The Greek Library Author

Aeschylus

Ἱκέτιδες

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1922
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg001.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Lyric 1

Χορός

1Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

2στόλον ἡμέτερον νάιον ἀρθέντʼ

3ἀπὸ προστομίων λεπτοψαμάθων

4Νείλου. Δίαν δὲ λιποῦσαι

5χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,

6οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν

7ψήφῳ πόλεως γνωσθεῖσαν,

8ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ

9γάμον Αἰγύπτου παίδων ἀσεβῆ

10ʼξʼονοταζόμεναι.

11Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος

12καὶ στασίαρχος τάδε πεσσονομῶν

13κύδιστʼ ἀχέων ἐπέκρανε,

14φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,

15κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ

16γένος ἡμέτερον τῆς οἰστροδόνου

17βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας

18Διὸς εὐχόμενον τετέλεσται.

19τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον

20τῆσδʼ ἀφικοίμεθα

21σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις

22ἐριοστέπτοισι κλάδοισιν;

23ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,

24ὕπατοί τε θεοί, καὶ βαρύτιμοι

25χθόνιοι θήκας κατέχοντες,

26καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ

27ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην

28τὸν θηλυγενῆ στόλον αἰδοίῳ

29πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ

30ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,

31πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδει

32θεῖναι, ξὺν ὄχῳ ταχυήρει

33πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι

34χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ

35ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας

36ἁλὸς ἀντήσαντες, ὄλοιντο,

37πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,

38σφετεριξάμενοι πατραδέλφειαν

39τήνδʼ ἀεκόντων ἐπιβῆναι.

Choral 2

Strophe 1

Χορός

40νῦν δʼ ἐπικεκλομένα

41Δῖον πόρτιν ὑπερ-

42πόντιον τιμάορʼ, ἶνίν τʼ

43ἀνθονομούσας προγόνου

44βοὸς ἐξ ἐπιπνοίας

45Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ

46ἐπεκραίνετο μόρσιμος αἰὼν

47εὐλόγως,

48Ἔπαφόν τʼ ἐγέννασεν·

Antistrophe 1

Χορός

49ὅντʼ ἐπιλεξαμένα,

50νῦν ἐν ποιονόμοις

51ματρὸς ἀρχαίας τόποις τῶν

52πρόσθε πόνων μνασαμένα,

53τά τε νῦν ἐπιδείξω

54πιστὰ τεκμήρια γαιονόμοις,

55τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.

56γνώσεται

57δὲ λόγους τις ἐν μάκει.

Strophe 2

Χορός

58εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων

59ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,

60δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας

61Μήτιδος οἰκτρᾶς ἀλόχου,

62κιρκηλάτου τʼ ἀηδόνος,

Antistrophe 2

Χορός

63ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα

64πενθεῖ μὲν οἶκτον ἠθέων·

65ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως

66ὤλετο πρὸς χειρὸς ἕθεν

67δυσμάτορος κότου τυχών·

Strophe 3

Χορός

68τὼς καὶ ἐγὼ φιλόδυρ-

69τος Ἰαονίοισι νόμοισι

70δάπτω τὰν ἁπαλὰν

71Νειλοθερῆ παρειὰν

72ἀπειρόδακρύν τε καρδίαν.

73γοεδνὰ δʼ ἀνθεμίζομαι

74δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς

75ἀερίας ἀπὸ γᾶς

76εἴ τις ἐστὶ κηδεμών.

Antistrophe 3

Χορός

77ἀλλά, θεοὶ γενέται

78κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες·

79ἥβᾳ μὴ τέλεον

80δόντες ἔχειν παρʼ αἶσαν,

81ὕβριν δʼ ἑτοίμως στυγοῦντες,

82πέλοιτʼ ἂν ἔνδικοι γάμοις.

83ἔστι δὲ κἀκ πολέμου τειρομένοις

84βωμὸς ἀρῆς φυγάσιν

85ῥῦμα, δαιμόνων σέβας.

Strophe 4

Χορός

86εὖ δʼ εἴη Διόθεν παναληθῶς.

87Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.

88παντᾷ τοι φλεγέθει

89κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ

90μερόπεσσι λαοῖς.

Antistrophe 4

Χορός

91πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,

92κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.

93δαυλοὶ γὰρ πραπίδων

94δάσκιοί τε τείνουσιν πόροι

95κατιδεῖν ἄφραστοι.

Strophe 5

Χορός

96ἰάπτει δʼ ἐλπίδων

97ἀφʼ ὑψιπύργων πανώλεις

98βροτούς, βίαν δʼ

99οὔτινʼ ἐξοπλίζει·

100πᾶν ἄπονον δαιμονίων.

101ἥμενος ὃν φρόνημά πως

102αὐτόθεν ἐξέπραξεν ἔμπας

103ἑδράνων ἐφʼ ἁγνῶν.

Antistrophe 5

Χορός

104ἰδέσθω δʼ εἰς ὕβριν

105βρότειον, οἵα νεάζει

106πυθμὴν διʼ ἁ-

107μὸν γάμον τεθαλὼς

108δυσπαραβούλοισι φρεσίν,

109καὶ διάνοιαν μαινόλιν

110κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ

111ἀπάτᾳ μεταγνούς.

