοντόπαις P: πεντηκοστόπαις codd. cett.

Βασιλευς

322καὶ τοῦδ᾽ ἄνοιγε τοῦδ᾽ ἄνοιγε Porson: τοῦ δαναοίγε codd. τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.

Χορος

323Αἴγυπτος. εἰδὼς δ᾽ εἰδὼς δ᾽ Turnebus: δ᾽ εἰδὼς δ᾽ M ἁμὸν ἀρχαῖον γένος

324πράσσοις ἄν, ὡς Ἀργεῖον ἀνστήσεις ἀνστήσεις scripsi: ἀνστήσας codd. στόλον.

Βασιλευς

325δοκεῖτε <δή δή add. Turnebus> μοι τῆσδε κοινωνεῖν χθονὸς

326τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα

327λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

Χορος

328ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.

329πόνου δ᾽ ἴδοις δ᾽ ἴδοις Turnebus: δείδοις M ἂν οὐδαμοῦ ταὐτὸν πτερόν: πτερόν Turnebus: πότερον codd.

330ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν

331κέλσειν κέλσειν Robortello: κέλσειεν codd. ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,

332ἔχθει μεταπτοιοῦσαν ἔχθει μεταπτοιοῦσαν Turnebus: ἔχει μετὰ πτοίουσαν M εὐναίων γάμων;

Βασιλευς

333τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,

334λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;

Χορος

335ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.

Βασιλευς

336πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;

Χορος

337τίς δ᾽ ἂν φίλους ὄνοιτο ὄνοιτο Robortello: ὤνοιτο codd. τοὺς κεκτημένους;

Βασιλευς

338σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.desunt in M personarum notae

Χορος

339καὶ δυστυχούντων γ᾽ γ᾽ Turnebus: τ᾽ codd. εὐμαρὴς ἀπαλλαγή.

Βασιλευς

340πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;

Χορος

341αἰτοῦσι μὴ ʼκδοὺς ʼκ̓δοὺς Schütz: ᾽κ᾽δῷς codd. παισὶν Αἰγύπτου πάλιν.

Βασιλευς

342βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι ἄρασθαι Robortello: αἴρασθαι M νέον.

Χορος

343ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.

βασιλεύς

344εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς κοινωνὸς Robortello: κοινὸς codd. ἦν.

Χορος

345αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην. πόλεος ... ἐστεμμένην Turnebus: πόλεως ... ἐστεμμένη codd.

Βασιλευς

346πέφρικα πέφρικα Robortello: πέφυκα codd. λεύσσων τάσδ᾽ ἕδρας τάσδ᾽ ἕδρας Victorius: τὰσδέδρα M κατασκίους.

Χορος

347βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

Choral 4

Strophe 1

Χορος

348Παλαίχθονος τέκος, κλῦθί μου

349πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.

350ἴδε με τὰν με τὰν Stephanus: μέγαν codd. ἱκέτιν φυγάδα περίδρομον,

351λυκοδίωκτον λυκοδίωκτον Hermann: λευκοδικτον codd. ὡς δάμαλιν ἂμ πέτραις ἀμπέτραις M

352ἠλιβάτοις, ἵν᾽ ἠλιβάτοις, ἵν᾽ Valckenär: ἠλιβάτοισιν codd. ἀλκᾷ πίσυνος μέμυ-

353κε φράζουσα βοτῆρι μόχθους.

Βασιλευς

354ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον

355νεύονθ᾽ νεύονθ᾽ Bamberger: νέονθ᾽ codd. ὅμιλον τόνδ᾽ τόνδ᾽ Hermann: τῶνδ᾽ codd. ἀγωνίων θεῶν.

356εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων.

357μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει

358νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις.

Antistrophe 1

Χορος

359ἴδοιτο δῆτ᾽ δῆτ᾽ Pauw: δῆτα τὰν codd. ἄνατον φυγὰν

360ἱκεσία Θέμις Διὸς κλαρίου.

361σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων: γεραιόφρων Burges: γεραφρόνων codd.

362ποτιτρόπαιον αἰδόμενος †οὖνπερ οὖνπερ] ex scholio οὐ πτωχεύσεις conicit εὐπορεῖς C. G. Haupt, οὐ πένει Scholefield

363ἱεροδόκα† . .corruptis vv. multa desunt

364θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.