Strophe 6

Χορός

112τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω

113λιγέα βαρέα δακρυοπετῆ,

114ἰὴ ἰή,

115ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη

116ζῶσα γόοις με τιμῶ.

Ephymnion 1

Χορός

117ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,

118καρβᾶνα δʼ αὐδὰν

119εὖ, γᾶ, κοννεῖς.

120πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι

121λινοσινεῖ

122Σιδονία καλύπτρᾳ.

Antistrophe 6

Χορός

123θεοῖς δʼ ἐναγέα τέλεα πελομένων καλῶς

124ἐπίδρομʼ, ὁπόθι θάνατος ἀπῇ.

125ἰὼ ἰώ,

126ἰὼ δυσάγκριτοι πόνοι.

127ποῖ τόδε κῦμʼ ἀπάξει;

Ephymnion 1

Χορός

128ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,

129καρβᾶνα δʼ αὐδὰν

130εὖ, γᾶ, κοννεῖς.

131πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι

132λινοσινεῖ

133Σιδονίᾳ καλύπτρᾳ.

Strophe 7

Χορός

134πλάτα μὲν οὖν λινορραφής τε

135δόμος ἅλα στέγων δορὸς

136ἀχείματόν μʼ ἔπεμπε σὺν πνοαῖς·

137οὐδὲ μέμφομαι·

138τελευτὰς δʼ ἐν χρόνῳ

139πατήρ μοι παντόπτας

140πρευμενεῖς κτίσειεν,

Ephymnion 2

Χορός

141σπέρμα σεμνᾶς μέγα ματρὸς

142εὐνὰς ἀνδρῶν, ἒ ἔ,

143ἄγαμον ἀδάματον ἐκφυγεῖν.

Antistrophe 7

Χορός

144θέλουσα δʼ αὖ θέλουσαν ἁγνά μʼ

145ἐπιδέτω Διὸς κόρα,

146ἔχουσα σέμνʼ ἐνώπιʼ ἀσφαλῶς,

147παντὶ δὲ σθένει

148διωγμοῖς ἀσχαλῶσʼ

149ἀδμήτας ἀδμήτα

150ῥύσιος γενέσθω,

Ephymnion 2

Χορός

151σπέρμα σεμνᾶς μέγα ματρὸς

152εὐνὰς ἀνδρῶν, ἒ ἔ,

153ἄγαμον ἀδάματον ἐκφυγεῖν.

Strophe 8

Χορός

154εἰ δὲ μή, μελανθὲς

155ἡλιόκτυπον γένος

156τὸν γάιον,

157τὸν πολυξενώτατον

158Ζῆνα τῶν κεκμηκότων

159ἱξόμεθα σὺν κλάδοις

160ἀρτάναις θανοῦσαι,

161μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

Ephymnion 3

Χορός

162ἆ Ζήν, Ἰοῦς ἰῷ

163μῆνις μάστειρʼ ἐκ θεῶν·

164κοννῶ δʼ ἄγαν

165γαμετᾶς οὐρανόνικον.

166χαλεποῦ γὰρ ἐκ

167πνεύματος εἶσι χειμών.

Antistrophe 8

Χορός

168καὶ τότʼ οὐ δικαίοις

169Ζεὺς ἐνέξεται λόγοις,

170τὸν τᾶς βοὸς

171παῖδʼ ἀτιμάσας, τὸν αὐ-

172τός ποτʼ ἔκτισεν γόνῳ,

173νῦν ἔχων παλίντροπον

174ὄψιν ἐν λιταῖσιν;

175ὑψόθεν δʼ εὖ κλύοι καλούμενος.

Ephymnion 3

Χορός

162aἆ Ζήν, Ἰοῦς ἰῶ ,

163aμῆνις μάστειρʼ ἐκ θεῶν·

164aκοννῶ δʼ ἄγαν

165aγαμετᾶς οὐρανόνικον

166aχαλεποῦ γὰρ ἐκ

167aπνεύματος εἶσι χειμών.

Episode 3

Δαναός

176παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε

177πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.

178καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν

179αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας.

180ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·

181σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·

182ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον

183λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·

184τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται

185ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.

186ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος

187ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον,

188ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,

189πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.

190κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος

191ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς

192ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,

193σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,

194αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη

195ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,

196τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.

197φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,

198τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων

199ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.

200καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ

201γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.

202μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.

203θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

Χορός

204πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.

205φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν

206κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·

Δαναός

207ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος·

Χορός

208θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.

Δαναός

209μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.

Χορός

210ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.

Δαναός

211κείνου θέλοντος εὖ τελευτήσει τάδε.

Χορός

Δαναός

212καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.

Χορός

213καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—

Δαναός

214ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.

Χορός

215εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.

Δαναός

216συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.

Χορός

217τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;

Δαναός

218ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.

Χορός

219ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.

Δαναός

220Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.

Χορός

221ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.

Δαναός

222πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν

223σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων

224ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,

225ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

226ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

227πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα

228ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν

229φύγῃ ματαίων αἰτίας, πράξας τάδε.

230κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος,

231Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.

232σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,

233ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

Βασιλεύς

234ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον

235πέπλοισι βαρβάροισι καὶ πυκνώμασι

236χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς

237ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.

238ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,

239ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

240ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.

241κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

242κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·

243μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

244καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν,

245εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

Χορός

246εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

247ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,

248ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν;

Βασιλεύς

249πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.

250τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος

251ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.

252ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον

253γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.

254καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεται

255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

256ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,

257Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

258ὄρη τε Δωδωναῖα. συντέμνει δʼ ὅρος

259ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.

260αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

261πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

262Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

263ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

264τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

265τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν

266χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη

267δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

268τούτων ἄκη τομαῖα καὶ λυτήρια

269πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ

270μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.

271ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια

272γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

273μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

Χορός

274βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος

275ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·

276καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.

Βασιλεύς

277ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,

278ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.

279Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι

280γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.

281καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,

282Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις

283εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·

284τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν

285εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα

286παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.

287καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,

288εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα

289ὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον,

290ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.

Χορός

291κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ

292Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;

Βασιλεύς

293ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.

Χορός

295μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;

Βασιλεύς

296κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματα.

Χορός

297πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;

Βασιλεύς

298βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός.

Χορός

300οὔκουν πελάζει Ζεὺς ἐπʼ εὐκραίρῳ βοΐ;

Βασιλεύς

301φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.

Χορός

302τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός;

Βασιλεύς

303τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ.

Χορός

304ποῖον πανόπτην οἰοβουκόλον λέγεις;

Βασιλεύς

305Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

Χορός

306τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;

Βασιλεύς

307βοηλάτην μύωπα κινητήριον.

Χορός

308οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.

Βασιλεύς

309τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.

Χορός

310καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί.

Βασιλεύς

311καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.

Χορός

312καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον.

Βασιλεύς

313τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;

Χορός

315Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.

Βασιλεύς

Χορός

317Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.

Βασιλεύς

Χορός

Βασιλεύς

318τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;

Χορός

319Βῆλον δίπαιδα πατέρα τοῦδʼ ἐμοῦ πατρός.

Βασιλεύς

320τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.

Χορός

321Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.

Βασιλεύς

322καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.

Χορός

323Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος

324πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.

Βασιλεύς

325δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς

326τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα

327λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

Χορός

328ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά.

329πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·

330ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν

331κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,

332ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;

Βασιλεύς

333τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,

334λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;

Χορός

335ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.

Βασιλεύς

336πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;

Χορός

337τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;

Βασιλεύς

338σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.

Χορός

339καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.

Βασιλεύς

340πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;

Χορός

341αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.

Βασιλεύς

342βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον.

Χορός

343ἀλλʼ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.

βασιλεύς

344εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.

Χορός

345αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην.

Βασιλεύς

346πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους.

Χορός

347βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

Choral 4

Strophe 1

Χορός

348Παλαίχθονος τέκος, κλῦθί μου

349πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.

350ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,

351λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις

352ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ-

353κε φράζουσα βοτῆρι μόχθους.

Βασιλεύς

354ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον

355νεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν.

356εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων.

357μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει

358νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.

Antistrophe 1

Χορός

359ἴδοιτο δῆτʼ ἄνατον φυγὰν

360ἱκεσία Θέμις Διὸς κλαρίου.

361σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων·

362ποτιτρόπαιον αἰδόμενος οὖνπερ

363ἱεροδόκα

364θεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ.

Βασιλεύς

365οὔτοι κάθησθε δωμάτων ἐφέστιοι

366ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις,

367ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.

368ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος,

369ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.

Strophe 2

Χορός

370σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον.

371πρύτανις ἄκριτος ὤν,

372κρατύνεις βωμόν, ἑστίαν χθονός,

373μονοψήφοισι νεύμασιν σέθεν,

374μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος

375πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.

Βασιλεύς

376ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,

377ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.

378οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.

379ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας

380δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.

Antistrophe 2

Χορός

381τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,

382φύλακα πολυπόνων

383βροτῶν, οἳ τοῖς πέλας προσήμενοι

384δίκας οὐ τυγχάνουσιν ἐννόμου.

385μένει τοι Ζηνὸς ἱκταίου κότος

386δυσπαραθέλκτους παθόντος οἴκτοις.

Βασιλεύς

387εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν

388νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους

389εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι;

390δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,

391ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.

Strophe 3

Χορός

392μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος

393κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι

394μῆχαρ ὁρίζομαι γάμου δύσφρονος

395φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκαν

396κρῖνε σέβας τὸ πρὸς θεῶν.

Βασιλεύς

397οὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν.

398εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε

399πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε

400εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,

401ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.

Antistrophe 3

Χορός

402ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖ

403Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως

404ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.

405τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ-

406γεῖς τὸ δίκαιον ἔρξας;

Βασιλεύς

407δεῖ τοι βαθείας φροντίδος σωτηρίου,

408δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν

409δεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,

410ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,

411αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,

412καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται

413μήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμένας

414ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν

415βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα,

416ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ.

417μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;

Strophe 4

Χορός

418φρόντισον καὶ γενοῦ

419πανδίκως εὐσεβὴς

420πρόξενος· τὰν φυγάδα μὴ προδῷς,

421τὰν ἕκαθεν ἐκβολαῖς

422δυσθέοις ὀρμέναν·

Antistrophe 4

Χορός

423μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν

424πολυθέων ῥυσια-

425σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.

426γνῶθι δʼ ὕβριν ἀνέρων

427καὶ φύλαξαι κότον.

Strophe 5

Χορός

428μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν

429ἀπὸ βρετέων βίᾳ

430δίκας ἀγομέναν

431ἱππηδὸν ἀμπύκων,

432πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.

Antistrophe 5

Χορός

433ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,

434ὁπότερʼ ἂν κτίσῃς,

435μένει ἄρ ἐκτίνειν

436ὁμοιΐαν θέμιν.

437τάδε φράσαι δίκαια Διόθεν κράτη.

Episode 5

Βασιλεύς

438καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.

439ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν

440πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος

441στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.

442ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.

443καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,

444ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου

445γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν·

446καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,

447γένοιτο μύθου μῦθος ἂν θελκτήριος

448ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.

449ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,

450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια

451θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.

452ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι

453θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν

454εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.

Χορός

455πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων.

Βασιλεύς

456ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.

Χορός

457ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων

Βασιλεύς

458τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.

Χορός

459ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—

Βασιλεύς

460λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ.

Χορός

461εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—

Βασιλεύς

462τί σοι περαίνει μηχανὴ συζωμάτων;

Χορός

463νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

Βασιλεύς

464αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.

Χορός

465ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν.

Βασιλεύς

466ἤκουσα μαστικτῆρα καρδίας λόγον.

Χορός

467ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.

Βασιλεύς

468καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,

469κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·

470ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον

471τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.

472εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,

473μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.

474εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν

475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,

476πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,

477ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;

478ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον

479ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.

480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,

481κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν

482βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων

483θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ

484πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος

485ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.

486καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε

487ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,

488ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·

489τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.

Δαναός

490πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,

491αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.

492ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων

493ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν

494βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας

495εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως

496στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.

497Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος

498τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·

499καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.

Βασιλεύς

500στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.

501ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·

502καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν

503ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.

Χορός

504τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·

505ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;

Βασιλεύς

506κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.

Χορός

507καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.

Βασιλεύς

508λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.

Χορός

509καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;

Βασιλεύς

510οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν.

Χορός

511ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;

Βασιλεύς

512εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.

Χορός

513οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.

Βασιλεύς

514ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον.

Χορός

515σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.

Βασιλεύς

516ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.

517ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους

518στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·

519καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.

520πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους

521λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.

522ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.

523πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.

Choral 6

Strophe 1

Χορός

524ἄναξ ἀνάκτων, μακάρων

525μακάρτατε καὶ τελέων

526τελειότατον κράτος, ὄλβιε Ζεῦ,

527πιθοῦ τε καὶ γένει σῷ

528ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.

529λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ

530τὰν μελανόζυγʼ ἄταν.

Antistrophe 1

Χορός

531τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν

532παλαίφατον ἁμέτερον

533γένος φιλίας προγόνου γυναικὸς

534νέωσον εὔφρονʼ αἶνον,

535γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·

536Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι

537γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.

Strophe 2

Χορός

538παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν

539ματέρος ἀνθονόμους ἐπωπάς,

540λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ

541οἴστρῳ ἐρεθομένα

542φεύγει ἁμαρτίνοος,

543πολλὰ βροτῶν διαμειβομένα

544φῦλα, διχῇ δʼ ἀντίπορον

545γαῖαν ἐν αἴσᾳ διατέμ-

546νουσα πόρον κυματίαν ὁρίζει·

Antistrophe 2

Χορός

547ἰάπτει δʼ Ἀσίδος διʼ αἴας

548μηλοβότου Φρυγίας διαμπάξ.

549περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,

550Λύδιά τε γύαλα,

551καὶ διʼ ὀρῶν Κιλίκων

552Παμφύλων τε γένη διορνυμένα

553καί ποταμοὺς ἀενάους

554καὶ βαθύπλουτον χθόνα καὶ

555τὰν Ἀφροδίτας πολύπυρον αἶαν.

Strophe 3

Χορός

556ἱκνεῖται δὴ σινουμένα βέλει

557βουκόλου πτερόεντος

558Δῖον πάμβοτον ἄλσος,

559λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται

560Τυφῶ μένος,

561ὕδωρ τε Νείλου νόσοις ἄθικτον,

562μαινομένα πόνοις ἀτί-

563μοις ὀδύναις τε κεντροδα-

564λήτισι, θυιὰς Ἥρας.

Antistrophe 3

Χορός

565βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι

566χλωρῷ δείματι θυμὸν

567πάλλοντʼ ὄψιν ἀήθη,

568βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,

569τὰν μὲν βοός,

570τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.