Βασιλευς

365οὔτοι κάθησθε δωμάτων ἐφέστιοι

366ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις,

367ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἐκπονεῖν Turnebus: ἐκπνοεῖν M G E: εἰσπνοεῖν P ἄκη.

368ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος, πάρος Sophianus: παρακρος M

369ἀστοῖς δὲ πᾶσι τῶνδε ἀστοῖς ... τῶνδε Scaliger: ἀστῶν ... τοῖσδε codd. κοινώσας πέρι.

Strophe 2

Χορος

370σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον:

371πρύτανις ἄκριτος ὤν,

372κρατύνεις βωμόν, ἑστίαν χθονός,

373μονοψήφοισι νεύμασιν σέθεν,

374μονοσκήπτροισι δ᾽ ἐν θρόνοις θρόνοις Pauw: χρόνοισι codd. χρέος

375πᾶν ἐπικραίνεις: ἄγος ἄγος Robortello: ἄλγος codd. φυλάσσου.

Βασιλευς

376ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,

377ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ:

378οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.

379ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας

380δρᾶσαί τε μὴ δρᾶσαί τε μὴ δρᾶσαί τε Robortello: μηδράσητε M καὶ τύχην ἑλεῖν.

Antistrophe 2

Χορος

381τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, ἐπισκόπει Robortello: ἐπισκοπεῖ M G

382φύλακα πολυπόνων

383βροτῶν, οἳ τοῖς πέλας προσήμενοι

384δίκας οὐ τυγχάνουσιν ἐννόμου.

385μένει τοι Ζηνὸς ἱκταίου κότος

386δυσπαραθέλκτους δυσπαραθέλκτους Burges: ὦ δυσπαρθέλκτοις M παθόντος οἴκτοις.

Βασιλευς

387εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν

388νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους

389εἶναι, τίς τίς Victorius: τίσδ᾽ M ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι; θέλει M, οι supra ει scr. m

390δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,

391ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.

Strophe 3

Χορος

392μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος ὑποχείριος Robortello: ὑποχέριος M G P

393κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι

394μῆχαρ ὁρίζομαι γάμου δύσφρονος

395φυγάν: φυγάν Heath: φυγαί codd. ξύμμαχον δ᾽ ἑλόμενος δίκαν

396κρῖνε σέβας τὸ πρὸς θεῶν.

Βασιλευς

397οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν.

398εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε

399πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί μὴ καί Canter: καὶ μή codd. ποτε

400εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖον κἀλλοῖον Tucker: καὶ μὴ τοῖον codd. τύχοι, τύχοι Porson: τυχθῆ M

401“ἐπήλυδας ἐπήλυδας Robortello: εἰπήλυδας M τιμῶν ἀπώλεσας πόλιν.”

Antistrophe 3

Χορος

402ἀμφοτέροις ἀμφοτέροις Schütz: ἀμφοτέρους codd. ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ

403Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως

404ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.

405τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ-

406γὲς μεταλγὲς scripsi (v. ad 111): μεταλγεῖς codd.: posses et μεταλγῇς scribere τὸ δίκαιον ἔρξαι;

Βασιλευς

407δεῖ τοι βαθείας φροντίδος σωτηρίου,

408δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν

409δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον: ᾠνωμένον Salvinius: ὠνωμένων codd.

410ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,

411αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς,

412καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται

413μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας

414ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν

415βαρὺν ξύνοικον θησόμεσθ᾽ θησόμεσθ᾽ Victorius: θησόμεθ᾽ M ἀλάστορα,

416ὃς ὃς Stephanus: ὡς M οὐδ᾽ οὐδ᾽ ἐν G: οὐδὲν M ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ.

417μῶν οὐ δοκεῖ δεῖν δοκεῖ δεῖν Turnebus: δοκεῖν δεῖ codd. φροντίδος σωτηρίου;

Strophe 4

Χορος

418φρόντισον καὶ γενοῦ

419πανδίκως εὐσεβὴς

420πρόξενος: τὰν φυγάδα μὴ προδῷς,

421τὰν ἕκαθεν ἐκβολαῖς

422δυσθέοις ὀρμέναν: ὀρμέναν Pauw: ὀρομέναν (ω supra ο scr.) M

Antistrophe 4

Χορος

423μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν

424πολυθέων ῥυσια-

425σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.