571καὶ τότε δὴ τίς ἦν ὁ θέλ-

572ξας πολύπλαγκτον ἀθλίαν

573οἰστροδόνητον Ἰώ;

Strophe 4

Χορός

574διʼ αἰῶνος κρέων ἀπαύστου

575Ζεὺς

576Διὸς δʼ ἀπημάντῳ σθένει

577καὶ θείαις ἐπιπνοίαις

578παύεται, δακρύων δʼ ἀπο-

579στάζει πένθιμον αἰδῶ.

580λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ

581γείνατο παῖδʼ ἀμεμφῆ,

Antistrophe 4

Χορός

582διʼ αἰῶνος μακροῦ πάνολβον·

583ἔνθεν πᾶσα βοᾷ χθών,

584φυσιζόου γένος τόδε

585Ζηνός ἐστιν ἀληθῶς·

586τίς γὰρ ἂν κατέπαυσεν Ἥ-

587ρας νόσους ἐπιβούλους;

588Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων

589ἐξ Ἐπάφου κυρήσαις.

Strophe 5

Χορός

590τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν

591κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;

592αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ

593γένους παλαιόφρων μέγας

594τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.

Antistrophe 5

Χορός

595ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων

596τὸ μεῖον κρεισσόνων κρατύνει.

597οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.

598πάρεστι δʼ ἔργον ὡς ἔπος

599σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.

Episode 7

Δαναός

600θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·

601δήμου δέδοκται παντελῆ ψηφίσματα.

Χορός

602ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί

603ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,

604δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.

Δαναός

605ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,

606ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·

607πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις

608ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·

609ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους

610κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·

611καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ

612ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,

613τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων

614ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.

615τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων

616ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον

617μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου

618πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα

619λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν

620ἀμήχανον βόσκημα πημονῆς πέλειν.

621τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς

622ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.

623δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς

624δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος

Anapests 1

Χορός

625ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις

626εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.

627Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου

628στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,

629τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.

Choral 8

Strophe 1

Χορός

630νῦν ὅτε καί, θεοὶ

631διογενεῖς, κλύοιτʼ εὐ-

632κταῖα γένει χεούσας·

633μήποτε πυρίφατον

634γᾶν Πελασγίαν πόλιν

635τὸν ἄκορον βοᾶς,

636κτίσαι μάχλον Ἄπη,

637τὸν ἀρότοις θερί-

638ζοντα βροτοὺς ἐν ἄλλοις,

639οὕνεκʼ ᾤκτισαν ἡμᾶς,

640ψῆφον δʼ εὔφρονʼ ἔθεντο,

641αἰδοῦνται δʼ ἱκέτας Διός,

642ποίμναν τάνδʼ ἀμέγαρτον·

Antistrophe 1

Χορός

643οὐδὲ μετʼ ἀρσένων

644ψῆφον ἔθεντʼ ἀτιμώ-

645σαντες ἔριν γυναικῶν,

646Δῖον ἐπιδόμενοι

647πράκτορά τε σκοπὸν

648δυσπολέμητον, ὃν οὐ

649τίς ἂν δόμος ἔχοι

650ἐπʼ ὀρόφων μιαί-

651νοντα; βαρὺς δʼ ἐφίζει.

652ἅζονται γὰρ ὁμαίμους

653Ζηνὸς ἵκτορας ἁγνοῦ.

654τοιγάρτοι καθαροῖσι βω-

655μοῖς θεοὺς ἀρέσονται.

Strophe 2

Χορός

656τοιγὰρ ὑποσκίων

657ἐκ στομάτων ποτά-

658σθω φιλότιμος εὐχά,

659μήποτε λοιμὸς ἀνδρῶν

660τάνδε πόλιν κενώσαι·

661μηδʼ ἐπιχωρίοις ἔρις

662πτώμασιν αἱματίσαι πέδον γᾶς.

663ἥβας δʼ ἄνθος ἄδρεπτον

664ἔστω, μηδʼ Ἀφροδίτας

665εὐνάτωρ βροτολοιγὸς Ἄ-

666ρης κέρσειεν ἄωτον.

Antistrophe 2

Χορός

667καὶ γεραροῖσι πρε-

668σβυτοδόκοι γεμόν-

669των θυμέλαι φλεγόντων.

670τὼς πόλις εὖ νέμοιτο

671Ζῆνα μέγαν σεβόντων,

672τὸν ξένιον δʼ ὑπερτάτως,

673ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.

674τίκτεσθαι δʼ ἐφόρους γᾶς

675ἄλλους εὐχόμεθʼ ἀεί,

676Ἄρτεμιν δʼ Ἑκάταν γυναι-

677κῶν λόχους ἐφορεύειν.

Strophe 3

Χορός

678μηδέ τις ἀνδροκμὴς

679λοιγὸς ἐπελθέτω

680τάνδε πόλιν δαΐζων,

681ἄχορον ἀκίθαριν

682δακρυογόνον Ἄρη

683βοάν τʼ ἔνδημον ἐξοπλίζων.

684νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν

685ἵζοι κρατὸς ἀτερπής·

686εὐμενὴς δʼ ὁ Λύκειος ἔ-

687στω πάσᾳ νεολαίᾳ.

Antistrophe 3

Χορός

688καρποτελῆ δέ τοι

689Ζεὺς ἐπικραινέτω

690φέρματι γᾶν πανώρῳ.

691πρόνομα δὲ βότʼ ἀγροῖς

692πολύγονα τελέθοι·

693τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν.

694εὔφαμον δʼ ἐπὶ βωμοῖς

695μοῦσαν θείατʼ ἀοιδοί.

696ἁγνῶν τʼ ἐκ στομάτων φερέ-

697σθω φάμα φιλοφόρμιγξ.

Strophe 4

Χορός

698φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς

699τὸ δάμιον, τὸ πτόλιν κρατύνει,

700προμαθὶς εὐκοινόμητις ἀρχά.

701ξένοισί τʼ εὐξυμβόλους,

702πρὶν ἐξοπλίζειν Ἄρη,

703δίκας ἄτερ πημάτων διδοῖεν.

Antistrophe 4

Χορός

704θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν ἀεὶ

705τίοιεν ἐγχωρίοις πατρῴαις

706δαφνηφόροις βουθύτοισι τιμαῖς.

707τὸ γὰρ τεκόντων σέβας

708τρίτον τόδʼ ἐν θεσμίοις

709Δίκας γέγραπται μεγιστοτίμου.

Episode 9

Δαναός

710εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.

711ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς

712ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.

713ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ

714τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·

715στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,

716καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν,

717οἴακος εὐθυντῆρος ὑστάτου νεὼς

718ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.

719πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις

720γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,

721καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία

722εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα

723στείλασα λαῖφος παγκρότως ἐρέσσεται.

724ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως

725πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.

726ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών.

727ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,

728ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.

729ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.

730ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,

731ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.

732θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ

733θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.

Χορός

734πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι

735ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου.

Choral 10

Strophe 1

Χορός

736περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως

737πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.

738παροίχομαι, πάτερ, δείματι.

Δαναός

739ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,

740θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ.

Χορός

741ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος

742μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.

Antistrophe 1

Χορός

743δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας

744νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ

745πολεῖ μελαγχίμῳ σὺν στρατῷ.

Δαναός

746πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας

747θάλπει βραχίονʼ εὖ κατερρινημένους.

Χορός

748μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.

749γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.

Strophe 2

Χορός

750οὐλόφρονες, δὲ καὶ δολιομήτιδες

751δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-

752μῶν ἀλέγοντες οὐδέν.

Δαναός

753καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ ὦ τέκνα,

754εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.

Χορός

755οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη

756δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.

Antistrophe 2

Χορός

757περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει

758μεμαργωμένοι κυνοθρασεῖς, θεῶν

759οὐδὲν ἐπαΐοντες.

Episode 11

Δαναός

760ἀλλʼ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν

761εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.

Χορός

762ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων

763ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.

Δαναός

764οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,

765οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια

766ἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαις

767θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,

768ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα

769ἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖ

770ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.

771οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ

772καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ

773φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·

774bπράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται

775πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.

Choral 12

Strophe 1

Χορός

776ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,

777τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας

778χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;

779μέλας γενοίμαν καπνὸς

780νέφεσσι γειτονῶν Διός·

781τὸ πᾶν δʼ ἄφαντος

782ἀμπετὴς ἀιδνὸς ὡς

783κόνις ἄτερθε πτερύγων ὀλοίμαν.

Antistrophe 1

Χορός

784ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·

785κελαινόχρως δὲ πάλλεταί μου καρδία.

786πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.

787θέλοιμι δʼ ἂν μορσίμου

788βρόχου τυχεῖν ἐν ἀρτάναις,

789πρὶν ἄνδρʼ ἀπευκτὸν

790τῷδε χριμφθῆναι χροΐ.

791πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι.

Strophe 2

Χορός

792πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος,

793πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,

794ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-

795δεικτος οἰόφρων κρεμὰς

796γυπιὰς πέτρα, βαθὺ

797πτῶμα μαρτυροῦσά μοι,

798πρὶν δαΐκτορος βίᾳ

799καρδίας γάμου κυρῆσαι;

Antistrophe 2

Χορός

800κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις

801ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·

802τὸ γὰρ θανεῖν ἐλευθεροῦ-

803ται φιλαιάκτων κακῶν. ἐλθέτω

804ἐλθέτω μόρος, πρὸ κοί-

805τας γαμηλίου τυχών.

806ἀμφυγᾶς τίνʼ ἔτι πόρον

807τέμνω γάμου λυτῆρα;

Strophe 3

Χορός

808ἴυζε δʼ ὀμφὰν οὐρανίαν

809μέλεα μέλη λιτανὰ θεοῖς·

810τέλεα δέ πως πελόμενά μοι

811λύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ,

812βίαια μὴ φαιδρῶς ὁρῶν

813ὄμμασιν ἐνδίκοις.

815σεβίζου δʼ ἱκέτας σέθεν,

816γαιάοχε παγκρατὲς Ζεῦ.

Antistrophe 3

Χορός

817γένος γὰρ Αἰγύπτειον ὕβριν

818δύσφορον ἀρσενογενὲς

819μετά με δρόμοισι διόμενοι

820φυγάδα μάταισι πολυθρόοις

821βίαια δίζηνται λαβεῖν.