426γνῶθι δ᾽ ὕβριν ἀνέρων

427καὶ φύλαξαι κότον.

Strophe 5

Χορος

428μή τι τλῇς τὰν τλῇς τὰν Pauw: τ᾽ ἀαΐσταν M (οἶμαι μήτι τλαίης τὰν m) ἱκέτιν εἰσιδεῖν

429ἀπὸ βρετέων βίᾳ

430δίκας ἀγομέναν

431ἱππηδὸν ἀμπύκων,

432πολυμίτων πολυμίτων Turnebus: πολυμήτων codd. πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.

Antistrophe 5

Χορος

433ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις,

434ὁπότερ᾽ ἂν κτίσῃς,

435μένει ἄρ᾽ ἐκτίνειν ἄρ᾽ ἐκτίνειν Abresch: δρεικτείνειν M: δορὶ τίνειν Boissonade

436ὁμοιΐαν ὁμοιΐαν Klausen: ὁμοίαν codd.: ἀντίρροπον Heimsoeth θέμιν.

437τάδε φράσαι δίκαια Διόθεν κράτη.

Episode 5

Βασιλευς

438καὶ δὴ πέφρασμαι: δεῦρο δ᾽ ἐξοκέλλεται:

439ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν

440πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος

441στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.

442ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.

443καὶ χρημάτων χρημάτων in marg. m: χρήμασι M codd. cett. μὲν ἐκ δόμων πορθουμένων,

444[ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου]seclusit Dindorf: si retineatur, γεμίζων cum Scaligero (ex schol.) legendum, vel γεμίζειν ... ἐμπλῆσαι (Weil)

445γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν:

446καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,

447γένοιτο μύθου μῦθος ἂν θελκτήριος θελκτήριος Turnebus (et ante correctionem G): θελκτηρίοις M

448[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]:seclusit Geel: alii retinent ante 447 translatum

449ὅπως δ᾽ ὅμαιμον ὅμαιμον] ὁμαῖμον ex ὁμαίμων factum M αἷμα μὴ γενήσεται,

450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια

451θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.

452ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι:

453θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν

454εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.

Χορος

455πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.

Βασιλευς

456ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται.

Χορος

457ἔχω στρόφους στρόφους Scaliger: στρόβους codd. ζώνας τε, συλλαβὰς πέπλων.

Βασιλευς

458τάχ᾽ τάχ᾽ ἂν Marckscheffel: τύχαν M G E ἂν γυναιξὶ γυναιξὶ (duce Wecklein) Tucker: γυναικῶν codd. ταῦτα συμπρεπῆ πέλοι.

Χορος

459ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— καλή Turnebus: καλεῖ codd.

Βασιλευς

460λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ γηρυθεῖσ᾽ Turnebus: γηρυθεὶς M ἔσει.

Χορος

461εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις ὑποστήσεις Wellauer: ὑποστήσει codd. στόλῳ—

Βασιλευς

462τί σοι περαίνει μηχανὴ συζωμάτων;

Χορος

463νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

Βασιλευς

464αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς ἀλλ᾽ ἁπλῶς Abresch: ἀλλὰ πῶς codd. φράσον.

Χορος

465ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.

Βασιλευς

466ἤκουσα μαστικτῆρα μαστικτῆρα Auratus: μακιστῆρα codd. καρδίας λόγον.

Χορος

467ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.

Βασιλευς

468καὶ [μὴν μὴν seclusit Turnebus] πολλαχῇ μὴν πυκνῇ Campbell γε δυσπάλαιστα πράγματα,

469κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:

470ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον

471τόδ᾽ ἐσβέβηκα, ἐσβέβηκα Spanheim: ἐσέβηκα (-κε G) codd. κοὐδαμοῦ λιμὴν κακῶν.

472εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,

473μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον:

474εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις ὁμαίμοις Turnebus: ὁμαίμους codd. παισὶν Αἰγύπτου σέθεν

475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,

476πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,

477ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;

478ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον

479ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.

480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,

481κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν

482βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων

483θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ

484πάντες…

485ἐμο…

The complete text is available when the reading interface loads.