822σὸν δʼ ἐπίπαν ζυγὸν

823ταλάντου. τί δʼ ἄνευ σέθεν

824θνατοῖσι τέλειόν ἐστιν;

Episode 13

Lyric 1

Χορός

825ό ό ό, ά ά ά·

826ὅδε μάρπτις νάιος γάιος.

827τῶν πρό, μάρπτι, κάμνοις·

828ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ

829δυϊαν βοᾶν ἀμφαίνω.

830ὁρῶ τάδε φροίμια πράξαν πόνων

831βιαίων ἐμῶν. ἠὲ ἠέ.

832βαῖνε φυγᾷ πρὸς ἀλκάν·

833βλοσυρόφρονα χλιδᾷ

834δύσφορα ναῒ κἀν γᾷ.

835γαϊάναξ προτάσσου.

Κῆρυξ

836σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ-

837ριν ὅπως ποδῶν ἔχετε

838οὐκοῦν οὐκοῦν

839τιλμοὶ τιλμοὶ καὶ στιγμοί,

840πολυαίμων φόνιος

841ἀποκοπὰ κρατός.

842σοῦσθε σοῦσθʼ ὀλύμεναι ὀλόμενʼ ἐπαμίδα.

Choral 14

Strophe 1

Χορός

843εἴθʼ ἀνὰ πολύρυτον

844ἁλμήεντα πόρον

845δεσποσίῳ ξὺν ὕβρει,

846γομφοδέτῳ τε δόρει διώλου.

847αἵμονες ὡς ἐπάμιδα

848ησυδουπιάπιτα

Κῆρυξ

849κελεύω βοᾶν μεθέσθαι

850ἴχαρ φρενί τʼ ἄταν.

851ἰοὺ ἰού.

852λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ.

853ἀτίετον ἄπολιν οὐ σέβω.

Antistrophe 1

Χορός

854μήποτε πάλιν ἴδοιμʼ

855ἀλφεσίβοιον ὕδωρ,

856ἔνθεν ἀεξόμενον

857ζώφυτον αἷμα βροτοῖσι θάλλει.

858ἔγγαιος ἐγὼ βαθυχαῖος

860βαθρείας βαθρείας, γέρον.

Κῆρυξ

861σὺ δʼ ἐν ναῒ ναῒ βάσῃ

862τάχα θέλεος ἀθέλεος,

863βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.

864βάτεαι βαθυμιτροκακὰ παθῶν

865ὀλόμεναι παλάμαις.

Strophe 2

Χορός

866αἰαῖ αἰαῖ.

867αἲ γὰρ δυσπαλάμως ὄλοιο

868διʼ ἁλίρρυτον ἄλσος,

869κατὰ Σαρπηδόνιον

870χῶμα πολύψαμμον ἀλαθεὶς

871Εὐρεΐαισιν αὔραις.

Κῆρυξ

872ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.

873Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.

874ἴυζε καὶ

875βόα, χέον πικρότερον οἰζύος νόμον.

Antistrophe 2

Χορός

876οἰοῖ οἰοῖ,

877λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων

878περί, χάμψα, βρυάζεις·

879ὃς ἐπωπᾷ σʼ, ὁ μέγας

880Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ-

881ψειεν ἄιστον ὕβριν.

Κῆρυξ

882βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον

883ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.

884ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται.

Strophe 3

Χορός

885οἰοῖ, πάτερ, βρέτεος ἄρος

886ἀτᾷ μʼ·· ἅλαδʼ ἄγει

887ἄραχνος ὡς βάδην.

888ὄναρ ὄναρ μέλαν,

889ὀτοτοτοτοῖ,

890μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν

891φοβερὸν ἀπότρεπε,

892ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.

Κῆρυξ

893οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·

894οὐ γάρ μʼ ἔθρεψαν, οὐδʼ ἐγήρασαν τροφῇ.

Antistrophe 3

Χορός

895μαιμᾷ πέλας δίπους ὄφις·

896ἔχιδνα δʼ ὥς μέ τις

897πόδα δακοῦσʼ ἔχει.

898ὀτοτοτοτοῖ,

899μᾶ Γᾶ μᾶ Γᾶ βοὰν

900φοβερὸν ἀπότρεπε,

901ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.

Episode 15

Κῆρυξ

902εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,

903λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.

Χορός

904διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν—

Κῆρυξ

905πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα

906ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.

Χορός

907ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.

Κῆρυξ

909ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης,

910ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.

Βασιλεύς

911οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος

912ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;

913ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;

914κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν·

915καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.

Κῆρυξ

916τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;

Βασιλεύς

917ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.

Κῆρυξ

918πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.

Βασιλεύς

919ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;

Κῆρυξ

920Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.

Βασιλεύς

921θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.

Κῆρυξ

922τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.

Βασιλεύς

923οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;

Κῆρυξ

924ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.

Βασιλεύς

925κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.

Κῆρυξ

926ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.

Βασιλεύς

927οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.

Κῆρυξ

928λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.

Βασιλεύς

929ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.

Κῆρυξ

930ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—

931καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς

932ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς

933ἥκειν γυναικῶν αὐτανέψιον στόλον;

934οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο

935Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ

936ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος

937πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.

Βασιλεύς

938τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν

939εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.

940ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν

941ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.

942τοία δὲ δημόπρακτος ἐκ πόλεως μία

943ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ

944στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς

945γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.

946ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα

947οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,

948σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου

949γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.

Κῆρυξ

950ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.

951εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.

Βασιλεύς

952ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας

953εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.

954ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι

955θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,

956πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.

957καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,

958δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.

959ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους

960πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,

961πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.

962τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα

963πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ

964ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται

965ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

Anapests 1

Χορός

966ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,

967δῖε Πελασγῶν.

968πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον

969πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον

970καὶ βούλαρχον. τοῦ γὰρ προτέρα

971μῆτις, ὅπου χρὴ δώματα ναίειν

972καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν

973ψόγον ἀλλοθρόοις

974εὔτυκος· εἴη δὲ τὰ λῷστα.

975σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ

976βάξει λαῶν ἐγχώρων

977τάσσεσθε, φίλαι δμωίδες, οὕτως

978ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν

979Δαναὸς θεραποντίδα φερνήν.

Trochees 2

Δαναός

980ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,

981θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,

982σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.

983καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς

984φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·

985ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους

986ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,

987καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν

988λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.

989τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς

990χάριν σέβεσθαι τιμιωτέραν χρεών.

991καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις

992πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,

993ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.

994πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει

995κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.

996ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,

997ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.

998τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·

999θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;

1000καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.

1001καρπώματα στάζοντα κηρύσσει Κύπρις

1002καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,

1003καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι

1004πᾶς τις παρελθὼν ὄμματος θελκτήριον

1005τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.

1006πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος

1007πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,

1008μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς

1009πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα

1010τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,

1011οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.

1012μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,

1013τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.

Χορός

1014τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.

1015ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ.

1016εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,

1017ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.

Choral 16

Strophe 1

Χορός Δαναΐδων

1018ἴτε μὰν ἀστυάνακτας

1019μάκαρας θεοὺς γανάοντες πολιούχους

1020τε καὶ οἳ χεῦμʼ Ἐρασίνου

1021περιναίουσιν παλαιόν.

1022ὑποδέξασθε δʼ ὀπαδοὶ

1023μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν

1024ἐχέτω, μηδʼ ἔτι Νείλου

1025προχοὰς σέβωμεν ὕμνοις.

Antistrophe 1

Χορός Δαναΐδων

1026ποταμοὺς δʼ οἳ διὰ χώρας

1027θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,

1028λιπαροῖς χεύμασι γαίας

1029τόδε μειλίσσοντες οὖδας.

1030ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ

1031στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας

1032γάμος ἔλθοι Κυθερείας·

1033στυγίων πέλοι τόδʼ ἆθλον.

Strophe 2

Χορὸς Θεραπαινῶν

1034Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων

1035δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ.

1036τίεται δʼ αἰολόμητις

1037θεὸς ἔργοις ἐπὶ σεμνοῖς.

1038μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν

1039Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον

1040τελέθει θέλκτορι Πειθοῖ.

1041δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας

1042ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων.

Antistrophe 2

Χορὸς Θεραπαινῶν

1043φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη

1044πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.

1045τί ποτʼ εὔπλοιαν ἔπραξαν

1046ταχυπόμποισι διωγμοῖς;

1047ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν.

1048Διὸς οὐ παρβατός ἐστιν

1049μεγάλα φρὴν ἀπέρατος·

1050μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ

1051προτερᾶν πέλοι γυναικῶν.

Strophe 3

Δαναΐς

1052ὁ μέγας Ζεὺς ἀπαλέξαι

1053γάμον Αἰγυπτογενῆ μοι.

Θεράπαινα

1054τὸ μὲν ἂν βέλτατον εἴη·

Δαναΐς

1055σὺ δὲ θέλγοις ἂν ἄθελκτον.

Θεράπαινα

1056σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον.

Antistrophe 3

Δαναΐς

1057τί δὲ μέλλω φρένα Δίαν

1058καθορᾶν, ὄψιν ἄβυσσον;

Θεράπαινα

1059μέτριον νῦν ἔπος εὔχου·

Δαναΐς

1060τίνα καιρόν με διδάσκεις;

Θεράπαινα

1061τὰ θεῶν μηδὲν ἀγάζειν.

Strophe 4

Χορός

1062Ζεὺς ἄναξ ἀποστεροί-

1063η γάμον δυσάνορα

1064δάιον, ὅσπερ Ἰὼ

1065πημονᾶς ἐλύσατʼ εὖ

1066χειρὶ παιωνίᾳ κατασχεθών,

1067εὐμενῆ βίαν κτίσας.

Antistrophe 4

Χορός

1068καὶ κράτος νέμοι γυναι-

1069ξίν· τὸ βέλτερον κακοῦ

1070καὶ τὸ δίμοιρον αἰνῶ,

1071καὶ δίκᾳ δίκας ἕπε-

1072σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις

1073μαχαναῖς θεοῦ πάρα.